Homilies on Ephesians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
1.0
Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήµα τος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
1.1
Ἰδοὺ τὸ, διὰ, τῷ Πατρὶ δέδωκε. Τί οὖν; ἐλάττονα αὐτὸν ἐροῦµεν; Μηδαµῶς. Τοῖς ἁγίοις, φησὶ, τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. Ἰδοὺ, ἁγίους καλεῖ, ἄνδρας ἔχοντας καὶ παιδία καὶ γυναῖκας καὶ οἰκέτας. Ὅτι δὲ τούτους οὕτω καλεῖ, δῆλον ἀπὸ τοῦ τέλους τῆς Ἐπιστολῆς, ὡς ὅταν λέγῃ· Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε· καὶ πάλιν, Τὰ τέκνα, ὑπακούετε τοῖς πατράσιν ὑµῶν· καὶ, Οἱ δοῦλοι, ὑπακούετε τοῖς δεσπόταις. Ἐννοήσωµεν ὅση κατέχει νῦν ἡ ῥᾳθυµία, καὶ πῶς σπανίζει τὰ τῆς ἀρετῆς, καὶ ὅση τότε ἡ φορὰ ἡ τῶν ἐναρέτων, ὡς καὶ τοὺς κοσµικοὺς, ἁγίους καὶπιστοὺς λέγεσθαι. Χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἶπε χάριν, καὶ Πατέρα τὸν Θεὸν ἐκάλεσε· τῆς χάριτος γὰρ ἐκείνης τεκµήριον τοῦτο. Πῶς; Ἄκουσον αὐτοῦ ἑτέρωθι λέγοντος· Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦµα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ὑµῶν, κράζον, Ἀββᾶ, ὁ Πατήρ. Καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.∆ ι' ἡµᾶς γὰρ Χριστὸς γέγονε, καὶ ἐν σαρκὶ ὤφθη. Εὐλογητὸς ὁ Θεὸς, φησὶ, καὶ Πατὴρ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Ἰδοὺ, Θεὸς τοῦ σαρκωθέντος. Εἰ δὲ µὴ βούλει, ἀλλὰ τοῦ Θεοῦ Λόγου Πατήρ. Ὁ εὐλογήσας ἡµᾶς ἐν πάσῃ εὐλογίᾳ πνευµατικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Τὴν Ἰουδαϊκὴν ἐνταῦθα αἰνίττεται· εὐλογία µὲν γὰρ ἦν κἀκείνη, ἀλλ' οὐ πνευµατική. Τί γὰρ ἔλεγεν; Εὐλογήσαι σε ὁ Θεός· Εὐλογήσει τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ εὐλογήσει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ τί; Ἐν πάσῃ εὐλογίᾳ πνευµατικῇ. Τί γὰρ ἔτι σοι λείπει; Γέγονας ἀθάνατος, γέγονας ἐλεύθερος, γέγονας υἱὸς, γέγονας δίκαιος, γέγονας ἀδελφὸς, γέγονας συγκληρονόµος, συµβασιλεύεις, συνδοξάζῃ· πάντα σοι κεχάρισται. Πῶς οὐχὶ καὶ σὺν αὐτῷ, φησὶ, τὰ πάντα ἡµῖν χαρίσεται; Ἡ ἀπαρχή σου ὑπὸ ἀγγέλων προσκυνεῖται, ὑπὸ τῶν Χερουβὶµ, ὑπὸ τῶν Σεραφίµ· τί ἔτι λείπει; Ἐν πάσῃ εὐλογίᾳ πνευµατικῇ. Οὐδὲν σαρκικὸν ἐνταῦθα.∆ ιὰ τοῦτο πάντα ἐξεῖλεν ἐκεῖνα εἰπὼν, Θλῖψιν ἕξετε ἐν τῷ κόσµῳ, πρὸς ταῦτα ἡµᾶς ἀγαγών. Ὥσπερ γὰρ οἱ τὰ σαρκικὰ ἔχοντες, τῶν πνευµατικῶν ἀκοῦσαι οὐκ ἠδύναντο· οὕτως οἱ τῶν πνευµατικῶν τυγχάνοντες, οὐ δύνανται αὐτῶν ἐπιτυγχάνειν, ἂν µὴ πρότερον τῶν σαρκικῶν ἀποστῶσι. Τί ἐστιν, Εὐλογία πνευµατικὴ ἐν τοῖς ἐπουρανίοις; Οὐκ ἐν τῇ γῇ, φησὶ, καθάπερ παρὰ Ἰουδαίοις, Τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· Εἰς γῆν ῥέουσαν µέλι καὶ γάλα· Εὐλογήσει ὁ Θεὸς τὴν γῆν σου. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τί; Ὁ ἀγαπῶν µε, τὰς ἐντολάς µου τηρήσει, καὶ ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόµεθα πρὸς αὐτὸν, καὶ µονὴν παρ' αὐτῷ ποιήσοµεν. Ὁ ἀκούων µου τοὺς λόγους τούτους, καὶ ποιῶν αὐτοὺς, ὁµοιωθήσεται ἀνδρὶ φρονίµῳ, ὅστις ᾠκοδόµησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν, καὶ ἔπνευσανοἱ ἄνεµοι, καὶ ἦλθον οἱ ποταµοὶ, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεµελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Ἡ δὲ πέτρα ποία ἐστὶν, ἀλλ' ἢ τὰ οὐράνια πράγµατα, τὰ πάσης µεταβολῆς ἀνώτερα; Ὅστις γὰρ ἂν ὁµολογήσῃ µε, φησὶν, ἔµπροσθεν τῶν ἀνθρώπων, ὁµολογήσω κἀγὼ αὐτὸν ἔµπροσθεν τοῦ Πατρός µου τοῦ ἐν τοῖς οὐρανοῖς· καὶ, Ὅστις ἀπαρνήσεταί µε, ἀρνήσοµαι αὐτὸν κἀγώ· καὶ πάλιν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· καὶ πάλιν, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύµατι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ πάλιν, Μακάριοί ἐστε οἱ δεδιωγµένοι ἕνεκεν δικαιοσύνης, ὅτι ὁ µισθὸς ὑµῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τοὺς οὐρανοὺς, οὐδαµοῦ γῆν, οὐδὲ τὰ ἐν τῇ γῇ; Καὶ πάλιν, Ἡµῶν τὸ πολίτευµα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόµεθα Κύριον Ἰησοῦν· καὶ πάλιν, Μὴ τὰ ἐπίγεια φρονοῦντες, ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς. Ἐν Χριστῷ Ἰησοῦ. Τουτέστι, διὰ Χριστοῦ Ἰησοῦ, οὐ διὰ Μωϋσέως ἦν αὕτη ἡ εὐλογία. Ὥστε οὐ µόνον τῇ ποιότητι, ἀλλὰ καὶ τῷ µεσίτῃ διαφέροµεν ἡµεῖς, ὥσπερ καὶ ἐν τῇ πρὸς Ἑβραίους φησί· Καὶ Μωϋσῆς µὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὑτοῦ, ὡς θεράπων εἰς µαρτύριον τῶν λαληθησοµένων, Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὑτοῦ, οὗ οἶκός ἐσµεν ἡµεῖς. Καθὼς καὶ ἐξελέξατο ἡµᾶς, φησὶν, ἐν αὐτῷ πρὸ καταβολῆς κόσµου, εἶναι ἡµᾶς ἁγίους καὶ ἀµώµους κατενώπιον αὐτοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι·∆ ι' οὗ εὐλόγησεν ἡµᾶς, διὰ τούτου καὶ ἐξελέξατο. Αὐτὸς τοίνυν ἡµῖν ἐκεῖ δώσει ἐκεῖνα πάντα, αὐτός ἐστιν ὁ κριτὴς, καὶ ἐρεῖ·∆ εῦτε, οἱ εὐλογηµένοι τοῦ Πατρός µου, κληρονοµήσατε τὴν ἡτοιµασµένην ὑµῖν βασιλείαν ἀπὸ καταβολῆς κόσµου· καὶ πάλιν, Ὅπου εἰµὶ ἐγὼ, θέλω ἵνα καὶ οὗτοι ὦσι.
1.2
Καὶ ἐν πάσαις σχεδὸν ταῖς Ἐπιστολαῖς τοῦτο σπουδάζει δεικνύναι, ὅτι οὐ νεώτερα τὰ καθ' ἡµᾶς, ἀλλ' ἄνωθεν οὕτω τετύπωτο, οὐδ' ἐκ µεταµελείας, ἀλλ' οὕτως ᾠκονόµητο καὶ προώριστο. Καὶ τοῦτο δὲ κηδεµονίας πολλῆς. Τί ἐστιν, Ἐν αὐτῷ ἐξελέξατο;∆ ιὰ τῆς εἰς αὐτὸν πίστεως ὁ Χριστὸς, φησὶ, τοῦτο κατώρθωσε, πρὶν ἢ γενέσθαι ἡµᾶς, µᾶλλον δὲ πρὶν ἢ τὸν κόσµον καταβληθῆναι. Καὶ καλῶς καταβολὴν εἶπεν, ὡς ἀπό τινος ὕψους καταβεβληµένον µεγάλου αὐτὸν δεικνύς. Καὶ γὰρ µέγα καὶ ἄφατον τὸ ὕψος τοῦ2 Θεοῦ, οὐ τῷ τόπῳ, ἀλλὰ τῷ ἀνακεχωρηκότι τῆς φύσεως, καὶ πολὺ τὸ µέσον κτίσµατος καὶ κτίστου. Αἰσχυνέσθωσαν οἱ αἱρετικοὶ ταῦτα ἀκούοντες. Τί δὲ ἐξελέξατο; Ὥστε εἶναι ἡµᾶς ἁγίους καὶ ἀµώµους κατενώπιον αὐτοῦ. Ἵνα τοίνυν µὴ, ἀκούσας, ὅτι Ἐξελέξατο, τὴν πίστιν ἀρκεῖν νοµίσῃς µόνον, καὶ τὸν βίον προστίθησι·∆ ιὰ τοῦτο ἐξελέξατο, φησὶ, καὶ ἐπὶ τούτῳ, ἵνα ἅγιοι ὦµεν καὶ ἄµωµοι. Ἐξελέξατο καὶ Ἰουδαίους ποτέ. Πῶς; Ἔθνος τοῦτο, φησὶν, ἐξελέξατο ἐκ τῶν ἐθνῶν. Εἰ δὲ ἄνθρωποι ἐκλεγόµενοι, τὰ κάλλιστα ἐκλέγονται, πολλῷ µᾶλλον ὁ Θεός. Καὶ τὸ ἐκλεγῆναι δὲ, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τεκµήριον καὶ τῆς αὐτῶν ἀρετῆς· πάντως γὰρ αὐτοὺς δοκίµους ἐξελέξατο· ἐποίησεν ἡµᾶς αὐτὸς ἁγίους, ἀλλὰ δεῖ µεῖναι ἁγίους. Ἅγιός ἐστιν ὁ τῆς πίστεως µετέχων· ἄµωµος, ὁ ἀνεπίληπτον βίον µετιών. Ἀλλ' ἁγιότητα καὶ τὸ ἀνεπίληπτον οὐχ ἁπλῶς ἐπιζητεῖ, ἀλλὰ τὸ ἐνώπιον αὐτοῦ τοιούτους φαίνεσθαι. Εἰσὶ γὰρ ἅγιοι καὶ ἄµωµοι, ἀλλ' ἀνθρώποις οὕτω νοµιζόµενοι, οἱ τάφοις ἐοικότες κεκονιασµένοις, καθὼς οἱ τὰς δορὰς τῶν προβάτων ἔχοντες. Ἀλλ' οὐ τοιούτους ζητεῖ, ἀλλ' οἵους ὁ Προφήτης φησί· Καὶ κατὰ τὴν καθαρότητα τῶν χειρῶν µου. Ποίαν; Τὴν ἐνώπιον τῶν ὀφθαλµῶν αὐτοῦ ἁγιωσύνην ζητεῖ, ἣν ὁ τοῦ Θεοῦ ὀφθαλµὸς ὁρᾷ. Εἶπε καὶ τούτων τὰ κατορθώµατα, καὶ πάλιν ἐπὶ τὴν χάριν ἄνεισι, καί φησιν· Ἐν ἀγάπῃ, προορίσας ἡµᾶς. Οὐ γὰρ ἀπὸ πόνων οὐδὲ κατορθωµάτων τοῦτο γίνεται, ἀλλ' ἀπὸ ἀγάπης, οὔτε ἀπὸ ἀγάπης µόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἡµετέρας ἀρετῆς. Εἰ γὰρ δὴ ἀπὸ ἀγάπης µόνης, ἐχρῆν ἅπαντας σωθῆναι· εἰ δὲ ἀπὸ τῆς ἡµετέρας ἀρετῆς πάλιν µόνης, περιττὴ ἡ παρουσία αὐτοῦ, καὶ πάντα τὰ οἰκονοµηθέντα. Ἀλλ' οὔτε ἀπὸ ἀγάπης µόνης, οὔτε ἀπὸ τῆς ἡµετέρας ἀρετῆς, ἀλλ' ἐξ ἀµφοτέρων. Ἐξελέξατο γὰρ ἡµᾶς, φησίν· ὁ δὲ ἐκλεγόµενος οἶδεν ὅπερ ἐκλέγεται. Ἐν ἀγάπῃ, φησὶ, προορίσας ἡµᾶς. Οὐδένα γὰρ ἂν ἔσωσεν ἡ ἀρετὴ, τῆς ἀγάπης µὴ οὔσης. Εἰπὲ γάρ µοι, τί Παῦλος ἂν ὠφελήθη, τί δὲ ἂν ἐπεδείξατο, εἰ µὴ καὶ ἄνωθεν αὐτὸν ἐκάλεσε, καὶ ἀγαπήσας εἵλκυσε πρὸς ἑαυτόν; Ἄλλως δὲ, καὶ τὸ τοσούτων ἀξιῶσαι, ἀγάπης ἦν, οὐ τῆς ἡµετέρας ἀρετῆς. Τὸ γὰρ ἐναρέτους γενέσθαι καὶ πιστεῦσαι καὶ προσελθεῖν, καὶ τοῦτο µὲν αὐτοῦ ἦν τοῦ καλέσαντος, πλὴν ἀλλὰ καὶ ἡµέτερον· τὸ δὲ προσελθόντας τοσούτων ἀξιῶσαι τιµῶν, ὥστε εὐθέως ἀπὸ ἔχθρας εἰς υἱοθεσίαν ἀγαγεῖν, ὑπερβαλλούσης ὄντως ἀγάπης. Ἐν ἀγάπῃ, φησὶ, προορίσας ἡµᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Ὁρᾷς πῶς οὐδὲν ἄνευ Χριστοῦ; πῶς οὐδὲν ἄνευ τοῦ Πατρός; Ἐκεῖνος προώρισεν, οὗτος προσήγαγε. Καὶ ταῦτα τίθησιν ἐπαίρων τὰ γεγενηµένα, καθάπερ καὶ ἑτέρωθί φησιν· Οὐ µόνον δὲ, ἀλλὰ καὶ καυχώµεθα διὰ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Μεγάλα µὲν γὰρ τὰ δοθέντα, πολλῷ δὲ µείζονα γίνεται τῷ διὰ τοῦ Χριστοῦ δοθῆναι· ὅτι οὐκ ἔπεµψέ τινα τῶν δούλων πρὸς τοὺς δούλους, ἀλλ' αὐτὸν τὸν Μονογενῆ. Κατὰ τὴν εὐδοκίαν, φησὶ, τοῦ θελήµατος αὑτοῦ. Τουτέστιν, διὰ τὸ σφοδρῶς θελῆσαι. Ἡ ἐπιθυµία αὐτοῦ, ὡς ἄν τις εἴποι, αὕτη ἐστί· πανταχοῦ γὰρ εὐδοκία τὸ θέληµά ἐστι τὸ προηγούµενον. Ἔστι γὰρ καὶ ἄλλο θέληµα· οἷον, θέληµα πρῶτον, τὸ µὴ ἀπολέσθαι ἡµαρτηκότας· θέληµα δεύτερον, τὸ γενοµένους κακοὺς ἀπολέσθαι. Οὐ γὰρ δὴ ἀνάγκη αὐτοὺς κολάζει, ἀλλὰ θέληµα. Τοιοῦτον καὶ ἐπὶ Παύλου ἔστιν ἰδεῖν, οἷον ὡς ὅταν λέγῃ· Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐµαυτόν· καὶ πάλιν, Θέλω νεωτέρας γαµεῖν, τεκνογονεῖν. Εὐδοκίαν οὖν τὸ πρῶτον θέληµά φησι, τὸ σφοδρὸν θέληµα, τὸ µετὰ ἐπιθυµίας θέληµα, τὸ πεῖσµα· οὐ γὰρ παραιτήσοµαι καὶ κοινοτέρᾳ λέξει χρήσασθαι σαφηνείας ἕνεκεν τῶν ἀφελεστέρων· οὕτω γὰρ καὶ ἡµεῖς τὴν ἐπίτασιν τοῦ θελήµατος δηλοῦντες, Κατὰ τὸ πεῖσµα ἡµῶν, λέγοµεν. Ὃ οὖν λέγει, τοῦτό ἐστι· Σφόδρα ἐφίεται, σφόδρα ἐπιθυµεῖ τῆς σωτηρίας τῆς ἡµετέρας. Τίνος οὖν ἕνεκεν οὕτως ἡµᾶς ἀγαπᾷ, καὶ πόθεν οὕτω φιλεῖ; Ἀπὸ ἀγαθότητος µόνης· ἡ γὰρ χάρις ἀγαθότητός ἐστι.∆ ιὰ τοῦτό φησιν, Εἰς υἱοθεσίαν ἡµᾶς προώρισε, θέλων, καὶ σφόδρα τοῦτο βουλόµενος, ἵνα ἡ τῆς χάριτος αὐτοῦ δόξα δειχθῇ. Κατὰ τὴν εὐδοκίαν τοῦ θελήµατος αὑτοῦ, φησὶν, εἰς ἔπαινον δόξης τῆς χάριτος αὑτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡµᾶς ἐν τῷ ἠγαπηµένῳ. Ἵνα ἡ τῆς χάριτος αὐτοῦ δόξα δειχθῇ, φησὶν, ἐν ᾗ ἐχαρίτωσεν ἡµᾶς ἐν τῷ ἠγαπηµένῳ.
1.3
Οὐκοῦν εἰ εἰς τοῦτο ἐχαρίτωσεν, εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, καὶ ἵνα δείξῃ τὴν χάριν αὐτοῦ, µείνωµεν ἐν αὐτῇ. Εἰς ἔπαινον δόξης. Τί ἐστι τοῦτο; ἵνα τις αὐτὸν ἐπαινέσῃ; ἵνα τις δοξάσῃ; ἡµεῖς, ἄγγελοι, ἀρχάγγελοι, ἀλλὰ πᾶσα ἡ κτίσις; Καὶ τί τοῦτο; Οὐδέν· ἀνενδεὲς γὰρ τὸ Θεῖον. Τίνος οὖν ἕνεκεν βούλεται ἐπαινεῖσθαι καὶ δοξάζεσθαι παρ' ἡµῶν; Ὥστε τὴν πρὸς αὐτὸν ἀγάπην θερµοτέραν ἡµῖν ἐγγενέσθαι. Οὐδενὸς γὰρ ἐφίεται τῶν παρ' ἡµῶν, ἀλλ' ἢ τῆς σωτηρίας µόνης, οὐ διακονίας, οὐ δόξης, οὐκ ἄλλου οὐδενὸς, καὶ πάντα διὰ τοῦτο ποιεῖ. Ὁ γὰρ ἐπαινῶν καὶ θαυµάζων τὴν εἰς αὑτὸν χάριν γεγενηµένην, προσεκτικώτερος ἔσται καὶ σπουδαιότερος. Ἧς ἐχαρίτωσεν ἡµᾶς, φησίν. Οὐκ εἶπεν, Ἧς ἐχαρίσατο, ἀλλ', Ἐχαρίτωσεν ἡµᾶς· τουτέστιν οὐ µόνον ἁµαρτηµάτων ἀπήλλαξεν, ἀλλὰ καὶ ἐπεράστους ἐποίησε. Καθάπερ ἂν εἴ τις λαβὼν ψωραλέον τινὰ, καὶ λοιµῷ καὶ νόσῳ διεφθαρµένον, καὶ γήρᾳ καὶ πενίᾳ καὶ λιµῷ, εὐθέως εὔµορφον νεώτερον ἐργάσαιτο, πάντας ἀνθρώπους νικῶντα τῷ κάλλει, σφοδρὰν µὲν τὴν αὐγὴν ἀφιέντα ἀπὸ τῶν παρειῶν, καὶ τὰς µαρµαρυγὰς τοῦ ἡλίου ἀποκρύπτοντα ταῖς τῶνὀφθαλµῶν βολαῖς, εἶτα ἐν αὐτῷ καταστήσειε τῷ τῆς ἡλικίας ἄνθει, καὶ µετὰ τοῦτο ἁλουργίδα περιβάλοι καὶ διάδηµα καὶ πάντα τὸν κόσµον τὸν βασιλικόν· οὕτως ἐξήσκησε τὴν ψυχὴν ἡµῶν, καὶ καλὴν καὶ ποθεινὴν καὶ ἐπέραστον ἐποίησεν. Ἐπιθυµοῦσι γὰρ ἄγγελοι παρακύψαι πρὸς τὴν τοιαύτην ψυχὴν, ἀρχάγγελοι, πᾶσαι αἱ ἄλλαι δυνάµεις. Οὕτως ἡµᾶς καὶ ἐπιχάριτας ἐποίησε, καὶ ἑαυτῷ ποθεινούς. Ἐπιθυµήσει γὰρ, φησὶν, ὁ βασιλεὺς τοῦ κάλλους σου. Ὅρα γὰρ οἷα πρὸ τούτου ἐπιβλαβῆ φθεγγόµενοι, οἷα κεχαριτωµένα ῥήµατα φθεγγόµεθα νῦν. Οὐκέτι πλοῦτον θαυµάζοµεν, οὐκέτι τὰ ἐνταῦθα, ἀλλὰ τὰ οὐράνια καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Οὐχὶ χαρίεν ἐκεῖνο τὸ παιδίον εἶναί φαµεν, ὅπερ ἂν µετὰ τῆς τοῦ σώµατος ὥρας καὶ πολλὴν ἔχει τὴν ἐν τοῖς ῥήµασι χάριν; Τοιοῦτοί εἰσιν οἱ πιστοί. Ὅρα οἷα φθέγγονται οἱ µεµυηµένοι. Τί γὰρ χαριέστερον ἐκείνου τοῦ στόµατος γένοιτ' ἂν, τοῦ τὰ θαυµαστὰ ῥήµατα ἀφιέντος, καὶ καθαρᾷ καρδίᾳ καὶ καθαροῖς χείλεσιµεταλαµβάνοντος τραπέζης µυστικῆς τοιαύτης µετὰ πολλῆς τῆς λαµπρότητος καὶ τῆς παῤῥησίας; τί χαριέστερον τῶν ῥηµάτων, δι' ὧν ἀποτασσόµεθα τῷ διαβόλῳ; δι' ὧν συντασσόµεθα τῷ Χριστῷ; τῆς ὁµολογίας ἐκείνης τῆς πρὸ τοῦ λουτροῦ; τῆς µετὰ τὸ λουτρόν; Ἐννοήσωµεν ὅσοι διεφθείραµεν τὸ βάπτισµα, καὶ στενάξωµεν, ἵνα δυνηθῶµεν αὐτὸ πάλιν ἀναλαβεῖν.∆ ιὰ τοῦ ἠγαπηµένου, φησὶν, ἐν ᾧ ἔχοµεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵµατος αὐτοῦ. Πῶς; Οὐ µόνον ὅτι τὸν Υἱὸν ἔδωκε θαυµαστὸν, ἀλλ' ὅτι καὶ τούτῳ τῷ τρόπῳ, ὥστε σφαγῆναι αὐτὸν τὸν ἀγαπώµενον. Πολλὴ ἡ ὑπερβολή· τὸν ἀγαπώµενον ὑπὲρ τῶν µισουµένων ἔδωκεν. Ὅρα πόσου ἡµᾶς τιµᾶται. Εἰ, ὅτε αὐτὸν ἐµισοῦµεν καὶ ἐχθροὶ ἦµεν, καὶ ἀγαπώµενον ἔδωκε· τί οὐ ποιήσει λοιπὸν, ὅταν τούτῳ καταλλαγῶµεν διὰ τῆς χάριτος; Τὴν ἄφεσιν, φησὶ, τῶν παραπτωµάτων. Ἄνωθεν κάτω κάτεισι· πρότερον υἱοθεσίαν εἰπὼν καὶ ἁγιασµὸν καὶ ἀµώµους, καὶ τότε τὸ πάθος, οὐ µειῶν, οὐδὲ ἀπὸ τῶν µεγάλων ἐπὶ τὰ µικρὰ κατάγων τὸν λόγον, ἀλλ' ἀπὸτῶν µικρῶν ἐπὶ τὰ µεγάλα ἀνιών. Οὐδὲν γὰρ οὕτω µέγα, ὡς τὸ αἷµα ἐκχυθῆναι τοῦ Θεοῦ ὑπὲρ ἡµῶν· καὶ τῆς υἱοθεσίας καὶ τῶν ἄλλων δωρεῶν τοῦτο µεῖζον, τὸ µηδὲ τοῦ Υἱοῦ φείσασθαι. Μέγα γὰρ τὸ ἀφεθῆναι τῶν ἁµαρτηµάτων, ἀλλὰ τὸ µεῖζον, τὸ διὰ τοῦ αἵµατος τοῦ∆ εσποτικοῦ. Ὅτι γὰρ τοῦτο πολλῷ µεῖζον ἁπάντων, ὅρα πῶς καὶ ἐνταῦθα ἀνεβόησε λέγων· Κατὰ τὸν πλοῦτον τῆς χάριτος αὑτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡµᾶς. Πλοῦτος µὲν γὰρ κἀκεῖνος, πολλῷ δὲ πλέον οὗτος. Ἧς ἐπερίσσευσε, φησὶν, εἰς ἡµᾶς. Καὶ πλοῦτος, καὶ, Ἐπερίσσευσε, τουτέστι, ἀφάτως ἐξεχύθη. Οὐκ ἔνεστι λόγῳ παραστῆσαι, ὧν διὰ τῶν ἔργων ἐπειράθηµεν. Πλοῦτος γάρ ἐστι, πλοῦτος περισσεύων, πλοῦτος οὐκ ἀνθρώπων, ἀλλὰ Θεοῦ, ὥστε πανταχόθεν ἀµήχανον αὐτὸν λεχθῆναι.∆ εικνὺς δὲ πῶς εἰς περισσείαν ἔδωκεν, Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, φησὶ, γνωρίσας ἡµῖν τὸ µυστήριον τοῦ θελήµατος αὑτοῦ· τουτέστι, σοφοὺς καὶ φρονίµους ποιήσας τὴν ὄντως σοφίαν, τὴν ὄντως φρόνησιν.
1.4
Βαβαὶ, πόση φιλία! Τὰ γὰρ µυστήρια αὐτοῦ ἡµῖν λέγει. Τοῦ θελήµατος αὑτοῦ, φησίν· ὡς ἂν εἴποι τις, Τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ ἡµῖν ἐγνώρισε. Τοῦτο γάρ ἐστι τὸ µυστήριον τὸ πάσης σοφίας τε γέµον καὶ φρονήσεως. Τί γὰρ ταύτης τῆς σοφίας ἴσον ἐρεῖς; τοὺς οὐδενὸς ἀξίους ὄντας, τούτους εὗρεν ὅπως εἰς πλοῦτον ἀναγάγῃ. Τί ταύτης τῆς εὐµηχανίας ἴσον; ὁ ἐχθρὸς, ὁ µεµισηµένος, οὗτος ἐξαίφνης ἄνω γέγονε. Καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ ἐν τούτῳ τῷ καιρῷ· καὶ τοῦτο σοφίας ἦν, καὶ τὸ διὰ σταυροῦ. Μακρὸς ἐνταῦθα δεῖξαι ὁ λόγος, πῶς σοφίας ἦν τοῦτο, καὶ πῶς σοφοὺς ἡµᾶς εἰργάσατο.∆ ιὸ πάλιν, Κατὰ τὴν εὐδοκίαν αὑτοῦ, φησὶν, ἣν προέθετο ἐν αὐτῷ. Τουτέστι, τοῦτο ἐπεθύµει, τοῦτο ὤδινεν, ὡς ἂν ἔχοι ἐξειπεῖν ἡµῖν τὸ µυστήριον. Ποῖον δὴ τοῦτο; Ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται. Τοῦτο δὲ γέγονεν, Εἰς οἰκονοµίαν τοῦ πληρώµατος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς ἐν αὐτῷ. Ἀπέσχιστο, φησὶ, τὰ ἐπουράνια τῶν ἐπιγείων, οὐκ εἶχε µίαν κεφαλήν. Κατὰ µὲν γὰρ τὸν τῆς δηµιουργίας λόγον εἷς Θεὸς ἦν· κατὰ δὲ τὸν τῆς οἰκειώσεως οὐκέτι, τῆς Ἑλληνικῆς πλάνης κεχυµένης, ἀλλ' ἀπεσχισµένοι ἦσαν τῆς ὑπακοῆς αὐτοῦ. Εἰς οἰκονοµίαν, φησὶ, τοῦ πληρώµατος τῶν καιρῶν. Πλήρωµα τῶν καιρῶν αὐτὸ ἐκάλεσεν. Ὅρα πῶς ἀκριβῶς φθέγγεται. Καὶ τὴν µὲν ἀρχὴν ἀπὸ τοῦ Πατρὸς δείξας, τὴν πρόθεσιν, τὴν βουλὴν, τὴν πρώτην ὁρµὴν, τὴν δὲ διὰ τῶν ἔργων ἐκπλήρωσιν διὰ τοῦ Χριστοῦ, οὐδαµοῦ διάκονον αὐτὸν ὀνοµάζει. Ἐξελέξατο ἡµᾶς, φησὶν, ἐν αὐτῷ, προορίσας ἡµᾶς εἰς υἱοθεσίαν διὰ Χριστοῦ Ἰησοῦ εἰς αὐτὸν, καὶ εἰς ἔπαινον δόξης τῆς χάριτος αὑτοῦ, ἐν ᾧ ἔχοµεντὴν ἀπολύτρωσιν διὰ τοῦ αἵµατος αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονοµίαν τοῦ πληρώµατος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ. Καὶ οὐδαµοῦ διάκονον αὐτὸν εἶπεν, Εἰ δὲ τὸ, ἐν, καὶ τὸ, διὰ, διακόνου ἐστὶν, ὅρα ποῦ τρέπει τὸ πρᾶγµα. Ἀρχόµενος γὰρ εὐθέως τῆς Ἐπιστολῆς,∆ ιὰ τοῦ θελήµατος, εἶπε, τοῦ Πατρός. Ὁ Πατὴρ ἠθέλησε, φησὶν, ὁ Υἱὸς ἐνήργησεν. Ἀλλ' οὔτε, ἐπειδὴ ὁ Πατὴρ ἠθέλησε, τῆς ἐνεργείας ἐκτός ἐστιν ὁ Υἱός· οὔτε ἐπειδὴ ὁ Υἱὸς ἐνήργησε, τοῦ θελήµατος ἀπεστέρηται ὁ Πατὴρ, ἀλλὰ κοινὰ Πατρὸς καὶ Υἱοῦ πάντα· Πάντα γὰρ τὰ ἐµὰ σά ἐστι, φησὶ, καὶ τὰ σὰ ἐµά. Πλήρωµα δὲ τῶν καιρῶν ἡ παρουσία αὐτοῦ ἦν. Ἐπεὶ οὖν πάντα ἔπραξε καὶ δι' ἀγγέλων, καὶ διὰ προφητῶν, καὶ διὰ νόµου, καὶ οὐδὲν πλέον ἐγένετο, ἀλλ' ἐκινδύνευεν εἰκῆ γεγενῆσθαι ἄνθρωπος, εἰκῆ παρῆχθαι, µᾶλλον δὲ καὶ ἐπὶ κακῷ, πάντων ἀπολλυµένων ἁπλῶς, καὶ µειζόνως ἢ ἐπὶ τοῦ κατακλυσµοῦ, εὗρε ταύτην τὴν οἰκονοµίαν τὴν διὰ τῆς χάριτος, ὥστεµὴ εἰκῆ µηδὲ µάτην αὐτὸν γενέσθαι. Τὸ πλήρωµα τῶν καιρῶν τοῦτο λέγει, καὶ σοφίαν. Πῶς; Ὅτι ὅτε µάλιστα ἔµελλον ἀπόλλυσθαι, τότε διεσώθησαν. Ἀνακεφαλαιώσασθαι, φησίν. Τί ἐστιν, Ἀνακεφαλαιώσασθαι; Συνάψαι. Πλὴν ἀλλὰ σπουδάσωµεν ἐγγὺς αὐτῆς γενέσθαι τῆς ἀληθείας. Παρὰ µὲν γὰρ ἡµῖν καὶ ἐν τῇ συνηθείᾳ ἀνακεφαλαίωσις λέγεται καὶ τὰ διὰ µακρῶν λεγόµενα εἰς βραχὺ συστεῖλαι, καὶ πάντα τὰ διὰ πολλῶνλεγόµενα συντόµως εἰπεῖν. Ἔστι µὲν γὰρ καὶ τοῦτο· τὰ γὰρ διὰ µακροῦ χρόνου οἰκονοµούµενα ἀνεκεφαλαιώσατο ἐν ἑαυτῷ, τουτέστι, συνέτεµε. Λόγον γὰρ συντελῶν, καὶ συντέµνων ἐν δικαιοσύνῃ, καὶ ἐκεῖνα περιέλαβε, καὶ ἕτερα προσέθηκε. Τοῦτό ἐστιν ἀνακεφαλαίωσις. Ἔστι καὶ ἕτερόν τι δηλούµενον. Ποῖον τοῦτο; Μίαν κεφαλὴν ἅπασιν ἐπέθηκε τὸ κατὰ σάρκα Χριστὸν, καὶ ἀγγέλοις καὶ ἀνθρώποις· τουτέστι, καὶ ἀγγέλοις µίαν ἀρχὴν ἔδωκεν, καὶ ἀνθρώποις, τοῖς µὲν τὸ κατὰ σάρκα, τοῖς δὲ τὸν Θεὸν Λόγον· ὡς ἂν περὶ οἰκίας τις εἴποι τὰ µὲν σαθρὰ, τὰ δὲ ἰσχυρὰ ἐχούσης· Ἀνῳκοδόµησε τὴν οἰκίαν, τουτέστιν, ἰσχυροτέραν εἰργάσατο, ἰσχυροτέραν κρηπῖδα ὑπέθηκεν· οὕτω καὶ ἐνταῦθα πάντας ὑπὸ µίαν ἤγαγε κεφαλήν. Οὕτω γὰρ ἂν γένοιτο ἕνωσις, οὕτως[ ἂν γένοιτο] ἀκριβὴς συνάφεια, ὅταν ὑπὸ µίαν ἅπαντα ἀχθείη κεφαλὴν, σύνδεσµόν τινα ἀναγκαῖον ἄνωθεν ἔχοντα. Τοσαύτης τοίνυν ἀξιωθέντες δωρεᾶς, τοσαύτης τιµῆς, τοσαύτης φιλανθρωπίας, µὴ καταισχύνωµεν τὸν εὐεργετήσαντα, µὴ εἰς κενὸν τὴν τοσαύτηνχάριν ποιήσωµεν, ἀγγελικὸν βίον ἐπιδειξώµεθα, ἀγγελικὴν ἀρετὴν καὶ πολιτείαν· ναὶ δέοµαι καὶ ἀντιβολῶ, ἵνα µὴ εἰς κρῖµα µηδ' εἰς κατάκριµα γένηται ταῦτα πάντα ἡµῖν, ἀλλ' εἰς ἀπόλαυσιν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, καὶτὰ ἑξῆς.