Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 20 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
20.0
Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυ ναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλη σίας, καὶ αὐτόςἐστι σωτὴρ τοῦ σώµατος. Ἀλλ' ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Κυρίῳ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.
20.1
Σοφός τις ἀνὴρ ἐν τάξει µακαρισµῶν πολλὰ θεὶς, ἓν καὶ τοῦτο τέθεικεν ἐν τάξει µακαρισµοῦ· Καὶ γυνὴ, φησὶν, ἀνδρὶ συµπεριφεροµένη. Καὶ πάλιν ἀλλαχοῦ µετὰ τῶν µακαρισµῶν αὐτὸ τίθησι, τὸ γυναῖκα ἀνδρὶ µετὰ ὁµονοίας συνεῖναι. Καὶ ἐξ ἀρχῆς δὲ πολλὴν ὁ Θεὸς φαίνεται πρόνοιαν πεποιηµένος τῆς συζυγίας ταύτης· καὶ ὡς περὶ ἑνὸς, περὶ ἀµφοτέρων διαλεγόµενος, οὕτως ἔλεγεν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ πάλιν, Οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Οὐ γάρ ἐστιν ἀνδρὸς πρὸς ἄνδρα τοσαύτη οἰκειότης, ὅση γυναικὸς πρὸς ἄνδρα, ἂν ᾖ τις, ὡς χρὴ, συνεζευγµένος.∆ ιὰ τοῦτο καί τις τὴν ὑπερβάλλουσαν ἀγάπην δηλῶν µακάριος ἀνὴρ, καί τινα τῶν αὐτῷ φίλων καὶ ὁµοψύχων πενθῶν, οὐ πατέρα εἶπεν, οὐ µητέρα, οὐτέκνον, οὐκ ἀδελφὸν, οὐ φίλον, ἀλλὰ τί; Ἔπεσεν ἐπ' ἐµὲ ἡ ἀγάπησίς σου, φησὶν, ὡς ἀγάπησις τῶν γυναικῶν. Ὄντως γὰρ, ὄντως πάσης τυραννίδος αὕτη ἡ ἀγάπη τυραννικωτέρα. Αἱ µὲν γὰρ ἄλλαι, σφοδραί· αὕτη δὲ ἡ ἐπιθυµία ἔχει καὶ τὸ σφοδρὸν, καὶ τὸ ἀµάραντον. Ἔνεστι γάρ τις ἔρως ἐµφωλεύων τῇ φύσει, καὶ λανθάνων ἡµᾶς συµπλέκει ταῦτα τὰ σώµατα.∆ ιὰ τοῦτο καὶ ἐξ ἀρχῆς ἀπὸ ἀνδρὸς ἡ γυνὴ, καὶ µετὰ ταῦτα ἀπὸ ἀνδρὸς καὶ γυναικὸς ἀνὴρ καὶ γυνή. Ὁρᾷς σύνδεσµον καὶ συµπλοκὴν, καὶ πῶς οὐκ ἀφῆκεν ἑτέραν ἐπεισελθεῖν οὐσίαν ἔξωθεν; Καὶ ὅρα πόσα ᾠκονόµησε. Τὴν ἀδελφὴν ἠνέσχετο γαµῆσαι αὐτὸν τὴν αὑτοῦ, µᾶλλον δὲ οὐ τὴν ἀδελφὴν, ἀλλὰ τὴν θυγατέρα, µᾶλλον δὲ οὐ τὴν θυγατέρα, ἀλλά τι πλέον θυγατρὸς, τὴν σάρκα τὴν αὑτοῦ. Τὸ δὲ ὅλον ἐποίησεν ἄνωθεν, ὥσπερ ἐπὶ τῶν λίθων, εἰς ἓν αὐτοὺς συνάγων. Οὔτε γὰρ ἔξωθεν αὐτὴν εἰργάσατο, ἵνα µὴ ὡς ἀλλοτρία προσέχῃ· οὔτε πάλιν µέχρις αὐτῆς τὸν γάµον ἔστησεν, ἵνα µὴ συστέλλων ἑαυτὸν καὶ συνάγων, τῶν λοιπῶν χωρίζηται. Καὶ καθάπερ ἐπὶ τῶν φυτῶν ἐκεῖνα µάλιστά ἐστιν ἄριστα, ἂν καὶ ἓν πρέµνον ἔχῃ, καὶ εἰς πολλοὺς κλάδους ἐκτείνηται, ὡς ἐὰν περὶ τὴν ῥίζανστρέφηται µόνον πάντα εἰκῆ· κἂν καὶ πολλὰς ἔχῃ τὰς ῥίζας, οὐκέτι θαυµαστὸν τὸ δένδρον· οὕτω δὴ καὶ ἐνταῦθα, ἐξ ἑνὸς τοῦ Ἀδὰµ τὸ πᾶν ἐποίησε φυτευθῆναι γένος, τοῦ µὴ διασπᾶσθαι καὶ χωρίζεσθαι καταστήσας εἰς ἀνάγκην µεγάλην. Καὶ µᾶλλον συστέλλων, οὐκέτι ἐποίησεν ἀδελφὰς γαµεῖσθαι καὶ θυγατέρας, ἵνα µὴ πάλιν τὴν ἀγάπην εἰς τὸ ἓν συστέλλωµεν, καὶ ἑτέρωςἑαυτῶν χωριζώµεθα.∆ ιὰ τοῦτο ἔλεγεν· Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Μεγάλα γὰρ ἀπὸ τούτου κακὰ τίκτεται καὶ µεγάλα καλὰ καὶ οἰκίαις καὶ πόλεσιν. Οὐδὲν γὰρ οὕτως ἡµῶν συγκροτεῖ τὸν βίον, ὡς ἔρως ἀνδρὸς καὶ γυναικός· ὑπὲρ τούτου καὶ ὅπλα πολλοὶ τίθενται, ὑπὲρ τούτου καὶ τὴν ψυχὴν προδιδόασιν. Οὐ γὰρ ἂν ἁπλῶς οὐδὲ εἰκῆ πολλὴν ὑπὲρ τούτου τοῦ πράγµατος ἐποιήσατο τὴν σπουδὴν Παῦλος, λέγων· Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ. Τί δήποτε; Ὅτι ἐὰν ἐν ὁµονοίᾳ ὦσιν οὗτοι, καὶ παῖδες τρέφονται καλῶς, καὶ οἰκέται εὐτακτοῦσι, καὶ γείτονες ἀπολαύουσι τῆς εὐωδίας, καὶ φίλοι καὶ συγγενεῖς· ἐὰν δὲ τοὐναντίον, πάντα ἀνατέτραπται καὶ συγκέχυται. Καὶ καθάπερ τῶν στρατηγῶν πρὸς ἀλλήλους εἰρηνευόντων, πάντα ἐν ἀκολουθίᾳ ἐστὶ, καὶ ταραττοµένων πάλιν ἐκείνων, πάντα ἄνω καὶ κάτω γίνεται· οὕτω δὴ καὶ νῦν.∆ ιὸ, Αἱ γυναῖκες, φησὶ, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ. Βαβαί! πῶς οὖν ἀλλαχοῦ λέγεις· Ἐὰν µή τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ, οὐ δύναται ἀκολουθῆσαί µοι; Εἰ γὰρ ὡς τῷ Κυρίῳ ὑποτάσσεσθαι χρὴ, πῶς λέγει διὰ τὸν Κύριον ἀφίστασθαι; Καὶ σφόδρα µὲν οὖν χρή· ἀλλὰ τὸ, ὡς, οὐ πάντως πανταχοῦ ἰσοτιµίας ἐστίν. Ἢ τοῦτό φησιν· Ὡς εἰδυῖαι ὅτι τῷ Κυρίῳ δουλεύετε· ὅπερ καὶ ἀλλαχοῦ φησιν, ὅτι εἰ καὶ µὴ διὰ ἄνδρα, ἀλλὰ προηγουµένως διὰ τὸν Κύριον· ἢ, Ὅταν ὑπείκῃς τῷ ἀνδρὶ, ὡς τῷ Κυρίῳ δουλεύουσα ἡγοῦ πείθεσθαι. Εἰ γὰρ Ὁ ἀρχαῖς ταύταις ταῖς ἔξωθεν ταῖς πολιτικαῖς ἀντιτασσόµενος, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκε, πολλῷ µᾶλλον ἡ τῷ ἀνδρὶ µὴ ὑποτασσοµένη. Οὕτως ἐξ ἀρχῆς ἠθέλησε, φησὶν, ὁ Θεός. Ὑποθώµεθα οὖν τὸν µὲν ἄνδρα ἐν τάξει κεῖσθαι κεφαλῆς, τὴν δὲ γυναῖκα ἐν τάξει σώµατος. Εἶτα καὶ ἀπὸ λογισµῶν δεικνὺς, Ὅτι ὁ ἀνὴρ κεφαλή ἐστι τῆς γυναικὸς, φησὶ, καθὼς καὶ ὁ Χριστὸς τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώµατος. Ἀλλ' ὡς ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Εἶτα, Ὁ ἀνήρ ἐστιν, εἰπὼν, κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ, ἐπάγει, τοῦ σώµατος· καὶ γὰρ ἡ κεφαλὴ τοῦ σώµατος σωτηρία ἐστίν. Ἤδη προκατεβάλετο τῷ ἀνδρὶ καὶ τῇ γυναικὶ τῆς ἀγάπης τὴν ὑπόθεσιν καὶ τὴν πρόνοιαν, ἑκάστῳ τὴν προσήκουσαν ἀπονέµων χώραν, τούτῳ µὲντὴν ἀρχικὴν καὶ προνοητικὴν, ἐκείνῃ δὲ τὴν ὑποτακτικήν.
20.2
Ὡς οὖν ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, τουτέστιν, ἄνδρες καὶ γυναῖκες· οὕτω καὶ αἱ γυναῖκες, τοῖς ἀνδράσιν ὡς τῷ Θεῷ ὑποτάσσεσθε. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Ἤκουσας τῆς ὑποταγῆς τὴν ὑπερβολήν· ἐπῄνεσας καὶ ἐθαύµασας τὸν Παῦλον, ἅτε συγκροτοῦντα τὸν βίον ἡµῶν, ὡς θαυµαστόν τινα καὶ πνευµατικὸν ἄνδρα· καλῶς. Ἀλλ' ἄκουσον, ἃ καὶ παρὰ σοῦ ἀπαιτεῖ· πάλιν γὰρ τῷ αὐτῷ κέχρηται ὑποδείγµατι· Οἱ ἄνδρες, ἀγαπᾶτε, φησὶ, τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Εἶδες µέτρον ὑπακοῆς; Ἄκουσον καὶ µέτρον ἀγάπης. Βούλει σοι τὴν γυναῖκα ὑπακούειν, ὡς τῷ Χριστῷ τὴν Ἐκκλησίαν; Προνόει καὶ αὐτὸς αὐτῆς, ὡς ὁ Χριστὸς τῆς Ἐκκλησίας· κἂν τὴν ψυχὴν ὑπὲρ αὐτῆς δοῦναι δεῖ, κἂν κατακοπῆναι µυριάκις, κἂν ὁτιοῦν ὑποµεῖναι καὶ παθεῖν, µὴ παραιτήσῃ· κἂν ταῦτα πάθῃς, οὐδὲν οὐδέπω πεποίηκας, οἷον ὁ Χριστός. Σὺ µὲν γὰρ ἤδη συναφθεὶς ταῦτα ποιεῖς, ἐκεῖνος δὲ ὑπὲρ ἀποστρεφοµένης αὐτὸν καὶ µισούσης. Ὥσπερ οὖν αὐτὸς τὴν ἀποστρεφοµένην αὐτὸν καὶ µισοῦσαν καὶ διαπτύουσαν καὶ θρυπτοµένην περὶ τοὺς πόδας αὐτοῦ τῇ πολλῇ ἤγαγε κηδεµονίᾳ, οὐκ ἀπειλαῖς, οὐδὲ ὕβρεσιν, οὐδὲ φόβῳ, οὐδὲ ἑτέρῳ τινὶ τοιούτῳ· οὕτω καὶ σὺ πρὸς τὴν γυναῖκα ἔχε τὴν σήν· κἂν ὑπερορῶσαν, κἂν θρυπτοµένην, καταφρονοῦσαν ἴδης, δυνήσῃ αὐτὴν ὑπὸ τοὺς πόδας ἀγαγεῖν τοὺς σοὺς τῇ πολλῇ περὶ αὐτὴν προνοίᾳ, τῇ ἀγάπῃ, τῇ φιλίᾳ. Οὐδὲν γὰρ τούτων τυραννικώτερον τῶν δεσµῶν, καὶ µάλιστα ἀνδρὶ καὶ γυναικί. Οἰκέτην µὲν γὰρ φόβῳ τις ἂν καταδῆσαι δυνήσεται, µᾶλλον δὲ οὐδὲ ἐκεῖνον· ταχέως γὰρ ἀποπηδήσας οἰχήσεται· τὴν δὲ τοῦ βίου κοινωνὸν, τὴν παίδων µητέρα, τὴν πάσης εὐφροσύνης ὑπόθεσιν, οὐ φόβῳ καὶ ἀπειλαῖς δεῖ καταδεσµεῖν, ἀλλ' ἀγάπῃ καὶ διαθέσει. Ποία γὰρ συζυγία, ὅταν ἡ γυνὴ τὸν ἄνδρα τρέµῃ; ποίας δὲ αὐτὸς ὁ ἀνὴρ ἀπολαύσεται ἡδονῆς, ὡς δούλῃ συνοικῶν τῇ γυναικὶ, καὶ οὐχ ὡς ἐλευθέρᾳ; Κἂν πάθῃς τι ὑπὲρ αὐτῆς, µὴ ὀνειδίσῃς· οὐδὲ γὰρ ὁ Χριστὸς τοῦτο ἐποίησε· Καὶ ἑαυτὸν, φησὶ, παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν καθαρίσας ἁγιάσῃ. Ἄρα ἀκάθαρτος ἦν, ἄρα µῶµον εἶχεν, ἄρα ἄµορφος ἦν, ἄρα εὐτελής. Οἵαν ἂν λάβῃς γυναῖκα, οὐ τοιαύτην λήψῃ νύµφην, οἵαν ὁ Χριστὸς τὴν Ἐκκλησίαν, οὐδὲ τοσοῦτόν σου ἀπέχουσαν, ὅσον ἡ Ἐκκλησία τοῦ Χριστοῦ· ἀλλ' ὅµως οὐκ ἐβδελύξατο, οὐδὲ ἐµίσησε διὰ τὴν ὑπερβολὴν τῆς ἀµορφίας. Βούλει ἀκοῦσαι αὐτῆς τὴν ἀµορφίαν; ἄκουε Παύλου λέγοντος· Ἦτε γάρ ποτε σκότος. Εἶδες αὐτῆς τὸ µέλαν; τί σκότους µελανώτερον; ἀλλ' ὅρα καὶ τὸ θρασύ· Ἐν κακίᾳ, φησὶ, καὶ φθόνῳ διάγοντες. Ὅρα καὶ τὸ ἀκάθαρτον· Ἀπειθεῖς, ἀνόητοι. Τί δὲ λέγω; καὶ µωρὰ ἦν, καὶ βλάσφηµος· ἀλλ' ὅµως τοσούτων ὄντων, ὡς ὑπὲρ ὡραίας, ὡς ὑπὲρ ἀγαπωµένης, ὡς ὑπὲρ θαυµαστῆς, οὕτως ἑαυτὸν ἐξέδωκεν ὑπὲρ τῆς ἀµόρφου. Καὶ τοῦτο θαυµάζων ὁ Παῦλος ἔλεγε· Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· καὶ πάλιν, Εἰ ἔτι ἁµαρτωλῶν ἡµῶν ὄντων ὁ Χριστὸς ὑπὲρ ἡµῶν ἀπέθανε. Καὶ τοιαύτην λαβὼν, καλλωπίζει αὐτὴν καὶ λούει, καὶ οὐδὲ τοῦτο παραιτεῖται. Ἵνα αὐτὴν ἁγιάσῃ, φησὶ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήµατι. Ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, µὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄµωµος. Τῷ λουτρῷ λούει αὐτῆς τὴν ἀκαθαρσίαν. Ἐν ῥήµατι, φησί. Ποίῳ; Ἐν ὀνόµατι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύµατος. Καὶ οὐχ ἁπλῶς αὐτὴν ἐκόσµησεν, ἀλλ' ἔνδοξον ἐποίησε, Μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Καὶ ἡµεῖς τοίνυν τοῦτο ἐπιζητῶµεν τὸ κάλλος, καὶ δυνησόµεθα αὐτοῦ γενέσθαι δηµιουργοί. Μὴ ζήτει σὺ παρὰ τῆς γυναικὸς, ἃ µή ἐστιν αὐτῆς. Ὁρᾷς ὅτι πάντα παρὰ τοῦ∆ εσπότου εἶχεν ἡ Ἐκκλησία· παρ' αὐτοῦ γέγονεν ἔνδοξος, παρ' αὐτοῦ ἄµωµος. Μὴ ἀποστραφῇς δι' ἀµορφίαν τὴν γυναῖκα. Ἄκουε τῆς Γραφῆς λεγούσης· Μικρὰ ἐν πετεινοῖς ἡ µέλισσα, καὶ ἀρχὴ γλυκασµάτων ὁ καρπὸς αὐτῆς. Θεοῦ πλάσµα ἐστίν· οὐκ ἐκείνην ὑβρίζεις, ἀλλὰ τὸν ἐργασάµενον. Τί πάθῃ ἡ γυνή; Μὴ ἐπαινέσῃς αὐτὴν δι' εὐµορφίαν· ἀκολάστων ψυχῶν καὶ ὁ ἔπαινος, καὶ τὸ µῖσος ἐκεῖνο, καὶ αὐτὴ ἡ ἀγάπη. Ψυχῆς ἐπιζήτει κάλλος· τὸν νυµφίον τῆς Ἐκκλησίας µιµοῦ. Τὸ ἔξωθεν κάλλος ἀλαζονείας καὶ ἀπονοίας γέµει πολλῆς, καὶ εἰς ζηλοτυπίαν ἐµβάλλει, καὶ ὑποπτεύειν σε πολλάκις ποιεῖ τὸ πρᾶγµα ἄτοπα. Ἀλλὰ ἡδονὴν ἔχει; Μέχρι τοῦ πρώτου µηνὸς καὶ τοῦ δευτέρου, ἢ τὸ πολὺ, τοῦ ἐνιαυτοῦ, λοιπὸν δὲ οὐκέτι, ἀλλ' ὑπὸ τῆς συνηθείας τὸ θαῦµα µαραίνεται· τὰ µέντοι διὰ τὸ κάλλος προσγενόµενα κακὰ ἐναποµένει, ὁ τῦφος, ἡ ἀπόνοια καὶ ἡ ὑπεροψία. Ἐπὶ δὲ τῆς µὴ τοιαύτης, οὐδὲν τοιοῦτον· ἀλλ' εἰκότως ἀρχόµενος ὁ ἔρως παραµένει σφοδρὸς, ἐπειδὴ κάλλους ἐστὶ ψυχῆς, καὶ οὐ σώµατος.
20.3
Τί βέλτιον τοῦ οὐρανοῦ, εἰπέ µοι, τί βέλτιον τῶν ἄστρων; Οἷον ἂν εἴποις σῶµα, οὐκ ἔστιν οὕτω λευκόν· οἵους ἂν εἴποις ὀφθαλµοὺς, οὐκ εἰσὶν οὕτω φαιδροί. Τούτων δὲ γενοµένων καὶ οἱ ἄγγελοι ἐθαύµασαν, καὶ ἡµεῖς νῦν θαυµάζοµεν, ἀλλ' οὐχ ὁµοίως, ὡς παρὰ τὴν ἀρχήν. Τοιοῦτον γὰρ ἡ συνήθεια· οὐχ ὁµοίως ἐκπλήττει· πόσῳ µᾶλλον ἐπὶ γυναικός; Ἂν δὲ καὶ νόσος ἐπιγένηται, εὐθέως ἀπέπτη τὸ πᾶν. Εὔνοιαν ζητῶµεν παρὰ γυναικὸς, µετριοφροσύνην, ἐπιείκειαν· ταῦτα τοῦ κάλλους τὰ γνωρίσµατα· σώµατος µέντοι ὥραν µὴ ζητῶµεν, µηδὲ ἐγκαλῶµεν αὐτῇ περὶ τούτων, ὧν οὐκ ἔστι κυρία, µᾶλλον δὲ µηδὲ ὅλως ἐγκαλῶµεν( τολµηρῶν γὰρ), µηδὲ ἀποδυσπετῶµεν, µηδὲ δυσχεραίνωµεν. Ἢ οὐχ ὁρᾶτε πόσοι γυναιξὶν ὡραίαις συνοικήσαντες, ἐλεεινῶς τὸν βίον κατέστρεψαν; πόσοι δὲ οὐ σφόδρα εὐµόρφοις, µετὰ πολλῆς ἡδονῆς εἰς ἔσχατον γῆρας ἤλασαν; Τὸν σπῖλον τὸν ἔσωθεν ἀποσµήχωµεν, τὰς ῥυτίδας τὰς ἔνδον ἐκτίλλωµεν, τοὺς µώµους τοὺς ἐπὶ τῆς ψυχῆς ἀνέλωµεν. Τοιοῦτον ὁ Θεὸς ἐπιζητεῖ κάλλος· τῷ Θεῷ, µὴ ἡµῖν, καλὴν αὐτὴν κατασκευάζωµεν. Μὴ χρήµατα ζητῶµεν, µηδὲ εὐγένειαν τὴν ἔξωθεν, ἀλλ' εὐγένειαν τὴν ἐν ψυχῇ. Μηδεὶς ἀπὸ γυναικὸς ἀναµενέτω πλουτεῖν· αἰσχρὸς γὰρ καὶ ἐπονείδιστος οὗτος ὁ πλοῦτος· µηδὲ ὅλως ζητείτω τις ἐντεῦθεν πλουτεῖν. Οἱ γὰρ βουλόµενοι πλουτεῖν, φησὶν, ἐµπίπτουσιν εἰς πειρασµὸν, καὶ ἐπιθυµίας ἀνοήτους καὶ βλαβερὰς, καὶ εἰς παγίδας καὶ ὄλεθρον καὶ ἀπώλειαν. Ἀπὸ γυναικὸς τοίνυν µὴ ζήτει χρηµάτων περιουσίαν, καὶ πάντα εὑρήσεις τὰ ἄλλα εὐκόλως. Τίς, εἰπέ µοι, τὰ κυριώτερα ἀφεὶς, τῶν ἐλαττόνων ἐπιµελήσεται; Ἀλλ', οἴµοι! πανταχοῦ τοῦτο πάσχοµεν· κἂν παῖδα κτησώµεθα, οὐ σπουδάζοµεν ὅπως γένηται ἀγαθὸς, ἀλλ' ὅπως πλουσίαν αὐτῷ γυναῖκα λάβωµεν· οὐχ ὅπως εὔτροπος, ἀλλ' ὅπως εὔπορος· κἂν ἐπιτήδευµα µετίωµεν, οὐχ ὅπως ἁµαρτηµάτων ἀπηλλαγµένον ᾖ, ἀλλ' ὅπως ἡµῖν κέρδος προσοίσῃ µέγα· καὶ πάντα γέγονε χρήµατα.∆ ιὰ τοῦτο πάντα διέφθαρται, ὅτι ἐκεῖνος ἡµᾶς κατέχει ὁ ἔρως. Οὕτως ὀφείλουσι, φησὶν, οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώµατα. Τί δὴ τοῦτό ἐστιν; Ὡς εἰς µείζονα εἰκόνα, καὶ σφοδρότερον ἦλθεν ὑπόδειγµα· οὐ τοῦτο δὲ µόνον, ἀλλὰ καὶ ὡς ἐγγύτερον, καὶ σαφέ στερον, καὶ δικαίωµα ἕτερον. Ἐκεῖνο µὲν γὰρ οὐκ ἦν πολλῆς ἀνάγκης· ἵνα γὰρ µή τις εἴπῃ, Ἐκεῖνος Χριστὸς ἦν, καὶ Θεὸς ἦν, καὶ ἑαυτὸν παρέδωκεν, ἑτέρωθεν αὐτὸ µεθοδεύει λοιπὸν, λέγων· Οὕτως ὀφείλουσιν· οὐ γὰρ χάρις ἐστὶ τὸ πρᾶγµα, ἀλλ' ὀφειλή. Εἰπὼν, ὡς τὰ ἑαυτῶν σώµατα, ἐπήγαγεν, Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐµίσησεν, ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν. Τουτέστι, θεραπεύει µετὰ πολλῆς τῆς ἐπιµελείας. Καὶ πῶς αὐτοῦ ἐστι σάρξ; Ἄκουε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν µου, φησὶ, καὶ σὰρξ ἐκ τῆς σαρκός µου. Καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ, Ἔσονται, φησὶν, εἰς σάρκα µίαν. Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Ἐπὶ τὸ πρῶτον ὑπόδειγµα ἦλθεν. Ὅτι µέλη ἐσµὲν τοῦ σώµατος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ. Πῶς; Ἀπὸ γὰρ τῆς ἡµετέρας γέγονεν ὕλης, ὥσπερ καὶ ἡ Εὔα σὰρξ ἀπὸ τῆς σαρκὸς τοῦ Ἀδάµ. Καλῶς δὲ ὀστῶν καὶ σαρκὸς ἐµνηµόνευσε· ταῦτα γάρ ἐστιν ἐν ἡµῖν τὰ κυριώτερα, σάρκες καὶ ὀστᾶ· τὰ µὲν ὥσπερ τις τρόπις ὑποκείµενα, τὰ δὲ ὥσπερ οἰκοδοµία. Ἀλλ' ἐκεῖνο µὲν δῆλον· τοῦτο δὲ πῶς; Ὥσπερ ἐκεῖ τοσαύτη ἐγγύτης ἐστὶν, οὕτω, φησὶ, καὶ ἐνταῦθα. Τί ἐστιν, ἐκ τῆς σαρκὸς αὐτοῦ; Τουτέστι, γνησίως ἐξ αὐτοῦ. Καὶ πῶς τοῦ Χριστοῦ µέλη οὕτως ἐσµέν; Ὅτι κατ' αὐτὸν γεγενήµεθα. Καὶ πῶς ἐκ τῆς σαρκός; Ἴστε ὅσοι µετέχετε µυστηρίων· ἐκ τούτου γὰρ εὐθέως ἀναπλαττόµεθα. Καὶ πῶς; Πάλιν ἄκουε τοῦ µακαρίου τούτου λέγοντος· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵµατος, παραπλησίως καὶ αὐτὸς µετέσχε τῶν αὐτῶν. Ἀλλ' ἐνταῦθα αὐτὸς ἡµῖν ἐκοινώνησεν, οὐχ ἡµεῖς αὐτῷ· πῶς οὖν ἐκ τῆς σαρκὸς αὐτοῦ ἐσµεν, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ; Τινὲς τὸ αἷµά φασι καὶ τὸ ὕδωρ, οὐκ ἔστι δέ· ἀλλ' ὅπερ δηλοῦν βούλεται, τοῦτό ἐστιν, ὅτι ὥσπερ ἄνευ συνουσίας ἐκεῖνος γεγέννηται ἐκ Πνεύµατος ἁγίου, οὕτω καὶ ἡµεῖς γεννώµεθα ἐν τῷ λουτρῷ. Ὅρα πόσα ὑποδείγµατα, ὥστε πιστευθῆναι τὴν γέννησιν ἐκείνην. Ὢ τῆς ἀνοίας τῶν αἱρετικῶν! τὸ ἤδη τεχθὲν ἐξ ὕδατος, ὅτι τίκτεται, γέννηµα ἀληθινὸν ὁµολογοῦσιν· ὅτι δὲ γινώµεθα αὐτοῦ σῶµα, οὐ δέχονται. Ἂν τοίνυν τοῦτο µὴ γινώµεθα, πῶς ἁρµόσει τὸ, Ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ, λεγόµενον; Σκόπει δέ· ἐπλάσθη ὁ Ἀδὰµ, ἐτέχθη ὁ Χριστός· ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰµ εἰσῆλθε φθορὰ, ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ ἐπήγασεν ἡ ζωή· ἐν παραδείσῳ ἐβλάστησε θάνατος, ἐν τῷ σταυρῷ αὐτοῦ ἡ ἀναίρεσις γέγονεν.
20.4
Ὡς οὖν ὁ Υἱὸς τοῦ Θεοῦ τῆς ἡµετέρας φύσεως, οὕτως ἡµεῖς τῆς οὐσίας αὐτοῦ· καὶ ὡς ἡµᾶς ἐκεῖνος ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ ἡµεῖς αὐτὸν ἔχοµεν ἐν ἡµῖν. Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν µητέρα αὑτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα µίαν. Ἰδοὺ καὶ τρίτον δικαίωµα· δείκνυσι γὰρ, ὅτι τοὺς γεννησαµένους τις ἀφεὶς καὶ ἐξ ὧν ἔφυ, ἐκείνῃ συµπλέκεται· καὶ λοιπὸν ἡ σὰρξ ὁ πατὴρ καὶ ἡ µήτηρ καὶ ὁ παῖς ἐστιν ἐκ τῆς ἑκατέρου συνουσίας συγκραθεῖσα· καὶ γὰρ µιγέντων τῶν σπερµάτων, τίκτεται ὁ παῖς· ὥστε τοὺς τρεῖς εἶναι µίαν σάρκα. Οὕτως οὖν ἡµεῖς πρὸς τὸν Χριστὸν γινόµεθα µία σὰρξ διὰ µετουσίας· καὶ πολλῷ µᾶλλον ἡµεῖς, ἢ τὸ παιδίον. Τί δή ποτε; Ὅτι ἐξ ἀρχῆς οὕτω γέγονε. Μή µοι λέγε, ὅτι τοιάδε ἐστί, καὶ τοιάδε ἐστίν. Οὐχ ὁρᾷς, ὅτι καὶ ἐν τῇ σαρκὶ πολλὰ ἔχοµεν ἐλαττώµατα; Ὁ µὲν γάρ ἐστι χωλὸς, ὁ δὲ διεστραµµένους ἔχει τοὺς πόδας, ἕτερος χεῖρας ξηρὰς, ἄλλος ἄλλο τι µέλος ἀσθενές· καὶ ὅµως οὐκ ἀλγεῖ οὐδὲ ἐκκόπτει, ἀλλὰ καὶ προτίθησιν αὐτὸ πολλάκις τοῦ ἄλλου· εἰκότως· αὐτοῦ γάρ ἐστιν. Ὅσην τοίνυν ἕκαστος πρὸς ἑαυτὸν ἀγάπην ἔχει, τοσαύτην πρὸς τὴν γυναῖκα ἡµᾶς βούλεται ἔχειν· οὐχ ὅτι φύσεως µιᾶς κοινωνοῦµεν, ἀλλὰ πλέον τοῦτο ἡµῖν τὸ δικαίωµα τὸ πρὸς τὴν γυναῖκα. ἐπειδὴ οὐκέτι δύο εἰσὶ σώµατα, ἀλλ' ἓν, ὁ µὲν κεφαλὴ ὢν, ἡ δὲ σῶµα. Καὶ πῶς φησιν ἀλλαχοῦ, Κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός; Τοῦτο καὶ ἐγώ φηµι, ὅτι ὥσπερ ἓν σῶµα ἡµεῖς, οὕτω καὶ ὁ Χριστὸς καὶ ὁ Πατὴρ ἕν. Εὑρίσκεται ἄρα καὶ ὁ Πατὴρ κεφαλὴ ἡµῶν ὤν.∆ ύο τίθησιν ὑποδείγµατα, τὸ τοῦ σώµατος, καὶ τὸ τοῦ Χριστοῦ· διὸ καὶ ἐπάγει· Τὸ µυστήριον τοῦτο µέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Τί ἐστι τοῦτο; Μέγα µυστήριον αὐτό φησιν, ὅτι µέγα τι καὶ θαυµαστὸν ᾐνίξατο ὁ µακάριος Μωϋσῆς, µᾶλλον δὲ ὁ Θεός· τέως µέντοι, Εἰς Χριστὸν, φησὶ, λέγω, ὅτι καὶ αὐτὸς τὸν Πατέρα ἀφεὶς κατῆλθε, καὶ ἦλθε πρὸς τὴν νύµφην, καὶ ἐγένετο εἰς πνεῦµα ἕν· Ὁ κολλώµενος γὰρ τῷ Κυρίῳ, ἓν πνεῦµά ἐστι. Καὶ καλῶς εἶπε· Μέγα µυστήριόν ἐστιν· ὡς ἂν εἰ ἔλεγε· Πλὴν ἀλλ' οὐχ ἡ ἀλληγορία ἀνατρέπει τὴν ἀγάπην. Πλὴν καὶ ὑµεῖς οἱ καθ' ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω, ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. Ὄντως γὰρ, ὄντως µυστήριόν ἐστι, καὶ µέγα µυστήριον, ὅτι τὸν φύντα, τὸν γεννησάµενον, τὸν ἀναθρεψάµενον, τὴν ὠδινήσασαν, τὴν ταλαιπωρηθεῖσαν ἀφεὶς, τοὺς τὰτοσαῦτα εὐεργετήσαντας, τοὺς ἐν συνηθείᾳ γενοµένους, τῇ µηδὲ ὀφθείσῃ, µηδὲ κοινόν τι ἐχούσῃ πρὸς αὐτὸν προσκολλᾶται, καὶ πάντων αὐτὴν προτιµᾷ. Μυστήριον ὄντως ἐστί. Καὶ οἱ γονεῖς τούτων γινοµένων οὐκ ἄχθονται, ἀλλὰ µὴ γινοµένων µᾶλλον· καὶ χρηµάτων ἀναλισκοµένων καὶ δαπάνης γινοµένης, ἥδονται. Ὄντως µέγα µυστήριον, ἀπόῤῥητόν τινα σοφίαν ἔχον. Τοῦτο ἄνωθεν προφητεύων ἐδήλου Μωϋσῆς· τοῦτο καὶ νῦν ὁ Παῦλος βοᾷ λέγων· Εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Πλὴν οὐ δι' αὐτὸν εἴρηται µόνον οὕτως, ἀλλὰ καὶ διὰ τὴν γυναῖκα, ἵνα ὡς τὴν ἰδίαν σάρκα αὐτὴν θάλπῃ, ὡς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν. Ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. Οὐκέτι τὰ τῆς ἀγάπης τίθησι µόνον, ἀλλὰ τί; Ἵνα φοβῆται τὸν ἄνδρα. Ἀρχὴ δευτέρα ἐστὶν ἡ γυνή. Μήτε οὖν αὕτη τὴν ἰσοτιµίαν ἀπαιτείτω· ὑπὸ γὰρ τὴν κεφαλήν ἐστι· µήτε ἐκεῖνος ὡς ὑποτεταγµένης καταφρονείτω· σῶµα γάρ ἐστι, κἂν καταφρονῇ τοῦ σώµατος ἡ κεφαλὴ, καὶ αὐτὴ προσαπολεῖται· ἀλλ' ἀντίῤῥοπον τῆς ὑπακοῆς εἰσαγέτω τὴν ἀγάπην. Ὥσπερ ἡ κεφαλὴ, καὶ τὸ σῶµα· τὸ µὲν αὐτῇ πρὸς διακονίαν παρέχον τὰς χεῖρας, τοὺς πόδας, τὰ λοιπὰ πάντα µέλη· ἐκείνη δὲ αὐτοῦ προνοουµένη, πᾶσαν ἐν ἑαυτῇ αἴσθησιν ἔχουσα. Οὐδὲν ταύτης ἄµεινον τῆς συζυγίας. Καὶ πῶς ἂν γένοιτο ἀγάπη, φησὶ, φόβου ὄντος; Μάλιστα τότε ἂν γένοιτο. Ἡ γὰρ φοβουµένη καὶ ἀγαπᾷ· ἡ ἀγαπῶσα φοβεῖται ὡς κεφαλὴν, καὶ ἀγαπᾷ ὡς µέλος, ἐπεὶ καὶ ἡ κεφαλὴ µέλος τοῦ παντός ἐστι σώµατος.∆ ιὰ τοῦτο τὴν µὲν ὑπέταξε, τὸν δὲ ἐπέθηκεν, ἵνα εἰρήνη ᾖ. Ἔνθα γὰρ ἰσοτιµία, εἰρήνη οὐκ ἄν ποτε γένοιτο, οὐδὲ δηµοκρατουµένης οἰκίας, οὐδὲ πάντων ἀρχόντων, ἀλλὰ ἀνάγκη µίαν εἶναι τὴν ἀρχήν. Καὶ ταῦτα πανταχοῦ ἐπὶ τῶν σωµατικῶν· ἐπεὶ ἐὰν ὦσιν ἄνδρες πνευµατικοὶ, ἔσται εἰρήνη. Πεντακισχίλιαι ἦσαν ψυχαὶ, καὶ οὐδείς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ὑπετάττοντο ἀλλήλοις. Τοῦτο δεῖγµα συνέσεως καὶ φόβου Θεοῦ. Τὸν µὲν οὖν τῆς ἀγάπης τρόπον ἔδειξε, τὸν δὲ τοῦ φόβου, οὐκέτι.
20.5
Καὶ ὅρα τὸν µὲν τῆς ἀγάπης πλατύνοντα, τὰ κατὰ Χριστὸν διηγούµενον, τὰ κατὰ τὴν σάρκα τὴν ἰδίαν, τὸ, Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὴνµητέρα αὑτοῦ καὶ τὸν πατέρα· τὰ δὲ τοῦ φόβου οὐκέτι πλατύνει. Τί δήποτε; Ὅτι τοῦτο µᾶλλον βούλεται κρατεῖν, τὸ τῆς ἀγάπης. Ταύτης γὰρ οὔσης, πάντα ἕπεται τὰ ἄλλα· ἐκείνου δὲ ὄντος, οὐ πάντως. Ὁ µὲν γὰρ ἀγαπῶν τὴν γυναῖκα, κἂν µὴ σφόδρα ἔχῃ πειθηνίαν, πάντα ὅµως ὑποστήσεται· οὕτω δύσκολον καὶ χαλεπὸν ἡ ὁµόνοια, ὅταν µὴ τῇ τῆς τυραννίδος ἀγάπῃ ὦσι συνδεδεµένοι· ὁ µέντοι φόβος οὐ πάντως τοῦτο κατορθώσει.∆ ιὰ τοῦτο ἐνδιατρίβει τούτῳ πλέον, ὅπερ ἐστὶν ἰσχυρόν. Καὶ δοκοῦσα πλεονεκτεῖσθαι ἡ γυνὴ, ὅτι φοβεῖσθαι προσετάγη, πλεονεκτεῖ· τὸ γὰρ κυριώτερον ὁ ἀνὴρ προστέτακται, τὸ ἀγαπᾷν. Τί οὖν, ἂν µὴ φοβῆται, φησὶν, ἡ γυνή; Σὺ ἀγάπα, τὸ σαυτοῦ πλήρου. Καὶ γὰρ ἂν τὰ παρὰ τῶν ἄλλων µὴ ἕπηται, τὰ παρ' ἡµῶν ἕπεσθαι δεῖ. Οἷόν τι λέγω· Ὑποτασσόµενοι, φησὶν, ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Τί οὖν, ἂν ὁ ἕτερος µὴ ὑποτάσσηται; Σὺ πείθου τῷ νόµῳ τοῦ Θεοῦ. Οὕτω δὴ καὶ ἐνταῦθα· ἡ γοῦν γυνὴ κἂν µὴ ἀγαπᾶται, ὅµως φοβείσθω, ἵνα µηδὲν ᾖ παρ' αὐτῇ γεγονός· ὅ τε ἀνὴρ, ἂν µὴ φοβῆται ἡ γυνὴ, ὅµως ἀγαπάτω, ἵνα µηδὲν αὐτὸς ὑστερῇ· ἕκαστος γὰρ τὸ ἴδιον ἀπέλαβεν. Ἄρα γάµος ἐστὶν οὗτος γινόµενος κατὰ Χριστὸν, γάµος πνευµατικὸς καὶ γέννησις πνευµατικὴ, οὐκ ἐξ αἱµάτων, οὐκ ἐξ ὠδίνων. Τοιαύτη καὶ ἡ τοῦ Ἰσαάκ· ἄκουε τῆς Γραφῆς λεγούσης· Καὶ ἐξέλιπε παραγίνεσθαι Σάῤῥᾳ τὰ γυναικεῖα αὐτῆς. Καὶ ὁ γάµος οὐκ ἀπὸ πάθους οὐδὲ σωµάτων, ἀλλὰ πνευµατικὸς ὅλος, ψυχῆς πρὸς Θεὸν συναπτοµένης συνάφειαν ἄῤῥητον, καὶ µόνος οἶδεν αὐτός.∆ ιὰ τοῦτό φησιν· Ὁ κολλώµενος τῷ Κυρίῳ, ἓν πνεῦµά ἐστιν. Ὅρα πῶς σπουδάζει καὶ τὴν σάρκα ἑνῶσαι τῇ σαρκὶ, καὶ τὸ πνεῦµα τῷ πνεύµατι. Ποῦ οἱ αἱρετικοί; Οὐκ ἂν, εἰ τῶν διαβεβληµένων ὁ γάµος ἦν, νύµφην καὶ νυµφίον ἐκάλεσεν· οὐκ ἂν προτρέπων ἐκεῖνο παρήγαγε τὸ, Καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν µητέρα καὶ πάλιν ἐπήγαγεν, ὅτι Εἰς τὸν Χριστὸν εἴρηται καὶτὴν Ἐκκλησίαν. Περὶ γὰρ ταύτης καὶ ὁ Ψαλµῳδός φησιν· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυµήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.∆ ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ παρὰ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω. Ἀλλ' ὅταν εἴπω, ὅτι τὸν Πατέρα κατέλιπε, µὴ τοιοῦτον νοµίσῃς, οἷον ἐπ' ἀνθρώπων, τόπων µετάβασιν. Ὥσπερ γὰρ ἐκβῆναι λέγεται, οὐκ ἐπειδὴ ἐξῆλθεν, ἀλλὰ διὰ τὴν σάρκα, οὕτω καὶ τὸ, Κατέλιπε τὸν Πατέρα.∆ ιὰ τί οὖν µὴ καὶ περὶ τῆς γυναικὸς εἶπε, Προσκολληθήσεται πρὸς τὸν ἄνδρα αὐτῆς; Τί δήποτε; Ὅτι περὶ ἀγάπης διελέγετο, καὶ τῷ ἀνδρὶ διελέγετο. Ἐκείνῃ µὲν γὰρ περὶ φόβου διαλεγόµενος, φησίν· Ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός· καὶ πάλιν, ὅτι Καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας· περὶ δὲ ἀγάπης αὐτῷ διαλέγεται, καὶ αὐτῷ τὰ ταύτης ἐνεχείρισε, καὶ τὰ περὶ τῆς ἀγάπης πρὸς αὐτὸν ἐφθέγξατο, συσφίγγων αὐτὸν καὶ συγκολλῶν. Ὁ γὰρ τὸν πατέρα διὰ τὴν γυναῖκα ἀφεὶς, καὶ αὐτὴν δὲ ταύτην πάλιν ἀφεὶς καὶ καταλιµπάνων, ποίας ἂν εἴη ἄξιος συγγνώµης; Οὐχ ὁρᾷς πόσης αὐτὴν ἀπολαύειν βούλεται τιµῆς ὁ Θεὸς, ὅτι σε τοῦ πατρὸς ἀπαγαγὼν, ταύτῃ προσήλωσε; Τί οὖν, ἂν τὰ παρ' ἡµῶν γένηται, φησὶν, ἐκείνη δὲ µὴ ἀκολουθῇ; Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς, ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. Ἀλλ' ὅταν ἀκούῃς φόβον, ἐλευθέρᾳ προσήκοντα φόβον ἀπαίτει, µὴ καθὼς παρὰ δούλης· σῶµα γάρ ἐστι σόν· ἂν γὰρ τοῦτο ποιήσῃς, σαυτὸν καθυβρίζεις, τὸ σῶµα ἀτιµάζων τὸ σόν. Ποῖος δέ ἐστιν ὁ φόβος; Ὥστε µὴ ἀντιλέγειν, ὥστε µὴ ἐπανίστασθαι, ὥστε µὴ τῶν πρωτείων ἐρᾷν· ἀρκεῖ µέχρι τούτων ἑστάναι τὸν φόβον. Ἂν δὲ ἀγαπᾷς, ὡς ἐκελεύσθης, µείζονα ἐργάσῃ· µᾶλλον δὲ οὐκέτι φόβῳ τοῦτο ἐργάσῃ, ἀλλὰ καὶ αὐτὴ ἡ ἀγάπη ἐργάζεταί τι. Ἀσθενέστερόν πως τὸ γένος ἐστὶν, πολλῆς δεόµενον τῆς βοηθείας, πολλῆς τῆς συγκαταβάσεως. Τί δὲ ἂν εἴποιεν οἱ δευτέροις συναπτόµενοι γάµοις; Οὐχὶ κατακρίνων λέγω, µὴ γένοιτο· καὶ γὰρ ὁ Ἀπόστολος συνεχώρησεν· ἀλλὰ καὶ σφόδρα συγκαταβαίνων· πάντα αὐτῇ πόριζε, πάντα ὑπὲρ ἐκείνης πρᾶττε, καὶ ταλαιπωροῦ· ἀνάγκη σοι ἐπίκειται. Ἐνταῦθα οὐκ ἀξιοῖ ἀπὸ τῶν ἔξωθεν παραδειγµάτων εἰσάγειν τὴν συµβουλὴν, ὅπερ πολλαχοῦ ποιεῖ. Ἤρκει γὰρ µέγα καὶ σφοδρὸν ὂν τὸ τοῦ Χριστοῦ· µᾶλλον δὲ καὶ εἰς ὑποταγῆς λόγον. Καταλείψει, φησὶ, τὸν πατέρα καὶ τὴν µητέρα. Ἰδοὺ τοῦτο ἔξωθεν. Ἀλλ' οὐκ εἶπε, Καὶ συνοικήσει, ἀλλὰ, Προσκολληθήσεται, τὴν ἀκριβῆ ἕνωσιν, τὴν µετὰ σφοδρότητος ἀγάπην δηλῶν. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τῇ ἐπαγωγῇ ἔδειξε τὴν ὑποταγὴν οὕτως, ὡς µηκέτι τοὺς δύο φαίνεσθαι δύο. Οὐκ εἶπεν, Εἰς πνεῦµα, οὐκ εἶπεν, Εἰς ψυχήν· ἐκεῖνο µὲν γὰρ δῆλον, καὶ παντὶ δυνατόν· ἀλλ' οὕτως, ὡς εἰς σάρκα µίαν εἶναι.
20.6
∆ ευτέρα ἐστὶν ἀρχὴ αὕτη, ἀρχὴν ἔχουσα καὶ πολλὴν τὴν ὁµοτιµίαν· ἀλλ' ὅµως ἔχει τι πλέον ὁ ἀνήρ. Τοῦτο σωτηρία µεγίστη οἰκίας. Ἐκεῖνο µὲν γὰρ τὸ τοῦ Χριστοῦ παρέλαβεν, οὐκ εἰς τὸ δεῖν ἀγαπᾷν µόνον, ἀλλὰ καὶ ῥυθµίζειν. Ἵνα ᾖ, φησὶν, ἁγία καὶ ἄµωµος· τὸ δὲ, Τῆς σαρκὸς, εἰς τὸ ἀγαπᾷν, καὶ τὸ, Προσκολληθήσεται, ὁµοίως εἰς τὸ ἀγαπᾷν. Ἂν γὰρ αὐτὴν κατασκευάσῃς ἁγίαν καὶ ἄµωµον, πάντα ἕπεται. Ζήτει τὰ τοῦ Θεοῦ, καὶ τὰ ἀνθρώπινα ἀκολουθήσει µετὰ πολλῆς τῆς εὐκολίας. Ῥύθµιζε τὴν γυναῖκα, καὶ οὕτω συγκροτεῖται ἡ οἰκία. Ἄκουε τοῦ Παύλου λέγοντος· Εἰ δέ τι µαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Ἂν οὕτω τὰς οἰκίας διοικῶµεν τὰς ἑαυτῶν, καὶ πρὸς Ἐκκλησίας ἐπιστασίαν ἐσόµεθα ἐπιτήδειοι· καὶ ἡ οἰκία γὰρ Ἐκκλησία ἐστὶ µικρά. Οὕτως ἔνι ἄνδρας καὶ γυναῖκας γενοµένους ἀγαθοὺς, πάντας ὑπερβαλέσθαι. Ἐννόησον τὸν Ἀβραὰµ, τὴν Σάῤῥαν, τὸν Ἰσαὰκ, τοὺς τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς· πῶς πᾶσα ἡ οἰκία συγκεκρότητο, πῶς ἅπασα εὐλαβείας ἔγεµεν. Ἐκείνη καὶ τὸ ἀποστολικὸν ἐπλήρου παράγγελµα, καὶ τὸν ἄνδρα ἐφοβεῖτο· ἄκουε γὰρ αὐτῆς λεγούσης· Οὔπω µέν µοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός µου πρεσβύτερος· κἀκεῖνος αὐτὴν οὕτως ἠγάπα, ὡς πάντα κελευούσῃ πείθεσθαι. Καὶ τὸ παιδίον ἐνάρετον ἦν, καὶ οἱ οἰκογενεῖς καὶ αὐτοὶ θαυµαστοὶ, οἵ γε καὶ κινδυνεῦσαι µετὰ τοῦ δεσπότου οὐκ ὤκνησαν, οὐκ ἀνεβάλοντο, οὐδὲ τὴναἰτίαν ἐζήτησαν· ἀλλ' εἷς αὐτῶν ὁ προεστηκὼς οὕτω θαυµαστὸς ἦν, ὡς καὶ γάµον ἐµπιστευθῆναι τοῦ µονογενοῦς παιδὸς, καὶ ἀποδηµίαν ὑπερόριον. Καθάπερ γὰρ ἐπὶ στρατηγοῦ, ὅταν καὶ τὸ στρατιωτικὸν ᾖ συγκεκροτηµένον, οὐδαµόθεν ὁ πολέµιος ἐπεισέρχεται· οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ἀνὴρ καὶ γυνὴ καὶ παιδία καὶ οἰκέται ὦσι τῶν αὐτῶν ἐπιµελούµενοι, πολλὴ τῆς οἰκίας ἡ ὁµόνοια· ἐπεὶ, ἐὰν µὴ οὕτως ᾖ, πολλάκις δι' ἑνὸς οἰκέτου φαύλου τὸ πᾶν ἀνατρέπεται καὶ καταλύεται, καὶ ὁ εἷς πολλάκις τὸ πᾶν ἠφάνισε καὶ διέφθειρε. Πολλὴν οὖν πρόνοιαν ποιώµεθα καὶ γυναικῶν καὶ παίδων καὶ δούλων, εἰδότες ὅτι τὴν ἀρχὴν ἡµῖν αὐτοῖς εὔκολον καταστήσοµεν, καὶ ὅτι τὰςεὐθύνας ἡµέρους καὶ ἐπιεικεῖς ἕξοµεν, καὶ ἐροῦµεν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ µοι ἔδωκεν ὁ Θεός. Ἐὰν ὁ ἀνὴρ θαυµαστὸς, καὶ ἡ κεφαλὴ καλὴ, καὶ τὸ λοιπὸν σῶµα οὐδεµίαν ὑποστήσεται βίαν. Τὰ µὲν οὖν κατὰ τὴν γυναῖκα πῶς ἂν καλῶς διατεθείη καὶ τὸν ἄνδρα, ἀκριβῶς εἶπε, τὴν µὲν φοβεῖσθαι παραινέσας ὡς κεφαλὴν, τὸν δὲ ἀγαπᾷν ὡς γυναῖκα. Πῶς δ' ἂν ταῦτα γένοιτο; φησίν· Ὅτι µὲν γὰρ δεῖ, ἔδειξε· τὸ δὲ πῶς, ἐγὼ πρὸς ὑµᾶς ἐρῶ· ἂν χρηµάτων καταφρονῶµεν, ἂν πρὸς ἓν ὁρῶµεν µόνον, ψυχῆς ἀρετὴν, ἂν τὸν τοῦ Θεοῦ φόβον ἔχωµεν πρὸ ὀφθαλµῶν. Ὅπερ γὰρ ἐν τοῖς πρὸς τοὺς δούλους διαλεγόµενος ἔλεγεν, Ὅ τι ἂν ποιήσῃ ἕκαστος ἀγαθὸν ἢ κακὸν, τοῦτο κοµιεῖται παρὰ τοῦ Κυρίου, τοῦτο καὶ ἐνταῦθα. Μὴ δι' ἐκείνην τοίνυν τοσοῦτον, ὅσον διὰ τὸν Χριστὸν αὐτὴν ἀγαπᾷν. Τοῦτο γοῦν καὶ ᾐνίξατο εἰπών· Ὡς τῷ Κυρίῳ. Ὡς τῷ Κυρίῳ τοίνυν πειθόµενος, καὶ δι' αὐτὸν πάντα ποιῶν, οὕτω πάντα πράττε· τοῦτο ἱκανὸν ἐναγαγεῖν καὶ πεῖσαι, καὶ µὴ ἀφεῖναι ἐρεσχελίαν τινὰ καὶ διχόνοιαν εἶναι. Μηδεὶς ἔστω πιστὸς συκοφαντῶν ἐπὶ τῆς γυναικὸς τὸν ἄνδρα· ἀλλὰ µηδὲ ὁ ἀνὴρ ἁπλῶς πιστευέτω κατὰ τῆς γυναικὸς, µηδὲ ἡ γυνὴ περιεργαζέσθω εἰσόδους καὶ ἐξόδους ἁπλῶς· µηδὲ µὴν µηδὲ ὁ ἀνὴρ ἄξιον παρεχέτω ἑαυτόν τινος ὑποψίας. Τί γὰρ, εἰπέ µοι, πᾶσαν τὴν ἡµέραν τοῖς φίλοις δίδως σαυτὸν, τῇ δὲ γυναικὶ τὴν ἑσπέραν, καὶ οὐδὲ οὕτως αὐτὴν δύνῃ πληροφορεῖν, καὶ ἐκτὸς ὑποψίας ποιεῖν; Κἂν ἐγκαλῇ ἡ γυνὴ, µὴ δυσχέραινε· φιλίας ἐστὶν, οὐκ ἀπονοίας· φιλίας ἐστὶ ζεούσης τὰ ἐγκλήµατα καὶδιαθέσεως πεπυρωµένης καὶ φόβου.∆ έδοικε γὰρ µή τις αὐτῆς ἔκλεψε τὴν εὐνὴν, µή τις αὐτὴν περὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἐζηµίωσε, µή τις αὐτῆς τὴν κεφαλὴν ἀφείλετο, µή τις διώρυξετὴν εὐνήν. Ἔστι καὶ ἄλλη µικροψυχίας ὑπόθεσις· µηδεὶς πέρα τοῦ µέτρου τῶν οἰκετῶν ἀντιποιείσθω, µήτε τῆς κόρης ὁ ἀνὴρ, µήτε τοῦ οἰκέτου ἡ γυνή· καὶ γὰρ ταῦτα ἱκανὰ τεκεῖν ὑποψίας. Ἐννόησον γάρ µοι τοὺς δικαίους ἐκείνους· αὐτὴ ἡ Σάῤῥα ἐκέλευσε τῷ πατριάρχῃ λαβεῖν τὴν Ἄγαρ· αὐτὴ προσέταξεν, οὐδεὶς ἠνάγκασεν, οὐδὲ ἐπῆλθεν ὁ ἀνήρ· ἀλλὰ καίτοι µακρὸν χρόνον ἑλκύσας ἐν ἀπαιδίᾳ, εἵλετο µηδέποτε γενέσθαι πατὴρ, ἢ τὴν γυναῖκα λυπῆσαι. Ἀλλ' ὅµως µετὰ ταῦτα πάντα, τί φησιν ἡ Σάῤῥα; Κρίναι ὁ Θεὸς ἀνὰ µέσον ἐµοῦ καὶ σοῦ. Ἆρα εἴ τις ἦν τῶν ἄλλων, οὐκ ἂν εἰς ὀργὴν ἐκινήθη; οὐκ ἂν καὶ χεῖρας ἐξέτεινε, µονονουχὶ φάσκων· Τί λέγεις; οὐκ ἐβουλόµην ἐγὼ συγγενέσθαι τῇ γυναικὶ, σὸν τὸ πᾶν γέγονε, καὶ πάλιν ἐγκαλεῖς; Ἀλλ' οὐδὲν τοιοῦτον εἶπεν ἐκεῖνος· ἀλλὰ τί; Ἰδοὺ ἡ παιδίσκη ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. Τὴν κοινωνὸν τῆς εὐνῆς ἐξέδωκεν, ἵνα µὴ λυπήσῃ τὴν Σάῤῥαν. Καίτοι γε οὐδὲν τούτου µεῖζον εἰς εὐνοίας λόγον ἐστίν. Εἰ γὰρ τὸ τραπέζης κοινωνῆσαι καὶ λῃσταῖς ὁµοψυχίαν ποιεῖ πρὸς τοὺς ἐναντίους( καὶ ὁ Ψαλµῳδός φησιν· Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς µοι ἐδέσµατα)· τὸ µίαν σάρκα γενέσθαι λοιπὸν( τοῦτο γάρ ἐστι κοινωνῆσαι τῆς εὐνῆς), πολλῷ µᾶλλον ἱκανὸν ἐπισπάσασθαι. Ἀλλ' οὐδὲν τούτων ἴσχυσε τὸν δίκαιον ἑλεῖν, ἀλλ' ἐξέδωκε τῇ γυναικὶ, δεικνὺς ὅτι οὐ παρὰ τὴν αὐτοῦ αἰτίαν τι γεγένηται· καὶ τὸ δὴ µεῖζον, κύουσαν ἐξέπεµψεν αὐτήν. Τίς οὐκ ἂν ἠλέησε κυήσασαν ἐξ αὐτοῦ παιδίον; Ἀλλ' οὐχ ὁ δίκαιος ἐπεκάµφθη· πάντων γὰρ τὴν ἀγάπην προὐτίθει τὴν πρὸς τὴν γυναῖκα.
20.7
Τοῦτον µιµώµεθα καὶ ἡµεῖς· µηδεὶς ὀνειδιζέτω πενίαν τῷ πλησίον, µηδεὶς χρηµάτων ἐράτω, καὶ πάντα λέλυται. Μηδὲ λεγέτω γυνὴ πρὸς τὸν ἄνδρα· Ἄνανδρε καὶ δειλὲ, ὄκνου γέµων καὶ νωθείας καὶ ὕπνου πολλοῦ, ὁ δεῖνα ταπεινὸς καὶ ἐκ ταπεινῶν, κινδύνους ἀράµενος καὶ ἀποδηµίας στειλάµενος, πολλὴν τὴν οὐσίαν ἐποίησε, καὶ ἡ γυνὴ χρυσοφορεῖ, καὶ ἐπὶ ζεύγους λευκῶν ἡµιόνων πρόεισι, περιφέρεται πανταχοῦ, οἰκετῶν ἀγέλας ἔχει καὶ εὐνούχων ἐσµόν· σὺ δὲ κατέπτηχας, καὶ εἰκῆ ζῇς. Μὴ λεγέτω ταῦτα γυνὴ, καὶ τὰ τούτοις ὅµοια· σῶµα γάρ ἐστιν, οὐχ ἵνα διατάττῃ τῇ κεφαλῇ, ἀλλ' ἵνα πείθηται καὶ ὑπακούῃ. Πῶς οὖν οἴσει, φησὶ, τὴν πενίαν; πόθεν εὑρήσει παραµυθίαν; Ἐκλεγέσθω παρ' ἑαυτῇ τὰς πενεστέρας, ἀναλογιζέσθω πόσαι πάλιν εὐγενεῖς καὶ ἐξ εὐγενῶν κόραι οὐ µόνον ἐξ ἀνδρῶν οὐδὲν προσέλαβον, ἀλλὰκαὶ προσέδωκαν, καὶ τὰ αὐτῶν ἅπαντα ἀνάλωσαν· ἐννοείτω τοὺς ἐκ τοιούτων πλούτων κινδύνους, καὶ τὸν ἀπράγµονα ἀσπάσεται βίον. Καὶ ὅλως εἰ φιλοστόργως πρὸς τὸν ἄνδρα διακέοιτο, οὐδὲν τοιοῦτον ἐρεῖ, ἀλλ' αἱρήσεται πλησίον αὐτῆς ἔχειν αὐτὸν µηδὲν πορίζοντα, ἢ µυρίατάλαντα χρυσοῦ µετὰ µερίµνης καὶ φροντίδος τῆς ἐκ τῶν ἀποδηµιῶν ταῖς γυναιξὶν ἐγγινοµένης ἀεί. Ἀλλὰ µηδὲ ὁ ἀνὴρ ταῦτα ἀκούων ὡς ἀρχὴν ἔχων, ἐπὶ ὕβρεις τρεπέσθω καὶ πληγὰς, ἀλλὰ παραινείτω, νουθετείτω, ὡς ἀτελεστέραν λογισµοῖςἀναπειθέτω, χεῖρας µηδέποτε ἐντεινέτω· πόῤῥω ἐλευθέρας ψυχῆς ταῦτα· ἀλλὰ µηδὲ ὕβρεις, µηδὲ ὀνείδη, µηδὲ λοιδορίας· ἀλλ' ὡς ἀνοητότερον διακειµένην ῥυθµιζέτω. Πόθεν δὲ τοῦτο ἔσται; Ἐὰν τὸν ἀληθῆ πλοῦτον µανθάνῃ, ἐὰν τὴν ἄνω φιλοσοφίαν, οὐδὲν ἐγκαλέσει τῶν τοιούτων.∆ ιδασκέτω αὐτὴν, ὅτι πενία κακὸν οὐδέν· διδασκέτω, µὴ δι' ὧν λέγει µόνον, ἀλλὰ καὶ δι' ὧν ποιεῖ· διδασκέτω δόξης καταφρονεῖν, καὶ οὐδὲν τοιοῦτον ἡ γυνὴ οὔτε ἐρεῖ οὔτε ἐπιθυµήσει. Καθάπερ ἄγαλµα δεχόµενος, οὕτως ἀπὸ τῆς ἑσπέρας ἐκείνης, ἧς ἂν αὐτὴν εἰς τὸν θάλαµον δέχηται, διδασκέτω σωφροσύνην, ἐπιείκειαν, ὅπωςβιώσηται σεµνῶς, ἐκ προοιµίων εὐθέως καὶ ἐξ αὐτῶν τῶν προθύρων καταβάλλων τῶν χρηµάτων τὸν ἔρωτα· καὶ φιλοσοφίαν παιδευέτω, καὶ παραινείτω ὅπως µὴ εἴη χρυσία κρεµάµενα ἐπὶ τῶν ὤτων καὶ κατὰ τῶν παρειῶν καὶ ἐπὶ τοῦ τραχήλου περικείµενα, µήτε κατακείµενα περὶ τὸν θάλαµον, µήτε ἱµάτια χρυσᾶ καὶ πολυτελῆ ἀποκείµενα· ἀλλ' ἔστω µὲν φαιδρὸς ὁ κόσµος, µὴ µὴν εἰς ὕβριν ἡ φαιδρότης ἐκπιπτέτω· ἀλλὰ ταῦτα ἀφεὶς τοῖς ἐπὶ τῆς σκηνῆς, αὐτὸς µετὰ πολλῆς τῆς κοσµιότητος καλλώπιζε τὸν οἶκον, σωφροσύνης πνέοντα µᾶλλον, ἢ ἄλλης τινὸς εὐωδίας.∆ ύο γὰρ ἐκ τούτου ἔσται, καὶ τρία τὰ καλά· πρῶτον µὲν, οὐκ ἀλγήσει ἡ νύµφη, λυθεισῶν τῶν παστάδων, καὶ ἀποπεµποµένων ἑκάστῳ καὶ τῶν ἱµατίων καὶ τῶν χρυσίων καὶ τῶν σκευῶν τῶν ἀργυρῶν· δεύτερον, οὐ φροντίσει ὁ νυµφίος ὑπὲρ τῆς ἀπωλείας, καὶ τῆς φυλακῆς τῶν συµπορισθέντων. Τρίτον πάλιν πρὸς τούτοις, τὸ κεφάλαιον τῶν ἀγαθῶν, ἐξ αὐτῶν τούτων ἐνδείξεται τὴν αὐτοῦ γνώµην, ὅτι δὴ τούτων οὐδενὶ χαίρει, καὶ ὅτι καὶ τὰλοιπὰ πάντα καταλύσει, καὶ µήτε ὀρχήµατα, µήτε ἀσέµνους ᾠδὰς γενέσθαι συγχωρήσει ποτέ. Καὶ οἶδα µὲν ὅτι δοκῶ καταγέλαστος εἶναι ἴσως τισὶ, τὰ τοιαῦτα νοµοθετῶν· πλὴν ἀλλ' ἐὰν πεισθῆτέ µοι, τοῦ χρόνου προϊόντος, καὶ τῆς ἀπὸ τοῦ πράγµατος ἀπολαύοντες ὠφελείας, τότε τὸ κέρδος εἴσεσθε· καὶ ὁ µὲν γέλως ῥυήσεται, καὶ καταγελάσεσθε τοῦ νῦν ἔθους, καὶ ὄψεσθε ὅτι ὄντως παίδων ἀνοήτων, καὶ ἀνδρῶν µεθυόντων ἐστὶ τὰ γινόµενα νῦν· ἃ δὲ παραινῶ, σωφροσύνης καὶ φιλοσοφίας, καὶ τῆς ἀνωτάτω πολιτείας ἐστί. Τί οὖν φηµι δεῖν; Πάντα τὰ ᾄσµατα τὰ αἰσχρὰ, τὰ σατανικὰ, τὰς ἀσέµνους ᾠδὰς, τὰς συνδροµὰς τῶν ἀκολάστων νέων περίελε τοῦ γάµου, καὶ ταῦτα τὴν νύµφηνσωφρονίσαι δυνήσεται. Εὐθέως γὰρ παρ' ἑαυτῇ λογιεῖται, Βαβαί! ποῖος οὗτος ὁ ἀνήρ; φιλόσοφός ἐστιν, οὐδὲν τὸν παρόντα ἡγεῖται βίον, ἐπὶ παιδοποιίαν καὶ παιδοτροφίαν µε ἤγαγεν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, ἐπὶ οἰκουρίαν. Ἀλλ' ἀηδῆ ταῦτα τῇ νύµφῃ; Μέχρι τῆς πρώτης ἡµέρας, καὶ τῆς δευτέρας· λοιπὸν δὲ οὐκ, ἀλλὰ καὶ µεγίστην καρπώσεται τὴν ἡδονὴν, πάσης ἑαυτὴν ὑποψίας ἀπαλλάττουσα. Ὁ γὰρ µήτε αὐλῶν µήτε ὀρχουµένων µήτε ᾀσµάτων κεκλασµένων ἀνασχόµενος, καὶ ταῦτα παρὰ τὸν τοῦ γάµου καιρὸν, σχολῇ γ' ἂν οὗτος ἀνέξεταίποτε πρᾶξαι ἢ εἰπεῖν τι αἰσχρόν. Μετὰ δὲ τοῦτο, ὅταν πάντα περιέλῃς ταῦτα τοῦ γάµου, παραλαβὼν αὐτὴν, πλάττε καλῶς, τὸ µὲν αἰσχυντηλὸν ἐπὶ πολὺ τοῦ χρόνου ἐξάγων, καὶ µὴδιαλύων ταχέως. Κἂν γὰρ ἀναισχυντοτέρα ᾖ ἡ κόρη, µέχρι καιροῦ σιγᾷν οἶδεν, αἰδουµένη τὸν ἄνδρα, καὶ ξενιζοµένη πρὸς τὰ πράγµατα. Σὺ τοίνυν τοῦτο τὸ αἰσχυντηλὸν µὴ διαλύσῃς ταχέως, ὅπερ οἱ ἀκόλαστοι ποιοῦσι τῶν ἀνδρῶν, ἀλλ' ἐπεξάγαγε ἐπὶ πολὺν χρό νον· µέγα γάρ σοι τοῦτο ἔσται κέρδος. Οὐκ ἐγκαλέσει τέως, οὐ µέµψεται ἐφ' οἷς διατυπώσῃς.
20.8
Πάντα τοίνυν κατ' ἐκεῖνον νοµοθέτει τὸν χρόνον, καθ' ὃν ἡ αἰσχύνη, καθάπερ τις χαλινὸς ἐπικείµενος τῇ ψυχῇ, οὐκ ἀφίησιν οὐδὲν µέµφεσθαι, οὐδὲἐγκαλεῖν τοῖς γινοµένοις. Ὅταν γὰρ παῤῥησίας ἐπιλάβηται, µετὰ πολλῆς τῆς ἀδείας πάντα ἀνατρέπει καὶ συγχεῖ. Πότε τοίνυν ἐστὶν ἕτερος οὕτω καιρὸς ἐπιτήδειος πρὸς τὸ πλάττειν γυναῖκα, ὡς ἐκεῖνος, καθ' ὃν αἰδεῖται τὸν ἄνδρα, καὶ δέδοικεν ἔτι καὶ δυσωπεῖται; Τότε αὐτῇ τίθει τοὺς νόµους ἅπαντας, καὶ πάντως πεισθήσεται, καὶ ἑκοῦσα καὶ ἄκουσα. Πῶς δὲ τὴν αἰσχύνην οὐ λύσεις; Ὅταν φαίνῃ καὶ αὐτὸς οὐδὲν ἧττον ἐκείνης αἰσχυνόµενος, ὀλίγα µὲν προσδιαλεγόµενος, καὶ αὐτὰ δὲ µετὰ πολλῆς τῆς ἐµβριθείας καὶ τῆς συστροφῆς· τότε αὐτῇ τοὺς περὶ φιλοσοφίας κατάθες λόγους· δέχεται γὰρ ἡ ψυχή· εἰς τὴν καλλίστην ἕξιν αὐτὴν κατάστησον, τὴν αἰσχύνην λέγω. Εἰ δὲ βούλεσθε, καὶ ὑποδείγµατος ἕνεκεν ἐρῶ, τίνα πρὸς αὐτὴν διαλέγεσθαι χρή. Εἰ γὰρ Παῦλος οὐ παρῃτήσατο εἰπεῖν, Μὴ ἀποστερεῖτε ἀλλήλους, καὶ νυµφευτρίας ἐφθέγξατο ῥήµατα, µᾶλλον δὲ οὐ νυµφευτρίας, ἀλλὰ πνευµατικῆς ψυχῆς· πολλῷ µᾶλλον ἡµεῖς οὐ παραιτησόµεθα εἰπεῖν. Τί τοίνυν αὐτῇ διαλέγεσθαι χρή; Μετὰ πολλῆς µέντοι χάριτος λέγειν πρὸς αὐτήν· Ἡµεῖς, ὦ παιδίον, τοῦ βίου σε κοινωνὸν ἐλάβοµεν καὶ εἰσηγάγοµεν ἐν τοῖς τιµιωτέροις καὶ ἀναγκαιοτέροις ἡµῖν κοινωνήσουσαν, ἐν παιδοποιίᾳ, καὶοἰκίας προστασίᾳ. Τί οὖν δή σε παρακαλοῦµεν; Μᾶλλον δὲ πρὸ τούτου τὰ τῆς ἀγάπης διαλέγου· οὐδὲν γὰρ οὕτω συµβάλλεται πρὸς τὸ πεῖσαι τὸν ἀκούοντα δέξασθαι τὰ λεγόµενα, ὡς τὸ µαθεῖν, ὅτι µετὰ πολλῆς τῆς ἀγάπης λέγεται. Πῶς οὖν δείξεις τὴν ἀγάπην; Ἂν εἴπῃς, ὅτι Πολλὰς ἐνὸν λαβεῖν, καὶ εὐπορωτέρας καὶ γένους λαµπροῦ, οὐχ εἱλόµην, ἀλλὰ σοῦ καὶ τῆς σῆς ἠράσθην ἀναστροφῆς, τῆς κοσµιότητος, τῆς ἐπιεικείας, τῆς σωφροσύνης. Εἶτα ἀπὸ τούτων εὐθὺς παρασκεύασον ὁδὸν τῶν λόγων τῶν περὶ φιλοσοφίας, καὶ κατηγόρει τοῦ πλούτου µετά τινος περιόδου. Ἁπλῶς µὲν γὰρ ἐὰν κατατείνῃς λόγον κατὰ πλούτου, φορτικὸς ἔσῃ· ἂν δὲ ὑποθέσεως λαβόµενος, πάντα ἀνύσεις.∆ όξεις γὰρ ἐν τάξει ἀπολογίας τὸ πρᾶγµα ποιεῖν, οὐχ ὡς αὐστηρός τις καὶ ἄχαρις καὶ µικρολόγος, ἀλλ' ὅταν ἐκ τῶν αὐτῆς τὴν ὑπόθεσιν λάβῃς, καὶ ἡσθήσεται. Ἐρεῖς οὖν( πάλιν γὰρ τὸν λόγον ἀναλαβεῖν ἀναγκαῖον), ὅτι παρὸν πλουσίαν γῆµαι καὶ εὔπορον, οὐκ ἠνεσχόµην. Τί δήποτε; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ, ἀλλ' ἐπαιδεύθην ἐγὼ καλῶς, ὅτι πλοῦτος οὐδὲν κτῆµά ἐστιν, ἀλλὰ πρᾶγµα εὐκαταφρόνητον, καὶ λῃσταῖς προσὸν καὶ πόρναιςγυναιξὶ καὶ τυµβωρύχοις.∆ ιὸ ταῦτα ἀφεὶς, ἐπὶ τὴν τῆς σῆς ἀρετὴν ἦλθον ψυχῆς, ἣν παντὸς προτιµῶ χρυσίου. Συνετὴ γὰρ καὶ ἐλευθέρα κόρη νέα, καὶ εὐλαβείας ἐπιµελουµένη, πάσης τῆς οἰκουµένης ἐστὶν ἀνταξία.∆ ιὰ δὴ ταῦτά σε καὶ ἠσπασάµην καὶ φιλῶ, καὶ τῆς ἐµαυτοῦ προτίθηµι ψυχῆς. Οὐδὲν γὰρ ὁ παρὼν βίος ἐστὶ, καὶ εὔχοµαι καὶ παρακαλῶ καὶ πάντα ποιῶ, ὥστε ἡµᾶς οὕτω καταξιωθῆναι τὸν παρόντα στῆσαι βίον, ὥστε δυνηθῆναι καὶἐκεῖ ἐν τῷ µέλλοντι αἰῶνι µετὰ πολλῆς τῆς ἀδείας ἀλλήλοις συνεῖναι. Ὁ µὲν γὰρ χρόνος οὗτος βραχὺς καὶ ἐπίκηρος· εἰ δὲ, καταξιωθείηµεν εὐαρεστήσαντες τῷ Θεῷ οὕτω τὸν βίον µετελ θεῖν τοῦτον, ἀεὶ καὶ µετὰ τοῦ Χριστοῦ, καὶ µετ' ἀλλήλων ἐσόµεθα µετὰ πλείονος τῆς ἡδονῆς. Ἐγὼ πάντων τὴν σὴν ἀγάπην προτίθηµι, καὶ οὐδὲν οὕτω µοι δύσκολον οὐδὲ ἐπαχθὲς, ὡς τό ποτε διενεχθῆναι πρὸς σέ· κἂν πάντα ἀπολέσαι δέῃ, κἂν Ἴρου πενέστερον γενέσθαι, κἂν κινδύνους ὑποστῆναι τοὺς ἐσχάτους, κἂν ὁτιοῦν παθεῖν, ἐµοὶ πάντα οἰστὰ καὶ φορητὰ, ἕωςἂν τὰ πρὸς σὲ εὖ µοι διακέηται· καὶ τὰ παιδία µοι ποθεινὰ τότε ἔσται, ἕως ἂν εὐνοϊκῶς πρὸς ἡµᾶς διακειµένη ᾖς.∆ εήσει δὲ καὶ σὲ ταῦτα ποιεῖν. Εἶτα παραµίγνυε καὶ τὰ ἀποστολικὰ ῥήµατα, ὅτι οὕτως ὁ Θεὸς βούλεται τὴν εὔνοιαν ἡµῖν συγκεκροτῆσθαι. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν µητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ. Μηδεµία µικροψυχίας ἔστω πρόφασις ἡµῖν· ἐῤῥέτω χρήµατα, καὶ ἀνδραπόδων πλῆθος, καὶ τιµαὶ αἱ τῶν ἔξωθεν· ἐµοὶ πάντων τοῦτο προτιµότερον. Πόσου χρυσίου, πόσων θησαυρῶν οὐχὶ ποθεινότερα ταῦτα τὰ ῥήµατα ἔσται τῇ γυναικί; Μὴ φοβηθῇς µή ποτε ἀπονοηθῇ κατὰ σοῦ φιλουµένη, ἀλλ' ὅτι φιλεῖς ὁµολόγει. Αἱ µὲν γὰρ ἑταῖραι νῦν µὲν τούτῳ, νῦν δὲ ἐκείνῳ προσπλεκόµεναι, εἰκότως ἂν ἐπαίροιντο κατὰ τῶν ἐραστῶν ὅταν τοιαῦτα ἀκούοιεν ῥήµατα· ἐλευθέρα δὲ γυνὴ καὶ κόρη εὐγενὴς οὐκ ἄν ποτε τούτοις ἐπαρθείη τοῖς ῥήµασιν, ἀλλὰ πολλῷ µᾶλλον καὶ κατακάµπτεται. Ἐνδείκνυσο δὲ τὴν πρὸς αὐτὴν συνουσίαν πολλοῦ τιθέµενος, καὶ µᾶλλον ἐπὶ τῆς οἰκίας εἶναι βουλόµενος δι' αὐτὴν, ἢ ἐπὶ τῆς ἀγορᾶς· καὶ πάντων τῶν φίλων προτίµα, καὶ παίδων τῶν ἐξ αὐτῆς, καὶ αὐτὰ δὲ διὰ ταύτην φιλείσθω παρὰ σοῦ. Ἂν ἀγαθόν τι πράξῃ, ἐπαίνει καὶ θαύµαζε· ἂν ἄτοπόν τι καὶ οἷον νεανίσι συµβαίνει, παραίνει καὶ ὑποµίµνησκε. Ἄνω καὶ κάτω χρηµάτων κατηγόρει καὶ πολυτελείας, καὶ ὑποδείκνυε τὸν κόσµον τὸν ἀπὸ τῆς κοσµιότητος καὶ ἀπὸ τῆς σεµνότητος, καὶ δίδασκε διηνεκῶςτὰ συµφέροντα.
20.9
Εὐχαὶ γενέσθωσαν ὑµῖν κοιναί· ἕκαστος εἰς τὴν ἐκκλησίαν προΐτω, καὶ τῶν λεγοµένων καὶ τῶν ἀναγινωσκοµένων ἐκεῖ, καὶ ὁ ἀνὴρ τὴν γυναῖκα ἀπαιτείτ ω ἐπὶ τῆς οἰκίας τὸ µέρος, κἀκείνη τὸν ἄνδρα. Εἰ πενία τις κατέχοι, πάραγε εἰς µέσον τοὺς ἁγίους ἄνδρας, τὸν Παῦλον, τὸν Πέτρον, οἳ πάντων µᾶλλον καὶ βασιλέων καὶ πλουσίων εὐδοκίµησαν, καὶ πῶςδὲ καὶ ἐν λιµῷ καὶ ἐν δίψει τὸν βίον διήγαγον· παίδευε αὐτὴν, ὅτι οὐδὲν φοβερὸν τῶν ἐν τῷ βίῳ, ἢ µόνον τὸ προσκροῦσαι τῷ Θεῷ. Ἂν οὕτω τις γήµῃ, ἂν ἐπὶ τούτοις, τῶν µοναζόντων οὐκ ἔσται πολλῷ ἐλάττων, οὐδὲ τῶν µὴ γεγαµηκότων ὁ γεγαµηκώς. Εἰ βούλει καὶ ἄριστα ποιεῖν καὶ ἑστιάσεις ἐπιτελεῖν, µηδένα ἄσεµνον, µηδένα ἄκοσµον, ἀλλ' εἴ τινα ἅγιον πένητα εὕροις δυνάµενον ὑµῖν εὐλογῆσαιτὴν οἰκίαν, δυνάµενον µετὰ τῆς τῶν ποδῶν ἐπιβάσεως πᾶσαν εἰσενεγκεῖν τοῦ Θεοῦ τὴν εὐλογίαν, τοῦτον κάλει. Εἴπω δὲ καὶ ἕτερον; Μηδεὶς ὑµῶν σπουδαζέτω εὐπορωτέραν γαµεῖν, ἀλλὰ πολλῷ µᾶλλον πενεστέραν. Οὐ γὰρ τοσαύτην ἀπὸ τῶν χρηµάτων εἰσελεύσεται εἰσφέρουσα ἀφορµὴν ἡδονῆς, ὅσην ἀηδίαν ἀπὸ τῶν ὀνειδῶν, ἀπὸ τοῦ πλείονα ἀπαιτεῖν ὧν εἰσήγαγεν, ἀπὸ τῶν ὕβρεων, ἀπὸ τῆς πολυτελείας, ἀπὸ τῶν φορτικῶν ῥηµάτων. Ἐρεῖ γὰρ ἴσως· Οὐδέπω τῶν σῶν ἀνάλωσα οὐδὲν, ἔτι τὰ ἐµὰ περίκειµαι, ἐξ ὧν οἱ γονεῖς µοι δεδώρηνται. Τί λέγεις, ὦ γύναι; ἔτι τὰ σὰ περίκεισαι; καὶ τί τούτου τοῦ ῥήµατος γέ νοιτ' ἂν ἀθλιώτερον; σῶµα οὐκέτι ἔχεις ἴδιον, καὶ χρήµατα ἔχεις ἴδια; Οὐκέτι δύο ἐστὲ σάρκες µετὰ τὸν γάµον, ἀλλ' ἐγένεσθε εἰς µίαν· καὶ αἱ οὐσίαι δύο, καὶ οὐ µία. Ὢ τοῦ τῶν χρηµάτων ἔρωτος! εἷς ἄνθρωπος, ἓν ζῶον ἀµφότεροι γεγένησθε, καὶ ἔτι λέγεις, Τὰ ἐµά; Ἐπάρατον τοῦτο τὸ ῥῆµα καὶ µιαρὸν ἀπὸ τοῦ διαβόλου εἰσηνέχθη. Πάντα ἡµῶν κοινὰ ἐποίησεν ὁ Θεὸς τὰ τούτων ἀναγκαιότερα, καὶ ταῦτα οὐ κοινά; Οὐκ ἔστιν εἰπεῖν, τὸ ἐµὸν φῶς, ὁ ἐµὸς ἥλιος, τὸ ἐµὸν ὕδωρ· πάντα ἡµῖν κοινὰ τὰ µείζονα, τὰ δὲ χρήµατα οὐ κοινά; Ἀπολλύσθω τὰ χρήµατα µυριάκις, µᾶλλον δὲ µὴ τὰ χρήµατα, ἀλλ' αἱ προαιρέσεις αἱ µὴ εἰδυῖαι χρήµασι χρήσασθαι, ἀλλὰ πάντων αὐτὰ προτιµῶσαι. Καὶ ταῦτα µετὰ τῶν ἄλλων δίδασκε· ἀλλὰ µετὰ πολλῆς τῆς χάριτος. Ἐπειδὴ γὰρ αὐτὴ καθ' ἑαυτὴν τῆς ἀρετῆς ἡ παραίνεσις πολὺ τὸ σκυθρωπὸν ἔχει, καὶ µάλιστα πρὸς κόρην ἁπαλὴν καὶ νέαν, ὅταν περὶ φιλοσοφίας λέγοιντο λόγοι, πολλὴν ἐπινόει τὴν χάριν, καὶ τοῦτο µάλιστα ἀπὸ τῆς ψυχῆς ἐξόρισον ἐκείνης, Τὸ ἐµὸν, καὶ Τὸ σόν. Ἂν εἴπῃ, Τὰ ἐµὰ, εἰπὲ αὐτῇ· Ποῖα λέγεις σά; οὐδὲ γὰρ οἶδα· οὐδὲν ἔχω ἐγὼ ἴδιον· πῶς οὖν λέγεις, Τὰ ἐµὰ, πάντων ὄντων σῶν; Χάρισαι αὐτῇ τὸ ῥῆµα. Οὐχ ὁρᾷς ἐπὶ τῶν παιδίων ὅτι τοῦτο πράττοµεν; ὅταν ἡµῶν κατεχόντων τι ἁρπάσῃ, καὶ τὸ ἕτερον πάλιν βούληται λαβεῖν, συγχωροῦµεν καὶ λέγοµεν· Ναὶ, τοῦτο σόν ἐστι, κἀκεῖνο. Τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ποιῶµεν· παιδικωτέρα γὰρ αὐτῆς ἡ διάνοιά ἐστι· κἂν λέγῃ, Τὰ ἐµὰ, εἰπέ· Πάντα σά ἐστι, καὶ ἐγὼ σός. Οὐκ ἔστι κολακείας τὸ ῥῆµα, ἀλλὰ πολλῆς συνέσεως. Οὕτως αὐτῆς δυνήσῃ χαλάσαι τὸν θυµὸν, καὶ τὴν ἀθυµίαν σβέσαι. Κολακεία γάρ ἐστιν, ὅταν τις ἀγεννές τι πράξῃ κακοῦ ἕνεκεν· τοῦτο δὲ φιλοσοφία µεγίστη. Λέγε οὖν· Καὶ ἐγὼ σὸς, ὦ παιδίον· τοῦτό µοι Παῦλος παρῄνεσεν εἰπών· Ὁ ἀνὴρ τοῦ ἰδίου σώµατος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Εἰ τοῦ σώµατός µου οὐκ ἔχω ἐξουσίαν, ἀλλὰ σὺ, πολλῷ µᾶλλον τῶν χρηµάτων. Ἀνέπαυσας αὐτὴν ταῦτα φθεγξάµενος, ἔσβεσας τὴν πυρὰν, κατῄσχυνας τὸν διάβολον, δούλην ἐποίησας µᾶλλον ἀργυρώνητον, τοῖς ῥήµασιτούτοις κατέδησας αὐτήν. Ὥστε ἀφ' ὧν σὺ φθέγγῃ, δίδαξον αὐτὴν µηδέποτε λέγειν, Ἐµὸν καὶ Σόν. Καὶ µηδέποτε ἁπλῶς αὐτὴν κάλει, ἀλλὰ µετὰ κολακείας, µετὰ τιµῆς, µετὰ πολλῆς ἀγάπης. Τίµα αὐτὴν, καὶ οὐ δεήσεται τῆς παρ' ἑτέρων τιµῆς, οὐ δεήσεται τῆς παρ' ἑτέρων δόξης, ἂν ἀπολαύῃ τῆς παρὰ σοῦ. Πάντων αὐτὴν προτίθει, πάντων ἕνεκεν, καὶ κάλλους, καὶ συνέσεως, καὶ ἐγκωµίαζε. Οὕτως αὐτὴν πείσεις µηδενὶ προσέχειν τῶν ἔξωθεν, ἀλλὰ πάντων τῶν ἄλλων καταγελᾷν.∆ ίδασκε τοῦ Θεοῦ τὸν φόβον, καὶ πάντα ὥσπερ ἀπὸ πηγῆς ἐπιῤῥεύσει, καὶ µυρίων ἔσται ἡ οἰκία τῶν ἀγαθῶν γέµουσα. Ἂν τὰ ἄφθαρτα ζητῶµεν, καὶ ταῦτα ἐπελεύσεται τὰ φθαρτά. Ζητεῖτε γὰρ, φησὶ, πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑµῖν. Οἵους εἶναι χρὴ νοµίζειν τοὺς παῖδας τῶν τοιούτων πατέρων; οἵους τοὺς οἰκέτας τῶν τοιούτων δεσποτῶν; οἵους τοὺς ἄλλους ἅπαντας τοὺς πλησιάζοντας; ἆρα οὐχὶ µυρίων τῶν ἀγαθῶν καὶ αὐτοὺς γέµειν συµβήσεται; Ὡς γὰρ τὰ πολλὰ πρὸς τοὺς κρατοῦντας καὶ οἱ δοῦλοι τὰ ἤθη ῥυθµίζονται, καὶ ταῖς ἐκείνων ἐξοµοιοῦνται ἐπιθυµίαις, τῶν αὐτῶν ἐρῶσιν, ὧν ἂνκαὶ διδαχθῶσι, τὰ αὐτὰ φθέγγονται, ἐν τοῖς αὐτοῖς συναναστρέφονται. Ἐὰν οὕτως ἑαυτοὺς ῥυθµίζωµεν, καὶ ταῖς Γραφαῖς προσέχωµεν, τὰ πλείονα παρ' ἐκείνων παιδευθησό µεθα· καὶ οὕτω δυνησόµεθα ἀρέσαι τῷ Θεῷ, καὶ τὸν παρόντα βίον ἅπαντα µετὰ ἀρετῆς διεξελθεῖν, καὶ τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν· ὧν γένοιτο πάντας ἡµᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note