Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 21 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
21.0
Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑµῶν ἐν Κυ ρίῳ· τοῦτο γάρ ἐστι δίκαιον. Τίµα τὸν πατέρα σου καὶ τὴν µητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ µακροχρόνιος ἐπὶ τῆς γῆς.
21.1
Καθάπερ τις σῶµα πλάττων, πρῶτον µὲν τὴν κεφαλὴν, ἔπειτα τὸν αὐχένα, εἶτα τοὺς πόδας τίθησιν, οὕτω καὶ ὁ µακάριος Παῦλος τῷ λόγῳ πρόεισιν. Εἶπε περὶ τοῦ ἀνδρὸς, εἶπε περὶ τῆς γυναικὸς, τῆς δευτέρας ἀρχῆς· χωρεῖ λοιπὸν ὁδῷ βαδίζων ἐπὶ τὴν τρίτην· αὕτη δέ ἐστιν ἡ τῶν παίδων. Τῆς µὲν γὰρ γυναικὸς ἄρχει ὁ ἀνὴρ, τῶν δὲ παίδων ὁ ἀνὴρ καὶ ἡ γυνή. Ὅρα οὖν τί φησι· Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑµῶν ἐν Κυρίῳ· αὕτη γάρ ἐστιν ἐντολὴ πρώτη ἐν ἐπαγγελίαις. Οὐδὲ ἐνταῦθα περὶ τοῦ Χριστοῦ διαλέγεται, οὐδὲ περὶ τῶν ὑψηλῶν· ἔτι γὰρ πρὸς ἁπαλὰς διαλέγεται διανοίας· διὸ καὶ βραχεῖαν ποιεῖται τὴν παραίνεσιν, ἅτε οὐ δυναµένων τῶν παίδων µακρῷ παρακολουθῆσαι λόγῳ.∆ ιὰ τοῦτο οὐδὲ περὶ βασιλείας τι διαλέγεται· οὐ γάρ ἐστι τῆς ἡλικίας ἐκείνης ταῦτα ἀκούειν· ἀλλ' ἃ µάλιστα ψυχὴ νηπιώδης ἀκοῦσαι ποθεῖ, ταῦτά φησιν, ὅτι µακροχρόνιος ἔσται. Εἰ γάρ τις ἐξετάζοι, διὰ τί µὴ περὶ βασιλείας διελέχθη, ἀλλὰ τὴν ἐν τῷ νόµῳ κειµένην ἐντολὴν αὐτοῖς ἔθηκεν, ἐροῦµεν, ὅτι ὡς νηπιωδεστέροις οὖσι, καὶµάλα εἰδὼς ὅτι, τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς οὕτω διακειµένων κατὰ τὸν νόµον ὃν ἔθηκεν, οὐ πολλοῦ καµάτου ἐστὶ τὰ παιδία ὑποτάξαι. Ὅταν γὰρ πρᾶγµα τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν λάβῃ καλὴν καὶ ἰσχυρὰν καὶ κοσµίαν, ὁδῷ πάντα καὶ νόµῳ προβαίνει λοιπὸν µετὰ πολλῆς τῆς εὐκολίας. Τὸ γὰρ χαλεπώτερον, τὸ θεµέλιον θέσθαι, καὶ τὴν κρηπῖδα ὑποβαλεῖν. Τὰ τέκνα, ὑπακούετε, φησὶ, τοῖς γονεῦσιν ὑµῶν ἐν Κυρίῳ· τουτέστι, κατὰ Κύριον. Ὁ Θεὸς, φησὶν, οὕτω προσέταξε. Τί οὖν, ἂν ἄτοπα προστάττωσι; Μάλιστα µὲν οὐδέποτε ἐπιτάττει πατὴρ ἄτοπα, κἂν αὐτὸς ἄτοπος ᾖ· πλὴν ἀλλ' ὅµως καὶ οὕτως ἠσφαλίσατο, εἰπών· Ἐν Κυρίῳ· τουτέστιν, ἐν οἷς ἂν µὴ προσκρούσῃς Θεῷ· ὡς ἐὰν Ἕλλην ᾖ, ἢ αἱρετικὸς, οὐκέτι πείθεσθαι δεῖ· οὐ γάρ ἐστιν ἐν Κυρίῳ τὸ πρᾶγµα. Πῶς δέ φησιν, Ἥτις ἐστὶν ἐντολὴ πρώτη; πρώτη γάρ ἐστι τὸ, Οὐ µοιχεύσεις, τὸ, Οὐ φονεύσεις. Οὐ τῇ τάξει εἶπεν αὐτὴν πρώτην, ἀλλὰ τῇ ἐπαγγελίᾳ. Ἐκείναις µὲν οὖν οὐ κεῖται µισθὸς, ἅτε περὶ κακῶν διατεταγµέναις καὶ τῆς τῶν κακῶν ἀναχωρήσεως· ἐν δὲ ταύταις, ἅτε ἀγαθῶν ἐργασίας οὔσης, καὶ ἐπαγγελία κεῖται. Καὶ ὅρα πῶς θαυµαστὴν κρηπῖδα ἔθηκε τῇ τῆς ἀρετῆς ὁδῷ τὴν εἰς τοὺς γονέας τιµὴν καὶ αἰδώ· καὶ εἰκό. 10] τως· Ἀπαγαγὼν τῶν πονηρῶν πράξεων, καὶ µέλλων εἰς τὰ ἀγαθὰ ἐµβαίνειν, τοῦτο πρῶτον ἐπέταξε, τὴν εἰς τοὺς γονέας λέγω τιµὴν, ἐπειδὴ καὶ πρὸ πάντωντοῦ ζῇν µετὰ τὸν Θεὸν αὐτοὶ γεγόνασιν αἴτιοι. Ὥστε εἰκότως ἂν πρῶτοι τῶν ἡµετέρων ἀπολαύσειαν καλῶν, καὶ τότε οἱ ἄλλοι ἅπαντες ἄνθρωποι. Ἂν γὰρ µὴ τοῦτό τις ἔχῃ, οὐδέποτε περὶ τοὺς ἔξωθεν ἔσται ἐπιεικής. Παραινέσας τοίνυν ἅπερ ἐχρῆν τοῖ ς παισὶ, µεταβαίνει ἐπὶ τοὺς πατέρας, καί φησι· Καὶ οἱ πατέρες, µὴ παροργίζετε τὰ τέκνα ὑµῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Οὐκ εἶπεν, Ἀγαπᾶτε αὐτά· τοῦτο γὰρ καὶ ἀκόντων αὐτῶν ἡ φύσις ἐπισπᾶται, καὶ περιττὸν ἦν περὶ τῶν τοιούτων νόµον τιθέναι· ἀλλὰ τί φησι; Μὴ παροργίζετε τὰ τέκνα ὑµῶν, οἷον οἱ πολλοὶ ποιοῦσιν, ἀποκληρονόµους ἐργαζόµενοι, καὶ ἀποκηρύκτους ποιοῦντες, καὶ φορτικῶς ἐπικείµενοι, οὐχὡς ἐλευθέροις, ἀλλ' ὡς ἀνδραπόδοις.∆ ιὰ τοῦτό φησι· Μὴ παροργίζετε τὰ τέκνα ὑµῶν. Εἶτα τὸ κεφάλαιον πάντων, πῶς ἂν ὑπακούσαιεν δείκνυσιν, εἰς τὴν κεφαλὴν καὶ τὴν ἀρχὴν τὴν αἰτίαν ἅπασαν ἀγαγών. Καὶ καθάπερ ἔδειξε τοῦ τὴν γυναῖκα ὑπακούειν αἴτιον τὸν ἄνδρα γινόµενον( διὸ καὶ τὰ πλείονα αὐτῷ διαλέγεται, τῇ τῆς ἀγάπης τυραννίδι παρακαλῶναὐτὴν ἐπισπᾶσθαι), οὕτω δὴ καὶ ἐνταῦθα πάλιν εἰς αὐτὸν τὴν αἰτίαν ἀνάγει, λέγων· Ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ὁρᾷς ὅτι τῶν πνευµατικῶν ὄντων καὶ τὰ σαρκικὰ ἕψεται; Βούλει εἶναι τὸν υἱὸν πειθήνιον; ἐξ ἀρχῆς αὐτὸν ἔκτρεφε ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· µὴ νοµίσῃς εἶναι περιττὸν τὸ τῶν θείων Γραφῶν αὐτὸν ἐπακούειν· ἐκεῖ γὰρ τοῦτο πρῶτον ἀκούσεται· Τίµα τὸν πατέρα σου καὶ τὴν µητέρα σου. Ὥστε ὑπὲρ σοῦ τοῦτο γίνεται. Μὴ εἴπῃς· Τοῦτο µοναζόντων ἐστί· µὴ γὰρ µονάζοντα αὐτὸν ποιῶ; Οὐκ ἔστιν ἀνάγκη γενέσθαι αὐτὸν µονάζοντα. Τί δέδοικας δέος πολλοῦ κέρδους ἀνάµεστον; Χριστιανὸν αὐτὸν ποίησον. Μάλιστα γὰρ τοῖς κοσµικοῖς ἀναγκαῖον τὰ ἐντεῦθεν εἰδέναι διδάγµατα, µάλιστα τοῖς παισί. Πολλὴ γὰρ ἡ ἄνοια ἐν ἐκείνῃ τῇ ἡλικίᾳ· τῇ δὲ ἀνοίᾳ προσθήκη γίνεται καὶ τὰ παρὰ τῶν ἔξωθεν λόγων, ὅταν µάθωσιν ἐκεῖ τοὺς παρ' αὐτοῖς θαυµαζοµένους ἥρωας, παθῶν δούλους ὄντας καὶδειλοὺς πρὸς θάνατον· οἷον ὁ Ἀχιλλεὺς ὅταν µετανοῇ, ὅταν ὑπὲρ παλλακίδος ἀποθνήσκῃ, ὅταν ἕτερος µεθύῃ, καὶ ἕτερα πολλὰ τοιαῦτα.∆ εῖ τοίνυν αὐτῷ τῶν φαρµάκων τούτων.
21.2
Πῶς γὰρ οὐκ ἄτοπον εἰς τέχνας µὲν ἐκπέµπειν καὶ εἰς διδασκαλεῖον, καὶ πάντα πράττειν ὑπὲρ τούτου, ἐν δὲ παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου µὴ ἐκτρέφειν τὰ παιδία;∆ ιά τοι τοῦτο πρῶτοι τῶν καρπῶν ἡµεῖς ἀπολαύοµεν, θρασεῖς, ἀκολάστους, ἀπειθεῖς, βαναύσους ἐκτρέφοντες τοὺς παῖδας. Μὴ τοίνυν τοῦτο ποιῶµεν, ἀλλὰ πειθώµεθα τῷ µακαρίῳ τούτῳ παραινοῦντι· ἐκτρέφωµεν αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· δῶµεν αὐτοῖς ὑπόδειγµα, ἐκ πρώτης ἡλικίας τῇ τῶν Γραφῶν ἀναγνώσει ποιοῦντες αὐτοὺς ἐνσχολάζειν. Οἴµοι! ὅτι συνεχῶς ταῦτα λέγων, ληρεῖν νοµίζοµαι· πλὴν ἀλλ' ὅµως οὐ παύσοµαι τὸ ἐµαυτοῦ ποιῶν, Τίνος ἕνεκεν, εἰπέ µοι, οὐ µιµεῖσθε τοὺς παλαιούς; Μάλιστα ὑµεῖς αἱ γυναῖκες, τὰς θαυµαστὰς ἐκείνας γυναῖκας ζηλώσατε. Ἐτέχθη τὸ παιδίον; Μίµησαι τὴν Ἄνναν· κατάµαθε τί πεποίηκεν ἐκείνη· ἀνήγαγεν αὐτὸν εὐθέως εἰς τὸν ναόν. Τίς ὑµῶν οὐκ ἂν ἐθελήσειε Σαµουὴλ τὸν υἱὸν τὸν ἑαυτοῦ ἅπαξ γενέσθαι, ἢ µυριάκις βασιλέα τῆς οἰκουµένης ἁπάσης; Καὶ πῶς δυνατὸν, φησὶ, γενέσθαι τοιοῦτον;∆ ιὰ τί µὴ δυνατόν; Ὅτι οὐ θέλεις, οὐδὲ παραδίδως τοῖς δυναµένοις αὐτὸν ποιῆσαι τοιοῦτον. Καὶ τίς τοιοῦτός ἐστι, φησίν; Ὁ Θεός· ἐπεὶ κἀκείνη αὐτῷ αὐτὸν ἐνεχείρισεν. Οὐδὲ γὰρ ὁ Ἠλεὶ τῶν σφόδρα δυναµένων αὐτὸν πλάσαι ἦν· πῶς γὰρ, ὁ µηδὲ τοὺς υἱοὺς δυνηθεὶς τοὺς ἑαυτοῦ; ἀλλ' ἡ πίστις τῆς γυναικὸς καὶ ἡ προθυµία τὸ αὐτὸ εἰργάσατο. Πρῶτον ἔτεκε, καὶ µόνον, καὶ οὐδὲ ᾔδει εἰ καὶ ἑτέρους τέξεται. Καὶ οὐκ εἶπεν· Ἀναµείνω αὐξηθῆναι τὸ παιδίον, ἵνα πράγµασι χρήσηται βιωτικοῖς· συγχωρήσω αὐτὸν µικρὸν ἐνδιατρίψαι τῇ παιδικῇ ἡλικίᾳ· ἀλλὰ πάντα ταῦτα ἡ γυνὴ παρωσαµένη, ἑνὸς µόνου γέγονε, πῶς ἐκ προοιµίων τὸ ἄγαλµα τὸ πνευµατικὸν ἀναθῇ τῷ Θεῷ. Αἰσχυνθῶµεν, οἱ ἄνδρες, τῆς γυναικὸς τὴν φιλοσοφίαν· ἀνήνεγκεν αὐτὸν τῷ Θεῷ, καὶ ἐκεῖ εἴασε.∆ ιὰ τοῦτο καὶ ὁ γάµος ἐγένετο λαµπρότερος, ἐπειδὴ πρότερον τὰ πνευµατικὰ ἐζήτησεν, ἐπειδὴ τὴν ἀπαρχὴν ἀνέθηκε· διὰ τοῦτο εὔφορος αὐτῆς γέγονεν ἡ γαστὴρ, καὶ ἑτέρους ἐκτήσατο παῖδας· διὰ τοῦτο καὶ ἐν τῷ κόσµῳ εἶδεν εὐδοκιµοῦντα. Εἰ γὰρ ἄνθρωποι τιµώµενοι ἀντιτιµῶσιν, οὐ πολλῷ µᾶλλον ὁ Θεὸς, ὁ καὶ χωρὶς τοῦ τιµηθῆναι τοῦτο ποιῶν; Μέχρι τίνος ἐσµὲν σάρκες; µέχρι τίνος ἐπὶ γῆς κύπτοµεν; Πάντα ἡµῖν δεύτερα ἔστω τῆς προνοίας τῶν παίδων, καὶ τοῦ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου αὐτὰ ἐκτρέφεσθαι. Ἂν µάθῃ φιλόσοφος εἶναι ἐκ προοιµίων, πλοῦτον ἐκτήσατο παντὸς πλούτου µείζονα, καὶ δόξαν δυνατωτέραν. Οὐδὲν τοσοῦτον ἐργάσῃ τέχνην διδάσκων αὐτὸν καὶ παιδείαν τὴν ἔξωθεν, δι' ἧς χρήµατα κτήσεται, ὅσον ἐὰν διδάξῃς αὐτὸν τέχνην, δι' ἧςχρηµάτων καταφρονήσει. Εἰ βούλει ποιῆσαι αὐτὸν πλούσιον, οὕτω ποίησον. Πλούσιος γὰρ οὐχ ὁ πολλῶν χρηµάτων δεόµενος, καὶ πολλὰ περιβεβληµένος, ἀλλ' ὁ µηδενὸς χρείαν ἔχων. Τοῦτο παίδευσον τὸν υἱὸν, τοῦτο δίδαξον· οὗτος µέγιστος πλοῦτος. Μὴ ζήτει πῶς εὐδόκιµον ἐργάσῃ ἐν διδάγµασι τοῖς ἔξωθεν, καὶ ἐπίδοξον ποιήσεις, ἀλλὰ φρόντισον πῶς αὐτὸν διδάξεις καταφρονεῖν τῆς δόξης τῆς ἐν τῷβίῳ τούτῳ· ἐκεῖθεν λαµπρότερος καὶ ἐνδοξότερος γένοιτο ἄν. Ταῦτα καὶ τῷ πένητι καὶ τῷ πλουσίῳ δυνατὸν ποιεῖν· ταῦτα οὐκ ἐκ· διδασκάλου µανθάνει τις, οὐδὲ διὰ τέχνης, ἀλλὰ διὰ τῶν θείων λογίων. Μὴ ζήτει ὅπως µακρὸν ὧδε ζήσεται βίον, ἀλλ' ὅπως ἐκεῖ ἄπειρον καὶ ἀτελεύτητον. Τὰ µεγάλα αὐτῷ χαρίζου, µὴ τὰ µικρά. Ἄκουε Παύλου λέγοντος· Ἐκτρέφετε αὐτὰ ἐν παι δεία καὶ νουθεσίᾳ Κυρίου. Μὴ ῥήτορα αὐτὸν σπούδαζε ποιῆσαι, ἀλλὰ φιλοσοφεῖν παίδευε. Ἐκείνου µὲν γὰρ οὐκ ὄντος, οὐδὲν ἔσται βλάβος· τούτου δὲ ἀπόντος, οὐδὲν ἔσται κέρδος µυρίας ῥητορείας. Τρόπων χρεία, οὐ λόγων, ἤθους, οὐ δεινότητος, ἔργων, οὐ ῥηµάτων. Ταῦτα προξενεῖ τὴν βασιλείαν, ταῦτα χαρίζεται καὶ τὰ ὄντως ἀγαθά. Μὴ τὴν γλῶτταν ἀκονήσῃς, ἀλλὰ τὴν ψυχὴν ἐκκάθαιρε. Οὐ κωλύων παιδεύειν ταῦτα λέγω, ἀλλὰ κωλύων ἐκείνοις µόνοις προσέχειν. Μὴ νοµίσῃς ὅτι τῷ µονάζοντι µόνῳ τούτων δεῖ τῶν παιδευµάτων τῶν ἀπὸ τῶν Γραφῶν· µάλιστα γὰρ τούτων δεῖ τοῖς παισὶ τοῖς µέλλουσιν εἰς τὸν βίον τοῦτον ἥκειν. Ὥσπερ γὰρ τῆς ἀπὸ τοῦ πλοίου κατασκευῆς καὶ κυβερνήτου καὶ πληρώµατος τῶν ναυτῶν οὐχ οὗτος δεῖται ὁ διαπαντὸς ἐπὶ λιµένος ἑστὼς, ἀλλ' ὁθαλαττεύων ἀεί· οὕτω καὶ ὁ κοσµικὸς, καὶ ὁ µονάζων. Ὁ µὲν γὰρ, καθάπερ εἰς λιµένα ἐστὶν ἀκύµαντον, βίον ἀπράγµονα ζῶν, καὶ πάσης ἀπηλλαγµένον καταιγίδος· οὗτος δὲ διαπαντὸς πελάγιός ἐστι, καὶ θαλαττεύει ἐν µέσῳ πελάγει πολλαῖς τρικυµίαις µαχόµενος· κἂν αὐτὸς µὴ δέηται, ἀλλὰ παρεσκευασµένον εἶναι δεῖ, ὥστε τὰς ἑτέρων ἐµφράξαι γλώττας.
21.4
Ἀλλ', εἰ δοκεῖ, ἐπὶ τὸν Ἀβραὰµ τὸν λόγον ἑλκύσωµεν, ὃν µάλιστα πάντες προφέρουσιν ἡµῖν ἀεί. Οὐχὶ γυναῖκα εἶχεν; οὐχὶ παῖδας; καὶ γὰρ καὶ ἐγὼ τοῦτο λέγω πρὸς ὑµᾶς, ὅπερ ὑµεῖς πρὸς ἡµᾶς. Γυναῖκα εἶχεν, ἀλλ' οὐκ ἐπειδὴ γυναῖκα εἶχε, θαυµαστὸς ἦν· χρήµατα εἶχεν, ἀλλ' οὐκ ἐπειδὴ χρήµατα εἶχεν, ἤρεσε τῷ Θεῷ· παῖδας ἔτεκεν, ἀλλ' οὐκ ἐπειδὴ παῖδας ἔτεκεν, ἐµακαρίζετο· τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς ἐκέκτητο, ἀλλ' οὐ τούτου χάριν ἐθαυµάζετο. Ἀλλὰ βούλει µαθεῖν πόθεν; ἀπὸ τῆς φιλοξενίας, ἀπὸ τῆς τῶν χρηµάτων ὑπεροψίας, ἀπὸ τῆς κοσµιότητος. Τί γάρ ἐστιν, εἰπέ µοι, φιλοσόφου; οὐχὶ καὶ χρηµάτων καὶ δόξης καταφρονεῖν; καὶ φθόνου καὶ παντὸς πάθους ἀνώτερον εἶναι; Φέρε οὖν, αὐτὸν εἰς µέσον ἀγαγόντες ἀποδύσωµεν, καὶ δείξωµεν ὑµῖν οἷος φιλόσοφος ἦν. Οὐδὲν ἡγεῖτο πατρίδα πρῶτον· Ἔξελθε γὰρ, ἤκουσεν, ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου· καὶ εὐθέως ἐξῆλθεν. Οὐ προσεδέδετο οἰκίᾳ· ἦ γὰρ ἂν οὐκ ἐξῆλθεν· οὐ συνηθείας φιλίᾳ, οὐκ ἄλλῳ οὐδενί. Εἶτα δόξης µάλιστα πάντων ἐκεῖνος κατεφρόνησε καὶ χρηµάτων· καὶ γὰρ πόλεµον τροπωσάµενος, καὶ λάφυρα ἀξιούµενος λαβεῖν, κατέπτυσεν. Ἀλλ' ὁ παῖς ὁ τούτου, οὐ διὰ τὰ χρήµατα πάλιν ἐθαυµάζετο, ἀλλὰ διὰ τὴν φιλοξενίαν, οὐ διὰ τὰ παιδία, ἀλλὰ διὰ τὴν ὑπακοὴν, οὐ διὰ τὴν γυναῖκα, ἀλλὰδιὰ τὴν στείρωσιν τὴν ἐπὶ τῇ γυναικί. Οὐδὲν τὴν παροῦσαν ἡγοῦντο ζωὴν, οὐκ ἐχρηµατίζοντο, ὑπερεώρων ἁπάντων. Εἰπὲ γάρ µοι, ποῖα τῶν φυτῶν ἐστιν ἄριστα; οὐχ ἅπερ ἂν οἴκοθεν ἔχῃ τὴν ἰσχὺν, καὶ µήτε ὄµβροις, µήτε χαλάζαις, µήτε ἀνέµων ῥύµαις, µήτε ἄλλῃ τινὶ τοιαύτῃ ἀνωµαλίᾳ βλάπτηται, ἀλλὰ γυµνὰἕστηκε πάντων καταφρονοῦντα, µήτε θριγκίων, µήτε φραγµῶν δεόµενα; Τοιοῦτος ὁ φιλόσοφός ἐστι, τοιοῦτος ὁ πλοῦτος ἐκεῖνος· οὐδὲν ἔχει, καὶ πάντα ἔχει· πάντα ἔχει, καὶ οὐδὲν ἔχει. Ὁ γὰρ τοῖχος οὐκ ἔνδον, ἀλλ' ἔξωθέν ἐστιν, ὁ θριγκὸς οὐ τῆς φύσεώς ἐστιν, ἀλλ' ἔξωθεν περιβαλλόµενος. Τί δὲ, εἰπέ µοι; ποῖον σῶµα ἰσχυρόν ἐστιν; οὐχ ὅπερ ἂν ὑγιαῖνον ᾖ, καὶ µήτε λιµῷ, µήτε πλησµονῇ, µήτε ψύχει, µήτε καύµατι ἁλίσκηται· ἢ τὸ πρὸς πάντα ταῦτα ὑποκείµενον, καὶ τραπεζοποιῶν καὶ ὑφαντῶν καὶ θηρευτῶν καὶ ἰατρῶν δεόµενον, ἵνα ὑγιαίνῃ; Ἐκεῖνός ἐστι πλούσιος, ὁ ὄντως φιλόσοφος, ὁ µηδενὸς τούτων δεόµενος.∆ ιὰ τοῦτο ὁ µακάριος οὗτος ἔλεγεν· Ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Μὴ τοίνυν θριγκία ἔξωθεν περιβάλλετε· τοῦτο γὰρ ὁ πλοῦτος, τοῦτο ἡ δόξα. Ὅταν γὰρ ταῦτα καταπέσῃ, καταπίπτει δὲ, γυµνὸν ἕστηκε καὶ εὐάλωτον τὸ φυτὸν, οὐ µόνον οὐδὲν κερδᾶναν ἐν τῷ παρελθόντι χρόνῳ, ἀλλὰ καὶ βλαβέν. Ἐκεῖνα γὰρ τὰ θριγκία τὰ κωλύοντα αὐτὸ ἐγγυµνάζεσθαι πρὸς τὰς τῶν ἀνέµων προσβολὰς, νῦν ἀθρόον καταπεσεῖν παρεσκεύασεν. Ὥστε βλάπτει µᾶλλον ὁ πλοῦτος, ἀµελετήτους παρασκευάζων πρὸς τὰς ἀνωµαλίας τοῦ βίου. Τοιούτους τοίνυν παρασκευάζωµεν τοὺς παῖδας, ὥστε δύνασθαι πρὸς πάντα ἀντέχειν, καὶ µὴ ξενίζεσθαι τοῖς ἐπιοῦσιν· ἐκτρέφωµεν αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ πολὺς ἡµῖν ὁ µισθὸς ἀποκείσεται. Εἰ γὰρ ἄνθρωποι ἀγάλµατα ποιοῦντες βασιλέων, καὶ εἰκόνας γράφοντες, τοσαύτης ἀπολαύουσι τιµῆς· ἡµεῖς τὴν βασιλικὴν εἰκόνα καλλωπίζοντες( εἰκὼν γὰρ τοῦ Θεοῦ ὁ ἄνθρωπος), οὐ µυρίων ἀπολαύσοµεν τῶν ἀγαθῶν, τὸ καθ' ὁµοίωσιν ἀποδιδόντες; Τοῦτο γάρ ἐστιν ὅµοιον, ἡ τῆς ψυχῆς ἀρετὴ, ὅταν ἀγαθοὺς εἶναι παιδεύσωµεν τοὺς παῖδας, ὅταν ἀοργήτους, ὅταν ἀµνησικάκους· ταῦτα πάντα Θεοῦ ἴδια, ὅταν εὐεργετικοὺς, ὅταν φιλανθρώπους, ὅταν παιδεύσωµεν τὰ παρόντα µηδὲν ἡγεῖσθαι. Τοῦτο τοίνυν ἡµῖν ἔργον ἔστω καὶ ἑαυτοὺς, κἀκείνους πλάττειν καὶ ῥυθµίζειν εἰς δέον· ἐπεὶ ποίᾳ παῤῥησίᾳ στησόµεθα ἔµπροσθεν τοῦ βήµατος τοῦ Χριστοῦ; Εἰ γὰρ ἐπισκοπῆς ἀνάξιος ὁ παῖδας ἀνυποτάκτους ἔχων, πολλῷ µᾶλλον τῆς βασιλείας τῶν οὐρανῶν. Τί λέγεις; κἂν γυναῖκα ἄτακτον ἔχωµεν, κἂν παῖδας, εὐθύνας ὑφέξοµεν; Ναὶ, ἐὰν µὴ µετὰ ἀκριβείας τὰ παρ' ἑαυτῶν εἰσενέγκωµεν· οὐ γὰρ ἀρκεῖ ἡµῖν ἡ οἰκεία ἀρετὴ πρὸς σωτηρίαν. Εἰ γὰρ ὁ τὸ τάλαντον τὸ ἓν µὴ καταβαλόµενος, οὐδὲν ἐκέρδανεν, ἀλλὰ καὶ οὕτω κολάζεται· δῆλον ὅτι οὐκ ἀρκεῖ ἡ οἰκεία ἀρετὴ εἰς σωτηρίαν, ἀλλὰ δεῖ καὶ τῆς ἑτέρου. Πολλὴν τοίνυν ποιώµεθα καὶ τῶν γυναικῶν φροντίδα, πολλὴν καὶ τῶν παίδων πρόνοιαν καὶ τῶν οἰκετῶν, πολλὴν καὶ ἡµῶν αὐτῶν, καὶ ἐν τῷ ἑαυτοὺς, καὶ ἐν τῷ ἐκείνους ῥυθµίζειν, τὸν Θεὸν παρακαλῶµεν, ὥστε συναντιλαβέσθαι ἡµῖν τοῦ ἔργου. Ἂν ἴδῃ ἡµᾶς τοῦτο µεριµνῶντας, τούτου φροντίζοντας, συναντιλήψεται· ἂν δὲ µηδένα ποιουµένους λόγον, οὐ δώσει χεῖρα. Οὐ γὰρ καθεύδουσιν ἡµῖν χορηγεῖ τὴν βοήθειαν ὁ Θεὸς, ἀλλὰ πονουµένοις καὶ αὐτοῖς. Ὁ γὰρ βοηθὸς οὐ τοῦ ἀργοῦντός ἐστι βοηθὸς, ἀλλὰ τοῦ καὶ αὐτοῦ ἐργαζοµένου.∆ υνατὸς δὲ ὁ ἀγαθὸς Θεὸς δι' ἑαυτοῦ τὸ ἔργον εἰς τέλος ἀγαγεῖν, ἵνα ἀξιωθῶµεν πάντες ἐπιτυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳτοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note