Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 22 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
22.0
Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα µετὰ φόβου καὶ τρόµου, ἐν ἁπλότητι καρδίας ὑµῶν, ὡς τῷ Χριστῷ· µὴ κατ' ὀφθαλµοδου λείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέληµα τοῦ Θεοῦ ἐκ ψυχῆς, µετ' εὐνοίας δουλεύοντες ὡς τῷΚυρίῳ, καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ἐάν τις ἄνθρω πος ποιήσῃ ἀγαθὸν, τοῦτο κοµιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.
22.1
Ὥστε οὐκ ἀνὴρ µόνον, οὔτε γυνὴ, οὔτε παιδία, ἀλλὰ καὶ οἰκετῶν ἀρετὴ συντελεῖ εἰς σύστασιν καὶ πρόστασιν οἰκίας.∆ ιὰ τοῦτο ὁ µακάριος Παῦλος οὐδὲ τούτου τοῦ µέρους ἠµέλησεν· ἀλλ' ἔρχεται µὲν ἔσχατον ἐπ' αὐτὸ, ἐπειδὴ καὶ ἔσχατον κεῖται τῷ ἀξιώµατι. Πολλὰ δὲ καὶ πρὸς αὐτοὺς διαλέγεται, οὐκέτι ὡς τοῖς παισὶν, ἀλλὰ πολλῷ τελειότερον· οὐ γὰρ ἐνταῦθα δίδωσιν αὐτοῖς τὴν ὑπόσχεσιν, ἀλλ' ἐν τῷ µέλλοντι. Εἰδότες, φησὶν, ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν ἢ κακὸν, τοῦτο κοµιεῖται παρὰ τοῦ Κυρίου. Καὶ φιλοσοφεῖν ἤδη διδάσκει. Εἰ γὰρ καὶ τῷ ἀξιώµατι τῶν παίδων εἰσὶν ἐλάττους, ἀλλὰ τῷ φρονήµατι µείζους. Οἱ δοῦλοι, φησὶν, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα. Εὐθέως τὴν λελυπηµένην ἀνέστησε ψυχὴν, εὐθέως παρεµυθήσατο. Μὴ ἄλγει, φησὶν, ὅτι ἔλαττον ἔχεις καὶ τῆς γυναικὸς, καὶ τῶν παίδων· ὄνοµα δουλείας ἐστὶ µόνον· κατὰ σάρκα ἐστὶν ἡ δεσποτεία, πρόσκαιρος καὶ βραχεῖα· ὅπερ γὰρ ἂν ἦ σαρκικὸν, ἐπίκηρόν ἐστι. Μετὰ φόβου, φησὶ, καὶ τρόµου. Ὁρᾷς ὅτι οὐ τὸν αὐτὸν ἀπαιτεῖ παρὰ γυναικὸς καὶ δούλων φόβον; Ἐκεῖ µὲν γὰρ ἁπλῶς εἶπεν· Ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν ἄνδρα· ἐνταῦθα δὲ µετ' ἐπιτάσεως, Μετὰ φόβου, φησὶ, καὶ τρόµου. Ἐν ἁπλότητι τῆς καρδίας ὑµῶν, ὡς τῷ Χριστῷ. Συνεχῶς τοῦτό φησι. Τί λέγεις, ὦ µακάριε Παῦλε; ἀδελφός ἐστι, τῶν αὐτῶν ἀπέλαυσεν, εἰς τὸ αὐτὸ σῶµα τελεῖ· µᾶλλον δὲ ἀδελφὸς ἐγένετο οὐ τοῦ κυρίου τοῦ ἑαυτοῦ, ἀλλὰ καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τῶν αὐτῶν ἀπολαύει πάντων, καὶ λέγεις, Ὑπακούετε τοῖς κατὰσάρκα κυρίοις µετὰ φόβου καὶ τρόµου;∆ ιὰ γὰρ τοῦτο, φησὶ, φηµί. Εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν· Ὑποτασσόµενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ· εἰ γὰρ τὴν γυναῖκα προστάσσω φοβεῖσθαι τὸν ἄνδρα, καίτοι αὕτη καὶ ὁµότιµός ἐστι· πολλῷ µᾶλλον τὸν οἰκέτην. Οὐ γὰρ δυσγένεια τὸ πρᾶγµά ἐστιν, ἀλλ' ἡ πρώτη εὐγένεια, τὸ εἰδέναι ἐλαττοῦσθαι, καὶ µετριάζειν, καὶ εἴκειν τῷ πλησίον. Καὶ ἐλεύθεροι ἐλευθέροις µετὰ πολλοῦ φόβου καὶ τρόµου ἐδούλευον. Ἐν ἁπλότητι, φησὶ, καρδίας. Καλῶς εἶπεν· ἐπειδὴ ἔνι µετὰ φόβου καὶ τρόµου δουλεύειν, οὐκ ἐξ εὐνοίας δὲ, ἀλλ' ὡς ἂν ἐξῇ. Λανθάνουσι γὰρ πολλοὶ πολλὰ κακουργοῦντες περὶ τοὺς δεσπότας τοὺς αὐτῶν. Καὶ ταύτην γοῦν ἀναιρεῖ τὴν κακουργίαν, λέγων· Ἐν ἁπλότητι τῆς καρδίας ὑµῶν, ὡς τῷ Κυρίῳ. Μὴ κατ' ὀφθαλµοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέληµα τοῦ Θεοῦ ἐκ ψυχῆς, µετ' εὐνοίας δουλεύοντες, ὡς τῷΚυρίῳ, καὶ οὐκ ἀνθρώποις. Ὁρᾷς πόσων ἐδεήθη, ὥστε τοῦτο ἐµφυτεῦσαι τὸ καλὸν, τὸ, Μετ' εὐνοίας, λέγω, καὶ ἐκ ψυχῆς; Ἐκεῖνο µὲν γὰρ πολλοὺς ὁρῶµεν τοῖς δεσπόταις παρέχοντας, τὸ τοῦ φόβου καὶ τὸ τοῦ τρόµου λέγω, καὶ πρὸς ἐκεῖνο ἡ τοῦ∆ εσπότου ἀπειλὴ πολλὰ ἀνύει· Ἀλλὰ δεῖξον, φησὶν, ὅτι ὡς Χριστοῦ δοῦλος δουλεύεις, οὐχ ὡς ἀνθρώπου· ποίησον εἶναι σὸν τὸ κατόρθωµα. µὴ τῆς ἀνάγκης. Ὥσπερ τὸν παρ' ἑτέρου κακῶς πάσχοντα πείθει καὶ διδάσκει διὰ τῶν ἑξῆς, αὐτοῦ ποιῆσαι τὸ κατόρθωµα καὶ τῆς αὐτοῦ προαιρέσεως· οὔτε καὶ τοῦτον. Ἐπειδὴ γὰρ ὁ πλήξας τὴν σιαγόνα, οὐκ ἀπὸ τῆς διανοίας τῆς τοῦ πληγέντος εἰς τοῦτο ἦλθεν, ἀλλ' ἀπὸ τῆς οἰκείας κακίας, τί φησι; Στρέψον αὐτῷ καὶ τὴν ἄλλην, ἵνα δείξῃς ὅτι καὶ ταύτην οὐκ ἄκων ὑπέστης. Ὁ γὰρ ἐπιδαψιλευσάµενος τῷ παθεῖν κακῶς, καὶ ὅπερ οὐκ ἦν αὐτοῦ, ἐποίησεν ἑαυτοῦ τῷ ῥαπισθῆναι καὶ τὴν ἄλλην σιαγόνα, µὴ τῷ µόνον ἐνεγκεῖν. Τοῦτο µὲν γὰρ ἴσως δόξει καὶ φόβου εἶναι· ἐκεῖνο δὲ φιλοσοφίας πολλῆς. Οὐκοῦν ἔδειξας, ὅτι καὶ τοῦτο διὰ φιλοσοφίαν ἤνεγκας. Ὥστε καὶ νῦν δεῖξον ἐνταῦθα, ὅτι καὶ ταύτην ἑκοντὶ φέρεις τὴν δουλείαν, καὶ οὐχ ὡς ἀνθρωπάρεσκος. Ὁ ἄρα τοιοῦτος, οὐ δοῦλος τοῦ Χριστοῦ· ὁ δὲ δοῦλος τοῦ Χριστοῦ, οὐκ ἀνθρωπάρεσκος. Τίς γὰρ Θεοῦ δοῦλος ὢν, ἀνθρώποις ἀρέσκειν βούλεται; τίς δὲ ἀνθρώποις ἀρέσκων, Θεοῦ δύναται εἶναι δοῦλος; Ἐκ ψυχῆς, φησὶ, µετ' εὐνοίαι δουλεύοντες. Καλῶς οὕτως εἶπεν· ἐπειδὴ γὰρ ἔνι καὶ ἐν ἁπλότητι δουλεύειν, καὶ µὴ κακούργως, µὴ µὴν πάσῃ δυνάµει, ἀλλὰ τὸ ὀφειλόµενον µόνον πληροῦν, διὰ τοῦτό φησιν, ἀπὸπροθυµίας, µὴ ἀπὸ ἀνάγκης, ἀπὸ προαιρέσεως, µὴ ἀπὸ βίας. Ἂν οὕτω δουλεύσῃς, οὐκ εἶ δοῦλος, ἂν ἐκ προαιρέσεως, ἂν µετ' εὐνοίας, ἂν ἀπὸ ψυχῆς, ἂν διὰ τὸν Χριστόν. Ταύτην γὰρ τὴν δουλείαν καὶ Παῦλος δουλεύει ὁ ἐλεύθερος, καὶ βοᾷ λέγων· Οὐ γὰρ ἑαυτοὺς κηρύσσοµεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑµῶν διὰ Ἰησοῦν.
22.2
Ὅρα πῶς ἀφαιρεῖταί σου τὴν δυσγένειαν τῆς δουλείας. Ὥσπερ γὰρ ὁ χρήµατα ἀφῃρηµένος, ἂν καὶ ἕτερα προσδῷ τῷ λαβόντι, οὐκ ἐν τοῖς ἀφῃρηµένοις, ἀλλ' ἐν τοῖς φιλοτίµοις κεῖται, οὐκ ἐν τοῖς παθοῦσικακῶς, ἀλλ' ἐν τοῖς ποιοῦσι καλῶς, καὶ µᾶλλον ὀνείδει περιέβαλε τῷ χαρίσασθαι, ἢ περιεβλήθη τῷ ἀφαιρεθῆναι· οὕτω δὴ ἐνταῦθα, τῇ δαψιλείᾳ καὶ µεγαλοψυχότερος φανεῖται, καὶ δεικνὺς ὅτι οὐκ ᾔσθετο τῆς ἁρπαγῆς, ἐντρέψει ἐκεῖνον. Οὐκοῦν διὰ τὸν Χριστὸν δουλεύωµεν τοῖς δεσπόταις, Εἰδότες, φησὶν, ὅτι ὃ ἄν τι ἄνθρωπος ποιήσῃ ἀγαθὸν, τοῦτο κοµιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Ἐπειδὴ γὰρ εἰκὸς ἦν πολλοὺς τῶν δεσποτῶν ἀπίστους ὄντας µὴ αἰσχύνεσθαι, µηδὲ ἀµείβεσθαι τοὺς οἰκέτας τῆς ὑπακοῆς, ὅρα πῶς αὐτοὺςπαρεµυθήσατο, ὥστε µὴ ὑποπτεύειν τὴν ἀνταπόδοσιν, ἀλλὰ σφόδρα θαῤῥεῖν περὶ τῆς ἀµοιβῆς. Καθάπερ γὰρ οἱ καλῶς πάσχοντες, ὅταν µὴ ἀµείβωνται τοὺς εὐεργέτας, τὸν Θεὸν αὐτοῖς ὀφειλέτην ποιοῦσιν· οὕτω δὴ καὶ οἱ δεσπόται, ἂν παθόντες εὖ παρὰ σοῦ µὴ ἀµείψωνταί σε, µᾶλλον ἠµείψαντο, τὸν Θεὸν ὀφειλέτην σοι καταστήσαντες. Καὶ οἱ κύριοι, φησὶ, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς. Τὰ αὐτά· ποῖα; Μετ' εὐνοίας δουλεύετε. Ἀλλ' οὐκ εἶπε, δουλεύετε, καίτοι γε εἰπὼν τὰ αὐτὰ, τοῦτο ἐδήλωσε· δουλεύει γὰρ καὶ ὁ δεσπότης. Μὴ ὡς ἀνθρωπάρεσκοι, φησὶ, µετὰ φόβου καὶ τρόµου, τουτέστι, τοῦ πρὸς τὸν Θεὸν, δεδοικότες µήποτε ὑµῖν ἐγκαλέσῃ ὑπὲρ τῆς εἰς τοὺς δούλους ἀµελείας. Ἀνιέντες τὴν ἀπειλήν. Μὴ φορτικοὶ, φησὶ, µηδὲ ἐπαχθεῖς γίνεσθε. Εἰδότες ὅτι καὶ ὑµῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Βαβαί! ἡλίκον ᾐνίξατο! πῶς ἐφόβησε! Τουτέστι, τῷ µέτρῳ, ᾧ µετρεῖς, ἀντιµετρηθήσεταί σοι. Μὴ ἀκούσῃς·∆ οῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι. Καὶ προσωποληψία, φησὶν, οὐκ ἔστι παρ' αὐτῷ. Μὴ νοµίσῃς, φησὶν, ὅτι τὰ εἰς τὸν δοῦλον, ὡς εἰς δοῦλον γινόµενα, οὕτως ἀφήσει. Οἱ µὲν γὰρ ἔξωθεν νόµοι διαφορὰν ἴσασι τούτων τῶν γενῶν, ἅτε ἀνθρώπων ὄντες νόµοι· ὁ δὲ νόµος ὁ τοῦ κοινοῦ∆ εσπότου οὐδεµίαν οἶδε διαφορὰν, ἅτε κοινῇ πάντας εὖ ποιῶν, καὶ πᾶσι τῶν αὐτῶν µεταδιδούς. Εἰ δέ τις ἔροιτο πόθεν ἡ δουλεία, καὶ διὰ τί εἰς τὸν βίον εἰσῆλθε τὸν ἀνθρώπινον( καὶ γὰρ οἶδα πολλοὺς καὶ ἐρωτῶντας τὰ τοιαῦτα ἡδέως καὶµαθεῖν βουλοµένους), ἐγὼ πρὸς ὑµᾶς ἐρῶ· Ἡ πλεονεξία τὴν δουλείαν ἔτεκεν, ἡ βαναυσία, ἡ ἀπληστία· ἐπεὶ Νῶε δοῦλον οὐκ εἶχεν, οὐδὲ Ἄβελ, οὐδὲ Σὴθ, ἀλλ' οὐδὲ οἱ µετὰ ταῦτα. Ἁµαρτία τοῦτο τὸ πρᾶγµα ἔτεκεν, ἡ εἰς τοὺς πατέρας ὕβρις. Ἀκουέτωσαν οἱ παῖδες, ὅτι ἄξιοί εἰσι δοῦλοι εἶναι, ὅταν εἰς τοὺς πατέρας ἀγνώµονες ὦσιν. Ἀφείλετο ἑαυτοῦ ὁ τοιοῦτος τὴν εὐγένειαν· ὁ γὰρ ὑβρίζων τὸν πατέρα, οὐκ ἔστιν ἔτι υἱός. Εἰ δὲ ὁ πατέρα ὑβρίζων, οὐκ ἔστιν υἱὸς, ὁ τὸν ὄντως ἡµῶν Πατέρα ὑβρίζων, πῶς ἔσται υἱός; Ἐξῆλθεν ἀπὸ τῆς εὐγενείας, ἐξύβρισεν εἰς τὴν φύσιν. Εἶτα καὶ πόλεµοι καὶ µάχαι αἰχµαλώτους ἔλαβον. Ἀλλ' ὁ Ἀβραὰµ εἶχεν οἰκέτας, φησίν. Ἀλλ' οὐχ ὡς οἰκέταις ἐκέχρητο. Ὅρα πῶς πάντα εἰς τὴν κεφαλὴν ἀναρτᾷ· τὴν γυναῖκα, Ἵνα, φησὶν, ἀγαπᾷ ταύτην· τὰ παιδία, Ἵνα ἐκτρέφῃ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· τοὺς δούλους, Εἰδότες ὅτι καὶ ὑµῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Οὕτω, φησὶ, καὶ αὐτοὶ, ὡς δοῦλοι ὄντες, φιλάνθρωποι γίνεσθε καὶ συγγνωµονικοί. Εἰ δὲ βούλεσθε ἀκοῦσαι, τὰ αὐτὰ ἐροῦµεν περὶ τῶν οἰκετῶν, ἃ καὶ πρότερον περὶ τῶν παίδων· διδάσκετε αὐτοὺς εἶναι εὐλαβεῖς, καὶ πάντως πάντα ἕπεται. Νῦν δὲ εἰς µὲν θέατρον ἀνιὼν, καὶ εἰς βαλανεῖον ἀπιών τις, πάντας ἐπισύρεται τοὺς παῖδας· εἰς δὲ ἐκκλησίαν, οὐκέτι, οὐδὲ ἀναγκάζει παρεῖναι καὶ ἀκούειν. Πῶς δὲ ὁ οἰκέτης ἀκούσεται, σοῦ τοῦ δεσπότου ἑτέροις προσέχοντος; Ἠγόρασας, ἐπρίω τὸν δοῦλον; ἐπίταττε πρότερον αὐτῷ τὰ κατὰ Θεὸν, ὥστε πρὸς τοὺς συνδούλους εἶναι ἤπιον, ἀρετῆς πολὺν ποιεῖσθαι λόγον. Πόλις ἐστὶν ἡ ἑκάστου οἰκία, ἄρχων ἐστὶν ἕκαστος τῆς ἑαυτοῦ οἰκίας. Καὶ ὅτι µὲν τοιαύτη ἡ τῶν πλουτούντων, εὔδηλον, ἔνθα καὶ ἀγροὶ καὶ ἐπίτροποι καὶ ἄρχοντες ἐπὶ ἄρχουσιν· ἐγὼ δὲ καὶ τὴν τῶν πενήτων οἰκίαν φηµὶ πόλιν εἶναι. Καὶ γὰρ καὶ ἐνταῦθά εἰσιν ἀρχαί· οἷον, κρατεῖ τῆς γυναικὸς ὁ ἀνὴρ, ἡ γυνὴ τῶν οἰκετῶν, οἱ οἰκέται τῶν ἰδίων γυναικῶν· πάλιν αἱ γυναῖκες καὶ οἱ ἄνδρες τῶν παίδων. Ἆρα οὐ δοκεῖ σοι, καθάπερ τις βασιλεὺς εἶναι, τοσούτους ἔχων ἄρχοντας ὑποτεταγµένους ἑαυτῷ, καὶ πάντων προσήκειν αὐτὸν οἰκονοµικώτερον εἶναικαὶ πολιτικώτερον; Ὁ γὰρ εἰδὼς διαφόρως κεχρῆσθαι τούτοις, οἶδε τοὺς ἐπιτηδείους ἄρχοντας αἱρεῖσθαι, καὶ αἱρήσεταί γε λαµπρούς. Οὐκοῦν ἔσται βασιλεὺς ἕτερος ἡ γυνὴ ἐν οἰκίᾳ χωρὶς τοῦ διαδήµατος, καὶ ὁ εἰδὼς τὸν βασιλέα τοῦτον αἱρεῖσθαι, πάντα τὰ ἄλλα καλῶς διαθήσει. Τὸ λοιπὸν, ἀδελφοί µου, φησὶν, ἐνδυναµοῦσθε ἐν Κυρίῳ. Ὅταν µέλλῃ τελευτᾷν ὁ λόγος, ἀεὶ τούτῳ κέχρηται τῷ τρόπῳ.
22.3
Οὐχὶ καλῶς ἔλεγον ἐξ ἀρχῆς, ὅτι στρατόπεδόν ἐστιν ὁλόκληρον ἡ ἑκάστου οἰκία; Ἰδοὺ γὰρ διατάξας πάσας τὰς ἀρχὰς, λοιπὸν αὐτοὺς καθοπλίζει, καὶ ἐπὶ πόλεµον ἐξάγει. Ἐὰν γὰρ µηδεὶς τὴν ἀρχὴν ἁρπάζῃ τὴν τοῦ ἑτέρου, ἀλλὰ κατὰ χώραν ἕκαστος µένῃ, πάντα εὖ διακείσεται. Ἐνδυναµοῦσθε, φησὶν, ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ· τουτέστιν, ἐν τῇ ἐλπίδι τῇ εἰς αὐτὸν διὰ τῆς αὐτοῦ βοηθείας. Ἐπειδὴ γὰρ πολλὰ ἐπέταξεν ἅπερ ἔδει γενέσθαι, µὴ δείσητε, φησὶν, ἐπιῤῥίψατε τὴν ἐλπίδα ἐπὶ τὸν Κύριον, καὶ πάντα ἐξευµαρίσει. Καὶ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑµᾶς στῆναι πρὸς τὰς µεθοδείας τοῦ διαβόλου. Οὐκ εἶπε, Πρὸς τὰς µάχας, οὐδὲ, Πρὸς τοὺς πολέµους, ἀλλὰ, Πρὸς τὰς µεθοδείας. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ φανερῶς ἡµῖν ὁ ἐχθρὸς πολεµεῖ, ἀλλὰ µεθοδείᾳ. Τί ἐστι µεθοδεία; Μεθοδεῦσαί ἐστι τὸ ἀπατῆσαι, καὶ διὰ µηχανῆς ἑλεῖν, ὅπερ καὶ ἐπὶ τῶν τεχνῶν γίνεται, καὶ ἐν λόγοις, καὶ ἐν ἔργοις, καὶ ἐν παλαίσµασιν, ἐπὶ τῶνπαραγόντων ἡµᾶς. Οἷόν τι λέγω· Οὐδέποτε φανερὰ προτίθησι τὰ ἁµαρτήµατα, εἰδωλολατρείαν οὐ λέγει, ἀλλ' ἑτέρως αὐτὸ κατασκευάζει µεθοδεύων, τουτέστι, πιθανὸν κατασκευάζωντὸν λόγον, ἐπικαλύµµασι κεχρηµένος. Ἤδη µὲν οὖν καὶ τούτῳ διήγειρε τοὺς στρατιώτας, καὶ νήφειν ἐποίησε, τῷ πεῖσαι καὶ διδάξαι, ὅτι πρὸς ἔµπειρον τῶν πολεµικῶν ἡµῖν ἡ µάχη, καὶ οὐχἁπλῶς οὐδὲ φανερῶς πολεµοῦντα, ἀλλὰ µετὰ πολλῆς τῆς µεθοδείας. Καὶ πρῶτον µὲν ἀπὸ τῆς φύσεως καὶ τοῦ πλήθους τοὺς µαθητὰς ἐπαίρει. Οὐχὶ καταβαλεῖν βουλόµενος τοὺς ὑπ' αὐτὸν ἑστῶτας στρατιώτας, ἀλλ' ἐπᾶραι καὶ διεγεῖραι, εἶπε τὰ σοφίσµατα, καὶ παρεσκεύασε νήφειν. Εἰ µὲν γὰρ µόνον διηγησάµενος αὐτῶν τὴν δύναµιν µέχρι τούτου τὸν λόγον ἔστησε, κἂν κατέβαλεν αὐτούς· εἰ δὲ καὶ πρὸ τούτου καὶ µετὰ τοῦτο δείκνυσι δυνατὸν εἶναι τὸν τοιοῦτον ἑλεῖν, µᾶλλον αὐτοὺς ἐπαίρει. Ἡ γὰρ τῶν ἐναντίων ἰσχὺς ὅσῳ ἂν σαφέστερον παρ' ἡµῶν ἀπαγγέλληται πρὸς τοὺς οἰκείους, τοσούτῳ σπουδαιοτέρους ποιεῖ τοὺς ἡµετέρους. Ὅτι οὐκ ἔστιν ἡµῖν, φησὶν, ἡ πάλη πρὸς αἷµα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσµοκράτορας τοῦ σκότους τοῦ αἰῶνοςτούτου, πρὸς τὰ πνευµατικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Προτρέψας ἀπὸ τοῦ εἴδους τῆς µάχης, λοιπὸν καὶ ἀπὸ τῶν ἐπάθλων τῶν κειµένων αὐτοὺς διεγείρει. Τί γάρ; Εἰπὼν ὅτι σφοδροὶ οἱ ἐχθροὶ, ἐπήγαγεν, ὅτι καὶ µεγάλα ἡµᾶς ἀποστεροῦσι. Ποῖα; Ἐν τοῖς ἐπουρανίοις ἡ µάχη κεῖται· οὐ περὶ χρηµάτων, οὐ περὶ δόξης, ἀλλ' ὑπὲρ ἀνδραποδισµοῦ ὁ ἀγών. Ὥστε ἀκατάλλακτος ἡ ἔχθρα γίνεται. Σφοδροτέρα ἡ φιλονεικία καὶ ἡ µάχη, ὅταν ὑπὲρ µεγάλων ᾖ. Τὸ γὰρ, Ἐν τοῖς ἐπουρανίοις, ἀντὶ τοῦ, ὑπὲρ τῶν ἐπουρανίων, ἐστίν· οὐχ ἵνα αὐτοί τινος τύχωσι νικήσαντες, ἀλλ' ἵνα ἡµᾶς ἀποστερήσωσιν· ὡς ἂν εἰ ἔλεγεν, Ἡ συνθήκη ἔν τινι κεῖται, τὸ ἐν, ὑπέρ ἐστι, καὶ τὸ ἐν, διά ἐστιν. Ὅρα πῶς ἡµᾶς διεγείρει ἡ δύναµις τοῦ ἐχθροῦ, καὶ νήφειν ποιεῖ, τὸ εἰδέναι ὑπὲρ µεγάλων ὄντα τὸν κίνδυνον, καὶ ὑπὲρ µεγάλων τὴν νίκην· τοῦ γὰρ οὐρανοῦ ἡµᾶς ἐκβάλλειν σπουδάζει. Ἀρχὰς τίνας φησὶ καὶ ἐξουσίας καὶ κοσµοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου; ποίου σκότους; ἆρα τῆς νυκτός; Οὐδαµῶς, ἀλλὰ τῆς πονηρίας· Ἦµεν γὰρ, φησὶ, σκότος ποτὲ, οὕτω τὴν πονηρίαν λέγων τὴν ἐν τῷ παρόντι βίῳ. Οὐ γὰρ ἕξει περαιτέρω χώραν, οὐκ ἐν οὐρανῷ, οὐκ ἐν τῷ µετὰ ταῦτα αἰῶνι. Κοσµοκράτορας δὲ αὐτούς φησιν, οὐχ ὡς τοῦ κόσµου κρατοῦντας, ἀλλ' ὡς τῶν πονηρῶν ἔργων ὄντας αἰτίους. Οἶδε γὰρ κόσµον καλεῖν ἡ Γραφὴ τὰς πονηρὰς πράξεις· ὡς ὅταν λέγῃ ὁ Χριστός· Ὑµεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσµου τούτου, ὥσπερ ἐγὼ οὐκ εἰµὶ ἐκ τοῦ κόσµου. Ἆρα οὖν οὐκ ἦσαν ἐκ τοῦ κόσµου; οὐχὶ σάρκα περιέκειντο; οὐ τῶν ἐν κόσµῳ ἦσαν; Καὶ πάλιν· Ὁ κόσµος ἐµὲ µισεῖ, ὑµᾶς δὲ οὐ δύναται µισεῖν· πάλιν τὰς πονηρὰς πράξεις λέγων οὕτως. Ἢ κόσµον ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους λέγει· οἱ γὰρ δαίµονες µᾶλλον τούτων κρατοῦσι. Πρὸς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευµατικὰ, φησὶ, τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ἀρχὰς καὶ ἐξουσίας φησὶ, καθάπερ καὶ ἐπὶ τῶν ἐπουρανίων εἰσὶ θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι.∆ ιὰ τοῦτο, φησὶν, ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡµέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάµενοι στῆναι. Ἡµέραν πονηρὰν, τὸν παρόντα βίον, καὶ αἰῶνα δὲ πονηρὸν τοῦτον καλεῖ, ἀπὸ τῶν ἐν αὐτῷ γινοµένων κακῶν. Τουτέστιν, Ἀεὶ ὁπλίζεσθε. Καὶ ἅπαντα, φησὶ, κατεργασάµενοι· τουτέστι, καὶ πάθη καὶ ἐπιθυµίας ἀτόπους καὶ τὰ ἐνοχλοῦντα ἡµῖν ἅπαντα. Οὐχ ἁπλῶς ἐργάσασθαι εἶπεν, ἀλλὰ κατεργάσασθαι, ὥστε οὐκ ἀνελεῖν µόνον, ἀλλὰ καὶ στῆναι µετὰ τὸ ἀνελεῖν. Πολλοὶ γὰρ τὴν νίκην ταύτην νικήσαντες, πάλιν ἔπεσον. Πάντα, φησὶ, κατεργασάµενοι, οὐ τὸ µὲν ναὶ, τὸ δὲ οὔ· δεῖ γὰρ καὶ µετὰ τὴν νίκην στάσεως. Ἐβλήθη ποτὲ, ἀλλὰ πάλιν ἀναζῇ τὰ βαλλόµενα· ἂν µὴ στῶµεν, ἤδη καὶ πεσόντα ἀνίσταται. Ἕως ἂν στήκωµεν, πέπτωκεν· ἕως ἂν µὴ περιφερώµεθα, ἐκεῖνος οὐκ ἀνίσταται. Ἐνδυσώµεθα τὴν πανοπλίαν τοῦ Θεοῦ.
22.4
Ὁρᾷς πῶς τὸν φόβον ἐξεῖλεν; Εἰ γὰρ δυνατὸν κατεργάσασθαι καὶ στῆναι, τί ἀποφεύγεις τὴν µάχην; Στῆθι κατεργασάµενος, καὶ νενίκηκας. Καὶ µὴ θαυµάσῃς ὅτι, τοσαῦτα περὶ τῆς τῶν ἐχθρῶν δυνάµεως διεξέρχεται· τὸ γὰρ ταῦτα διεξιέναι οὐ δειλίαν ἐµποιεῖ καὶ φόβον, ἀλλὰ τὴν ῥᾳθυµίαν ἀποτινάσσει. Ἵνα δυνηθῆτε, φησὶν, ἀντιστῆναι ἐν τῇ ἡµέρᾳ τῇ πονηρᾷ. Καὶ ἀπὸ τοῦ χρόνου παραµυθεῖται. Βραχὺς, φησὶν, ὁ καιρός· ὥστε χρὴ ἑστάναι· µὴ κάµητε µετὰ τὴν σφαγήν. Εἰ τοίνυν πόλεµός ἐστιν, εἰ τοιαῦται αἱ παρατάξεις εἰσὶν, εἰ ἀσώµατοι αἱ ἀρχαὶ, εἰ κοσµοκράτορες, εἰ πνευµατικὰ τῆς πονηρίας, πῶς τρυφᾷς, εἰπέ µοι; πῶς διακεχυµένος εἶ; πῶς ἀφωπλισµένοι περιγενέσθαι δυνησόµεθα; Ταῦτα ἕκαστος ἑαυτῷ λεγέτω καθ' ἑκάστην ἡµέραν· ὅταν ὑπὸ τοῦ θυµοῦ κρατῆται, ὅταν ὑπὸ ἐπιθυµίας, ὅταν τὸν ὑγρὸν τοῦτον βίον καὶ εἰκῆ ἐπιζητῇ. Ἀκουέτω τοῦ µακαρίου Παύλου λέγοντος· Οὐκ ἔστιν ἡµῖν ἡ πάλη πρὸς αἷµα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας. Χαλεπώτερος οὗτος ὁ πόλεµος τοῦ αἰσθητοῦ, σφοδροτέρα ἡ µάχη. Ἐννόησον ὅσον οὗτος παλαίει χρόνον, ὑπὲρ τίνος πυκτεύει, καὶ γενοῦ σεαυτοῦ ἀσφαλέστερος. Ναὶ, φησὶν, ἀλλ' ἔδει ὄντα διάβολον ἐκ µέσου γενέσθαι, καὶ πάντες ἂν ἐσώζοντο. Ταῦτά τινες τῶν ῥᾳθύµων προφασιζόµενοι φθέγγονται.∆ έον σε εὐχαριστεῖν, ἄνθρωπε, ὅτι τοιούτου περιγίνῃ, ἂν ἐθέλῃς, ἐκ τῶν ἐναντίων καὶ ἀγανακτεῖς, νωθροῦ τινος καὶ ὑπνηλοῦ στρατιώτουφθεγγόµενος ῥήµατα. Οἶδας τὰς λαβὰς, ἂν ἐθέλῃς· περισκόπει πάντοθεν, σαυτὸν τείχιζε. Οὐχὶ πρὸς τὸν διάβολόν ἐστιν ἡ µάχη µόνον, ἀλλὰ καὶ πρὸς τὰς ἐκείνου δυνάµεις. Πῶς οὖν παλαίσοµεν τῷ σκότῳ, φησί; Φῶς γενόµενοι. Πῶς τοῖς πνευµατικοῖς τῆς πονηρίας; Ἀγαθοὶ γενόµενοι. Ἀγαθῷ γὰρ ἐναντίον ἡ πονηρία, καὶ φῶς ἀπελαύνει σκότος· ἂν δὲ καὶ αὐτοὶ ὦµεν σκότος, ἁλωσόµεθα πάντως. Πῶς οὖν αὐτῶν περιεσόµεθα; Ἂν ὅπερ εἰσὶν ἀπὸ φύσεως ἐκεῖνοι, τοῦτο γενώµεθα ἀπὸ προαιρέσεως ἡµεῖς, σαρκὸς ἐκτὸς καὶ αἵµατος· οὕτως αὐτοὺς αἱρήσοµεν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ πολλῶν ἐλαύνεσθαι, µὴ νοµίσητε, φησὶν, ὅτι αὐτοὶ πολεµοῦσιν ἡµῖν. Οἱ ἐνεργοῦντες ἐν αὐτοῖς δαίµονές εἰσιν, οἱ πολεµοῦντες· πρὸς ἐκείνους ἡµῖν ἡ µάχη.∆ ύο δὲ ἀπὸ τούτων κατασκευάζει, αὐτούς τε προθυµοτέρους ποιῶν πρὸς τοὺς πολεµοῦντας αὐτοῖς, καὶ πρὸς ἐκείνους τὸν θυµὸν ἐγείρων. Καὶ τίνος ἕνεκεν πρὸς τούτους ἡµῖν ἡ µάχη γεγένηται; Ἐπειδὴ καὶ σύµµαχον ἔχοµεν ἄµαχον, τοῦ Πνεύµατος τὴν χάριν, τέχνην ἐδιδάχθηµεν τοιαύτην, ὥστε µὴ πρὸς ἀνθρώπους δύνασθαι παλαίειν, ἀλλὰπρὸς δαίµονας. Ἂν δὲ ἐθέλωµεν, οὐδὲ παλαίσοµεν, ἐπειδὴ γὰρ βουλόµεθα, πάλη ἐστίν· ἐπεὶ τοσαύτη ἡ δύναµις τοῦ ἐνοικοῦντος ἐν ἡµῖν, ὡς λέγειν· Ἰδοὺ δέδωκα ὑµῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναµιν τοῦ ἐχθροῦ. Πᾶσαν ἡµῖν δέδωκεν ἐξουσίαν καὶ τοῦ παλαίειν, καὶ τοῦ µὴ παλαίειν· ἐπειδὴ δὲ ἡµεῖς νω θεῖς ἐσµεν, παλαίοµεν αὐτοῖς· ἐπεὶ ὅτι Παῦλος οὐκ ἐπάλαισεν, ἄκουσον αὐτοῦ λέγοντος· Τίς ἡµᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιµὸς, ἢ διωγµὸς, ἢ γυµνότης, ἢ κίνδυνος, ἢ µάχαιρα; Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Ὁ Θεὸς συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑµῶν ἐν τάχει. Εἶχε γὰρ αὐτὸν ὑποτεταγµένον· διὸ καὶ ἔλεγε· Παραγγέλλω σοι ἐν ὀνόµατι τοῦ Κυρίου Ἰησοῦ ἐξελθεῖν ἀπ' αὐτῆς. Τοῦτο δὲ οὐκ ἔστι παλαίοντος. Ὁ γὰρ παλαίων οὐδέπω ἐνίκησεν, ὁ δὲ νικήσας οὐκέτι παλαίει. Ὑπέταξεν αὐτὸν, ἐξῃχµαλώτισε. Καὶ Πέτρος δὲ οὐκ ἐπάλαιε τῷ διαβόλῳ, ἀλλ' ὃ τοῦ παλαῖσαι βέλτιον ἦν, τοῦτο εἰργάζετο. Ἐν τοῖς πιστοῖς, ἐν τοῖς ὑπακούουσιν, ἐν τοῖς κατηχουµένοις ἐκ πολλοῦ τοῦ περιόντος ἐκράτουν αὐτοῦ.∆ ιὸ καὶ ἔλεγεν ὁ µακάριος Παῦλος· Οὐ γὰρ αὐτοῦ τὰ νοήµατα ἀγνοοῦµεν. Ὅθεν καὶ µάλιστα αὐτοῦ περιεγένετο. Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Οὐ θαυµαστὸν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ µετασχηµατίζονται, ὡς διάκονοι δικαιοσύνης. Οὕτως ᾔδει πᾶσαν τὴν µάχην, καὶ οὐδὲν αὐτὸν ἐλάνθανε. Καὶ, Τὸ µυστήριον γὰρ, φησὶν, ἤδη ἐνεργεῖται τῆς ἀνοµίας. Ἀλλὰ πρὸς ἡµᾶς ἡ πάλη ἐστίν. Ἐπεὶ ἄκουε πάλιν αὐτοῦ λέγοντος· Πέπεισµαι ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἐξουσίαι, οὔτε δυνάµεις, οὔτε ἐνεστῶτα, οὔτε µέλλοντα, οὔτε κτίσις ἑτέρα δυνήσεται ἡµᾶς χωρίσαι ἀπὸτῆς ἀγάπης τοῦ Χριστοῦ. Οὐκ εἶπεν ἁπλῶς, Ἀπὸ τοῦ Χριστοῦ, ἀλλ', Ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Πολλοὶ γάρ εἰσιν ἡνωµένοι δῆθεν τῷ Χριστῷ, οὐκ ἀγαπῶντες δὲ αὐτόν. Οὐ µόνον, φησὶν, ἀρνήσασθαί µε οὐ πείσεις, ἀλλ' οὐδὲ ἧττον αὐτὸν ἀγαπῆσαι. Εἰ δὲ αἱ ἄνω δυνάµεις οὐκ ἂν τοῦτο ἴσχυσαν, τίς ἕτερος αὐτὸν µετέστησεν; Οὐχ ὡς δὲ ἐκείνων ἐπιχειρουσῶν, ταῦτά φησιν, ἀλλὰ καθ' ὑπόθεσιν.∆ ιὸ καὶ ἔλεγε· Πέπεισµαι. Οὐκοῦν οὐκ ἐπάλαιεν, ἀλλ' ὅµως φοβεῖται αὐτοῦ τὰς πανουργίας. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Φοβοῦµαι, µή πως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήµατα ὑµῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Ναὶ, φησίν· ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ τούτῳ τῷ ῥήµατι κέχρηται, λέγων· Φοβοῦµαι γὰρ, µή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιµος γένωµαι. Πῶς οὖν πέπεισαι, ὅτι οὐδείς σε χωρίσει;
22.5
Ὁρᾷς ὅτι ταπεινοφροσύνης τὸ ῥῆµά ἐστι καὶ µετριότητος; Ἤδη γὰρ ἐκεῖνος ᾤκει τὸν οὐρανόν· διὸ καὶ ἔλεγεν· Οὐδὲν γὰρ ἐµαυτῷ σύνοιδα· καὶ πάλιν, Τὸν δρόµον τετέλεκα. Ὥστε οὐκ εἰς ταῦτα ἐνεπόδιζεν αὐτῷ ὁ διάβολος, ἀλλ' εἰς τὰ τῶν µαθητῶν. Τί δήποτε; Ἐπειδὴ τούτων οὐκ αὐτὸς ἦν κύριος µόνον, ἀλλὰ καὶ ἡ ἐκείνων προαίρεσις. Ἐκεῖ ἐστιν ὅπου ἐκράτει· µᾶλλον δὲ οὐδὲ ἐκεῖ αὐτοῦ ἐκράτει, ἀλλὰ τῆς ῥᾳθυµίας τῶν µὴ προσεχόντων. Εἰ µὲν γὰρ τὰ παρ' αὐτοῦ µὴ ἐπλήρου, ἢ διὰ νωθείαν, ἢ δι' ἄλλο τι τοιοῦτον, αὐτοῦ ἐκράτει· εἰ δὲ αὐτὸς µὲν πάντα ἔπραττεν, ἐκεῖνοι δὲ οὐκ ἐπείθοντο, οὐκ αὐτοῦ ἐκράτει, ἀλλὰ τῆς ἐκείνων ἀπειθείας· καὶ τὸ νόσηµα οὐ τοῦ ἰατροῦ ἐκράτει, ἀλλὰ τῆς ἀταξίας τοῦ κάµνοντος. Ὅταν γὰρ αὐτὸς µὲν πάντα παρασκευάσηται, ἐκεῖ νος δὲ πάντα διαφθείρῃ, ἐκεῖνος ἥττηται, οὐχ οὗτος. Ὥστε οὐδαµοῦ ἐκράτησε τοῦ Παύλου. Πλὴν ἀλλ' ἐφ' ἡµῶν ἀγαπητὸν τὸ καὶ δύνασθαι παλαίειν. Ῥωµαίοις µὲν οὐ τοῦτο ἐπεύχεται, ἀλλὰ τί; Συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑµῶν ἐν τάχει· καὶ τούτοις οὕτως ἐπεύχεται. Τῷ δυναµένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ, ὧν αἰτούµεθα ἢ νοοῦµεν. Ὁ παλαίων, ἔτι κατέχεται· πλὴν ἀλλ' ἀγαπητὸν καὶ τὸ µὴ πεσεῖν. Τότε ἡ νίκη λαµπρὰ γίνεται, ὅταν ἐξέλθωµεν ἐντεῦθεν. Οἷον, ἔστω τις ἐπιθυµία πονηρά· τὸ µὲν παράδοξον, µηδὲ δέχεσθαι ταύτην, ἀλλὰ σβεννύναι· εἰ δὲ τοῦτο οὐ δυνατὸν, κἂν παλαίωµεν καὶ διαπαντὸς κατέχωµεν· ἂν παλαίοντες ἐξέλθωµεν, νενικήκαµεν. Οὐ γὰρ ὡς ἐπὶ τῶν ἀθλητῶν, οὕτω καὶ ἐνταῦθα· ἐκεῖ µὲν γὰρ ἂν µὴ καταβάλῃς, οὐ νενίκηκας· ἐνταῦθα δὲ ἂν µὴ καταβληθῇς, νενίκηκας· ἂν µὴ καταβληθῇς, κατέβαλες. Εἰκότως· ἐκεῖ µὲν γὰρ ἀµφότεροι ὑπὲρ νίκης σπουδάζουσι, κἂν ὁ ἕτερος καταβληθῇ, ὁ ἕτερος στεφανοῦται· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ διάβολος ὑπὲρ τῆς ἡµετέρας ἥττης σπουδάζει. Ὅταν οὖν αὐτὸν ἀφέλωµαι τοῦτο ὑπὲρ οὗ σπουδάζει, ἐνίκησα· οὐ γὰρ ὥστε καταβαλεῖν, ἀλλ' ὥστε συγκαταβαλεῖν ἐπείγεται. Ἤδη οὖν νενίκηται· αὐτὸς γὰρ ἤδη βέβληται, καὶ ἐν τῇ ἀπωλείᾳ ἐστιν. Ἡ δὲ νίκη αὐτοῦ οὐκ ἐν τῷ στεφανωθῆναι, ἀλλ' ἐν τῷ ἐµὲ ἀπολέσαι· ὥστε ἂν µὴ καταβάλω, µὴ καταβληθῶ δὲ, νενίκηκα. Τίς οὖν ἐστι λαµπρὰ νίκη; Τὸ ἐκ περιουσίας καταπατεῖν αὐτὸν, οἷον ὁ Παῦλος ἐποίει, οὐδὲν ἡγούµενος εἶναι τὰ παρόντα πράγµατα. Τοῦτον καὶ ἡµεῖς µιµώµεθα, καὶ σπουδάζωµεν ἀνώτεροι γενέσθαι, καὶ µηδαµόθεν παρέχειν αὐτῷ λαβήν. Ὁ πλοῦτος δίδωσιν αὐτῷ λαβὴν, τὰ χρήµατα, ἡ κενοδοξία· καὶ πολλάκις µὲν αὐτὸν ἀνέστησε, πολλάκις δὲ ἠγρίανεν. Ἀλλὰ τίς χρεία πάλης; τίς χρεία συµπλοκῆς; Ὁ συµπλεκόµενος ἄδηλον ἔχει τὸ τέλος, πότερον µὴ ἡττηθείη καὶ αὐτὸς καὶ ἁλώσεται· ὁ δὲ καταπατῶν, δήλην ἔχει τὴν νίκην. Οὐκοῦν καταπατήσωµεν τοῦ διαβόλου τὴν δύναµιν, καταπατήσωµεν τὰς ἁµαρτίας, πάντα λέγω τὰ βιωτικὰ, θυµὸν, ἐπιθυµίαν, ἀλαζονείαν, πάντα τὰ πάθη· ἵνα ἀπελθόντες ἐκεῖ, τὴν ἐξουσίαν, ἣν ἔδωκεν ἡµῖν ὁ Θεὸς, µὴ εὑρεθῶµεν προδιδόντες. Οὕτω γὰρ καὶ τῶν µελλόντων ἐπιτευξόµεθα. Εἰ δὲ περὶ τοῦτο γινόµεθα κακοὶ, τίς ἡµῖν ἐγχειρίσει τὰ µείζονα; Εἰ γὰρ τὸν προσκεκρουκότα, τὸν ἠτιµωµένον, τὸν καταπεφρονηµένον, τὸν ὑπὸ τοὺς πόδας κείµενον, πατῆσαι οὐκ ἠδυνήθηµεν, πῶς ἡµῖν δώσει τὰ πατρῷαὁ Πατήρ; εἰ τοῦ οὕτως ὑποτεταγµένου οὐ περιεγενόµεθα, ποίαν ἕξοµεν παῤῥησίαν εἰς τὴν πατρῴαν εἰσελθεῖν οἰκίαν; Εἰπὲ γάρ µοι· εἴ τινα υἱὸν ἔχοις, ἐκεῖνος δὲ ἀφεὶς τοὺς εὐγνωµονοῦντας τῶν οἰκετῶν, ἀναµιγνύηται τοῖς σε λελυπηκόσι, τοῖς ἐκπεπτωκόσι τῆς πατρῴας οἰκίας, τοῖςπερὶ κυβείαν ἠσχοληµένοις, καὶ µέχρι τέλους τοῦτο ποιῇ, οὐχὶ ἀποκληρονόµος ἔσται; Εὔδηλον ὅτι. Οὕτω καὶ ἡµεῖς, ἂν ἀφέντες τοὺς εὐηρεστηκότας καὶ τοὺς ἐπιτεταγµένους ἡµῖν ἀγγέλους, ἀναστρεφώµεθα µετὰ τοῦ διαβόλου, πάντωςἀποκληρονόµοι ἐσόµεθα. Ἀλλὰ µὴ γένοιτο τοῦτο µηδένα παθεῖν ἡµῶν, ἀλλὰ τὸν πόλεµον ἀναδεξαµένους τὸν πρὸς αὐτὸν, καὶ νικήσαντας µετὰ τῆς ἄνωθεν συµµαχίας, κληρονόµους γενέσθαι τῆς βασιλείας τῶν οὐρανῶν. Εἴ τις ἐχθρὸν ἔχει, εἴ τις ὑπ' αὐτοῦ ἠδίκηται, εἴ τις ἀγριαίνει, πάντα τὸν θυµὸν ἐκεῖνον, πᾶσαν τὴν χαλεπότητα συναγαγὼν κενούτω κατὰ τῆς τοῦδιαβόλου κεφαλῆς. Ἐνταῦθα ὁ θυµὸς καλὸν, ἐνταῦθα ἡ ὀργὴ χρήσιµον, ἐνταῦθα ἡ µνησικακία ἐπαινετόν. Ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν τοῦτο τὸ µνησικακεῖν κακὸν, οὕτως ἐνταῦθα τὸ µνησικακεῖν ἀγαθόν. Ὥστε εἰ ἐλαττώµατα ἔχεις, ἐνταῦθα αὐτὰ ἀποσκεύαζε· εἰ δὲ µὴ δύνασαι αὐτὸς ἀποθέσθαι, κἂν µετὰ τῶν µελῶν τῶν σῶν. Ἔπληξέ σέ τις; Μνησικάκησον τῷ διαβόλῳ, καὶ µηδέποτε καταλύσῃς τὴν ἔχθραν τὴν πρὸς αὐτόν. Ἀλλ' οὐκ ἔπληξε; Καὶ οὕτω µνησικάκει, ὅτι τὸν∆ εσπότην ὕβρισε τὸν σὸν, ὅτι προσέκρουσεν, ὅτι τοὺς ἀδελφοὺς λυµαίνεται καὶ πολεµεῖ. Ἀεὶ ἐχθρὸς ἔσο, ἀεὶ πικρὸς, ἀεὶ ἀνήµερος· οὕτω ταπεινὸς ἔσται ἐκεῖ νος, οὕτως εὐκαταφρόνητος, οὕτως εὐχείρωτος. Ἂν ἡµεῖς ἀγριαίνωµεν πρὸς αὐτὸν, ἐκεῖνος οὐκ ἔσται ἡµῖν ἄγριος· ἂν ἡµεῖς ὦµεν ἐπιεικεῖς, τότε ἐκεῖνος ἄγριος ἔσται· οὐχ ὡς ἐπὶ τῶν ἀδελφῶν τῶν ἡµετέρων. Ἐχθρός ἐστι καὶ πολέµιος καὶ τῆς ζωῆς καὶ τῆς σωτηρίας τῆς ἡµετέρας καὶ τῆς αὐτοῦ. Εἰ ἑαυτὸν οὐ φιλεῖ, πῶς ἡµᾶς φιλῆσαι δυνήσεται; Παραταττώµεθα τοίνυν καὶ βάλλωµεν αὐτὸν, ἔχοντες σύµµαχον µέγαν τὸν Κύριον Ἰησοῦν Χριστὸν, ὃς δυνήσεται καὶ ἡµᾶς ἀχειρώτους ποιῆσαι ταῖςἐκείνου πάγαις, καὶ τῶν µελλόντων ἀξιῶσαι ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note