Homilies on Ephesians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
23.0
Στῆτε οὖν περιζωσάµενοι τὴν ὀσφὺν ὑµῶν ἐν ἀληθείᾳ.
23.1
Συντάξας τὸ στρατόπεδον τοῦτο, καὶ διεγείρας αὐτῶν τὴν προθυµίαν( ἀµφοτέρων γὰρ ἔδει, καὶ τοῦ συντεταγµένους εἶναι, καὶ τοῦ θυµὸν αὐτῶνδιεγερθῆναι), καὶ παραθαρσύνας αὐτοὺς( καὶ γὰρ καὶ τούτου ἔδει), λοιπὸν αὐτοὺς καὶ καθοπλίζει. Οὐδὲν γὰρ τῶν ὅπλων ὄφελος, ἐκείνων πρότερον µὴ διατεταγµένων, µηδὲ τοῦ θυµοῦ διεγερθέντος τῆς τοῦ στρατιώτου ψυχῆς.∆ εῖ γὰρ πρότερον αὐτὸν ἔνδοθεν ὁπλίζειν, καὶ τότε ἔξωθεν. Εἰ δὲ ἐπὶ τῶν αἰσθητῶν τοῦτο, πολλῷ µᾶλλον ἐπὶ τῶν νοητῶν στρατιωτῶν· µᾶλλον δὲ ἐπὶ τούτων οὐδὲ ἔστιν ἔξωθεν ὁπλίσασθαι, ἀλλὰ πάντα ἔνδοθεν.∆ ιήγειρε τὸν θυµὸν καὶ ἀνέκαυσε, προσέθηκε τὸ θάρσος, ἔστησεν αὐτοὺς εὐτάκτως· λοιπὸν καθοπλίζει. Ἀλλ' ὅρα πῶς καὶ περιτίθησι τὰ ὅπλα. Στῆτε οὖν, φησί. Πρῶτον τῶν τακτικῶν εἶδος, τὸ εἰδέναι ἑστάναι καλῶς, καὶ πολλὰ παρὰ τοῦτο γένοιτο ἄν.∆ ιὰ τοῦτο πολλὰ περὶ τοῦ στῆναι διαλέγεται, καὶ ἑτέρωθι λέγων· Στῆτε, γρηγορεῖτε· καὶ πάλιν, Οὕτω στήκετε ἐν Κυρίῳ· καὶ πάλιν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω µὴ πέσῃ· καὶ πάλιν, Ἵνα δυνηθῆτε πάντα κατεργασάµενοι στῆναι. Οὐκ ἄρα ἁπλῶς τινα στάσιν φησὶν, ἀλλ' εὔτακτον· καὶ ὅσοι πολέµων εἰσὶν ἔµπειροι, ἴσασιν ὅσον ἐστὶ τὸ εἰδέναι ἑστάναι. Εἰ γὰρ ἐπὶ τῶν πυκτευόντων καὶ παλαιόντων τοῦτο πρὸ τῶν ἄλλων ὁ παιδοτρίβης παρεγγυᾷ, τὸ ἑστάναι, πολλῷ µᾶλλον ἐν τοῖς πολέµοις καὶτοῖς στρατιωτικοῖς πράγµασιν. Ὁ ἑστὼς ὀρθὸς, ἕστηκεν οὐ διακεχυµένος, οὐκ ἐπικλινόµενός τινι· ἡ ἀκριβὴς ὀρθότης ἐν τῇ στάσει φαίνεται. Ὥστε οἱ ὄντως ὀρθοὶ, οὗτοι ἑστήκασιν· οἱ δὲ µὴ ἑστῶτες, οὐκ ἂν εἶεν ὀρθοὶ, ἀλλὰ διαλελυµένοι καὶ διακεχυµένοι. Ὁ τρυφῶν οὐχ ἕστηκεν ὀρθὸς, ἀλλὰ κέκλιται, ὁ λάγνος, ὁ φιλοχρήµατος. Ὁ ἑστάναι εἰδὼς, ἀπ' αὐτῆς τῆς στάσεως, ὥσπερ ἀπό τινος θεµελίου πάντα εὐµαρῆ ἕξει τὰ τῆς πάλης. Στῆτε οὖν, φησὶ, περιζωσάµενοι τὴν ὀσφὺν ὑµῶν ἐν ἀληθείᾳ. Οὐ περὶ αἰσθητῆς ζώνης φησί· πάντα γὰρ τὰ ἐν τῷ χωρίῳ τούτῳ νοητῶς λέγει. Καὶ ὅρα πῶς ὁδῷ προβαίνει. Πρῶτον ἀναζώννυσι τὸν στρατιώτην. Τί δὴ τοῦτό ἐστι;∆ ιαῤῥέοντα καὶ διακεχυµένον ταῖς ἐπιθυµίαις, καὶ χαµαὶ τοὺς λογισµοὺς ἔχοντα συροµένους ἀναστέλλει διὰ τῆς ζώνης, οὐκ ἐῶν αὐτὸν ἐµποδίζεσθαι ὑπὸτῶν ἱµατίων συµπλεκοµένων ταῖς κνηµῖσιν, ἀλλ' εὐλύτοις τοῖς ποσὶν ἀφεὶς τρέχειν. Στῆτε οὖν περιζωσάµενοι, φησὶ, τὴν ὀσφὺν ὑµῶν. Ὀσφὺν δὲ ἐνταῦθά φησι· καθάπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις, οὕτω καὶ ἐφ' ἡµῶν ἡ ὑπόθεσις παντὸς τοῦ σώµατος ἡ ὀσφύς ἐστιν· ὥσπερ γὰρ θεµέλιόν ἐστι, καὶ ἐπ' αὐτῷ τὸ πᾶν οἰκοδοµεῖται, καθάπερ ἰατρῶν παῖδές φασι. Τὴν τοίνυν ψυχὴν ἡµῶν συσφίγγει, ζωννύων τὴν ὀσφύν· οὐ γὰρ δὴ ταύτην τὴν ὀσφύν φησιν, ἀλλὰ νοητῶς διαλέγεται. Καὶ ὥσπερ τῶν κάτω, καὶ τῶν ἄνω ἡ ὀσφὺς θεµέλιός ἐστιν, οὕτω καὶ ἐπὶ τῆς νοητῆς ὀσφύος, Οἱ γοῦν πολλάκις ἀποκαµόντες, καθάπερ εἴς τινα θεµέλιονἐκεῖ τὰς χεῖρας θέντες, οὕτως ἑαυτοὺς διαβαστάζουσι· καὶ ἡ ζώνη διὰ τοῦτο γίνεται ἐν τοῖς πολέµοις, ἵνα συγκρατῇ καὶ συνέχῃ τὸν θεµέλιον τὸν ἐν ἡµῖν.∆ ιὰ τοῦτο καὶ τρέχοντες ζωννύµεθα· ἐκείνη ἀσφαλίζεται τὸ ἐν ἡµῖν ἰσχυρόν. Τοῦτο τοίνυν, φησὶ, καὶ ἐπὶ τῆς ψυχῆς γινέσθω, καὶ πᾶν ὁτιοῦν ποιοῦντες, ἰσχυροὶ ἐσόµεθα. Μάλιστα γὰρ τοῖς στρατιώταις τὸ πρᾶγµα πρέπον ἐστί. Ναὶ, φησὶν, ἀλλὰ ταύτην τὴν ὀσφὺν ἱµάντι δερµατίνῳ ζωννύµεθα· ἡµεῖς δὲ τίνι; Τῷ κεφαλαίῳ τῶν λογισµῶν ἡµῶν, λέγω δὲ τῇ ἀληθείᾳ. Περιεζωσµένοι, φησὶ, τὴν ὀσφὺν ἡµῶν ἐν ἀληθείᾳ. Οὐκοῦν µηδὲν ψεῦδος ἀγαπῶµεν, πάντα τὰ πράγµατα µετίωµεν ἐν ἀληθείᾳ, µὴ ψευδώµεθα εἰς ἀλλήλους· κἂν δόξα ᾖ, τὸ ἀληθὲς ζητῶµεν· κἂν βίος ᾖ, τὸν ἀληθῆ. Ἂν τούτῳ ἑαυτοὺς περιφράξωµεν, ἂν τῇ ἀληθείᾳ ζωσώµεθα, οὐδεὶς ἡµῶν περιέσται. Ὁ δόγµα ἀληθείας ζητῶν, οὐ καταπεσεῖται εἰς τὴν γῆν. Ὅτι γὰρ τὰ µὴ ἀληθῆ ἀπὸ τῆς γῆς ἐστι, δῆλον ἐξ ὧν τοῖς πάθεσι δουλεύουσι πάντες οἱ ἔξωθεν, τοῖς οἰκείοις λογισµοῖς κατακολουθοῦντες.∆ ιὸ ἐὰν νήφωµεν, ἐν τοῖς τῶν Ἑλλήνων λόγοις οὐ διδασκαλίας δεησόµεθα. Ὁρᾷς πῶς εἰσιν ἐκεῖνοι µαλακοὶ καὶ χαῦνοι, οὐδὲν αὐστηρὸν, οὐδὲν ὑπὲρ τὸν ἀνθρώπινον λογισµὸν περὶ Θεοῦ δέξασθαι δυνάµενοι; οὐ γάρ εἰσιν ἐζωσµένοι ἐν ἀληθείᾳ.∆ ιόπερ αὐτῶν ἡ ὀσφὺς ἐκλέλυται, τὸ δεκτικὸν τῶν γεννητικῶν σπερµάτων, καὶ τῶν λογισµῶν τὸ ἰσχυρόν. Οὐδὲν οὖν τούτων ἀσθενέστερον.
23.2
Μανιχαίους δὲ ὁρᾷς πάλιν, πῶς πάντα ἀπὸ τῶν οἰκείων λογισµῶν τολµῶσι φθέγγεσθαι; Οὐκ ἠδύνατο, φησὶν, ὁ Θεὸς ἄνευ ὕλης ποιῆσαι τὸν κόσµον. Πόθεν τοῦτο δῆλον; Χαµόθεν ταῦτα λέγουσι καὶ ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῶν παρ' ἡµῖν. Ὅτι ἄνθρωπος, φησὶν, οὐ δύναται ἑτέρως ποιῆσαι. Πάλιν Μαρκίων ὅρα τί φησιν· Οὐκ ἠδύνατο ὁ Θεὸς σάρκα ἀναλαβὼν µεῖναι καθαρός. Πόθεν τοῦτο δῆλον; Ὅτι οὐδὲ οἱ ἄνθρωποι, φησί. Καίτοι ἄνθρωποι δύνανται. Οὐαλεντῖνος πάλιν χαµαὶ συροµένους ἔχων τοὺς λογισµοὺς, ἀπὸ τῆς γῆς φθέγγεται· ὁµοίως καὶ Παῦλος ὁ Σαµοσατεὺς, καὶ Ἄρειος. Τί γάρ φησιν; Οὐκ ἠδύνατο ὁ Θεὸς γεννῶν, γεννῆσαι ἀπαθῶς. Πόθεν τοῦτο τολµᾷς λέγειν, ὦ Ἄρειε; Ἀπὸ τῶν παρ' ἡµῖν. Ὁρᾷς πάντων χαµαὶ συροµένους τοὺς λογισµοὺς, πάντων κεχαλασµένους, τῆς γῆς πνέοντας; Καὶ δογµάτων µὲν ἕνεκα, οὕτω· βίου δὲ πάλιν, οἱ πόρνοι, οἱ χρηµάτων ἐρῶντες, οἱ δόξης, οἱ τῶν ἄλλων ἁπάντων, χαµαὶ σύρονται· οὐκ ἔχουσιν ἑστηκυῖαν αὐτὴν τὴν ὀσφὺν, ὥστε καµόντες ἐπαναπαύεσθαι, ἀλλ' ἐὰν κάµωσιν, οὐ τιθέασι τὴν χεῖρα καὶ ἑστήκασιν, ἀλλὰ διαλύονται. Ὁ µέντοι ἐζωσµένος τῇ ἀληθείᾳ, πρῶτον µὲν οὐδέποτε καµεῖται· δεύτερον δὲ, κἂν κάµῃ, εἰς αὐτὴν ἐπαναπαύσεται τὴν ἀλήθειαν. Τί γὰρ, εἰπέ µοι; πενία αὐτὸν καµεῖν ποιήσει; Οὐδαµῶς· ἐπαναπαύεται γὰρ ἐπὶ τὸν ὄντως πλοῦτον, καὶ διὰ τῆς πενίας εἴσεται τὴν ὄντως πενίαν. Ἀλλὰ δουλεία ποιήσει αὐτὸν καµεῖν; Οὐδαµῶς· οἶδε γὰρ τὴν ὄντως δουλείαν. Ἀλλὰ νόσος; Ἀλλ' οὐδὲ τοῦτο· Αἱ ὀσφύες ὑµῶν, φησὶν ὁ Χριστὸς, ἔστωσαν ἐζωσµέναι, καὶ οἱ λύχνοι καιόµενοι, ὥστε τὸ φῶς ἔχειν ἄσβεστον. Τοῦτο καὶ οἱ ἐξ Αἰγύπτου ἐξιόντες ποιεῖν ἐπετάττοντο, καὶ ἐζωσµένοι τὸ πάσχα ἤσθιον. Καὶ τίνος ἕνεκεν, φησὶν, οὕτως ἤσθιον; Βούλει µαθεῖν τὴν ὑπόθεσιν ἅπασαν καθ' ἱστορίαν, ἢ κατὰ ἀναγωγήν; Ἐγὼ µὲν οὖν ἀµφότερα ἐρῶ· ὑµεῖς δὲ κατέχετε. Οὐ γὰρ ἁπλῶς, ἵνα µόνον εἴπω τὴν λύσιν, ποιοῦµαι, ἀλλ' ἵνα καὶ ἔργον ἐν ὑµῖν γένηται τὰ ἡµέτερα ῥήµατα. Ἦσαν, φησὶν, ἐζωσµένοι, καὶ αἱ βακτηρίαι αὐτῶν ἐν ταῖς χερσὶ, καὶ τὰ ὑποδήµατα ἐν τοῖς ποσὶ, καὶ οὕτως ἤσθιον τὸ πάσχα. Φρικτὰ καὶ φοβερὰ τὰ µυστήρια, καὶ πολὺ τὸ βάθος ἔχοντα. Εἰ δὲ ἐν τοῖς τύποις οὕτω φοβερὰ, πολλῷ µᾶλλον ἐν τῇ ἀληθείᾳ. Ἐξ Αἰγύπτου ἐξέρχονται, τὸ πάσχα ἐσθίουσι. Πρόσεχε, τὸ σχῆµα ὁδοιπορούντων ἐστί· τὸ γὰρ ὑποδήµατα ἔχειν, καὶ ῥάβδους ἐν ταῖς χερσὶ, καὶ ἑστῶτας ἐσθίειν, οὐδὲν ἕτερον ἢ τοῦτο δηλοῖ. Βούλεσθε τὴν ἱστορίαν ἀκοῦσαι πρῶτον, ἢ τὴν ἀναγωγήν; Τὴν ἱστορίαν ἄµεινον. Τί οὖν ἡ ἱστορία βούλεται; Ἀγνώµονες ἦσαν οἱ Ἰουδαῖοι, καὶ συνεχῶς τοῦ Θεοῦ ἐπελανθάνοντο τῶν εὐεργεσιῶν. Βουλόµενος οὖν καὶ ἄκοντας εἰς µνήµην αὐτῶν ἔρχεσθαι, τὸν τρόπον τῆς βρώσεως τοῦ πάσχα τοῦτον νοµοθετεῖ. Τί δήποτε; Ἵνα καθ' ἕκαστον χρόνον ἔχοντες ἀνάγκην τὴν νοµοθεσίαν τηρεῖν, µνηµονεύωσιν ἀναγκαίως καὶ τοῦ αὐτοὺς ἐξαγαγόν τος Θεοῦ. Οὐκ ἄρα οὖν τῷ χρόνῳ µόνον κατέδησεν αὐτοῦ τὰς εὐεργεσίας ὁ Θεὸς, ἀλλὰ καὶ τῷ σχήµατι τῶν ἐσθιόντων.∆ ιὰ τοῦτο γὰρ ἐζωσµένοι καὶ ὑποδεδεµένοι ἐσθίουσιν, ἵνα ἐρωτώµενοι λέγωσιν, ὅτι Πρὸς ὁδοιπορίαν ἦµεν ἕτοιµοι, καὶ ὅτι Ἐµέλλοµεν ἐξιέναι ἐκ τῆςΑἰγύπτου ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας. Τοῦτο µὲν ὁ καθ' ἱστορίαν τύπος· ἡ δὲ ἀλήθεια, αὕτη. Καὶ ἡµεῖς ἐσθίοµεν πάσχα, τὸν Χριστόν· Τὸ γὰρ πάσχα ἡµῶν ἐτύθη Χριστὸς, φησίν. Ἄρα καὶ ἡµεῖς πάσχα ἐσθίοµεν πολὺ τοῦ νοµικοῦ κρεῖττον. Οὐκοῦν καὶ ὑποδεδεµένοι καὶ ἐζωσµένοι ὀφείλοµεν ἐσθίειν.∆ ιὰ τί; Ἵνα καὶ ἡµεῖς ἕτοιµοι ὦµεν πρὸς τὴν ἔξοδον, πρὸς τὴν ἐντεῦθεν ἀποδηµίαν. Μηδεὶς τῶν τὸ πάσχα τοῦτο ἐσθιόντων πρὸς Αἴγυπτον βλεπέτω, ἀλλὰ πρὸς τὸν οὐρανὸν, πρὸς τὴν ἄνω Ἱερουσαλήµ.∆ ιὰ τοῦτο ἐζωσµένος, διὰ τοῦτο ὑποδεδεµένος ἐσθίεις, ἵνα µάθῃς ὅτι ἅµα τῷ ἄρξασθαι ἐσθίειν τὸ πάσχα, ἀποδηµεῖν ὀφείλεις καὶ ὁδεύειν.∆ ύο δὲ αἰνίττεται· καὶ τὸ δεῖν ἐξιέναι ἀπὸ Αἰγύπτου, καὶ τὸ µένοντας, ὡς εἰς ἀλλοτρίαν λοιπὸν µένειν· Ἡµῶν γὰρ, φησὶ, τὸ πολίτευµα ἐν οὐρανοῖς, καὶ τὸ πάντα τὸν βίον ἀεὶ ἐµπαρασκεύους εἶναι, ὥστε κληθέντας µὴ ἀναβάλλεσθαι, ἀλλὰ λέγειν· Ἑτοίµη ἡ καρδία ἡµῶν. Ἀλλὰ τοῦτο µὲν Παῦλος ἠδύνατο λέγειν, ὁ µηδὲν ἑαυτῷ συνειδώς· ἐγὼ δὲ ὁ πολλοῦ χρόνου δεόµενος εἰς µετάνοιαν, οὐ δύναµαι εἰπεῖν. Ὅτι δὲ τὸ ἐζῶσθαι γρηγορούσης ψυχῆς, ἄκουε τοῦ Θεοῦ λέγοντος τῷ δικαίῳ ἐκείνῳ· Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ µοι ἀποκρίθητι. Τοῦτο καὶ πρὸς πάντας ἁγίους φησὶ, τοῦτο δὲ καὶ πρὸς τὸν Μωϋσέα. Καὶ αὐτὸς δὲ φαίνεται ἐζωσµένος ἐν τῷ Ἰεζεκιήλ· µᾶλλον δὲ καὶ οἱ ἄγγελοι ἡµῖν ἐζωσµένοι φαίνονται, ἅτε στρατιῶται ὄντες. Ἀπὸ τοῦ περιζώσασθαι. τὸ στῆναι γίνεται γενναίως, ὥσπερ ἀπὸ τοῦ στῆναι, τὸ ζώσασθαι. Οὐκοῦν καὶ ἑαυτοὺς περιζώσωµεν· καὶ γὰρ καὶ ἡµεῖς ἐξιέναι µέλλοµεν, καὶ πολλὰ µεταξὺ τὰ χαλεπά. Ὅταν τὸ πεδίον τοῦτο διέλθωµεν, ὁ διάβολος ἐφέστηκεν εὐθέως, πάντα ποιῶν καὶ µηχανώµενος, ὥστε τοὺς ἐξ Αἰγύπτου σωθέντας, ὥστε τοὺς τὴνἘρυθρὰν θάλασσαν διαβάντας, τοὺς ἀπὸ τῶν δαιµόνων καὶ τῶν µυρίων πληγῶν ἅµα ἀπολυοµένους, τούτους λαβὼν ἀπολέσαι. Ἀλλ', ἐὰν νήφωµεν, ἔχοµεν καὶ ἡµεῖς στῦλον πυρὸς, τὴν τοῦ Πνεύµατος χάριν· ὁ αὐτὸς καὶ φωτίζει, καὶ σκιάζει· ἔχοµεν µάννα· µᾶλλον δὲ οὐ µάννα, ἀλλὰ πολλῷ πλέον τοῦ µάννα ἔχοµεν· πόµα πνευµατικὸν, οὐχ ὕδωρ ἀπὸ πέτρας ἔξεισιν. Ἔχοµεν καὶ παρεµβολὴν, τὴν ἔρηµον οἰκοῦντες καὶ νῦν. Ὄντως γὰρ, ὄντως ἔρηµος καὶ νῦν τῆς ἀρετῆς ἡ γῆ γέγονε, καὶ µᾶλλον ἢ ἐκείνη.∆ ιὰ τί ἐκείνη ἡ ἔρηµος φευκτὴ ἦν; ἆρ' οὐχ ὅτι σκορπίους εἶχεν ἐν ἑαυτῇ καὶ ἔχεις; ἐν ᾗ, φησὶν, οὐ διῆλθεν ἄνθρωπος. Ἀλλ' οὐκ ἔστιν, οὐκ ἔστιν οὕτως ἄφορος ἐκείνη καρπῶν, ὡς ἡ ἀνθρωπίνη φύσις.
23.3
Νῦν πόσοι σκορπίοι, πόσαι ἔχεις κατὰ τὴν ἔρηµον ταύτην, πόσοι ὄφεις, πόσοι γεννήµατα ἐχιδνῶν οὗτοι, οὓς νῦν διήλθοµεν; Ἀλλὰ µὴ φοβηθῶµεν· τῆς γὰρ ἐξόδου ταύτης στρατηγεῖ, οὐ Μωϋσῆς, ἀλλὰ Ἰησοῦς. Πῶς οὖν µὴ τὰ αὐτὰ πάθωµεν; Μὴ τὰ αὐτὰ δράσωµεν, καὶ οὐ πεισόµεθα τὰ αὐτά. Ἐκεῖνοι ἐγόγγυζον, ἐκεῖνοι ἀγνώµονες ἦσαν· µὴ τοίνυν ταῦτα πάθωµεν ἡµεῖς. Πῶς ἔπεσον ἐκεῖνοι πάντες; Ἐξουθένησαν τὴν γῆν τὴν ἐπιθυµητήν. Πῶς ἐξουθένησαν; καὶ µὴν ἐθαύµαζον. Τῷ µαλακισθῆναι, καὶ µὴ θελῆσαι πόνους ὑπὲρ αὐτῆς ἀναδέξασθαι. Μὴ τοίνυν ἡµεῖς ἐξουθενήσωµεν τὸν οὐρανόν· τοῦτο ἐξουθένησίς ἐστιν. Ἠνέχθη καὶ παρ' ἡµῖν καρπὸς ἀπὸ τοῦ οὐρανοῦ, οὐκ ἐν ἀµφορεῦσι βασταζόµενος βότρυς, ἀλλ' ὁ ἀῤῥαβὼν τοῦ Πνεύµατος, τὸ πολίτευµα τὸ ἐν τοῖς οὐρανοῖς, ὃ Παῦλος ἐπαίδευσε, ὃ πᾶς τῶν ἀποστόλων χορὸς, οἱ θαυµάσιοι γεωργοί. Οὐ Χάληβ ὁ τοῦ Ἰεφονῆ, οὐδὲ Ἰησοῦς ὁ τοῦ Ναυῆ τοὺς καρποὺς ἤνεγκε τούτους, ἀλλ' ὁ Ἰησοῦς ὁ τοῦ Πατρὸς τῶν οἰκτιρµῶν, ὁ τοῦ ὄντως Θεοῦ Υἱὸς, ἤνεγκε πᾶσαν τὴν ἀρετήν, πάντας τοὺς ἐκεῖθεν καρποὺς ἡµῖν κατήνεγκεν, τοὺς ὕµνους λέγω τοὺς ἐπουρανίους. Ἃ γὰρ τὰ Χερουβὶµ ἄνω λέγει, ταῦτα καὶ ἡµῖν προσέταξε λέγειν, Ἅγιος, ἅγιος, ἅγιος. Ἤνεγκεν ἡµῖν τῶν ἀγγέλων τὴν πολιτείαν· Οὐ γαµοῦσιν, οὐδὲ γαµίζονται οἱ ἄγγελοι· τοῦτο καὶ ἐνταῦθα ἐφύτευσε τὸ καλόν· χρηµάτων οὐκ ἐρῶσιν, οὐδὲ τῶν ἄλλων ἐκεῖνοι· καὶ τοῦτο ἡµῖν ἐγκατέσπειρεν· οὐκ ἀποθνήσκουσιν ἐκεῖνοι· τοῦτο καὶ ἡµῖν ἐχαρίσατο· οὐκέτι γὰρ θάνατος ὁ θάνατος, ἀλλ' ὕπνος. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Λάζαρος ὁ φίλος ἡµῶν κεκοίµηται. Εἶδες τοὺς καρποὺς τῆς ἄνω Ἱερουσαλήµ; Καὶ τὸ δὴ θαυµαστότερον, ὅτι οὔπω ὁ πόλεµος ἐκρίθη, ἀλλὰ πρὸ τῆς ἐπαγγελίας πάντα ταῦτα ἡµῖν δεδώρηται. Ἐκεῖνοι µὲν γὰρ καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐλθόντες, ἐπόνουν· µᾶλλον δὲ οὐκ ἐπόνουν· εἰ γὰρ ἐβούλοντο πείθεσθαι τῷ Θεῷ, χωρὶς ὅπλων καὶ παρατάξεως πάσας ἂν εἷλον τὰς πόλεις· τὴν γοῦν Ἱεριχὼ, χορευόντων µᾶλλον ἢ πολεµούντων τὸ σχῆµα ἔχοντες, ἐτροπώσαντο. Ἡµεῖς δὲ οὐ πολεµοῦµεν µετὰ τὸ εἰσελθεῖν εἰς τὴν γῆν ἐπαγγελίας, τουτέστιν, εἰς τὸν οὐρανὸν, ἀλλ' ἕως ἂν ὦµεν ἐν τῇ ἐρήµῳ, τουτέστιν, ἐν τῷ παρόντι βίῳ. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὑτοῦ, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Μὴ τοίνυν ἀποκάµωµεν τὸ καλὸν ποιοῦντες· καιρῷ γὰρ ἰδίῳ θερίσοµεν, µὴ ἐκλυόµενοι. Ὁρᾷς πῶς καθάπερ ἐκείνους ἤγαγεν, οὕτω καὶ ἡµᾶς; Ἐκεῖ ἐπὶ τοῦ µάννα καὶ τῆς ἐρήµου, φησὶν, Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησε. Καὶ ἡµεῖς τοῦτο προστετάγµεθα, µὴ θησαυρίζειν ἐπὶ τῆς γῆς. Ἂν δὲ θησαυρίζωµεν, οὐκέτι σκώληξ ὁ αἰσθητὸς λυµαίνεται, καθάπερ ἐπὶ τοῦ µάννα, ἀλλ' ὁ τῷ πυρὶ συνδιαιωνίζων. Πάντα οὖν κατεργασώµεθα, ἵνα µὴ τῷ σκώληκι τροφὴν εὐτρεπίσωµεν· Ὁ τὸ πολὺ γὰρ, φησὶν, οὐκ ἐπλεόνασε. Καὶ τοῦτο γὰρ καὶ ἐφ' ἡµῖν γίνεται ἐφ' ἑκάστης· πάντες γὰρ τὸ αὐτὸ µέτρον πληροῦµεν τῆς γαστρός· τὸ δὲ περιττὸν, προσθήκη φροντίδων ἀνοήτων ἐστίν. Ὅπερ γὰρ ἔµελλε µετὰ ταῦτα παραδιδόναι, λέγων, Ἀρκετὸν τῇ ἡµέρᾳ ἡ κακία αὐτῆς, τοῦτο ἄνωθεν ἤδη ἐπαίδευσε, καὶ οὐδὲ οὕτως ἐδέξαντο. Ἀλλ' ἡµεῖς µὴ ἄπληστοι ὦµεν, µὴ ἀγνώµονες, µὴ οἰκίας ζητῶµεν λαµπράς· ὁδεύοµεν γὰρ, οὐκ οἰκοῦµεν. Ὥστε εἴ τις οἶδεν ὅτι ὁ παρὼν βίος ὁδός τίς ἐστι καὶ στρατεία, καὶ ὡς ἂν εἴποι τις τὸ λεγόµενον παρ' αὐτοῖς φωσσάτον, οὐ ζητήσει οἰκοδοµὰς λαµπράς. Τίς γὰρ, εἰπέ µοι, κἂν σφόδρα εὔπορος ᾖ, αἱρήσεται ἐπὶ τοῦ λεγοµένου φωσσάτου οἰκοδοµεῖν οἰκίας λαµπράς; Οὐδὲ εἷς· κατάγελως γὰρ ἔσται, καὶ τοῖς ἐχθροῖς οἰκοδοµήσει, καὶ µᾶλλον αὐτοὺς ἐπισπάσεται· ὥστε ἐὰν νήφωµεν, οὐδὲ ἡµεῖς. Οὐδὲν στρατείας καὶ φωσσάτου ὁ παρὼν βίος διενήνοχε.∆ ιὸ παρακαλῶ, πάντα πράττωµεν, ὥστε µηδὲν ἐνταῦθα θησαυρίζειν· ἂν γὰρ ἔλθῃ ὁ κλέπτων, ταχέως ἀπαναστησόµεθα. Γρηγορεῖτε, φησὶν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται· τὸν θάνατον οὕτω καλῶν. Πρὶν ἢ τοίνυν ἔλθῃ, πάντα ἀποπέµπωµεν εἰς τὴν πατρίδα τὴν ἡµετέραν. Ὧδε δὲ εὔζωνοι ὦµεν, ἵνα δυνηθῶµεν περιγενέσθαι τῶν ἐχθρῶν· ὧν γένοιτο περιγεγονότας ἡµᾶς κατὰ τὴν ἡµέραν τῶν στεφάνων τῆς ἀφθάρτου δόξης ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν ἸησοῦΧριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι, καὶ τὰ ἑξῆς.