Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 24 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
24.0
Στῆτε οὖν περιζωσάµενοι τὴν ὀσφὺν ὑµῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάµενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάµενοι τοὺς πόδας ἐν ἑτοιµασίᾳτοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωµένα σβέσαι, καὶτὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν µάχαιραν τοῦ Πνεύµατος, ὅ ἐστι ῥῆµα Θεοῦ.
24.1
Περιζωσάµενοι, φησὶ, τὴν ὀσφὺν ὑµῶν ἐν ἀληθείᾳ. Τί ποτε τοῦτό ἐστιν; Εἴρηται ἡµῖν ἐν τῇ πρὸ ταύτης διαλέξει, ὅτι δεῖ οὕτως εὐσταλεῖς εἶναι, ὡς µηδὲν ἐµπόδιον εἶναι πρὸς τὸ τρέχειν. Καὶ ἐνδυσάµενοι, φησὶ, τὸν θώρακα τῆς δικαιοσύνης. Καθάπερ ὁ θώραξ ἄτρωτός ἐστιν, οὕτω καὶ ἡ δικαιοσύνη.∆ ικαιοσύνην δὲ ἐνταῦθα τὸν καθόλου καὶ ἐνάρετόν φησι βίον. Τὸν τοιοῦτον οὐδεὶς οὐδέποτε δυνήσεται καταβαλεῖν, ἀλλὰ τιτρώσκουσι µὲν πολλοὶ, διατέµνει δὲ οὐδεὶς, οὐκ αὐτὸς ὁ διάβολος. Ὡς ἂν εἴποι τις, ἐνστερνισάµενοι τὰ δίκαια πράγµατα. Περὶ τούτων. 40] φησὶν ὁ Χριστός· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ὁ ταύτην ἐνστερνισάµενος οὕτως ἐστὶν ἰσχυρὸς, ὡς θώραξ· ὁ τοιοῦτος οὐδέποτε ὀργισθήσεται. Καὶ ὑποδησάµενοι τοὺς πόδας ἐν ἑτοιµασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Ἀσαφέστερόν πως τοῦτο εἴρηται. Τί οὖν ἐστι; Καλὰς ἡµῖν τὰς κνηµῖδας περιέθηκε, τὴν τοῦ Εὐαγγελίου ἑτοιµασίαν. Ἢ τοῦτο γοῦν φησιν, ὥστε ἑτοίµους εἶναι πρὸς τὸ Εὐαγγέλιον, καὶ πρὸς τοῦτο τοῖς ποσὶ κεχρῆσθαι, καὶ προπαρασκευάζειν αὐτοῦ ὁδὸν καὶ προετοιµάζειν· ἢ εἰ µὴ τοῦτο, ἀλλ' ὥστε αὐτοὺς ἑτοίµους εἶναι πρὸς τὴν ἔξοδον. Ἡ τοίνυν ἑτοιµασία τοῦ Εὐαγγελίου οὐκ ἄλλο τί ἐστιν, ἀλλ' ἢ βίος ἄριστος. Ὅπερ ἔλεγεν ὁ Προφήτης, Τὴν ἑτοιµασίαν τῆς καρδίας αὑτῶν προσέσχε τὸ οὖς σου, τουτέστι, τὸ ἐµπαράσκευον. Τοῦ Εὐαγγελίου, φησὶ, τῆς εἰρήνης· εἰκότως. Ἐπειδὴ γὰρ πολέµου ἐµνήσθη καὶ µάχης, δείκνυσιν ὅτι τὴν µάχην πρὸς τοὺς δαίµονας ἔχειν δεῖ· τὸ γὰρ Εὐαγγέλιον, εἰρήνης ἐστίν. Ἐκεῖνος ὁ πόλεµος ἕτερον κα ταλύει πόλεµον τὸν πρὸς τὸν Θεόν· ἂν τῷ διαβόλῳ πολεµῶµεν, εἰρηνεύοµεν τῷ Θεῷ. Μὴ δείσῃς τοίνυν, ἀγαπητὲ, Εὐαγγέλιόν ἐστιν· ἤδη ἡ νίκη γεγένηται. Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως. Πίστιν ἐνταῦθα, οὐ τὴν γνῶσίν φησιν, οὐ γὰρ ἂν αὐτὴν ὑστέραν ἔταξεν, ἀλλὰ τὴν χάριν, δι' ἧς τὰ σηµεῖα γίνεται. Καὶ εἰκότως τὴν πίστιν ὀνοµάζει θυρεόν· καθάπερ γὰρ ἐκεῖνος προβέβληται τοῦ παντὸς σώµατος, ὥσπερ τεῖχος ὢν, οὕτω δὴ καὶ ἡ πίστις· πάντα γὰρ αὐτῇ εἴκει. Ἐν ᾧ δυνήσεσθε, φησὶ, πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωµένα σβέσαι. Οὐδὲν γὰρ δύναται τοῦτον τὸν θυρεὸν διακόψαι. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος πρὸς τοὺς µαθητάς· Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ µεταβήσεται. Πῶς δὲ ἕξοµεν τὴν πίστιν; Ὅταν ἐκεῖνα κατορθώσωµεν. Βέλη δὲ τοῦ Πονηροῦ καὶ τοὺς πειρασµούς φησι, καὶ τὰς ἐπιθυµίας τὰς ἀτόπους. Καλῶς δὲ προσέθηκεν, Τὰ πεπυρωµένα. τοιαῦται γάρ εἰσιν αἱ ἐπιθυµίαι. Εἰ δὲ δαίµοσιν ἐπέταξεν ἡ πίστις, πολλῷ µᾶλλον καὶ τοῖς πάθεσι τῆς ψυχῆς. Καὶ τὴν περικεφαλαίαν, φησὶ, τοῦ σωτηρίου δέξασθε· τουτέστι, τῆς σωτηρίας ὑµῶν. Περιφράττει γὰρ αὐτοὺς, ὡς εἰς πόλεµον ἐξάγων. Καὶ τὴν µάχαιραν τοῦ Πνεύµατος, ὅ ἐστι ῥῆµα Θεοῦ. Ἤτοι τὸ Πνεῦµά φησιν, ἤτοι ἐν τῇ πνευµατικῇ µαχαίρᾳ.∆ ιὰ γὰρ ταύτης πάντα τέµνεται, διὰ ταύτης πάντα κόπτεται, καὶ τὴν κεφαλὴν τοῦ δράκοντος ἀποτέµνοµεν διὰ ταύτης.∆ ιὰ πάσης προσευχῆς καὶ δεήσεως, φησὶ, προσευχόµενοι ἐν παντὶ καιρῷ, ἐν πνεύµατι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶδεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐµοῦ, ἵνα µοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόµατός µου, ἐν παῤῥησίᾳ, γνωρίσαι τὸ µυστήριον τοῦ Εὐαγγελίου, ὑπὲροὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωµαι, ὡς δεῖ µε λαλῆσαι. Καθάπερ τὸ ῥῆµα τοῦ Θεοῦ πάντα ἰσχύει, οὕτω καὶ ὁ τὸ χάρισµα ἔχων τὸ πνευµατικόν. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, φησὶ, καὶ ἐνεργὴς, καὶ τοµώτερος ὑπὲρ πᾶσαν µάχαιραν δίστοµον. Ὅρα δὲ τὴν σύνεσιν τοῦ µακαρίου τούτου. Καθώπλισεν αὐτοὺς µετὰ πάσης ἀσφαλείας· λοιπὸν πῶς δεῖ τὸν Βασιλέα καλεῖν, ὥστε ὀρέξαι χεῖρα, διδάσκει·∆ ιὰ πάσης προσευχῆς, φησὶ, καὶ δεήσεως προσευχόµενοι ἐν παντὶ καιρῷ, ἐν πνεύµατι. Ἔστι γὰρ µὴ ἐν πνεύµατι προσεύχεσθαι, ὅταν τις βαττολογῇ. Καὶ εἰς αὐτὸ, φησὶν, ἀγρυπνοῦντες, τουτέστι, νήφοντες. Τοιοῦτον γὰρ εἶναι χρὴ τὸν καθωπλισµένον, τὸν παρὰ τὸν Βασιλέα ἑστῶτα, ἄγρυπνον καὶ νηφάλιον. Ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐµοῦ, ἵνα µοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόµατός µου. Τί λέγεις, ὦ µακάριε Παῦλε; τῶν µαθητῶν χρείαν ἔχεις; Καὶ καλῶς εἶπεν, Ἐν ἀνοίξει τοῦ στόµατός µου. Οὐκ ἄρα ἐµελέτα ἅπερ ἔλεγεν, ἀλλὰ καθὼς εἶπεν ὁ Χριστός· Ὅταν παραδῶσιν ὑµᾶς, µὴ µεριµνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑµῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὕτω πάντα πίστει ἔπραττε, πάντα χάριτι. Ἐν παῤῥησίᾳ, φησὶ, γνωρίσαι τὸ µυστήριον τοῦ Εὐαγγελίου. Τουτέστι, ἵνα ἀπολογήσωµαι, ὡς χρή. Ἅλυσιν περίκεισαι, καὶ ἑτέρων χρῄζεις; Ναὶ, φησίν· ἐπεὶ καὶ Πέτρος ἅλυσιν περιέκειτο, ἀλλ' ὅµως εὐχὴ ἦν ἐκτενὴς ὑπὲρ αὐτοῦ γινοµένη. Ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωµαι, ὡς δεῖ µε λαλῆσαι. Τουτέστι, µετὰ παῤῥησίας, µετὰ ἀνδρείας, µετὰ συνέσεως πολλῆς ἵνα ἀποκρίνωµαι. Ἵνα δὲ εἰδῆτε καὶ ὑµεῖς τὰ κατ' ἐµὲ, τί πράσσω, πάντα ὑµῖν γνωρίσει Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ.
24.2
Ἐπειδὴ δεσµῶν ἐµνήσθη, ἀφίησί τι καὶ τῷ Τυχικῷ παρ' ἑαυτοῦ διαλεχθῆναι. Ἃ µὲν γὰρ ἦν δογµάτων καὶ παρακλήσεως, ταῦτα διὰ τῆς Ἐπιστολῆς ἐδήλου· ἃ δὲ ἀπαγγελίας ψιλῆς, ταῦτα τῷ κοµίζοντι τὴν Ἐπιστολὴν ἐπέτρεπε.∆ ιὸ καὶ ἐπήγαγεν· Ἵνα γνῶτε τὰ περὶ ἡµῶν, τουτέστιν, Ἵνα µάθητε. Τοῦτο καὶ αὐτοῦ τὴν ἀγάπην ἐδήλου τὴν πρὸς αὐτοὺς, καὶ τὴν ἐκείνων πρὸς αὐτόν. Ὃν ἔπεµψα, φησὶ, πρὸς ὑµᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡµῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑµῶν. Οὐχ ἁπλῶς τοῦτό φησιν, ἀλλὰ πρότερον εἰπὼν, Ἐνδυσάµενοι καὶ περιζωσάµενοι, ὅπερ τοῦ ἀεὶ προσιέναι καὶ ἀδιαλείπτως ἐστὶ τεκµήριον. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Γενηθήτω αὐτῷ, ὡς ἱµάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διαπαντὸς περιζώννυται. Καὶ τὸν Θεὸν δὲ ὁ Προφήτης φησὶ θώρακα δικαιοσύνης περιβεβλῆσθαι, διὰ τούτου παιδεύων ἡµᾶς, ὅτι ἀεὶ, καὶ οὐ πρὸς καιρὸν βραχὺν δεῖ ταῦτα ἔχειν· ἀεὶ γὰρ πολέµου χρεία. Καὶ ἄλλος ἀλλαχοῦ.∆ ίκαιος γὰρ, φησὶν, ὡς λέων πέποιθε. Τὸν γὰρ οὕτω τεθωρακισµένον οὐκ ἔνι φοβηθῆναι τὴν παράταξιν, ἀλλ' εἰς µέσους ἅλλεσθαι τοὺς πολεµίους. Καὶ ὁ Ἡσαΐας, Ὡραῖοι, φησὶν, οἱ πόδες τῶν εὐαγγελιζοµένων εἰρήνην. Τίς οὐκ ἂν δράµοι, τίς οὐκ ἂν διακονήσειε τοιούτῳ πράγµατι, ὥστε εἰρήνην εὐαγγελίζεσθαι καὶ εἰρήνην Θεοῦ πρὸς ἀνθρώπους, εἰρήνην οὐδὲνκαµόντων ἀνθρώπων, ἀλλὰ τοῦ Θεοῦ τὸ πᾶν ἐργασαµένου; Τί δέ ἐστιν ἡ ἑτοιµασία τοῦ Εὐαγγελίου, ἀκούσωµεν Ἰωάννου λέγοντος· Ἑτοιµάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ἀλλὰ ταῦτα µὲν ἐκεῖνος διὰ τὸ βάπτισµα· ἐπεὶ δὲ καὶ ἄλλης ἑτοιµασίας µετὰ τὸ βάπτισµα δεῖ, ταύτην δείκνυσιν οὗτος, καὶ λέγει· Ἐν ἑτοιµασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· αἰνιττόµενος διὰ τούτου, ὥστε µηδὲν ἀνάξιον πράττειν[ τῆς εἰρήνης]. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ οἱ πόδες εἰσὶ τοῦ βίου σύµβολον, διὰ τοῦτο συνεχῶς παραινῶν λέγει, Βλέπετε πῶς ἀκριβῶς περιπατεῖτε, περὶ τοῦ βίου λέγων. Οὐκοῦν ἀξίως πολιτευώµεθα τοῦ εὐαγγελίου, καὶ βίον καὶ πράξεις καθαρὰς ἐπιδεικνυώµεθα διὰ πάσης ἡµῶν τῆς ζωῆς. Εἰρήνη Εὐηγγελίσθη, δότε τοῖς Εὐαγγελίοις τούτοις ἕτοιµον ὁδόν· ὡς ἐὰν πάλιν ἐχθροὶ γένησθε, οὐκέτι ἐστὶν ἑτοιµασία τῆς εἰρήνης. Ἕτοιµοί ἐστε, µὴ ἀναβάλλεσθε πρὸς εἰρήνην. Καθάπερ ἕτοιµοι ἐγένεσθε πρὸς τὴν εἰρήνην καὶ τὴν πίστιν, οὕτω καὶ ἐπιµείνατε. Θυρεός ἐστιν ἡ πίστις, πρῶτος δεχόµενος τὰς τῶν ἐναντίων προσβολὰς, καὶ τὰ ὅπλα τηρῶν ἄτρωτα. Ἐὰν οὖν πίστις ὀρθὴ ᾖ καὶ βίος ὀρθὸς, τὰ ὅπλα ἄτρωτα µένει. Πολλὰ δὲ περὶ πίστεως καὶ ἀλλαχοῦ διαλέγεται, µάλιστα δὲ πρὸς Ἑβραίους γράφων, καὶ περὶ τῆς ἐλπίδος. Πιστεύετε, φησὶ, τοῖς µέλλουσιν ἀγαθοῖς, καὶ οὐδὲν τούτων τρωθήσεται. Ἐν γὰρ τοῖς δεινοῖς, ἐν τοῖς πόνοις τὴν ἐλπίδα προβαλλόµενος καὶ τὴν πίστιν, ἄτρωτα ἐκεῖνα διατηρήσεις. Πιστεῦσαι δεῖ τὸν προσερχόµενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν µισθαποδότης γίνεται. Ἡ πίστις θυρεός ἐστι σκέπων τοὺς ἀπεριέργως πιστεύοντας· ἐὰν δὲ σοφίσµατα ᾖ καὶ λογισµοὶ καὶ εὐθῦναι, οὐκ ἔτι ἐστὶ θυρεὸς, ἀλλὰ συµποδίζει ἡµᾶς. Τοιαύτη ἔστω ἡ πίστις, ὥστε συγκαλύπτειν καὶ συσκιάζειν τὸ πᾶν. Μὴ τοίνυν ἔστω βραχεῖα, ὥστε γυµνοὺς τοὺς πόδας, ἢ ἄλλο τι µέρος ἐᾷν, ἀλλ' ἔστω σύµµετρος ὁ θυρεός. Πεπυρωµένα. Πολλοὶ γὰρ διαλογισµοὶ τὴν ψυχὴν καίοντες, πολλαὶ ἀπορίαι, πολλαὶ ἀµηχανίαι, ἀλλὰ πάντα ὄντως ἡ πίστις ἀναπαύει. Πολλὰ ἐνίησιν ὁ διάβολος, ἐµπυρίζων ἡµῶν τὴν ψυχὴν, καὶ εἰς ἀµφιβολίαν ἄγων, ὡς ὅταν λέγωσί τινες· Ἆρα ἀνάστασις ἔστιν; ἆρα κρίσις; ἆρα ἀνταπόδοσις; Ἀλλ' ἐὰν τὸν θυρεὸν τῆς πίστεως ἔχῃς, σβέσεις ἐν αὐτῇ τὰ βέλη τοῦ διαβόλου. Ἐπῆλθεν ἄτοπός τις ἐν σοὶ ἐπιθυµία, ἀνήφθη πῦρ ἔνδον πονηρῶν λογισµῶν; Προβαλοῦ τὴν πίστιν τῶν µελλόντων ἀγαθῶν, καὶ οὐδὲ φανεῖται, ἀλλ' ἀπολεῖται. Πάντα τὰ βέλη· οὐ τὰ µὲν ναὶ, τὰ δὲ οὔ. Ἄκουε τοῦ Παύλου λέγοντος· Λογίζοµαι γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήµατα τοῦ νῦν καιροῦ πρὸς τὴν µέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡµᾶς. Ὁρᾷς πόσα βέλη τότε ἔσβεσαν οἱ δίκαιοι; Ἢ οὐ δοκεῖ σοι βέλος εἶναι πεπυρωµένον τὸ καίεσθαι τὸν πατριάρχην τῷ ἔνδον πυρὶ τὸν υἱὸν προσφέροντα; Καὶ ἄλλοι δὲ δίκαιοι πάντα αὐτοῦ τὰ βέλη κατέσβεσαν. Ἄν τε οὖν λογισµοὶ ἐπιστρατεύωνται, ταύτην προβαλώµεθα, ἄν τε ἐπιθυµίαι ἄτοποι, ταύτῃ χρώµεθα, ἄν τε πόνοι καὶ ταλαιπωρίαι, ἐπὶ ταύτην ἀναπαυώµεθα· πάντων τῶν ὅπλων αὕτη ἐστὶ φυλακτήριον· ἂν µὴ ταύτην ἔχωµεν, κἀκεῖνα ταχέως τρωθήσεται. Ἐπὶ πᾶσι, φησὶν, ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως. Τί ἐστιν, Ἐπὶ πᾶσι; Καὶ ἐν τῇ ἀληθείᾳ, καὶ ἐν τῇ δικαιοσύνῃ, καὶ ἐν τῇ ἑτοιµασίᾳ τοῦ Εὐαγγελίου. Τουτέστι, ταύτης πάντα ταῦτα χρῄζει.∆ ιὰ τοῦτο ἐπήγαγε· Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, τουτέστιν, ἐν ἀσφαλείᾳ λοιπὸν γενέσθαι διὰ ταύτης δυνήσεσθε, καὶ πάντα κίνδυνον ἐκφυγεῖν. Καθάπερ γὰρ ἡ περικεφαλαία πάντοθεν ἀκριβῶς καλύπτουσα τὴν κεφαλὴν, οὐκ ἀφίησί τι δεινὸν παθεῖν, ἀλλὰ σώζει· οὕτω καὶ ἡ πίστις ἀντὶ θυρεοῦ γίνεται, καὶ ἀντὶ περικεφαλαίας σωτηρίου. Ἂν σβέσωµεν αὐτοῦ τὰ βέλη, ταχέως καὶ τοὺς σώζοντας λογισµοὺς δεξόµεθα τοὺς τὸ ἡγεµονικὸν ἡµῶν οὐκ ἐῶντάς τι παθεῖν. Ἐὰν γὰρ οὗτοι σβεννύωνται οἱ λογισµοὶ οἱ ἐναντίοι, ταχέως οἱ µὴ τοιοῦτοι, ἀλλὰ σώζοντες ἡµᾶς καὶ εὐέλπιδας ποιοῦντες, ἐν ἡµῖν τεχθήσονται, καὶκαθάπερ περικεφαλαία τῇ κεφαλῇ, τῷ ἡγεµονικῷ ἡµῶν ἐγκείσονται.
24.3
Καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ τὴν µάχαιραν δεξόµεθα τοῦ Πνεύµατος, ὥστε µηκέτι ἀσφαλίζεσθαι µόνον τὰ πεµπόµενα, ἀλλὰ καὶ αὐτὸν πλήττειντὸν διάβολον. Ψυχὴ γὰρ µὴ ἀπογνοῦσα ἑαυτῆς, µηδὲ δεχοµένη τὰ πεπυρωµένα βέλη, µετὰ πολλῆς τῆς προθυµίας στήσεται κατὰ τοῦ Ἐχθροῦ, ἀναῤῥήξει αὐτοῦ τὸνθώρακα τῇ µαχαίρᾳ ταύτῃ, δι' ἧς ἀνέῤῥηξε καὶ τὰ νοήµατα αὐτοῦ ᾐχµαλώτευσε Παῦλος· ἀποτεµεῖ καὶ καρατοµήσει τὸν δράκοντα. Ὅ ἐστι ῥῆµα Θεοῦ. Ῥῆµα Θεοῦ ἤτοι τὸ πρόσταγµά φησιν ἐνταῦθα, ἢ τὸ κέλευσµα· ὅπερ καὶ οἱ ἀπόστολοι θαυµατουργοῦντες πανταχοῦ ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ ἔλεγον. Μόνον καὶ ἡµεῖς ἐν πᾶσι τὰ προστάγµατα τοῦ Θεοῦ διατηρῶµεν· ἐὰν γὰρ ποιῶµεν αὐτὰ, διὰ τούτων αὐτὸν ἀνελοῦµεν καὶ κτενοῦµεν τὸν δράκοντα, τὸν ὄφιν τὸν σκολιόν. Καὶ σκόπει µοι σύνεσιν ἐνταῦθα τοῦ Παύλου. Ἐπειδὴ γὰρ εἶπε,∆ υνήσεσθε τὰ βέλη τοῦ διαβόλου τὰ πεπυρωµένα σβέσαι, ἵνα µὴ αὐτοὺς φυσήσῃ, δείκνυσι µάλιστα πάντων πρὸς τοῦτο τοῦ Θεοῦ δεοµένους. Τί γάρ φησι;∆ ιὰ πάσης προσευχῆς καὶ δεήσεως. Ὡσεὶ ἔλεγε· Ταῦτα ἔσται, καὶ κατορθώσετε τὸ πᾶν προσευχόµενοι· µηδέποτε δὲ προσιὼν, ὑπὲρ σαυτοῦ µόνου ἀξίου, καὶ οὕτω τὸν Θεὸν ἵλεων ἕξεις.∆ ιὰ πάσης, φησὶ, προσευχῆς καὶ δεήσεως προσευχόµενοι ἐν παντὶ καιρῷ, ἐν πνεύµατι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει, καὶδεήσει περὶ πάντων τῶν ἁγίων. Μή µοι καιροὺς ὅριζε τῆς ἡµέρας· ἄκουε γὰρ τί φησιν· Ἐν παντὶ καιρῷ πρόσιθι. Ἀδιαλείπτως, φησὶ, προσευχόµενοι. Οὐκ ἤκουσας τῆς χήρας ἐκείνης, πῶς τῇ προσεδρείᾳ περιεγένετο; οὐκ ἤκουσας τοῦ φίλου ἐκείνου τοῦ µέσων νυκτῶν τῇ εὐτονίᾳ δυσωπήσαντος; οὐκ ἤκουσας περὶ τῆς Συροφοινίσσης, πῶς τῇ συνεχείᾳ τῆς ἐντεύξεως τὸν∆ εσπότην ἐξεκαλέσατο; Οὗτοι πάντες τῇ προσεδρείᾳ ἤνυσαν. Προσευχόµενοι, φησὶν, ἐν παντὶ καιρῷ ἐν πνεύµατι. Τουτέστι, Τὰ κατὰ Θεὸν ζητῶµεν, µηδὲν κοσµικὸν, µηδὲν βιωτικόν. Οὐ τοίνυν τοῦ ἀδιαλείπτως προσεύχεσθαι χρεία µόνον, ἀλλὰ καὶ ἀγρυπνοῦντας· Καὶ εἰς αὐτὸ, φησὶν, ἀγρυπνοῦντες. Εἴτε παννυχίδας ἐνταῦθα λέγει, εἴτε τὴν νῆψιν τῆς ψυχῆς, ἀµφότερα δέχοµαι. Ὁρᾷς πῶς ἠγρύπνει ἐκείνη ἡ Χαναναία, ὅτι καὶ τοῦ Κυρίου µὴ ἀποκρινοµένου, ἀλλὰ καὶ ἀποσειοµένου, καὶ κυνάριον αὐτὴν καλέσαντος, ἐκείνη ἔλεγε, Ναὶ, Κύριε, καὶ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν· καὶ οὐκ ἀφίστατο, ἕως ἐπέτυχε τῆς αἰτήσεως; πῶς δὲ ἡ χήρα ἐκείνη ἔκραζε, καὶ µέχρι τοσούτου ἐπέµεινεν, ἕως ὅτου τὸν ἄρχοντα, τὸν µήτε τὸν Θεὸν φοβούµενον, µήτε ἄνθρωπον αἰδούµενονἠδυνήθη δυσωπῆσαι; πῶς δὲ ὁ φίλος ἐπέµενεν ἀωρὶ τῶν νυκτῶν παραµένων, ἕως ὅτου ἐγερθῆναι παρεσκεύασε, δυσωπήσας ἐκεῖνον τῇ προσεδρείᾳ; Τοῦτό ἐστιν ἀγρυπνεῖν. Βούλει µαθεῖν ἀγρυπνίαν ψυχῆς; ἄπιθι πρὸς τὴν Ἄνναν, ἄκουσον αὐτῶν τῶν ῥηµάτων αὐτῆς· Ἀδωναῒ, Ἐλωῒ Σαβαώθ. Μᾶλλον δὲ τὰ πρὸ τῶν ῥηµάτων ἄκουσον. Ἀνέστησαν, φησὶ, πάντες ἀπὸ τῆς τραπέζης, καὶ ἐκείνη εὐθέως οὐ πρὸς ὕπνον ἐτρέπετο, οὐ πρὸς ἀνάπαυσιν. Ὅθεν µοι δοκεῖ καὶ ἐπὶ τῆς τραπέζης καθηµένη, κούφη τις εἶναι, καὶ µὴ βεβαρῆσθαι σιτίοις τισίν· οὐ γὰρ ἂν τοσαῦτα ἠφίει δάκρυα. Εἰ γὰρ ἡµεῖς νήστεις ὄντες καὶ ἄσιτοι, µόλις οὕτως εὐχόµεθα, µᾶλλον δὲ οὐδέποτε οὕτως εὐχόµεθα, πολλῷ µᾶλλον ἐκείνη µετὰ τράπεζαν οὐκ ἂνοὕτως ηὔξατο, εἰ µὴ καὶ ἐν τῇ τραπέζῃ τοῖς ἀσίτοις ἐῴκει. Αἰσχυνθῶµεν οἱ ἄνδρες τὴν γυναῖκα, αἰσχυνθῶµεν οἱ ὑπὲρ βασιλείας ἱκετεύοντες καὶ χασµώµενοι τὴν ὑπὲρ παιδίου δεοµένην καὶ δακρύουσαν. Καὶ κατέστη, φησὶν, ἐνώπιον Κυρίου, καὶ τί φησιν; Ἀδωναῒ Κύριε, Ἐλωῒ Σαβαώθ. Τοῦτο δὲ ἑρµηνευόµενόν ἐστι, Κύριε ὁ Θεὸς τῶν δυνάµεων. Προέτρεχε τῆς γλώττης τὰ δάκρυα· τούτοις ἐπικάµπτειν τὸν Θεὸν ἤλπιζεν. Ἔνθα δάκρυα, πάντως ἐκεῖ καὶ θλῖψις· ἔνθα θλῖψις, καὶ φιλοσοφία πολλὴ καὶ προσοχή. Ἐὰν ἀκούων εἰσακούσῃ, φησὶ, τῆς προσευχῆς τῆς δούλης σου, καὶ δῷς µοι υἱὸν, δώσω αὐτὸν δοτὸν τῷ Κυρίῳ πάντα τὸν χρόνον. Οὐκ εἶπεν, ἐνιαυτὸν µόνον ἢ δύο, καθάπερ ἡµεῖς· οὐδὲ εἶπεν, Ἐὰν δῷς µοι παιδίον, δίδωµι χρήµατα· ἀλλ', Ὁλόκληρον αὐτὸ τὸ δῶρον ἀντιδίδωµι, τὸν πρωτότοκον, τὸν τῆς εὐχῆς υἱόν. Αὕτη θυγάτηρ ἦν τοῦ Ἀβραάµ. Ἐκεῖνος αἰτηθεὶς, ἔδωκεν· αὕτη δὲ καὶ πρὸ τῆς αἰτήσεως δίδωσιν. Ἀλλ' ὅρα καὶ ἐντεῦθεν αὐτῆς τὴν εὐλάβειαν. Φωνὴ αὐτῆς, φησὶν, οὐκ ἠκούετο, τὰ δὲ χείλη αὐτῆς ἐκινεῖτο. Οὕτως ὁ βουλόµενος ἀνύσαι προσέρχεται τῷ Θεῷ, οὐ µαλακιζόµενος οὐδὲ χασµώµενος οὐδὲ ἐκλελυµένος οὐδὲ κνώµενος οὐδὲ ἀκηδιῶν. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς καὶ χωρὶς εὐχῆς δοῦναι; µὴ γὰρ οὐκ ᾔδει καὶ πρὸ τῆς αἰτήσεως τὴν ἐπιθυµίαν τῆς γυναικός; ἀλλ' εἰ ἔδωκε πρὸ τῆς αἰτήσεως, οὐκ ἂν ἐφάνη τῆς γυναικὸς ἡ προθυµία, οὐκ ἂν γέγονεν ἡ ἀρετὴ αὐτῆς δήλη, οὐκ ἂν τοσοῦτον ἐκτήσατο µισθόν. Ὥστε ἡ ἀναβολὴ, οὐχὶ φθόνου ἐστὶν οὐδὲ βασκανίας, ἀλλὰ κηδεµονίας.
24.4
Ὅταν οὖν ἀκούσῃς τῆς Γραφῆς λεγούσης, Ὅτι ἀπέκλεισε τὰ περὶ τὴν µήτραν αὐτῆς, καὶ ὅτι παρώργιζεν αὐτὴν ἡ ἀντίζηλος αὐτῆς, ἐννόησον ὅτιτὴν φιλοσοφίαν δεῖξαι βούλεται τῆς γυναικός. Σκόπει γάρ· Εἶχε τὸν ἄνδρα δεδουλωµένον· ἔλεγε γὰρ πρὸς αὐτήν· Οὐκ ἀγαθός σοι ἐγὼ ὑπὲρ δέκα τέκνα; Καὶ παρώργιζεν αὐτὴν, φησὶν, ἡ ἀντίζηλος αὐτῆς· τουτέστιν, ὠνείδιζεν, ἐφήλλετο· καὶ οὐδέποτε αὐτὴν ἠµύνατο, οὐδὲ κατηύξατο αὐτῆς, οὐδὲ εἶπεν· Ἐπειδὴ ὀνειδίζει µοι ἡ ἀντίζηλος, ἐκδίκησόν µε. Εἶχεν ἐκείνη παιδία, ἀλλ' εἶχεν αὕτη τὴν ἀγάπην τὴν τοῦ ἀνδρὸς ἀντίῤῥοπον. Τούτῳ γοῦν αὐτὴν καὶ παρεµυθήσατο λέγων· Οὐκ ἀγαθός σοι ἐγὼ ὑπὲρ δέκα τέκνα; Ἀλλὰ πάλιν ἴδωµεν τῆς γυναικὸς τὴν φιλοσοφίαν. Καὶ ἐλογίσατο αὐτὴν, φησὶν, Ἠλεὶ εἰς µεθύουσαν. Ἀλλ' ὅρα καὶ πρὸς αὐτὸν τί φησι· Μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λύµης, ὅτι ἐκ πλήθους ἀδολεσχίας µου ἐκτέτηκα ἕως τοῦ νῦν. Τοῦτο ἀληθῶς καρδίας συντετριµµένης, ὅταν πρὸς τοὺς ὑβρίζοντας µὴ χαλεπαίνωµεν, ὅταν µὴ δυσχεραίνωµεν, ὅταν ἀπολογώµεθα. Οὐδὲν οὕτω ποιεῖ καρδίαν φιλόσοφον, ὡς θλῖψις· οὐδὲν οὕτω πρᾶγµα ἡδὺ, ὡς πένθος τὸ κατὰ Θεόν. Ἐκ πλήθους, φησὶν, ἀδολεσχίας µου ἐκτέτηκα ἕως τοῦ νῦν. Ταύτην µιµώµεθα ἅπαντες. Ἀκούετε ὅσαι στεῖραι, ἀκούετε ὅσαι παίδων ἐρᾶτε, ἀκούετε καὶ ἄνδρες καὶ γυναῖκες· καὶ γὰρ καὶ ἄνδρες συνεβάλλοντο πολλάκις. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Καὶ ἐδεῖτο Ἰσαὰκ Ῥεβέκκα τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Μεγάλα γὰρ δύναται ἡ εὐχή. Ἐν πάσῃ, φησὶ, προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐµοῦ, ἑαυτὸν ἔσχατον τιθείς. Τί ποιεῖς, ὦ µακάριε Παῦλε, ἑαυτὸν ἔσχατον τιθείς; Ναὶ, φησὶν, Ἵνα µοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόµατός µου, ἐν παῤῥησίᾳ γνωρίσαι τὸ µυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει. Ποῦ πρεσβεύεις; Πρὸς ἀνθρώπους, φησί. Βαβαὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ! Ἔπεµψε πρεσβεύοντας ἐκ τῶν οὐρανῶν ὑπὲρ αὐτοῦ, ὑπὲρ εἰρήνης, καὶ λαβόντες ἔδησαν αὐτοὺς οἱ ἄνθρωποι, καὶ οὐδὲ τὸν κοινὸν νόµον ᾐδέσθησαν, ὅτι ὁ πρεσβεύων οὐδέποτε πάσχει τι κακόν. Ἀλλ' ὅµως ἐγὼ πρεσβεύω ἐν ἁλύσει. Ἡ ἅλυσις ἐπίκειται τὴν παῤῥησίαν ἐπιστοµίζουσα, ἀλλ' ἡ εὐχὴ ἡ ὑµετέρα ἀνοίγει µου τὸ στόµα, ἵνα ἐν αὐτῷ παῤῥησιάσωµαι, ὡς δεῖ µε λαλῆσαι· τουτέστιν, Ἵνα πάντα ἃ ἐπέµφθην εἰπεῖν, εἴπω. Ἵνα δὲ εἰδῆτε καὶ ὑµεῖς τὰ κατ' ἐµὲ, τί πράσσω, πάντα ὑµῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ. Εἰ πιστὸς, οὐδὲν ψεύσεται, ἀλλὰ πάντα ἀληθεύσει. Ὃν ἔπεµψα πρὸς ὑµᾶς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡµῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑµῶν. Βαβαὶ, πόση ἡ ἀγάπη! Ἵνα µὴ ἐξῇ, φησὶ, τοῖς βουλοµένοις πτοεῖν ὑµᾶς· εἰκὸς γὰρ αὐτοὺς ἐν δεινοῖς εἶναι· τὸ γὰρ, Παρακαλέσει τὰς καρδίας ὑµῶν, τοῦτο αἰνίττεται. Ἵνα µὴ ἀφῇ, φησὶ, καταπεσεῖν. Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη µετὰ πίστεως ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ ἀγάπην µετὰ πίστεως. Καλῶς εἶπε· βούλεται γὰρ µὴ ἁπλῶς ἔχειν τὸν τῆς ἀγάπης λόγον, καὶ τοῖς ἑτεροπίστοις ἑαυτοὺς ἀναµιγνύναι. Ἢ τοῦτο, ἢ ἐκεῖνό φησιν, ὥστε καὶ πίστιν αὐτοὺς ἔχειν, ὥστε θαῤῥεῖν καὶ περὶ τῶν µελλόντων. Ἡ εἰρήνη πρὸς τὸν Θεὸν, καὶ ἡ ἀγάπη. Ἐὰν γὰρ εἰρήνη ᾖ, καὶ ἀγάπη ἔσται· ἂν ἀγάπη, καὶ εἰρήνη ἔσται. Μετὰ πίστεως. Οὐδὲν γὰρ ὄφελος ἀγάπης, πίστεως χωρίς· µᾶλλον δὲ οὐδ' ἂν γένοιτο ἀγάπη ἑτέρως. Καὶ χάρις µετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡµῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀµήν. Ἐνταῦθα διεῖλε, τὴν εἰρήνην κατ' ἰδίαν θεὶς, καὶ τὴν χάριν. Ἐν ἀφθαρσίᾳ, φησὶν, Ἀµήν. Τί ἐστιν, Ἐν ἀφθαρσίᾳ; Ἤτοι ἐν κοσµιότητι, ἢ ὑπὲρ τῶν ἀφθάρτων· οἷον µὴ ἐν πλούτῳ, µηδὲ ἐν δόξῃ, ἀλλ' ἐν ἐκείνοις τοῖς ἀφθάρτοις. Τὸ, ἐν, διά ἐστι.∆ ιὰ ἀφθαρσίας, φησί· τουτέστι, δι' ἀρετῆς. Πᾶσα γὰρ ἁµαρτία φθορά· καὶ καθάπερ τὴν παρθένον φθείρεσθαι λέγοµεν, οὕτω καὶ τὴν ψυχήν.∆ ιὰ τοῦτο Παῦλος ἔλεγε· Μή πως φθαρῇ τὰ νοήµατα ὑµῶν· καὶ πάλιν ἀλλαχοῦ, Ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν, φησί.
24.5
Τί γὰρ, εἰπέ µοι, φθορὰ σώµατος; οὐχὶ διάλυσις τοῦ παντὸς, καὶ τῆς συνθέσεως αὐτῆς; Τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς γίνεται, τῆς ἁµαρτίας εἰσελθούσης. Κάλλος γὰρ ψυχῆς σωφροσύνη, δικαιοσύνη· ὑγίεια ψυχῆς ἀνδρεία, φρόνησις. Ὅ τε γὰρ αἰσχρὸς δυσειδὴς, ὅ τε πλεονέκτης, ὅ τε τοῖς πονηροῖς πράγµασιν ἑαυτὸν ἐκδιδοὺς, ὅ τε δειλὸς, ἄνανδρος καὶ ἀσθενὴς καχεκτεῖ. Ὅτι δὲ αἱ ἁµαρτίαι φθορὰν ἐργάζονται, ἐντεῦθεν δῆλον· καὶ γὰρ αἰσχροὺς ποιοῦσι καὶ ἀσθενεῖς, καὶ κάµνειν παρασκευάζουσι. Φθαρῆναι γὰρ τὴν παρθένον καὶ διὰ τοῦτο κυρίως λέγοµεν, οὐχ ὅτι τὸ σῶµα φθείρεται µόνον, ἀλλὰ διὰ τὴν παρανοµίαν· τὸ γὰρ γινόµενον µῖξίς ἐστιν· εἰ δὲ τοῦτο ἦν ἡ φθορὰ, ἦν ἂν καὶ γάµος φθορά. Ὥστε οὐχ ἡ µῖξις φθορὰ, ἀλλ' ἡ ἁµαρτία· ᾔσχυνε γὰρ αὐτήν. Σκόπει δὲ καὶ ἄλλως· φθορὰ οἰκίας τί γένοιτο ἂν, ἢ διάλυσις; Καὶ πανταχοῦ ἡ φθορὰ µεταβολή τίς ἐστιν ἐπὶ τὸ χεῖρον, ἐφ' ἑτέραν ἕξιν καὶ ἀφανισµὸν τοῦ προτέρου γινοµένη. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς· καὶ πάλιν, Ἐν καταφθορᾷ ἀνυποµονήτῳ· καὶ πάλιν, Ἄνθρωποι κατεφθαρµένοι τὸν νοῦν. Φθαρτὸν ἡµῖν τὸ σῶµά ἐστιν, ἀλλ' ἄφθαρτος ἡ ψυχή. Μὴ δὴ οὖν καὶ αὐτὴν φθείρωµεν· τοῦτο ἡ ἁµαρτία εἰργάσατο ἡ προτέρα· ἡ δὲ µετὰ τὸ λουτρὸν καὶ τὴν ψυχὴν φθεῖραι δύναται, καὶ εὐάλωτον ποιῆσαι τῷ σκώληκι τῷ ἀθανάτῳ· οὐ γὰρ ἂν ἥψατο, εἰ µὴ φθαρτὴν εὗρε ψυχήν. Ἀδάµαντος σκώληξ οὐχ ἅπτεται· κἂν ἅψηται, οὐδὲν εἰργάσατο. Μὴ δὴ φθείρῃς τὴν ψυχήν· τὸ γὰρ φθειρόµενον δυσωδίας ἐστὶ µεστόν. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Προσώζεσαν καὶ ἐσάπησαν οἱ µώλωπές µου ἀπὸ προσώπου τῆς ἀφροσύνης µου. Ἀλλ' αὕτη ἡ φθορὰ ἐνδύσεται ἀφθαρσίαν, ἐκείνη δὲ οὐκέτι· ἔνθα γὰρ ἀφθαρσία, φθορὰ οὐκ ἔστιν. Ὥστε φθορὰ ἄφθαρτός ἐστι, τέλος οὐκ ἔχουσα, θάνατος ἀθάνατος. Ὅπερ ἔµελλε γίνεσθαι, εἰ τὸ σῶµα ἔµεινεν ἀθάνατον. Οὕτως ἂν φθορὰν ἔχοντες ἀπέλθωµεν ἐκεῖ, ἄφθαρτον καὶ ἀτελεύτητον ἕξοµεν τὴν φθοράν. Τὸ γὰρ καίεσθαι καὶ σκώληκι διαπαντὸς δαπανᾶσθαι, φθορά ἐστιν ἄφθαρτος· οἷον ἦν καὶ ἐπὶ τοῦ µακαρίου Ἰώβ· ἐφθείρετο, καὶ οὐκ ἀπώλλυτο, καὶ ταῦτα χρόνου πολλοῦ προβεβηκότος· ἀλλ' ἀεὶ ἔτηκε βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων. Τοιοῦτόν τι ἡ ψυχὴ πείσεται τότε, τῶν σκωλήκων αὐτῇ περιεστώτων καὶ διατρωγόντων, οὐκ ἐπὶ δύο ἔτεσιν, οὐδὲ ἐπὶ τρισὶν, οὐδὲ ἐπὶ δέκα, οὐδὲ ἐπὶἑκατὸν, οὐδὲ ἐπὶ µυρίοις, ἀλλ' ἐπὶ ἀτελευτήτοις· Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, φησί. Φοβηθῶµεν τοίνυν, παρακαλῶ, δείσωµεν τὰ ῥήµατα, ἵνα µὴ περιπέσωµεν τοῖς πράγµασι. Φθορὰ ἡ πλεονεξία ἐστὶ, φθορὰ πασῶν χαλεπωτέρα, εἰς εἰδωλολατρείαν ἄγουσα. Φύγωµεν τὴν φθορὰν, ἑλώµεθα τὴν ἀφθαρσίαν. Ἐπλεονέκτησας τὸν δεῖνα; Τὰ µὲν πλεονεκτηθέντα φθείρεται, ἡ δὲ πλεονεξία µένει, φθορὰ ἀφθαρσίας ὑπόθεσις γινοµένη· ἡ µὲν ἀπόλαυσις παρέρχεται, ἄφθαρτος δὲ ἡ ἁµαρτία µένει.∆ εινὸν κακὸν µὴ ἐν τῷ παρόντι βίῳ ἅπαντα ἀποδύσασθαι· µεγάλη συµφορὰ φορτία ἁµαρτηµάτων ἔχοντας ἀπελθεῖν ἐκεῖ. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξοµολογήσεταί σοι; Κριτήριόν ἐστιν ἐκεῖ, µετανοίας λοιπὸν οὐκέτι καιρός. Πόσα ἀπωδύρατο ὁ πλούσιος τότε! ἀλλ' ὅµως οὐδὲν ἤνυσε. Πόσα εἶπον οἱ µὴ θρέψαντες τὸν Χριστόν! ἀλλ' ὅµως ἀπήχθησαν εἰς τὸ πῦρ τὸ αἰώνιον. Πόσα οἱ τὴν ἀνοµίαν ἐργασάµενοι τότε εἶπον, Κύριε, οὐκ ἐν τῷ ὀνόµατί σου προεφητεύσαµεν, καὶ ἐν τῷ ὀνόµατί σου δαιµόνια ἐξεβάλοµεν! ἀλλ' ὅµωςοὐκ ἐγνωρίσθησαν. Πάντα τότε µὲν γίνεται ταῦτα· οὐδεµία δὲ ὄνησις, ἐὰν µὴ νῦν γένηται. Φοβηθῶµεν οὖν, µή ποτε εἴπωµεν τότε· Κύριε, πότε σε εἴδοµεν πεινῶντα, καὶ οὐκ ἐθρέψαµεν; Νῦν αὐτὸν θρέψωµεν, µὴ µίαν ἡµέραν, µηδὲ δευτέραν, µηδὲ τρίτην· Ἐλεηµοσύναι γὰρ, φησὶ, καὶ πίστεις µὴ ἐκλιπέτωσάν σε. Οὐκ εἶπεν, Ἅπαξ ποίησον, οὐδὲ δεύτερον· ἐπεὶ αἱ παρθένοι ἔλαιον εἶχον, ἀλλ' οὐ διαρκές. Ὥστε πολλοῦ ἡµῖν δεῖ τοῦ ἐλαίου, καὶ ὡς ἐλαίαν ἡµᾶς εἶναι κατάκαρπον δεῖ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἐννοήσωµεν οὖν ὅσα ἡµῶν ἕκαστος ἔχει φορτία ἁµαρτηµάτων, καὶ ἀντιῤῥόπους ποιήσωµεν τὰς φιλανθρωπίας, µᾶλλον δὲ καὶ πολλῷ πλείους, ἵνα µὴµόνον σβεσθῶσιν αἱ ἁµαρτίαι, ἀλλ' ἵνα καὶ εἰς δικαιοσύνην ἡµῖν λογισθῶσιν αἱ δικαιοσύναι. Ἂν γὰρ µὴ τοσαῦτα ᾖ τὰ ἀγαθὰ, ὡς καὶ τὰ ἐγκλήµατα ἀποδύσασθαι, καὶ ἐκ τῶν ὑποληφθέντων εἰς δικαιοσύνην ἡµῖν λογισθῆναι, οὐδεὶς ἡµᾶς ἐξαιρήσεταιτῆς κολάσεως· ἧς γένοιτο πάντας ἡµᾶς ἀπαλλαγῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note