Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 2 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
2.0
Ἐν ᾧ καὶ ἐκληρώθηµεν προορισθέντες κατὰ πρό θεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βου λὴν τοῦ θελήµατος αὑτοῦ, εἰς τὸ εἶναι ἡµᾶς εἰς ἔπαινοντῆς δόξης αὐτοῦ, τοὺς προηλπικό τας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑµεῖς ἀκούσαν τες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑµῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσ φραγίσθητε τῷ Πνεύµατι τῆςἐπαγγελίας τῷ ἁγίῳ, ὅ ἐστιν ἀῤῥαβὼν τῆς κληρονοµίας ἡµῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαι νον τῆς δόξης αὐτοῦ.
2.1
Πανταχοῦ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν ἐσπούδασεν ὁ Παῦλος τὴν περὶ ἡµᾶς δεῖξαι, ὡς αὐτῷ δυνατόν. Ὅτι γὰρ µετὰ ἀκριβείας οὐχ οἷόν τε, ἄκουσον τί φησιν αὐτός· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίµατα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! πλὴν ἀλλ' ὡς οἷόν τέ ἐστι δείκνυσι. Τί οὖν ἐστιν ὃ λέγει, Ἐν ᾧ καὶ ἐκληρώθηµεν προορισθέντες; Εἶπεν, Ἐξελέξατο ἡµᾶς, ἀνωτέρω· ἐνταῦθά φησιν· Ἐκληρώθηµεν. Ἀλλ' ἐπειδὴ ὁ κλῆρος συντυχίας πρᾶγµά ἐστιν, οὐ προαιρέσεως οὐδὲ ἀρετῆς· ἀγνοίας γὰρ καὶ ἐπιτυχίας ἔχεται, καὶ τοὺς ἐναρέτους πολλάκις ἀφεὶς, τοὺς οὐδενὸς ἀξίους λόγου, τούτους εἰς µέσον παρήγαγεν· ὅρα πῶς αὐτὸ διορθοῦται. Προορισθέντες, φησὶ, κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος. Τουτέστιν· Οὐχ ἁπλῶς ἐκληρώθηµεν ὥσπερ οὐδὲ ἁπλῶς ἐξελέγηµεν· Θεὸς γὰρ ὁ ἐκλεξάµενος· οὐδὲ ἁπλῶς ἐκληρώθηµεν· Θεὸς γὰρ ὁ κληρωσάµενος· ἀλλὰ κατὰ πρόθεσιν. Τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωµαίους Ἐπιστολῇ γράφων φησί· Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε. Πρότερον εἰπὼν, Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν, ὁµοῦ καὶ τὸ ἐξαίρετον τὸ πρὸς τοὺς ἄλλους δηλῶσαι βουλόµενος, καὶ κλῆρον εἶπεν, ὥστε τὸαὐτεξούσιον µὴ ἀφελέσθαι. Ὅπερ ἐστὶ τοίνυν µακαριότητος µᾶλλον αὐτὸ τίθησιν. Ὁ γὰρ κλῆρος οὐκ ἀρετῆς ἐστιν, ἀλλὰ, ὡς ἄν τις εἴποι, συντυχίας. Ὡς ἂν εἰ ἔλεγε· Κλήρου γενοµένου ἡµᾶς ἐξελέξατο. Τὸ δὲ ὅλον, ἀπὸ τῆς προαιρέσεως προορισθέντας, τουτέστιν, ἑαυτῷ ἐκλεξάµενος ἀφώρισεν· οἷον, ἑώρα ἡµᾶς πρὶν ἢ γενέσθαι κεκληρωµένους. Θαυµαστὴ γὰρ ἡ τοῦ Θεοῦ πρόγνωσις, καὶ πάντα εἰδυῖα πρὶν γενέσεως αὐτῶν. Σὺ δὲ θέα πῶς πανταχοῦ σπουδὴν ποιεῖται δεῖξαι, ὅτι οὐκ ἐκ µετανοίας, ἀλλ' ἄνωθεν τὰ πράγµατα οὕτω τετύπωτο, ὥστε µηδὲν ὑµᾶς ἔχειν τῶνἸουδαίων ἔλαττον κατὰ τοῦτο, καὶ διὰ τοῦτο πάντα ὑπὲρ τούτου ποιεῖ. Πῶς οὖν φησιν αὐτὸς ὁ Χριστὸς, Οὐκ ἀπεστάλην, εἰ µὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ; καὶ πάλιν τοῖς µαθηταῖς ἔλεγεν, Εἰς ὁδὸν ἐθνῶν µὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαµαρειτῶν µὴ εἰσέλθητε; καὶ αὐτὸς δὲ πάλιν ὁ Παῦλος ἔλεγεν, Ὑµῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόµεθα εἰς τὰ ἔθνη;∆ ιὰ γὰρ τοῦτο ταῦτα λέγεται, ἵνα µὴ ὡς ἐκ παρέργου νοµίσῃ τις τοῦτο γεγενῆσθαι. Κατὰ πρόθεσιν, φησὶ, τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήµατος αὐτοῦ. Τουτέστιν, οὐδὲν µετὰ ταῦτα ἐνήργησε, πάντα ἄνωθεν διατυπώσας. Οὕτως αὐ τὸς ἐπάγει τὸ τέλος κατὰ τὴν βουλὴν τοῦ θελήµατος αὐτοῦ. Ὥστε οὐκ ἐπειδὴ Ἰουδαῖοι οὐ προσεῖχον, διὰ τοῦτο τὰ ἔθνη ἐκάλεσεν, οὐδὲ ἀναγκασθεὶς, οὐδὲ ἐξ ἐκείνων ὁρµηθείς. Εἰς τὸ εἶναι ἡµᾶς, φησὶν, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑµεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίαι ὑµῶν· τουτέστι, δι' οὗ. Ὅρα πανταχοῦ αἴτιον πάντων γενόµενον τὸν Χριστὸν, καὶ οὐδαµοῦ τὸ τοῦ ὑπουργοῦ ὄνοµα, οὐδὲ τὸ τοῦ διακόνου· ὥσπερ καὶ ἀλλαχοῦ φησιν Ἑβραίοις γράφων, ὅτι Πάλαι λαλήσας τοῖς πατράσιν ἡµῶν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡµερῶν ἐλάλησεν ἡµῖν ἐν Υἱῷ. Τουτέστι, δι' Υἱοῦ. Τὸν λόγον, φησὶ, τῆς ἀληθείας· οὐκέτι τὸν τοῦ τύπου, οὐδὲ τὸν τῆς εἰκόνος. Τὸ εὐαγγέλιον τῆς σωτηρίας ἡµῶν. Καὶ καλῶς εὐαγγέλιον αὐτὸ σωτηρίας καλεῖ, τὸ µὲν πρὸς τὸν νόµον αἰνιττόµενος, τὸ δὲ πρὸς τὴν µέλλουσαν κόλασιν. Οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ κήρυγµα, ἀλλ' ἢ σωτηρίας εὐαγγέλιον, ὅτι τοὺς ἀξίους ἀπόλλυσθαι οὐκέτι ἀπόλλυσιν. Ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε ἐν τῷ Πνεύµατι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονοµίας ἡµῶν. Πάλιν πολλῆς προνοίας δεῖγµα τὸ σφραγισθῆναι, οὐ τὸ ἀφορισθῆναι, οὐδὲ τὸ κληρωθῆναι µόνον, ἀλλὰ καὶ τὸ σφραγισθῆναι. Καθάπερ γὰρ εἴ τις τοὺς λαχόντας αὐτῷ δήλους ποιήσειεν, οὕτω καὶ ὁ Θεὸς ἀφώρισεν εἰς τὸ πιστεῦσαι, ἐσφράγισεν εἰς τὸ κληρονοµῆσαι τὰ µέλλοντα.
2.2
Ὁρᾷς πῶς, προϊόντος τοῦ χρόνου, θαυµαστοὺς αὐτοὺς ποιεῖ; Ἕως µὲν γὰρ ἦσαν ἐν τῇ προγνώσει, οὐδενὶ ἦσαν δῆλοι· ἐπειδὴ δὲ ἐσφραγίσθησαν, δῆλοι γεγόνασιν, ἀλλ' οὐχ ὡς ἡµεῖς· ἔσονται γὰρ πλὴν ὀλίγων δῆλοι. Ἐσφραγίσθησαν καὶ οἱ Ἰσραηλῖται, ἀλλὰ περιτοµῇ, καθάπερ καὶ τὰ βοσκήµατα καὶ τὰ ἄλογα· ἐσφραγίσθηµεν καὶ ἡµεῖς, ἀλλ' ὡς υἱοὶ, Πνεύµατι. Τί ἐστι, Πνεύµατι ἐπαγγελίας; Ἤτοι ὅτι κατὰ ἐπαγγελίαν αὐτὸ ἐλάβοµεν.∆ ύο γάρ εἰσιν ἐπαγγελίαι, µία µὲν διὰ τῶν προφητῶν, ἑτέρα δὲ ἀπὸ τοῦ Υἱοῦ· διὰ τῶν προφητῶν· ἄκουε τοῦ Ἰωὴλ λέγοντος· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύµατός µου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑµῶν καὶ αἱ θυγατέρες ὑµῶν, καὶ οἱ νεανίσκοι ὑµῶν ὁράσεις ὄψονται, καὶοἱ πρεσβύτεροι ὑµῶν ἐνύπνια ἐνυπνιασθήσονται· ἄκουε δὲ πάλιν τοῦ Χριστοῦ λέγοντος· Καὶ λήψεσθε δύναµιν ἐπελθόντος τοῦ ἁγίου Πνεύµατος ἐφ' ὑµᾶς, καὶ ἔσεσθέ µοι µάρτυρες ἔν τε Ἱερουσαλὴµ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαµαρείᾳ, καὶἕως ἐσχάτου τῆς γῆς. Καίτοι ἔδει, φησὶν, αὐτὸν ὡς Θεὸν πιστευθῆναι· ἀλλ' οὐκ ἀπὸ τούτου διισχυρίζεται, ἀλλ' ὡς περὶ ἀνθρώπου ἐξετάζει, ὥσπερ ἐν τῇ πρὸς Ἑβραίους, λέγων· Ἵνα διὰ δύο πραγµάτων ἀµεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν ἰσχυρὰν παράκλησιν ἔχωµεν. Οὕτω καὶ ἐνταῦθα τεκµήριον ποιεῖται τῆς τῶν µελλόντων ἐπαγγελίας τὰ ἤδη δεδοµένα.∆ ιὰ τοῦτο καὶ ἀῤῥαβῶνα καλεῖ· ὁ γὰρ ἀῤῥαβὼν µέρος ἐστὶ τοῦ παντός. Ἠγόρασε, τὰ παρ' ἡµῶν, τὴν σωτηρίαν τὴν ἡµετέραν, καὶ ἔδωκεν ἡµῖν ἀῤῥαβῶνα τέως.∆ ιὰ τί οὖν µὴ τὸ ὅλον εὐθέως ἔδωκεν; Ἐπειδὴ µηδὲ ἡµεῖς τὸ ὅλον εἰργασάµεθα. Ἐπιστεύσαµεν· τοῦτο ἀρχή· ἔδωκε καὶ αὐτὸς ἀῤῥαβῶ να, Ὅταν τὴν πίστιν διὰ τῶν ἔργων δείξωµεν, τότε τὸ πᾶν προστίθησι. Μᾶλλον δὲ καὶ ἄλλην ἔδωκε τιµὴν, τὸ ἴδιον αἷµα, καὶ πάλιν ἄλλην ὑπέσχετο. Καθάπερ εἰ πόλεµος εἴη, ἔθνεσι πρὸς ἔθνη διδόασιν ὁµήρους· οὕτω καὶ ὁ Θεὸς ἔδωκε τὸν Υἱὸν αὐτοῦ, τῆς εἰρήνης καὶ τῶν σπονδῶν ἐνέχυρον, καὶ τὸ Πνεῦµα τὸ ἅγιον τὸ ἐξ αὐτοῦ· οἱ γὰρ ὄντως Πνεύµατος µετέχοντες, ἴσασιν ὅτι ἀῤῥαβὼν τῆς κληρονοµίας ἡµῶν ἐστι. Τοιοῦτος ὁ Παῦλος ἦν, ἐντεῦθεν ἤδη τῶν ἐκεῖ γεγευµένος· διὸ καὶ ἠπείγετο καὶ ὤδινε τὰ ἐνθάδε ἀφεῖναι, καὶ ἔστενεν· ἑτέροις γὰρ ὀφθαλµοῖς ἑώρα, πάντα τὸν νοῦν µεταστήσας ἐκεῖ. Οὐ µετέχεις τῶν πραγµάτων· διὰ τοῦτο καὶ τῶν ῥηµάτων ἐκπίπτεις. Εἰ µετείχοµεν πάντες Πνεύµατος, ὡς µετέχειν ἔδει, καὶ τοὺς οὐρανοὺς ἑωρῶµεν καὶ τὴν ἐκεῖ κατάστασιν. Ἀῤῥαβὼν δὲ τίνος ἐστί; Τῆς ἀπολυτρώσεως, τῆς περιποιήσεως· ἡ γὰρ καθαρὰ ἀπολύτρωσις τότε γίνεται. Νῦν µὲν γὰρ καὶ ἐν κόσµῳ ἀναστρεφόµεθα, καὶ πολλὰ ἡµῖν ἀνθρώπινα συµπίπτει, καὶ µετὰ ἀσεβῶν ἐσµεν· ἡ δὲ καθαρὰ ἀπολύτρωσις, ὅταν µήτε ἁµαρτήµατα ᾖ, µήτε πάθη ἀνθρώπινα, µήτε ἀναµὶξ µετὰ πάντων ὦµεν, τότε ἐστί. Νῦν δὲ ἀῤῥαβών. Καὶ γὰρ καὶ νῦν αὐτῶν ἀπέστηµεν· οὐ γάρ ἐστι τὸ πολίτευµα ἡµῶν ἐπὶ τῆς γῆς· καὶ νῦν ἐκτός ἐσµεν τῶν ἐνταῦθα· πάροικοι γάρ ἐσµεν καὶ νῦν. Εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. Συνεχῶς τοῦτο τίθησι. Τί δήποτε; Ὅτι ἱκανὸν πληροφορῆσαι τοὺς ἀκούοντας. Εἰ µὲν γὰρ ἡµῶν ἕνεκεν, φησὶ, ταῦτα ἐποίει, οὐκ ἂν ἦν ἀναµφίβολον· εἰ δὲ δι' αὐτὸν, καὶ ὥστε τὴν ἀγαθωσύνην αὐτοῦ δεῖξαι, ὥσπερ τινὰ µαρτυρίαν, αἰτίαν τίθησι τοῦ µὴ ἂν ἄλλως ταῦτα γενέσθαι· ἅπερ καὶ ἐπὶ τῶν Ἰσραηλιτῶν ἄνω καὶ κάτω ὁρῶµεν λεγόµενα· Ποίησον ἡµῖν διὰ τὸ ὄνοµά σου· καὶ πάλιν αὐτὸς ὁ Θεὸς ἔλεγε· Ποιῶ ἕνεκεν ἐµοῦ· καὶ ὁ Μωϋσῆς, Ποίησον ἡµῖν διὰ τὸ ὄνοµά σου, εἰ καὶ µηδενὸς ἕνεκεν ἑτέρου. Πληροφορεῖ γὰρ τοῦτο τοὺς ἀκούοντας καὶ ἀνίησι, µαθόντας ὅτι διὰ τὴν οἰκείαν ἀγαθότητα πάντως ποιήσει, ἅπερ ἐπαγγέλλεται. Ἀλλὰ µὴ ῥᾳθυµῶµεν ἀκούοντες· εἰ γὰρ καὶ δι' ἑαυτὸν ποιεῖ, ἀλλ' ὅµως καὶ τὰ παρ' ἡµῶν ἀπαιτεῖ. Εἰ γὰρ, Τοὺς δοξάζοντάς µε δοξάσω, φησὶ, καὶ οἱ ἐξουθενοῦντές µε ἐξουθενηθήσονται· ἐννοήσωµεν, ὅτι καὶ τὰ παρ' ἡµῶν ἐπιζητεῖ. Ἔπαινός ἐστι τῆς δόξης αὐτοῦ τὸ τοὺς ἐχθροὺς σῶσαι, ἀλλ' ἐκείνους τοὺς µετὰ τὸ γενέσθαι φίλους µείναντας φίλους· ὡς, εἰ πάλιν ἐπὶ τὴν προτέραν ἔχθραν ἐπανέλθοιεν, πάντα εἰκῆ καὶ µάτην.
2.3
Ἕτερον γὰρ οὐκ ἔστι λουτρὸν, οὐδὲ καταλλαγὴ πάλιν δευτέρα, ἀλλὰ φοβερά τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν µέλλοντος τοὺς ὑπεναντίους. Εἰ γὰρ µέλλοιµεν, ἀεὶ ἐχθραίνοντες αὐτῷ, ἀξιοῦσθαι παρ' αὐτοῦ συγγνώµης, οὐ παυσόµεθα ἐχθραίνοντες καὶ θρυπτόµενοι καὶ χείρους γινόµενοι, καὶ πεπηρωµένοι τοῦ ἡλίου τῆς δικαιοσύνης παραγενοµένου. Βούλει λαβεῖν τὴν ἀκτῖνα ἀνοίγουσάν σου τοὺς ὀφθαλµούς; Καλοὺς αὐτοὺς ἔργασαι, ὑγιεῖς, ὀξυδερκεῖς. Ἔδειξέ σοι τὸ φῶς τὸ ἀληθινόν· ἂν πάλιν αὐτὸ φυγὼν, τῷ σκότει προσδράµῃς, τίς ἔσται ἀπολογία, ποία συγγνώµη; Οὐδεµία λοιπόν· µίσους γάρ ἐστιν ἀῤῥήτου τοῦτο σηµεῖον. Ὅτε µὲν γὰρ οὐκ ᾔδεις τὸν Θεὸν, ἐχθραίνων αὐτῷ, ὁπωσδήποτέ τινα συγγνώµην εἶχες· ἐπειδὴ δὲ ἐγεύσω τῆς χρηστότη τος καὶ τοῦ µέλιτος, ἂν πάλιν ἀφεὶς, ἐπὶ τὸν ἔµετον ἔλθῃς τὸν σαυτοῦ, οὐδὲν ἕτερον ἀλλ' ἢ µεγάλου µίσουςκαὶ καταφρονήσεως ἐκφέρεις σηµεῖα. Οὒ, φησὶν, ἀλλ' ὑπὸ τῆς φύσεως ἀναγκάζοµαι· φιλῶ µὲν οὖν τὸν Χριστὸν, ἀναγκάζοµαι δὲ ὑπὸ τῆς φύσεως. Εἰ ἀνάγκην καὶ βίαν ὑποµένεις, ἕξεις συγγνώµην· εἰ δὲ ἀπὸ ῥᾳθυµίας καταπίπτεις, οὐκέτι. Φέρε οὖν, αὐτὸ δὴ τοῦτο ἐξετάσωµεν, πότερον ἐξ ἀνάγκης καὶ βίας τὰ ἁµαρτήµατα γίνεται, ἢ ἀπὸ ῥᾳθυµίας καὶ ὀλιγωρίας πολλῆς. Οὐ φονεύσεις, φησί. Ποία τοῦτο ἀνάγκη, ποία βία; Βία µὲν οὖν ἐστι τὸ φονεύειν. Τίς γὰρ ἂν ἡµῶν ἕλοιτο βαπτίσαι ξίφος εἰς τὸν λαιµὸν τοῦ πλησίον, καὶ αἱµάξαι τὴν δεξιάν; Οὐδὲ εἷς. Ὁρᾷς ὅτι τοὐναντίον, ἀνάγκη τὸ ἁµαρτάνειν µᾶλλόν ἐστι καὶ βία; Ἐνέθηκε γὰρ ὁ Θεὸς φίλτρον τῇ φύσει τῇ ἡµετέρᾳ, ὥστε ἀλλήλους ἀγαπᾷν· Πᾶν γὰρ, φησὶ, ζῶον ἀγαπᾷ τὸ ὅµοιον αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. Ὁρᾷς ὅτι πρὸς τὴν ἀρετὴν ἔχοµεν ἀπὸ τῆς φύσεως σπέρµατα; Τὰ δὲ τῆς κακίας παρὰ φύσιν ἐστίν· εἰ δὲ ταῦτα µᾶλλον κρατεῖ, τῆς πολλῆς ἡµῶν νωθείας τοῦτο τεκµήριον. Τί δὲ τὸ µοιχεύειν; ποία ἀνάγκη ἐπὶ τοῦτο ἄγει; Ναὶ, φησὶν, ἡ τῆς ἐπιθυµίας τυραννίς.∆ ιὰ τί, εἰπέ µοι; οὐ γὰρ ἔνεστι τῇ οἰκείᾳ κεχρῆσθαι γυναικὶ, καὶ παῦσαι τὴν τυραννίδα; Ἀλλ' ἔρως µέ τις λαµβάνει τῆς τοῦ πλησίον, φησὶ, γυναικός. Οὐκέτι τοῦτο ἀνάγκης· ἔρως γὰρ οὐκ ἔστιν ἀνάγκης· οὐδεὶς ἀνάγκῃ φιλεῖ, ἀλλὰ προαιρέσει καὶ ἑκοντί. Τὸ µὲν οὖν µίγνυσθαι ἀνάγκη ἴσως· τὸ δὲ τήνδε φιλεῖν ἢ τήνδε, οὐκ ἀνάγκης· οὐδὲ ἐπιθυµία µίξεως τὸ πρᾶγµά ἐστιν, ἀλλὰ κενοδοξία καὶ ὕβρις καὶ πέρα τοῦ µέτρου τρυφή. Ποῖον γὰρ, εἰπέ µοι, κατὰ λόγον ἐστί; τὴν κατεγγυηθεῖσαν, τὴν κοινωνὸν οὖσαν παιδοποιίας, ταύτην ἔχειν, ἢ τὴν οὐκ ἐγνωσµένην; οὐκ ἴστε, ὅτι αἱ συνήθειαι τὰς φιλίας τίκτουσιν; Ὥστε οὐ τῆς φύσεώς ἐστι. Μὴ αἰτιῶ τὴν ἐπιθυµίαν· ἡ γὰρ ἐπιθυµία διὰ γάµον ἐδόθη, διὰ παιδοποιίαν παρεσχέθη, οὐ διὰ µοιχείαν οὐδὲ διαφθοράν. Ἴσασι καὶ οἱ νόµοι τοῖς ἐξ ἀνάγκης συγγινώσκειν ἁµαρτήµασι· µᾶλλον δὲ οὐδέν ἐστιν ἁµάρτηµα ἐξ ἀνάγκης γινόµενον, ἀλλὰ πάντα ἀπὸ ὕβρεως. Οὐ γὰρ οὕτως ὁ Θεὸς τὴν φύσιν ἐδηµιούργησεν, ὡς ἀνάγκην ἔχειν ἁµαρτάνειν· ἐπεὶ εἰ τοῦτο ἦν, κόλασις οὐκ ἦν. Τῶν γὰρ κατὰ ἀνάγκην καὶ βίαν οὐδὲ ἡµεῖς ἀπαιτοῦµεν λόγον, µήτιγε ὁ Θεὸς ὁ οὕτω φιλάνθρωπος καὶ ἀγαθός. Ἀλλὰ τί; τὸ κλέπτειν ἀνάγκης ἐστί; Ναὶ, φησίν· ἡ γὰρ πενία τοῦτο ποιεῖ. Ἡ πενία ἐργάζεσθαι µᾶλλον ἀναγκάζει, οὐ κλέπτειν. Ἡ πενία τοίνυν τοὐναντίον ποιεῖ· τὸ γὰρ κλέπτειν, ἀργίας ἐστὶν, ἡ δὲ πενία οὐκ ἀργίαν, ἀλλὰ φιλοπονίαν τίκτειν εἴωθεν. Ὥστε καὶ τοῦτο ῥᾳθυµίας ἐστί. Καὶ ὧδε µάθῃς· τί γὰρ, εἰπέ µοι, δυσκολώτερον, τί δὲ ἀηδέστερον, τὰς νύκτας ἀγρυπνοῦντα περιιέναι, καὶ τοίχους διορύττειν, καὶ ἐν σκότει βαδίζειν, καὶ τὴν ψυχὴν ἔχεινἐν χερσὶ, καὶ πρὸς φόνον παρατετάχθαι, καὶ τρέµειν, καὶ τεθνηκέναι τῷ δέει, ἢ πόνοις προσέχειν καθηµερινοῖς, καὶ ἀσφαλείας ἀπολαύειν µετὰ ἀδείας; Τοῦτο εὔκολον· καὶ ὅτι τοῦτο εὔκολον, οἱ πλείους τοῦτο πράττουσιν, ἢ ἐκεῖνο.
2.4
Ὁρᾷς ὅτι κατὰ φύσιν µὲν ἡ ἀρετὴ, παρὰ φύσιν δὲ ἡ κακία, καθάπερ ἡ νόσος καὶ ἡ ὑγεία; Τί δὲ τὸ ψεύδεσθαι καὶ ἐπιορκεῖν, ποίαν ἂν ἔχοι ἀνάγκην; Οὐδεµίαν, οὐδὲ βίαν, ἀλλ' ἑκόντες ἐπὶ τοῦτο ἐρχόµεθα. Ἀπιστούµεθα, φησίν. Ἀπιστούµεθα, ἐπειδὴ βουλόµεθα· ἐξῆν γὰρ ἀπὸ τοῦ τρόπου πιστεύεσθαι µᾶλλον ἡµᾶς, ἢ ἀπὸ τῶν ὅρκων.∆ ιὰ τί γὰρ, εἰπέ µοι, τοῖς µὲν οὐδὲ ὀµνύουσι πιστεύοµεν, τοὺς δὲ καὶ χωρὶς ὅρκων πιστοὺς ἡγούµεθα; Ὁρᾷς ὅτι οὐδαµοῦ χρεία ὅρκων; Ἂν ὁ δεῖνα εἴπῃ, φησὶ, καὶ χωρὶς ὅρκων πιστεύω· σοὶ δὲ οὐδὲ µεθ' ὅρκων. Ἄρα περιττὸν ὁ ὅρκος, καὶ τοῦτο µᾶλλον ἀπιστίας, ἢ πίστεως τεκµήριον. Τὸ γὰρ εὔκολον εἶναι πρὸς τὸ ὀµόσαι οὐκ ἀφίησι δόξαν εὐλαβείας ἔχειν. Ὥστε ὁ µάλιστα συνεχῶς τῷ ὅρκῳ κεχρηµένος, οὗτος οὐδαµοῦ τοῦ ὅρκου τὴν χρείαν ἔχει ἀναγκαίαν· ὁ δὲ µηδαµοῦ κεχρηµένος, αὐτὸς αὐτοῦ τῆς χρείας ἀπολαύει. Χρεία ὅρκου πρὸς τὸ πιστεύεσθαι λοιπόν; Οὐδαµῶς· ὁρῶµεν γὰρ, ὅτι οἱ µὴ ὀµνύοντες, οὗτοι µᾶλλον πιστεύονται. Ἀλλὰ τί; τὸ ὑβριστὴν εἶναι ἀνάγκης ἐστί; Ναὶ, φησίν· ὁ γὰρ θυµὸς ἐξάγει, καὶ φλέγει, καὶ οὐκ ἀφίησι τὴν ψυχὴν ἠρεµεῖν. Οὐ τοῦ θυµοῦ ἐστιν, ἄνθρωπε, ἀλλὰ τῆς µικροψυχίας τὸ ὑβρίζειν· εἰ δὲ θυµοῦ ἦν, πάντες ἄνθρωποι ὀργιζόµενοι, οὐκ ἂν διέλειπον ὑβρίζοντες. Θυµὸν ἔχοµεν, οὐχ ἵνα ὑβρίζωµεν τοὺς πλησίον, ἀλλ' ἵνα τοὺς ἁµαρτάνοντας ἐπιστρέφωµεν, ἵνα διανιστώµεθα, ἵνα µὴ νωθεῖς ὦµεν. Ὥσπερ τι κέντρον ἔγκειται ἡµῖν ὁ θυµὸς, ἵνα κατὰ τοῦ διαβόλου βρύχωµεν τοὺς ὀδόντας, ἵνα σφοδροὶ ὦµεν πρὸς αὐτὸν, οὐχ ἵνα κατ' ἀλλήλων στῶµεν. Ὅπλα ἔχοµεν, οὐχ ἵνα ἡµᾶς αὐτοὺς πολεµῶµεν, ἀλλ' ἵνα κατὰ τοῦ πολεµίου χρώµεθα τῇ παντευχίᾳ. Ὀργίλος εἶ; Ἔσο κατὰ τῶν ἁµαρτηµάτων τῶν σαυτοῦ τοιοῦτος, ἐπίπληττε τῇ ψυχῇ, µάστιζε τὸ συνειδὸς, σφοδρὸς ἔσο κριτὴς καὶ πικρὸς δικαστὴς τοῖςοἰκείοις ἁµαρτήµασι. Τοῦτο τῆς ὀργῆς τὸ κέρδος· διὰ τοῦτο ἡµῖν αὐτὴν ἐνέθηκεν ὁ Θεός. Ἀλλ' ἡ ἁρπαγὴ ἐξ ἀνάγκης ἐστίν; Οὐδαµῶς· ποία γὰρ ἀνάγκη τὸ ἁρπάζειν, εἰπέ µοι; ποία βία; Πενία, φησὶ, ποιεῖ, καὶ τὸ δέος τῶν ἀναγκαίων.∆ ιὰ τοῦτο µὲν οὖν οὐκ ὀφείλεις ἁρπάζειν· οὐ γὰρ ἀσφαλὴς ὁ τοιοῦτος πλοῦτος. Σὺ δὲ ταυτὸν ποιεῖς, ὥσπερ ἂν εἴ τις ἐρωτηθεὶς, τί δήποτε εἰς ἄµµον τὰ θεµέλια τῆς οἰκίας καταβάλλοι, εἴποι, ὅτι∆ ιὰ τὸν κρυµὸν, διὰ τὸν ὑετόν.∆ ιὰ τοῦτο µὲν οὖν εἰς ἄµµον οὐκ ἐχρῆν καταβάλλειν· ἀναστρέφει γὰρ αὐτὰ ταχέως καὶ ὑετὸς καὶ πνεύµατα καὶ ἄνεµος. Ὥστε εἰ πλουτεῖν θέλεις, µὴ πλεονέκτει. Εἰ παισὶ βούλει παραδοῦναι πλοῦτον, δίκαιον κτῆσαι, εἴ γέ τίς ἐστι τοιοῦτος· οὗτος γὰρ µένει, καὶ βέβαιος ἕστηκεν· ὁ δὲ µὴ τοιοῦτος ταχέως ἀπόλλυται καὶ διαφθείρεται. Πλουτεῖν θέλεις, εἰπέ µοι, καὶ τὰ τῶν ἄλλων λαµβάνεις; Καὶ µὴν τοῦτο οὐκ ἔστι πλοῦτος, ἀλλὰ τὸ τὰ ἴδια κατέχειν· ὁ δὲ τὰ ἀλλότρια ἔχων, οὐκ ἂν εἴη πλούσιος· ἐπεὶ οὕτω γε ἂν καὶ οἱ τὰ σηρικὰ πωλοῦντες, ἱµάτια παρ' ἑτέρων λαµβάνοντες, καὶ εὐπορώτεροι καὶ πλουσιώτεροι πάντων λέγοιντο ἄν· καίτοι γε αὐτῶν ἐστι τέως, ἀλλ' ὅµως αὐτοὺς οὐ καλοῦµεν πλουσίους. Τί δήποτε; Ὅτι τὰ ἀλλότρια ἔχουσιν. Εἰ γὰρ καὶ τὰ ἱµάτια αὐτῶν τυγχάνει, ἀλλ' ἡ τιµὴ οὐκ αὐτῶν· εἰ δὲ καὶ ἡ τιµὴ αὐτῶν, ἀλλ' οὗτος πλοῦτος οὐκ ἔστι. Εἰ δὲ τὰ συµβόλαια διδόµενα οὐ ποιεῖ πλουσίους, διὰ τὸ ταχέως ἡµᾶς αὐτῶν ἀφίστασθαι, τὰ ἐξ ἁρπαγῆς πῶς ποιεῖ πλουσίους; Εἰ δὲ καὶ ὅλως ἐπιθυµεῖς πλουτεῖν( οὐ γὰρ ἀνάγκης τὸ πρᾶγµα)· τίνος ἀπολαῦσαι βουλόµενος πλείονος; ἆρα ζωῆς µακροτέρας; Καὶ µὴν οἱ τοιοῦτοι ταχέως ὀλιγοχρόνιοι γίνονται. Πολλάκις γὰρ δίκην διδόασι τῆς ἁρπαγῆς καὶ τῆς πλεονεξίας τὸν ἄωρον θάνατον καὶ τὸ τῶν κτηµάτων µὴ ἀπολαῦσαι, ἀλλὰ µικρὸν, καὶ τὴνγέενναν ἀπελθεῖν λαβόντας· πολλάκις δὲ καὶ ἀπὸ τῆς τρυφῆς καὶ ἀπὸ τῶν πόνων καὶ ἀπὸ τῶν φροντίδων νόσους τεκόντες ἀπώλοντο. Ἠβουλόµην µαθεῖν τίνος ἕνεκεν ὁ πλοῦτος διεσπούδασται τοῖς ἀνθρώποις. Καίτοι ὁ Θεὸς διὰ τοῦτο τῇ φύσει µέτρον καὶ ὅριον ἔθηκεν, ἵνα µηδεµίαν ἔχωµεν ἀνάγκην τοῦ τὸν πλοῦτον ἐπιζητεῖν, οἷον ἑνὶ ἱµατίῳ ἢ καὶδευτέρῳ περιβάλλεσθαι τὸ σῶµα ἐκέλευσε, καὶ περιττοῦ οὐ χρεία πρὸς τὴν σκέπην. Τίνος ἕνεκεν τὰ µυρία ἱµάτια, καὶ τὰ σητόβρωτα; Μέτρον ὡρισµένον ἐστὶ τῆς γαστρὸς, καὶ πέρα τούτου δοθὲν ἐξ ἀνάγκης διέφθειρε τὸ πᾶν ζῶον· τίνος ἕνεκεν αἱ ἀγέλαι καὶ τὰ ποίµνια καὶ αἱ τῶν κρεῶν κατακοπαί; Μιᾶς στέγης χρῄζοµεν· τίνος ἕνεκεν οἱ περίβολοι, καὶ τὰ πολυτελῆ οἰκηµάτων; ἵνα γῦπες καὶ κολοιοὶ κατοικῶσι, τοὺς πένητας ἀποδύεις; Καὶ πόσης οὐκ ἄξια ταῦτα γεέννης; Πολλοὶ πολλάκις εἰς τόπους, οὓς οὐδὲ εἶδον, κίοσι καὶ λίθοις πολυτίµοις οἰκοδοµήµατα ἐξαστράπτοντα κατεργάζονται( τί γὰρ οὐκ ἐµηχανήσαντο;) καὶοὐδὲ αὐτοὶ ἀπέλαυσαν, οὐδὲ ἄλλοι τινές· ἡ γὰρ ἐρηµία οὐκ ἀφίησιν αὐτοὺς ἀπελθεῖν· καὶ οὐδὲ οὕτως ἀφίστανται. Ὁρᾷς ὅτι οὐδὲ χρηµατισµοῦ ἕνεκεν ταῦτα γίνεται; Ἀλλὰ πάντων τούτων ἄνοια καὶ ἀλογία καὶ κενοδοξία αἰτία· ἣν, παρακαλῶ, φύγωµεν, ἵνα τὰ ἄλλα φυγεῖν δυνηθῶµεν κακὰ, καὶ τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷΚυρίῳ ἡµῶν.

Intertext edge

Open linked passage

Note