Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 3 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
3.0
∆ ιὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑµᾶς πίστιν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύοµαι εὐχαριστῶν ὑπὲρ ὑµῶν, µνείανὑµῶν ποιούµενος ἐπὶ τῶν προσευχῶν µου, ἵνα Θεὸς τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑµῖν πνεῦµα σοφίας καὶ ἀποκαλύψεως ἐνἐπιγνώσει αὐτοῦ· πεφωτισµένους τοὺς ὀφθαλµοὺς τῆς καρδίας ὑµῶν, εἰς τὸ εἰδέναι ὑµᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆςκληρονοµίας αὐτοῦ ἐν τοῖς ἁγίοις, ἢ τί τὸ ὑπερβάλλον µέγεθος τῆς δυνά µεως αὐτοῦ εἰς ἡµᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν.
3.1
Οὐδὲν ἦν ἴσον τῶν σπλάγχνων τῶν ἀποστολικῶν, οὐδὲν ὅµοιον τῆς συµπαθείας καὶ τῆς φιλοστοργίας ἐγένετο τῆς τοῦ µακαρίου Παύλου, ὃς πάσας αὐτοῦτὰς εὐχὰς ὑπὲρ πόλεων ὁλοκλήρων ἐποιεῖτο καὶ δήµων. Καὶ πᾶσι τοῦτο γράφει, ὅτι Εὐχαριστῶ τῷ Θεῷ ὑπὲρ ὑµῶν, µνείαν ὑµῶν ποιούµενος ἐπὶ τῶν προσευχῶν µου. Ἐννοήσατε ὅσους εἶχεν ἐν τῇ διανοίᾳ, ὧν καὶ µνησθῆναι ἔργον ἦν· ὅσων ἐµέµνητο ἐν ταῖς εὐχαῖς, ὑπὲρ ἁπάντων εὐχαριστῶν τῷ Θεῷ, ὡς αὐτὸς τὰ µέγιστα εὐεργετούµενος.∆ ιὰ τοῦτο, φησί· τουτέστι, διὰ τὸ µέλλον, καὶ τὰ ἀποκείµενα ἀγαθὰ τοῖς ὀρθῶς πιστεύουσι καὶ βιοῦσιν. Ἄξιον µὲν οὖν εὐχαριστεῖν τῷ Θεῷ καὶ ὑπὲρ πάντων τῶν ὑπηργµένων παρ' αὐτοῦ τῷ τῶν ἀνθρώπων γένει, καὶ πρὸ τούτου καὶ µετὰ ταῦτα· ἄξιον δὲ εὐχαριστεῖν αὐτῷ καὶ ὑπὲρ τῆς πίστεως τῶν πιστευόντων. Ἀκούσας, φησὶ, τὴν πίστιν τὴν καθ' ὑµᾶς διὰ τοῦ Χριστοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους. Πανταχοῦ συνάπτει καὶ συγκολλᾷ τὴν πίστιν καὶ τὴν ἀγάπην, θαυµαστήν τινα ξυνωρίδα. Οὐ τοὺς ἐπιχωρίους φησὶ µόνον, ἀλλὰ καὶ πάντας. Οὐ παύοµαι εὐχαριστῶν ὑπὲρ ὑµῶν µνείαν ὑµῶν ποιούµενος ἐπὶ τῶν προσευχῶν µου. Τί δέῃ, καὶ τί παρακαλεῖς; Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑµῖν πνεῦµα σοφίας καὶ ἀποκαλύψεως.∆ ύο ἀξιοῖ αὐτοὺς µαθεῖν, ὡς χρὴ µαθεῖν, ἐπὶ τίσιν ἐκλήθησαν, καὶ πῶς ἀπηλλάγησαν τῶν προτέρων. Φησὶ δὲ αὐτὸς αὐτὰ τρία εἶναι. Πῶς οὖν ἐστι τρία; Περὶ τῶν µελλόντων ἂν µάθωµεν. Ἀπὸ µὲν γὰρ τῶν ἀποκειµένων ἀγαθῶν τὸν ἄῤῥητον καὶ ὑπερφυῆ πλοῦτον αὐτοῦ εἰσόµεθα· ἀπὸ δὲ τοῦ µαθεῖν τίνες ὄντες πῶς ἐπιστεύσαµεν, τὴν δύναµιν αὐτοῦ καὶ τὴν αὐθεντίαν τῷ τοὺς ἐπὶ τοσούτῳ χρόνῳ ἀλλοτριωθέντας ἐπιστρέψαι. Τὸ γὰρ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. Ἀπὸ γὰρ τῆς αὐτῆς δυνάµεως, ἀφ' ἧς τὸν Χριστὸν ἤγειρε, καὶ ἡµᾶς εἵλκυσε πρὸς ἑαυτόν. Καὶ οὐ µέχρι τῆς ἀναστάσεως ἡ δύναµις, ἀλλὰ καὶ πολλῷ πλέον. Καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάµεως καὶ κυριότητος καὶ παντὸς ὀνόµατος ὀνοµαζοµένου· καὶ πάντα ὑπ έταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶµα αὐτοῦ, τὸ πλήρωµα τοῦ τὰ πάνταἐν πᾶσι πληρουµένου. Μεγάλων ὄντως µυστηρίων καὶ ἀποῤῥήτων ἡµᾶς ἐποίησε κοινωνούς. Καὶ ταῦτα ἄλλως οὐκ ἔνι µαθεῖν, ἢ Πνεύµατος µετέχοντας ἁγίου, καὶ πολλῆς ἀπολαύοντας χάριτος.∆ ιὰ τοῦτο καὶ Παῦλος οὕτως εὔχεται· Ὁ Πατὴρ τῆς δόξης, φησί· τουτέστιν, ὁ µεγάλα ἡµῖν δεδωκὼς ἀγαθά. Ἀπὸ γὰρ τῶν ὑποκειµένων ἀεὶ αὐτὸν καλεῖ, ὡς ὅταν λέγῃ· Ὁ Πατὴρ τῶν οἰκτιρµῶν, καὶ Θεὸς πάσης παρακλήσεως· καὶ πάλιν ὁ προφήτης, Κύριος ἰσχύς µου, καὶ βοήθειά µου. Ὁ Πατὴρ τῆς δόξης. Οὐκ ἔχει ἐπ' ὀνόµατος αὐτὰ παραστῆσαι, καὶ πανταχοῦ δόξαν καλεῖ, ὅπερ πάσης ἐστὶ λαµπρότητος παρ' ἡµῖν ὄνοµα καὶ προσηγορία. Ἰδοὺ τῆς δόξης, φησὶ, Πατὴρ, τοῦ δὲ Χριστοῦ Θεός. Τί οὖν; ἐλάττων τῆς δόξης ὁ Υἱός; Ἀλλ' οὐδεὶς, οὐδ' ἂν µαινόµενος, εἴποι τοῦτο.∆ ῴη ὑµῖν, τουτέστιν, ἐπᾶραι τὴν διάνοιαν ὑµῶν καὶ ἀναπτερῶσαι. Οὐ γὰρ ἔστιν ἄλλως ταῦτα µαθεῖν. Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύµατος· µωρία γὰρ αὐτῷ ἐστιν. Ἄρα πνευµατικῆς δεῖ σοφίας, ἵνα τὰ πνευµατικὰ νοήσωµεν, ἵνα τὰ κρυπτόµενα ἴδωµεν· αὐτὸ τὰ πάντα ἀποκαλύπτει, µυστήρια µέλλει διηγεῖσθαι Θεοῦ. Τῶν δὲ µυστηρίων τοῦ Θεοῦ τὴν γνῶσιν τὸ Πνεῦµα οἶδε µόνον, τὸ καὶ τὰ βάθη αὐτοῦ ἐρευνῶν· οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐκ ἄλλη τις κτιστὴ δύναµις δῴη, τουτέστι, χάρισµα ὑµῖν παράσχοι. Εἰ δὲ ἀποκαλύψεως τοῦτό ἐστι, περιττὴ λοιπὸν τῶν λογισµῶν ἡ εὕρεσις. Ὁ γὰρ τὸν Θεὸν µαθὼν, καὶ τὸν Θεὸν γνοὺς, οὐκέτι περὶ οὐδενὸς ἀµφισβητήσει· οὐκ ἐρεῖ· Τόδε ἀδύνατον, καὶ τόδε δυνατόν· καὶ, Πῶς τόδε ἐγένετο; Ἂν τὸν Θεὸν µάθωµεν, ὡς εἰδέναι χρὴ, ἂν τὸν Θεὸν µάθωµεν παρ' οὗ µαθεῖν δεῖ, παρ' αὐτοῦ τοῦ Πνεύµατος, οὐκέτι περὶ οὐδενὸς ἀµφισβητήσοµεν.∆ ιὰ τοῦτό φησιν· Ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισµένους τοὺς ὀφθαλµοὺς τῆς καρδίας ὑµῶν. Ὁ µαθὼν τί ἐστι Θεὸς, οὐχ ὑπὲρ τῶν ἐπαγγελιῶν ἀµφισβητήσει, οὐχ ὑπὲρ τῶν ἤδη γενοµένων ἀπιστήσει. Εὔχεται µὲν οὖν δοθῆναι αὐτοῖς πνεῦµα σοφίας καὶ ἀποκαλύψεως· πλὴν καὶ αὐτὸς ἀπὸ λογισµῶν, ὅσα δύναται, κατασκευάζει, καὶ ἀπὸ τῶν ἤδη ὑπαρξάντων. Ἐπειδὴ γὰρ τὰ µὲν ἤδη γενόµενα ἔµελλε λέγειν, τὰ δὲ οὔπω συµβάντα, ἀπὸ τῶν γενοµένων τὰ µὴ γενόµενα πιστοῦται. Οἷόν τι λέγω· Εἰς τὸ εἰδέναι ὑµᾶς, φησὶ, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ. Ἔτι ἄδηλός ἐστι, φησὶν, ἀλλ' οὐ τοῖς πιστοῖς. Καὶ τίς ὁ πλοῦτος τῆς δόξης αὐτοῦ τῆς κληρονοµίας ἐν τοῖς ἁγίοις. Ἔτι καὶ τοῦτο ἄδηλον. Τί δὲ δῆλον; Ὅτι ἐπιστεύσαµεν, ἀπὸ τῆς δυνάµεως τῆς αὐτοῦ ὅτι ἤγειρε τὸν Χριστόν· τοῦ γὰρ ἀναστῆσαι νεκρὸν πολλῷ θαυµασιώτερον τὸ πεῖσαι ψυχάς. Καὶ πῶς; Ἐγὼ τοῦτο πειράσοµαι ποιῆσαι φανερόν· ἄκουε γάρ· Εἶπεν ὁ Χριστὸς τῷ τεθνεῶτι, Λάζαρε, δεῦρο ἔξω, καὶ εὐθέως ὑπήκουσεν· εἶπεν ὁ Πέτρος Ταβιθᾷ, Ἀνάστηθι, καὶ οὐκ ἀντεῖπεν. Ἐρεῖ αὐτὸς ἐν τῇ τελευταίᾳ ἡµέρᾳ, καὶ πάντες ἀναστήσονται, καὶ µετὰ τοσούτου τάχους, ὡς τοὺς ἔτι ζῶντας µὴ φθάσαι τοὺς κοιµηθέντας, ὡς ἐν ἀτόµῳ, ἐν ῥιπῇ ὀφθαλµοῦ πάντα γενέσθαι καὶ συνδραµεῖν.
3.2
Ἐπὶ δὲ τοῦ πιστεῦσαι, οὐχ οὕτως· ἀλλὰ πῶς; Ἄκουε αὐτοῦ πάλιν λέγοντος· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑµῶν, καὶ οὐκ ἠθελήσατε! Ὁρᾷς ὅτι τοῦτο δυσκολώτερον; Ὥστε ἀπὸ τούτου τὸ πᾶν κατασκευάζει. Πολλῷ γάρ ἐστι λογισµοῖς ἀνθρωπίνοις δυσκολώτερον προαίρεσιν πεῖσαι τοῦ φύσιν ἐργάσασθαι. Τὸ δὲ αἴτιον, ἐπειδὴ αὐτὸς οὕτω βούλεται ἑκόντας ἡµᾶς γενέσθαι ἀγαθούς. Οὕτως εἰκότως εἶπε· Τὸ ὑπερβάλλον µέγεθος τῆς δυνάµεως αὐτοῦ εἰς ἡµᾶς τοὺς πιστεύοντας. Ὅτε γὰρ προφῆται οὐδὲν ἤνυσαν, ὅτε ἄγγελοι καὶ ἀρχάγγελοι, ὅτε πᾶσα κτίσις ἡ ὁρατὴ, καὶ ἀόρατος, ὁρατὴ µὲν εἰς µέσον προκειµένη, καὶ µὴἰσχύουσα χειραγωγῆσαι, ἀόρατος δὲ πολλὴ, ᾠκονόµησε τὴν αὐτοῦ παρουσίαν τότε, δεικνὺς ὅτι θείας ἔχρῃζε τὸ πρᾶγµα δυνάµεως. Πλοῦτον δόξης. Τουτέστι, ἄφατον δόξαν. Ποῖος γὰρ λόγος τὴν δόξαν ἐκείνην παραστῆσαι δυνήσεται, ἧς οἱ ἅγιοι τότε µεθέξουσιν; Οὐδείς· ἀλλὰ χάριτος ὄντως δεῖ πρὸς τὸ τὴν διάνοιαν µαθεῖν καὶ ὅλως ἀκτῖνα µικρὰν γοῦν τινα δέξασθαι. Τινὰ µὲν γὰρ ᾔδεσαν καὶ πρότερον, ἐβούλετο δὲ νῦν πλέον αὐτοὺς µαθεῖν καὶ σαφέστερον γνῶναι. Ὁρᾷς ὅσα εἰργάσατο; Ἤγειρε τὸν Χριστόν· µικρὸν τοῦτο; Ἀλλ' ὅρα καὶ πάλιν· Ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ· ἄρα τίς λόγος τοῦτο παραστῆσαι δυνήσεται; Τὸν ἀπὸ τῆς γῆς, τὸν τῶν ἰχθύων ἀφωνότερον, τὸν παίγνιον τῶν δαιµόνων γενόµενον, εἰς ὕψος εὐθέως ἀνήγαγεν. Ὄντως ὑπερβάλλον µέγεθος τῆς δυνάµεως αὐτοῦ. Καὶ θέα ποῦ ἀνήγαγεν· Ἐν τοῖς ἐπουρανίοις πάσης κτιστῆς φύσεως ἀνώτερον ἐποίησεν, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας. Ὑπεράνω πάσης ἀρχῆς, φησίν. Ὄντως πνεύµατος χρεία, διανοίας σοφῆς ἐν τῇ ἐπιγνώσει αὐτοῦ· ὄντως ἀποκαλύψεως χρεία. Ἐννόησον ὅσον ἐστὶν ἀνθρώπου καὶ Θεοῦ φύσεως τὸ µέσον· ἀπὸ ταύτης τῆς εὐτελείας εἰς ἐκείνην αὐτὸν ἀνήγαγε τὴν τιµήν· οὐχ ἕνα βαθµὸν ὑπερέβη καὶ δεύτερον καὶ τρίτον. Βαβαί! οὐχ ἁπλῶς εἶπεν, Ἄνω, ἀλλ', Ὑπεράνω. Τῶν γὰρ ἄνω δυνάµεων ἀνώτερός ἐστιν ὁ Θεός. Ὥστε ἐκεῖ αὐτὸν ἀνήγαγε, τὸν ἐξ ἡµῶν, ἀπὸ τῆς ἐσχάτης νύσσης εἰς τὴν ἐσχάτην ἤγαγεν ἀρχὴν, µεθ' ἣν οὐκ ἔστιν ἑτέρα τιµή. Πάσης ἀρχῆς, φησίν· οὐ τῆς µὲν, τῆς δὲ οὒ, ἀλλὰ, Πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάµεως καὶ κυριότητος, καὶ παντὸς ὀνόµατος ὀνοµαζοµένου, εἴ τί ἐστιν ἐν τῷ οὐρανῷ, πάντων ἀνώτερος γέγονε. Τοῦτο περὶ τοῦ ἐκ νεκρῶν ἐγερθέντος· ὅπερ ἄξιον θαυµάσαι. Περὶ γὰρ τοῦ Θεοῦ Λόγου οὐδαµῶς. Ὅπερ γάρ εἰσι κώνωπες πρὸς ἀνθρώπους, τοῦτο πᾶσα ἡ κτίσις πρὸς τὸν Θεόν. Καὶ τί λέγω, κώνωπες; εἰ πάντες ἄνθρωποι ὡς σίελος λογισθήσονται, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, θὲς τὰς ἀοράτους δυνάµεις ὡς κώνωπας. Οὐ τοίνυν περὶ τοῦ Θεοῦ Λόγου οὕτως εἶπεν, ἀλλὰ περὶ τοῦ ἐξ ἡµῶν· τοῦτο µέγα ὄντως καὶ θαυµαστόν. Ἀπὸ γὰρ τῶν κατωτάτων τῆς γῆς αὐτὸν ἀνήγαγεν. Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν, εἷς ἄνθρωπος πόσον ἄρα µέρος τῆς σταγόνος; Ἀλλὰ τοῦτον πάντων ἀνώτερον ἐποίησεν, οὐ µόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ µέλλοντι. Ἄρα ἐστὶ δυνάµεών τινων ὀνόµατα ἡµῖν ἄσηµα, καὶ οὐ γνωριζόµενα. Καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Οὐχ ἁπλῶς ἀνώτερον ἐποίησεν, ὡς προτιµᾶσθαι αὐτῶν, οὐδὲ κατὰ σύγκρισιν, ἀλλ' ὡς δούλων προκαθῆσθαι. Βαβαὶ, φρικτὰ ὄντως τὰ πράγµατα! ἀνθρώπου γέγονε δούλη πᾶσα ἡ κτιστὴ δύναµις διὰ τὸν ἐνοικοῦντα Θεὸν Λόγον. Ἔστι γάρ τινα ἐπάνω εἶναι οὐκ ἔχοντα ὑπακούοντας, ἀλλὰ προτιµώµενον· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ οὐχ ἁπλῶς ὑπέταξεν, ἀλλὰ τὴν ἐσχάτην ὑποταγὴν, καὶ µεθ' ἣν ἑτέρα οὐκ ἔστι.∆ ιὰ τοῦτο εἶπεν· Ὑπὸ τοὺς πόδας. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ. Βαβαὶ, ποῦ πάλιν καὶ τὴν Ἐκκλησίαν ἀνήγαγεν! Ὥσπερ διά τινος ἕλκων µηχανῆς, εἰς ὕψος αὐτὴν ἀνήγαγε µέγα, καὶ αὐτὴν ἐκάθισεν εἰς ἐκεῖνον τὸν θρόνον. Ἔνθα γὰρ ἡ κεφαλὴ, ἐκεῖ καὶ τὸ σῶµα· οὐδενὶ γὰρ µέσῳ διείργεται ἡ κεφαλὴ, καὶ τὸ σῶµα· εἰ γὰρ διείργετο, οὐκ ἂν εἴη σῶµα, οὐκ ἂν εἴη κεφαλή. Ὑπὲρ πάντα, φησί. Τί ἐστιν, Ὑπὲρ πάντα; Ἢ τὸν ὄντα ὑπὲρ πάντα τὰ ὁρώµενα καὶ τὰ νοούµενα Χριστόν· ἢ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεποίηκε, τὸ τὸν Υἱὸν δοῦναι κεφαλήν. Οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, οὐκ ἄλλον οὐδένα ἀφῆκεν ἀνώτερον. Οὐ ταύτῃ δὲ µόνον ἡµᾶς ἐτίµησε, τὸ ἐξ ἡµῶν ἀναγαγὼν, ἀλλ' ὅτι καὶ τὸ κοινὸν γένος ἅπαν ἐκείνῳ ἕπεσθαι παρεσκεύασεν, ἐκείνου ἔχεσθαι, ἐκείνῳ ἀκολουθεῖν. Ἥτις ἐστὶ τὸ σῶµα αὐτοῦ. Ἵνα γὰρ µὴ, ἀκούσας κεφαλὴν, τὴν ἀρχὴν µόνον νοµίσῃς, ἀλλὰ καὶ τὴν βεβαιότητα, µηδ' ὡς ἄρχοντα µόνον, ἀλλ' ὡς σώµατος ἴδῃς κεφαλὴν, Τὸπλήρωµα, φησὶν, τοῦ τὰ πάντα ἐν πᾶσι πληρουµένου. Ὡς οὐκ ἀρκοῦντος τούτου δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἐγγύτητα, τί φησι; Τὸ πλήρωµα τοῦ Χριστοῦ ἡ Ἐκκλησία. Καὶ γὰρ πλήρωµα κεφαλῆς σῶµα, καὶ πλήρωµα σώµατος κεφαλή. Ὅρα πόσῃ τάξει κέχρηται Παῦλος, πῶς οὐδενὸς φείδεται ῥήµατος, ὥστε παραστῆσαι τοῦ Θεοῦ τὴν δόξαν. Πλήρωµα, φησί· τουτέστιν, οἷον κεφαλὴ πληροῦται παρὰ τοῦ σώµατος· διὰ γὰρ πάντων µερῶν τὸ σῶµα συνέστηκε, καὶ ἑνὸς ἑκάστου χρῄζει. Ὅρα πῶς αὐτὸν κοινῇ πάντων χρῄζοντα εἰσάγει. Ἂν γὰρ µὴ ὦµεν πολλοὶ, καὶ ὁ µὲν χεὶρ, ὁ δὲ ποῦς, ὁ δὲ ἄλλο τι µέρος, οὐ πληροῦται ὅλον τὸ σῶµα.∆ ιὰ πάντων οὖν πληροῦται τὸ σῶµα αὐτοῦ. Τότε πληροῦται ἡ κεφαλὴ, τότε τέλειον σῶµα γίνεται, ὅταν ὁµοῦ πάντες ὦµεν συνηµµένοι καὶ συγκεκολληµένοι.
3.3
Εἶδες πλοῦτον δόξης κληρονοµίας; εἶδες ὑπερβάλλον µέγεθος δυνάµεως εἰς τοὺς πιστεύοντας; εἶδες ἐλπίδα κλήσεως; Αἰδεσθῶµεν ἡµῶν τὴν κεφαλὴν, ἐννοήσωµεν τίνος ἐσµὲν σῶµα κεφαλῆς, ᾗ πάντα ὑποτέτακται. Καὶ τῶν ἀγγέλων κατὰ τοῦτο τὸ ὑπόδειγµα βελτίους ἡµᾶς εἶναι χρὴ, καὶ τῶν ἀρχαγγέλων µείζους, ὡς πάντων αὐτῶν προτετιµηµένους. Οὐκ ἀγγέλων ἐπελάβετο ὁ Θεὸς, καθὼς γράφων Ἑβραίοις φησὶν, ἀλλὰ σπέρµατος Ἀβραάµ· οὐκ ἀρχῆς οὐδὲ ἐξουσίας οὐδὲ κυριότητος οὐδὲ ἄλλης οὐδεµιᾶς δυνάµεως· ἀλλὰ τὴν ἡµετέραν φύσιν ἀνέλαβε, καὶ ἐκάθισεν ἄνω. Καὶ τί λέγω, ἐκάθισεν; ἱµάτιον αὐτοῦ ἐποίησεν, καὶ οὐχ ἁπλῶς, ἀλλ' ὑπὸ τοὺς πόδας αὐτοῦ πάντα ὑπέταξε. Πόσους βούλει θεῖναι θανάτους; πόσας ψυχάς; µυρίους καὶ πολλαπλασίους; Ἀλλ' οὐδὲν ἴσον ἐρεῖς.∆ ύο γὰρ τὰ µέγιστα πεποίηκεν, αὐτός τε εἰς ἔσχατον ταπεινότητος ἦλθε, καὶ τὸν ἄνθρωπον εἰς µέγα ὑψηλότητος ἀνήγαγε. Εἶπεν ἐκεῖνο πρῶτον, ὅτι ἑαυτὸν ἐταπείνωσε τοσοῦτον· λέγει τὸ τούτου ὑψηλότερον νῦν, τὸ µέγα ὄντως καὶ τὸ κεφάλαιον. Καίτοι εἰ καὶ µηδενὸς ἠξιώθηµεν, ἤρκει· ἢ καὶ τούτου εἰ ἠξιώθηµεν, χωρὶς τοῦ σφάξαι ἤρκει· ὅταν δὲ τὰ δύο ᾖ, τίνα οὐκ ἂν ὑπερβολὴν λόγου νικήσειε καὶ ὑπερβαίη; Οὐ µέγα ἡ ἀνάστασις, ὅταν ταῦτα λογίσωµαι. Περὶ τούτου φησίν· Ὁ Θεὸς τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, οὐ περὶ τοῦ Θεοῦ Λόγου. Αἰδεσθῶµεν τὴν ἐγγύτητα τῆς συγγενείας, φοβηθῶµεν µή τις ἀποκοπῇ τοῦ σώµατος τούτου, µή τις ἐκπέσῃ, µή τις ἀνάξιος φανῇ. Εἰ διάδηµά τις ἡµῶν περιέθηκε τῇ κεφαλῇ, στέφανον χρυσοῦν, ἆρα οὐκ ἂν πάντα ἐπράξαµεν, ὥστε τῶν ἀψύχων λίθων ὀφθῆναι ἄξιοι; Νῦν δὲ οὐ διάδηµα ἡµῶν περίκειται τῇ κεφαλῇ, ἀλλὰ κεφαλὴ ἡµῶν γέγονεν ὁ Χριστὸς, ὅπερ ἐστὶ µεῖζον, καὶ οὐδένα λόγον ποιούµεθα. Ἀλλ' ἄγγελοι µὲν αὐτὴν αἰδοῦνται καὶ ἀρχάγγελοι καὶ πᾶσαι ἐκεῖναι αἱ δυνάµεις· ἡµεῖς δὲ, οἱ σῶµα αὐτοῦ ὄντες, οὔτε διὰ τοῦτο, οὔτε δι' ἐκεῖνο αἰδεσθησόµεθα; καὶ τίς ἡµῖν ἔσται σωτηρίας ἐλπίς; Ἐννόει τὸν θρόνον τὸν βασιλικὸν, ἐννόει τῆς τιµῆς τὴν ὑπερβολήν· τοῦτο καὶ γεέννης, εἴ γε βουλοίµεθα, µᾶλλον ἡµᾶς φοβῆσαι δυνήσεται. Εἰ γὰρ µὴ γέεννα ἦν, τὸ τιµηθέντας τοσαύτην τιµὴν, ἀναξίους εὑρεθῆναι καὶ κακοὺς, τίνα οὐκ ἂν ἔχοι κόλασιν, τίνα τιµωρίαν; Ἐννόησον τίνος ἐγγὺς ἡ κεφαλή σου κάθηται· τοῦτο µόνον καὶ ἀπόχρη πρὸς πᾶν ὁτιοῦν· τίνος ἐν δεξιᾷ ἵδρυται. Ἀλλ' αὕτη µὲν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάµεως· τὸ δὲ ταύτης σῶµα καὶ ὑπὸ δαιµόνων πατεῖται; Ἀλλὰ µὴ γένοιτο· εἰ γὰρ γένοιτο, οὐκ ἂν εἴη τὸ τοιοῦτον σῶµα λοιπόν. Τὴν κεφαλήν σου καὶ οἱ εὐδοκιµοῦντες τῶν δούλων πεφρίκασι, καὶ τὸ σῶµα τοῖς προσκεκρουκόσιν ὑποβάλλεις; καὶ πόσης οὐκ ἔσῃ κολάσεως ἄξιος; Εἴ τις τοὺς πόδας τοῦ βασιλέως κλοιοῖς περιβάλοι καὶ πέδαις, ἆρα οὐχὶ τῆς ἐσχάτης δίκης ὑπεύθυνος ἔσται; Σὺ ὅλον τὸ σῶµα θηρίοις παραβάλλεις χαλεποῖς, καὶ οὐ φρίττεις; Ἀλλ' ἐπειδὴ περὶ σώµατος Κυριακοῦ ὁ λόγος, φέρε, καὶ περὶ ἐκείνου µνηµονεύσωµεν, τοῦ σταυρωθέντος, τοῦ προσηλωθέντος, τοῦ θυοµένου. Εἰ σῶµα εἶ τοῦ Χριστοῦ, φέρε τὸν σταυρόν· καὶ γὰρ ἐκεῖνος ἤνεγκε· φέρε ἐµπτύσµατα, φέρε ῥαπίσµατα, φέρε ἥλους. Τοιοῦτον ἐκεῖνο τὸ σῶµα ἦν. Τὸ σῶµα ἐκεῖνο ἀναµάρτητον ἦν· Ἁµαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ δόλος ἐν τῷ στόµατι αὐτοῦ εὑρέθη· αἱ χεῖρες αὐτοῦ πρὸς εὐεργεσίαν ἅπαντα ἔπραττον τῶν δεοµένων· οὐδὲν τὸ στόµα ἐξέβαλε τῶν οὐ προσηκόντων·∆ αιµόνιον ἔχεις, ἤκουσε, καὶ οὐδὲν ἀντεῖπεν. Ἐπεὶ δὲ περὶ σώµατος ἡµῖν ὁ λόγος, ὅσοι µετέχοµεν τοῦ σώµατος, ὅσοι τοῦ αἵµατος ἀπογευόµεθα τούτου, ἐννοεῖτε ὅτι τοῦ µηδὲν ἐκείνου διαφέροντοςοὐδὲ διεστῶτος µετέχοµεν πρὸς µετοχὴν, ὅτι ἐκείνου τοῦ ἄνω καθηµένου, τοῦ προσκυνουµένου παρὰ ἀγγέλων, τοῦ τῆς ἀκηράτου δυνάµεως ἐγγὺς, τούτου ἀπογευόµεθα. Οἴµοι, πόσαι πρὸς σωτηρίαν ἡµῖν ὁδοί! Σῶµα ἡµᾶς ἑαυτοῦ ἐποίησε, σῶµα ἡµῖν τὸ ἑαυτοῦ µετέδωκε, καὶ οὐδὲν τούτων ἡµᾶς ἀποτρέπει τῶν κακῶν. Ὢ τοῦ σκότους, καὶ τοῦ βυθοῦ τοῦ πολλοῦ! ὢ τῆς ἀναλγησίας! Τὰ ἄνω, φησὶ, φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήµενος· καὶ µετὰ ταῦτα χρηµάτων φροντίζουσί τινες, ἕτεροι ὑπὸ τῶν παθῶν ἁλίσκονται.
3.4
Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τῷ σώµατι τῷ ἡµετέρῳ, ὅσα µὲν ἂν ᾖ περιττὰ καὶ ἄχρηστα, ἀποτέµνεται, περικόπτεται; καὶ οὐδὲν κέρδος, ὅτι γέγονε τοῦ σώµατος, ὅταν πεπηρωµένον ᾖ, ὅταν νενεκρωµένον, ὅταν σεσηπὸς, ὅταν καὶ τῷ λοιπῷ λυµαίνηται; Μὴ τοίνυν θαῤῥῶµεν, ὅτι γεγόναµεν ἅπαξ τοῦ σώµατος. Εἰ δὲ τὸ σῶµα τοῦτο φυσικὸν ὂν, ὅµως ἀποτέµνεται, τὰ τῆς προαιρέσεως ἂν µὴ µένῃ, τί οὐ πείσεται δεινόν; Ὅταν µὴ µετέχῃ τῆς τροφῆς ταύτης τὸ σῶµα, ὅταν οἱ πόροι ἐµφραγῶσι, τότε νεκροῦται· ὅταν οἱ ὀχετοὶ, τότε πηροῦται. Οὕτω καὶ ἡµεῖς ὅταν ἀποφράξωµεν τὰς ἀκοὰς, πηροῦται ἡµῶν ἡ ψυχή· ὅταν µὴ µετέχωµεν τῆς πνευµατικῆς τροφῆς, ὅταν πονηρίαι τινὲς ἀντὶ χυµῶν διεφθαρµένων ἡµᾶς λυµαίνωνται, πάντα ταῦτα τίκτει τὴν νόσονχαλεπὴν, νόσον τηκεδόνα ἐργαζοµένην· καὶ δεήσεται τοῦ πυρὸς ἐκείνου λοιπὸν, δεήσεται τοῦ διχοτοµηθῆναι Οὐ γὰρ ἀνέχεται µετὰ τοιούτου σώµατος εἰσελθεῖν εἰς τὸν νυµφῶνα ὁ Χριστός. Εἰ τὸν ἱµάτια ῥυπαρὰ ἐνδεδυµένον ἀπήγαγε καὶ ἐξέβαλε, τὸν τῷ σώµατι ῥύπον προστιθέντα τί οὐκ ἐργάσεται; τί οὐ διαθήσει; Πολλοὺς ὁρῶ τοὺς σώµατος τοῦ Χριστοῦ µετέχοντας ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ συνηθείᾳ µᾶλλον καὶ νόµῳ, ἢ λογισµῷ καὶ διανοίᾳ. Ἂν ἐπιστῇ, φησὶν, ὁ τῆς ἁγίας Τεσσαρακοστῆς καιρὸς, οἷος ἐὰν ᾖ τις, µετέχει τῶν µυστηρίων, ἂν ἐπιστῇ ἡ τῶν Ἐπιφανίων ἡµέρα. Καίτοι καιρὸς οὐ τοῦτο προσόδου· οὐ γὰρ Ἐπιφάνια, οὐδὲ Τεσσαρακοστὴ ποιεῖ ἀξίους τοῦ προσιέναι, ἀλλὰ ψυχῆς εἰλικρίνεια καὶ καθαρότης. Μετὰ ταύτης ἀεὶ πρόσιθι, χωρὶς ταύτης µηδέποτε. Ὁσάκις γὰρ, φησὶ, τοῦτο ποιεῖτε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε· τουτέστιν, Ὑπόµνησιν ποιεῖτε τῆς σωτηρίας τῆς ὑπὲρ ὑµῶν, τῆς εὐεργεσίας τῆς ἐµῆς. Ἐννόησον, οἱ τῆς θυσίας µετέχοντες τῆς παλαιᾶς πόσῃ ἐκέχρηντο τῇ φειδοῖ. Τί γὰρ οὐκ ἔπραττον; τί δὲ οὐκ ἐποίουν; Πάντοτε ἐκαθαίροντο· σὺ δὲ θυσίᾳ προσιὼν ἣν καὶ ἄγγελοι φρίττουσι, καιρῶν περιόδοις τὸ πρᾶγµα ὁρίζεις; καὶ πῶς παραστήσῃ τῷ βήµατι τοῦ Χριστοῦ, µιαραῖς χερσὶ καὶ χείλεσι κατατολµῶν αὐτοῦ τοῦ σώµατος; Καὶ βασιλέα µὲν οὐκ ἂν ἕλοιο καταφιλῆσαι, ὀδωδότος σου τοῦ στόµατος· τὸν δὲ Βασιλέα τοῦ οὐρανοῦ ψυχῇ καταφιλεῖς ὀδωδυίᾳ; Ὕβρις τὸ πρᾶγµά ἐστιν. Εἰπέ µοι, ἆρα ἂν ἕλοιο χερσὶν ἀνίπτοις τῇ θυσίᾳ προσελθεῖν; Οὐκ ἔγωγε οἶµαι· ἀλλ' ἐθέλοις ἂν µηδὲ ὅλως προσελθεῖν, ἢ ῥυπαραῖς χερσίν. Εἶτα ἐν τῷ µικρῷ οὕτως ὢν εὐλαβὴς, ψυχὴν ἔχων ῥυπαρὰν προσέρχῃ, καὶ ἅπτεσθαι τολµᾷς; Καίτοι ὑπὸ µὲν τῶν χειρῶν πρὸς καιρὸν κατέχεται, εἰς δὲ ἐκείνην ὁλόκληρος ἀναλύεται. Τί δέ; οὐχ ὁρᾷς τὰ σκεύη οὕτω περικλυζόµενα; οὕτως ἀπολάµποντα; Τούτων καθαρωτέρας ἡµῖν εἶναι δεῖ τὰς ψυχὰς, τούτων ἁγιωτέρας καὶ λαµπροτέρας. Τί δήποτε; Ὅτι ἐκεῖνα δι' ἡµᾶς τοιαῦτα γίνεται. Ἐκεῖνα οὐ µετέχει τοῦ ἐνόντος, οὐκ αἰσθάνεται· ἡµεῖς δὲ, ναί. Νῦν δὲ ῥυπαρῷ µὲν οὐκ ἂν ἕλοιο χρήσασθαι σκεύει, ῥυπαρᾷ δὲ ψυχῇ προσέρχῃ; Πολλὴν ὁρῶ τοῦ πράγµατος τὴν ἀνωµαλίαν. Ἐν µὲν τοῖς ἄλλοις καιροῖς οὐδὲ καθαροὶ πολλάκις ὄντες προσέρχεσθε, ἐν δὲ τῷ Πάσχα, κἂν ᾖ τι τετολµηµένον ὑµῖν, πρόσιτε. Ὢ τῆς συνηθείας! ὢ τῆς προλήψεως! εἰκῆ θυσία καθηµερινὴ, εἰκῆ παρεστήκαµεν τῷ θυσιαστηρίῳ, οὐδεὶς ὁ µετέχων. Ταῦτα οὐχ ἵνα ἁπλῶς µετέχητε, λέγω, ἀλλ' ἵνα ἀξίους ἑαυτοὺς κατασκευάζητε. Οὐκ εἶ τῆς θυσίας ἄξιος, οὐδὲ τῆς µεταλήψεως; Οὐκοῦν οὐδὲ τῆς εὐχῆς. Ἀκούεις ἑστῶτος τοῦ κήρυκος, καὶ λέγοντος· Ὅσοι ἐν µετανοίᾳ, ἀπέλθετε πάντες. Ὅσοι µὴ µετέχουσιν, ἐν µετανοίᾳ εἰσίν. Εἰ τῶν ἐν µετανοίᾳ εἶ, µετασχεῖν οὐκ ὀφείλεις· ὁ γὰρ µὴ µετέχων, τῶν ἐν µετανοίᾳ ἐστί. Τίνος οὖν ἕνεκεν λέγει, Ἀπέλθετε, οἱ µὴ δυνάµενοι δεηθῆναι, σὺ δὲ ἕστηκας ἰταµῶς; Ἀλλ' οὐκ εἶ τούτων, ἀλλὰ τῶν δυναµένων µετέχειν, καὶ οὐδὲν φροντίζεις; οὐδὲν ἡγῇ τὸ πρᾶγµα;
3.5
Σκόπει, παρακαλῶ· Τράπεζα πάρεστι βασιλικὴ, ἄγγελοι διακονούµενοι τῇ τραπέζῃ, αὐτὸς πάρεστιν ὁ Βασιλεὺς, καὶ σὺ ἕστηκας χασµώµενος; ῥυπαρά σοι τὰ ἱµάτια, καὶ οὐδείς σοι λόγος; Ἀλλὰ καθαρά ἐστιν; Οὐκοῦν ἀνάπεσον, καὶ µέτεχε. Ἔρχεται καθ' ἑκάστην ἰδεῖν τοὺς ἀνακειµένους, πᾶσι διαλέγεται· καὶ νῦν ἐν τῷ συνειδότι ἐρεῖ· Ἑταῖροι, πῶς ἑστήκατε ὧδε, µὴ ἔχοντες ἔνδυµα γάµου; Οὐκ εἶπε,∆ ιὰ τί ἀνέπεσες; ἀλλὰ πρὸ τῆς κατακλίσεως καὶ τῆς εἰσόδου ἀνάξιον αὐτὸν εἶναί φησιν· οὐ γὰρ εἶπε,∆ ιὰ τί κατεκλίθης; ἀλλὰ, Τί εἰσῆλθες; Ταῦτα καὶ νῦν πρὸς ἅπαντας ἡµᾶς διαλέγεται τοὺς ἀναισχύντως καὶ ἰταµῶς ἑστῶτας. Πᾶς γὰρ ὁ µὴ µετέχων τῶν µυστηρίων, ἀναίσχυντος καὶ ἰταµῶς ἑστηκώς.∆ ιὰ τοῦτο πρότεροι ἐκβάλλονται οἱ ἐν ἁµαρτήµασι. Καθάπερ γὰρ ἐπὶ τραπέζης παραγενοµένου τοῦ δεσπότου οὐ δεῖ τοὺς προσκεκρουκότας τῶν οἰκετῶν παρεῖναι, ἀλλ' ἐκποδὼν γίνονται· οὕτω δὴ καὶ ἐνταῦθα, ἐκφεροµένης τῆς θυσίας, καὶ τοῦ Χριστοῦ τεθυµένου, καὶ τοῦ προβάτου τοῦ∆ εσποτικοῦ, ὅταν ἀκούσῃς,∆ εηθῶµεν πάντες κοινῇ, ὅταν ἴδῃς ἀνελκόµενα τὰ ἀµφίθυρα, τότε νόµισον διαστέλλεσθαι τὸν οὐρανὸν ἄνωθεν, καὶ κατιέναι τοὺς ἀγγέλους. Ὥσπερ τοίνυν τῶν ἀµυήτων οὐδένα χρὴ παρεῖναι, οὕτως οὐδὲ τῶν µεµυηµένων καὶ ῥυπαρῶν. Εἰπέ µοι, εἴ τις εἰς ἑστίασιν κληθεὶς, τὰς χεῖρας νίψαιτο καὶ κατακλιθείη, καὶ ἕτοιµος γένοιτο πρὸς τὴν τράπεζαν, εἶτα µὴ µετέχοι, οὐχ ὑβρίζει τὸν καλέσαντα; οὐ βέλτιον τὸν τοιοῦτον µηδὲ παραγενέσθαι; Οὕτω δὴ καὶ σὺ παραγέγονας· τὸν ὕµνον ᾖσας, µετὰ πάντων ὡµολόγησας εἶναι τῶν ἀξίων τῷ µὴ µετὰ τῶν ἀναξίων ἀνακεχωρηκέναι· πῶς ἔµεινας, καὶ οὐ µετέχεις τῆς τραπέζης; Ἀνάξιός εἰµι, φησίν. Οὐκοῦν καὶ τῆς κοινωνίας ἐκείνης τῆς ἐν ταῖς εὐχαῖς. Οὐ γὰρ διὰ προκειµένων µόνον, ἀλλὰ καὶ διὰ τῶν ᾠδῶν ἐκείνων τὸ Πνεῦµα πάντοθεν κάτεισιν. Οὐχ ὁρᾷς τοὺς ἡµετέρους οἰκέτας τῇ σπογγιᾷ τὴν τράπεζαν περιπλύνοντας, καὶ τὸν οἶκον καθαίροντας, καὶ οὕτω τοὺς πίνακας τιθέντας; Τοῦτο γίνεται διὰ τῶν εὐχῶν, διὰ τῆς βοῆς τοῦ κήρυκος· ὥσπερ σπογγιᾷ περιπλύνοµεν τὴν ἐκκλησίαν, ἵνα ἐν καθαρᾷ τῇ ἐκκλησίᾳ πάντα προτεθῇ, ἵνα µηδεὶς ᾖ σπῖλος, µηδὲ ῥυτίς. Ἀνάξιοι καὶ ὀφθαλµοὶ τῶν θεαµάτων τούτων, ἀνάξιαι καὶ ἀκοαί. Κἂν θηρίον, φησὶ, θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Οὕτως οὐδὲ τῆς ἐπιβάσεως ἄξιοι ἦσαν· καίτοι γε µετὰ ταῦτα καὶ προσῆλθον, καὶ εἶδον ποῦ ἑστήκει ὁ Θεός. Ἔξεστι µετὰ ταῦτα προσελθεῖν, καὶ ἰδεῖν· ὅταν µέντοι παρῇ, ἄπιθι· οὐκ ἔξεστί σοι µᾶλλον, ἢ τῷ κατηχουµένῳ. Οὐ γάρ ἐστιν ἴσον µηδέπω τυχεῖν µυστηρίων, καὶ µετὰ τὸ τυχεῖν προσκρούσαντα καταφρονεῖν, καὶ ἀνάξιον ἑαυτὸν καταστῆσαι τοῦ πράγµατος. Ἐνῆν καὶ πλείονα λέγειν καὶ φοβερώτερα, ἀλλ' ὥστε µὴ βαρῆσαι τὴν διάνοιαν ὑµῶν, ἀρκεῖ καὶ ταῦτα· οἱ γὰρ µὴ τούτοις σωφρονιζόµενοι, οὐδὲ τοῖς πλείοσιν. Ἵν' οὖν µὴ µεῖζον ὑµῖν τὸ κρῖµα ἐργασώµεθα, παρακαλῶµεν ὑµᾶς, οὐχ ἵνα µὴ παραγίνησθε, ἀλλ' ἵνα καὶ τῆς παρουσίας καὶ τῆς προσόδου ἀξίουςἑαυτοὺς καταστήσητε. Εἰπέ µοι, εἰ βασιλεύς τις ἐπέταξε, καὶ εἶπεν, Εἴ τις τόδε πράττει, τῆς τραπέζης ἀπεχέτω τῆς ἐµῆς, ἆρα ὑπὲρ τούτου οὐκ ἂν πάντα ἐπράξατε; Εἰς τοὺς οὐρανοὺς ἡµᾶς ἐκάλεσεν, εἰς τὴν τράπεζαν τοῦ βασιλέως τοῦ µεγάλου καὶ θαυµαστοῦ, καὶ ἀναδυόµεθα καὶ µέλλοµεν, καὶ οὐ σπεύδοµενοὐδὲ ἐπιτρέχοµεν τῷ πράγµατι; καὶ τίς ἡµῖν ἐστιν ἐλπὶς σωτηρίας; Οὐκ ἔστιν αἰτιάσασθαι ἀσθένειαν, οὐκ ἔστιν αἰτιάσασθαι φύσιν· ῥᾳθυµία µόνον ἀναξίους ἡµᾶς καθίστησι. Ταῦτα µὲν παρ' ἡµῶν εἴρηται· ὁ δὲ κατανύσσων καρδίας, ὁ διδοὺς πνεῦµα κατανύξεως, κατανύξῃ τὰς καρδίας ὑµῶν, καὶ ἐνθῇ εἰς βάθος τὰ σπέρµατα, ὥστε ἀπὸ τοῦ φόβου αὐτοῦ λαβεῖνἐν γαστρὶ καὶ τεκεῖν πνεῦµα σωτηρίας, καὶ µετὰ παῤῥησίας παραγενέσθαι. Οἱ υἱοί σου γὰρ, φησὶν, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Μηδὲν τοίνυν ἔστω παλαιὸν, µηδὲν ἄγριον, µηδὲν ἀνήµερον, µηδὲν ὠµόν. Τοιαῦτα γὰρ τὰ νεόφυτα πρὸς καρπόν ἐστιν ἐπιτήδεια, καρπὸν δὲ τὸν θαυµαστὸν, τὸν τῆς ἐλαίας λέγω, καὶ ἰσχυρὰ ὥστε πάντας γενέσθαι κύκλῳτῆς τραπέζης, καὶ µὴ εἰκῆ µηδὲ ὡς ἔτυχεν ἐνταῦθα συνέρχεσθαι, ἀλλὰ µετὰ φόβου καὶ δέους. Οὕτω γὰρ καὶ αὐτὸν ὄψεσθε ἐκεῖ τὸν Χριστὸν µετὰ παῤῥησίας, καὶ τῆς οὐρανίου ἀξιωθήσεσθε βασιλείας· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note