Homilies on Ephesians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
5.0
∆ ιὸ µνηµονεύετε, ὅτι ὑµεῖς ποτε τὰ ἔθνη ἐν σαρκὶ, οἱ λεγόµενοι ἀκροβυστία ὑπὸ τῆς λεγο µένης περιτοµῆς ἐν σαρκὶ χειροποιήτου· ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλ λοτριωµένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα µὴ ἔχοντες, καὶἄθεοι ἐν τῷ κόσµῳ.
5.1
Πολλὰ δείκνυσι τοῦ Θεοῦ τὴν εἰς ἡµᾶς φιλανθρωπίαν· πρῶτον, ὅτι δι' ἑαυτοῦ ἔσωσε, καὶ δι' ἑαυτοῦ τρόπῳ τοιούτῳ· δεύτερον, ὅτι τίνας ὄντας ἔσωσε· τρίτον, ὅτι ποῦ ἀνήγαγε. Ταῦτα γὰρ πάντα καὶ καθ' ἑαυτὰ µεγίστην ἔχει τὴν ἀπόδειξιν τῆς φιλανθρωπίας αὐτοῦ· καὶ ταῦτα πάντα κινεῖ νῦν γράφων ὁ Παῦλος. Εἶπεν, ὅτι νεκροὺς ὄντας τοῖς παραπτώµασι, καὶ τέκνα ὀργῆς, ἔσωσε· νῦν λέγει καὶ τίνων ἐποίησεν ἴσους.∆ ιὸ, φησὶ, µνηµονεύετε. Ἔθος γὰρ ἡµῖν ἅπασιν, ὅταν ἐκ τῆς πολλῆς εὐτελείας εἰς ἀντίῤῥοπον, ἢ καὶ µείζονα τιµὴν ἀναχθῶµεν, µηδὲ µεµνῆσθαι τῶν προτέρων, ἐντρεφοµένοιςἐκείνῃ τῇ δόξῃ.∆ ιὰ τοῦτό φησι,∆ ιὸ µνηµονεύετε.∆ ιὸ, ποῖον; Ὅτι ἐκτίσθηµεν ἐπ' ἔργοις ἀγαθοῖς. Τοῦτο δὲ ἱκανὸν ἡµᾶς πεῖσαι τῆς ἀρετῆς ἐπιµελεῖσθαι. Μνηµονεύετε. Ἱκανὴ γὰρ ἡ µνήµη ἐκείνη εὐγνώµονας περὶ τὸν εὐεργέτην ποιῆσαι. Ὅτι ὑµεῖς ποτε τὰ ἔθνη. Ὅρα πῶς τὰ πλεονεκτήµατα τὰ Ἰουδαϊκὰ καθαιρεῖ, καὶ τὰ ἐλαττώµατα τῶν ἐθνῶν θαυµάζει, ἅπερ οὐκ ἦν ἐλαττώµατα, ἀλλ' ἀπὸ τοῦ τρόπου καὶ τοῦβίου ἑκατέρους πείθει. Οἱ λεγόµενοι ἡ ἀκροβυστία. Ἐν ῥήµασιν ἦν ἡ τιµὴ, ἐν σαρκὶ τὸ προτέρηµα· οὐδὲν γάρ ἐστιν ἡ ἀκροβυστία, οὐδὲν ἡ περιτοµή. Ὑπὸ τῆς λεγοµένης, φησὶ, περιτοµῆς ἐν σαρκὶ χειροποιήτου. Ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωµένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα µὴ ἔχοντες, καὶἄθεοι ἐν τῷ κόσµῳ. Ὑµεῖς οἱ ὑπὸ Ἰουδαίων τοῦτο, φησὶ, καλούµενοι. Τί δήποτε δὲ µέλλων δεικνύναι τὴν εὐεργεσίαν αὐτῶν ἐν τούτῳ γενοµένην, ἐν τῷ κοινωνῆσαι αὐτοὺς τῷ Ἰσραὴλ, πάλιν τὸ ἀξίωµα τὸ Ἰσραηλιτικὸνοὐ καθαιρεῖ, ἀλλ' ἐν τούτοις ἐπαίρει αὐτό; Ἐν τοῖς ἀναγκαίοις ἐπαίρει, ἐν τούτοις δὲ καθαιρεῖ, ἐν οἷς οὐκ ἐκοινώνησαν. Προϊὼν γὰρ, φησί· Συµπολῖται τῶν ἁγίων ἐστὲ, καὶ οἰκεῖοι τοῦ Θεοῦ. Ὅρα πῶς οὐ καθαιρεῖ. Ταῦτα, φησὶν, ἀδιάφορά ἐστι. Μὴ νοµίσητε, φησὶν, ὅτι περιτοµῆς οὐκ ἐτύχετε καὶ ἐν ἀκροβυστίᾳ ἐστὲ, διαφοράν τινα εἶναι. Τὸ γὰρ χαλεπὸν τοῦτο ἦν, τὸ χωρὶς τοῦ Χριστοῦ εἶναι, τὸ τῆς πολιτείας ἀπηλλοτριῶσθαι τοῦ Ἰσραήλ· τοῦτο δὲ οὐ πολιτεῖαι· τὸ δὲ ξένους εἶναι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, τὸ µὴ ἔχειν ἐλπίδα τὴν µέλλουσαν, τὸ ἀθέους εἶναι ἐν τῷ κόσµῳ τούτῳ, ταῦτα πάντα ἐκείνων ἦν. Εἶπε περὶ τῶν οὐρανίων πραγµάτων, λέγει καὶ περὶ τῶν ἐπὶ γῆς, ἐπειδὴ µεγάλην δόξαν εἶχον περὶ αὐτῶν οἱ Ἰουδαῖοι. Οὕτω καὶ ὁ Χριστὸς παραµυθούµενος τοὺς µαθητὰς, µετὰ τὸ εἰπεῖν, Μακάριοι οἱ δεδιωγµένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶνοὐρανῶν, τὸ ἔλαττον τίθησιν· Οὕτω γὰρ, φησὶν, ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑµῶν. Τοῦτο γὰρ πρὸς µὲν τὸ µέγεθος ἔλαττόν ἐστι, πρὸς δὲ τὸ ἐγγὺς εἶναι καὶ πιστεῦσαι, µέγα καὶ ἱκανὸν, καὶ πολλὴν ἔχει τὴν ἰσχύν. Ἄρα τοῦτο ἦν τὸ πολιτεύεσθαι. Οὐκ εἶπε, Κεχωρισµένοι, ἀλλ', Ἀπηλλοτριωµένοι τῆς πολιτείας. Οὐκ εἶπεν, Οὐ προσέχοντες, ἀλλ', Οὐδὲ µετέχοντες, καὶ Ξένοι. Πολλὴ τῶν ῥηµάτων ἡ ἔµφασις, πολὺν δεικνῦσα τὸν χωρισµόν. Ἐπεὶ καὶ Ἰσραηλῖται τῆς πολιτείας ἦσαν ἐκτὸς, ἀλλ' οὐχ ὡς ἀλλότριοι, ἀλλ' ὡς ῥᾴθυµοι, καὶ τῶν διαθηκῶν ἐξέπεσον, ἀλλ' οὐχ ὡς ξένοι. Τίνες δὲ ἦσαν αἱ διαθῆκαι τῆς ἐπαγγελίας; Σοὶ καὶ τῷ σπέρµατί σου δώσω, φησὶ, τὴν γῆν ταύτην, καὶ ὅσα ἕτερα ἐπηγγείλατο. Ἐλπίδα, φησὶ, µὴ ἔχοντες, καὶ ἄθεοι. Καίτοι θεοὺς προσεκύνουν, ἀλλ' οὐκ ἦσαν· οὐ γάρ ἐστί τι εἴδωλον. Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ, ὑµεῖς, οἱ ποτὲ ὄντες µακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵµατι τοῦ Χριστοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡµῶν, ὁ ποιήσας τὰ ἀµφότερα ἓν, ὁ τὸ µεσότοιχον τοῦ φραγµοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὑτοῦ. Τοῦτο οὖν ἐστι µέγα, φησὶ, τὸ ὅτι εἰς τὴν τῶν Ἰουδαίων πολιτείαν ἤλθοµεν; Τί λέγεις; ἀνεκεφαλαιώσατο τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ νῦν περὶ Ἰσραηλιτῶν λέγεις; Ναὶ, φησίν. Ἐκεῖνα µὲν γὰρ τῇ πίστει χρὴ παραλαµβάνειν, ταῦτα δὲ καὶ τοῖς ἔργοις αὐτοῖς. Νυνὶ δὲ, φησὶν, ἐν Χριστῷ Ἰησοῦ, ὑµεῖς, οἱ ποτὲ ὄντες µακρὰν, ἐγγὺς ἐγενήθητε πρὸς τὴν πολιτείαν. Τὸ γὰρ, µακρὰν, καὶ τὸ, ἐγγὺς, προαιρέσεώς ἐστι µόνης. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡµῶν ὁ ποιήσας τὰ ἀµφότερα ἕν. Τί ἐστι, Τὰ ἀµφότερα ἕν; Οὐ τοῦτο λέγει, ὅτι εἰς ἐκείνην τὴν εὐγένειαν ἡµᾶς ἤγαγεν, ἀλλ' ὅτι καὶ ἡµᾶς, κἀκείνους εἰς µείζονα· πλὴν ἡµῶν µείζων ἡ εὐεργεσία. Τοῖς µὲν γὰρ ἐπήγγελτο, καὶ ἐγγύτεροι ἦσαν, ἡµῖν δὲ οὐδὲ ἐπήγγελτο, καὶ ποῤῥωτέρω ἦµεν.∆ ιό φησι· Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ἐπηγγείλατο µὲν γὰρ τοῖς Ἰσραηλίταις, ἀλλὰ ἀνάξιοι ἦσαν· ἡµῖν δὲ οὐδὲν ἐπηγγείλατο, ἀλλὰ καὶ ξένοι ἦµεν· οὐδὲν κοινὸν εἴχοµεν πρὸς αὐτοὺς, καὶ ἐποίησεν ἡµᾶς ἓν, οὐχ ἡµᾶς ἐκείνοις συνάψας, ἀλλὰ καὶ ἐκείνους καὶ ἡµᾶς εἰς ἓν συνάψας. Ὑπόδειγµα δὲ ἐρῶ· Ὑποθώµεθα εἶναι ἀνδριάντας δύο, τὸν µὲν ἐξ ἀργύρου, τὸν δὲ ἐκ µολίβδου, εἶτα ἀµφοτέρους καταχωνευθέντας, ἀνελθεῖν χρυσοῦς τοὺς δύο. Ἰδοὺ τοὺς δύο ἓν ἐποίησεν. Ἢ καὶ ἑτέρως· ἔστω ὁ µὲν δοῦλος, ὁ δὲ υἱοποίητος· ἀµφότεροι δὲ αὐτὸν προσκυνείτωσαν, ὁ µὲν ἀποκήρυκτος ὢν παῖς, ὁ δὲ δραπέτης, καὶ οὐδὲ ἐγνωκὼς τὸν πατέρα· εἶτα ἀµφότεροι γινέσθωσαν κληρονόµοι, καὶ γνήσιοι παῖδες. Ἰδοὺ εἰς µίαν ἤχθησαν τὴν τιµήν· οἱ δύο γεγόνασιν ἓν, ὁ µὲν πόῤῥωθεν ἐλθὼν, ὁ δὲ ἐγγύθεν, καὶ µᾶλλον ἢ πρὶν ἢ προσκροῦσαι γνησιώτερος. Τὸ µεσότοιχον, φησὶ, τοῦ φραγµοῦ λύσας. Ποῖόν ἐστι τὸ µεσότοιχον ἑρµηνεύει, Τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, λέγων. Τὸν νόµον τῶν ἐντολῶν ἐν δόγµασι καταργήσας. Τινὲς µέν φασιν, ὅτι Ὁ νόµος µεσότοιχον· διὰ τοῦτο τὸν νόµον εἶπεν, ὅτι οὐκ ἠφίει τοὺς Ἰουδαίους πρὸς τοὺς Ἕλληνας ἀναµίγνυσθαι. Ἐµοὶ δὲ οὐ τοῦτο δοκεῖ· ἀλλὰ τὴν ἔχθραν ἐν τῇ σαρκὶ µεσότοιχον λέγει, τῷ κοινὸν εἶναι διάφραγµα ἀπὸ Θεοῦ διατειχίζον ἡµᾶς, καθὼς ὁ προφήτης φησίν· Οὐχὶ αἱ ἁµαρτίαι ὑµῶν διιστῶσιν ἀνὰ µέσον ὑµῶν καὶ ἐµοῦ; Καὶ εἰκότως· ὡς µεσότοιχον γὰρ ἦν ἔχθρα, ἣν καὶ πρὸς Ἰουδαίους εἶχε καὶ πρὸς Ἕλληνας. Τοῦ δὲ νόµου ὄντος, οὐ µόνον οὐκ ἐλύετο, ἀλλὰ καὶ ηὔξετο· Ὁ γὰρ νόµος, φησὶν, ὀργὴν κατεργάζεται. Ὥσπερ οὖν ἐκεῖ λέγων, Ὁ νόµος ὀργὴν κατεργάζεται, οὐκ αὐτῷ τὸ πᾶν ἐπιγράφει, ἀλλ', ἐπειδὴ παρέβηµεν, προσυπακούεται· οὕτω καὶ ἐνταῦθα µεσότοιχον αὐτόν φησιν, ἐπειδὴ παρακουόµενος ἔχθραν ἐποίει. Φραγµὸς ὁ νόµος ἦν, ἀλλ' οὗτος ἐγένετο µὲν ἀσφαλείας ἕνεκεν· διὸ καὶ φραγµὸς ὠνόµαστο, ἵνα περιφράττῃ. Ἄκουε γὰρ πάλιν τοῦ προφήτου λέγοντος· Καὶ φραγµὸν αὐτῷ περιέθηκα· καὶ πάλιν, Καθεῖλες τὸν φραγµὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόµενοι τὴν ὁδόν. Οὐκοῦν τὴν ἀσφάλειάν φησι. Καὶ πάλιν, Καθελῶ τὸν φραγµὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτηµα· καὶ πάλιν, Νόµον εἰς βοήθειαν ἔδωκε, καὶ πάλιν, Ποιῶν ἐλεηµοσύνην καὶ κρίσιν ὁ Κύριος ἐγνώρισε τὰ δικαιώµατα αὐτοῦ τῷ Ἰσραήλ. Γέγονε δὲ µεσότοιχον, οὐκέτι αὐτοὺς ἐν ἀσφαλείᾳ καθιστῶν, ἀλλὰ χωρίζον αὐτοὺς ἀπὸ τοῦ Θεοῦ. Τοιοῦτον γὰρ τὸ µεσότοιχον τὸ ἀπὸ τοῦ φραγµοῦ. Ποῖον δὲ τοῦτο δηλῶν, ἐπάγει, Τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. Τὸν νόµον τῶν ἐντολῶν καταργήσας. Πῶς; Σφραγίσας, καὶ λύσας ἐκεῖ τὴν ἔχθραν. Οὐ τούτῳ δὲ µόνον ἔλυσεν, ἀλλὰ καὶ τῷ φυλάξαι αὐτόν. Τί οὖν, εἰ τῆς προτέρας παραβάσεως ἀπηλλάγµεθα, πάλιν δὲ αὐτὸν ἀναγκαζόµεθα φυλάττειν; Πάλιν τὸ αὐτὸ ἦν· ἀλλὰ καὶ αὐτὸν ἔλυσε· Τὸν νόµον γὰρ τῶν ἐντολῶν, φησὶν, ἐν δόγµασι καταργήσας. Βαβαὶ τῆς φιλανθρωπίας· ἔδωκεν ἡµῖν νόµον, ἵνα φυλάττωµεν· ἐπεὶ δὲ οὐκ ἐφυλάξαµεν, δέον κολασθῆναι, ὁ δὲ καὶ τὸν νόµον κατέλυσεν· ὡς ἂν εἴ τις παιδίον παραδοὺς παιδαγωγῷ, ἐπειδὴ µὴ ὑπακούοι, καὶ τοῦ παιδαγωγοῦ ἐλεύθερον ποιήσειε, καὶ ἀπαγάγοι. Πόσης τοῦτο φιλανθρωπίας; Τί ἐστιν, Ἐν δόγµασι καταργήσας; Πολλὴν γὰρ ἐνταῦθα διαφοράν φησιν ἐντολῆς καὶ δογµάτων. Ἢ τὴν πίστιν οὖν φησι, δόγµα αὐτὴν καλῶν· ἀπὸ γὰρ πίστεως µόνης ἔσωσεν· ἢ τὴν παραγγελίαν, καθὼς ἔλεγεν ὁ Χριστός· Ἐγὼ δὲ λέγω ὑµῖν, µηδὲ ὀργισθῆναι ὅλως. Τουτέστιν, Ἐὰν πιστεύσῃς, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· Καὶ πάλιν, Ἐγγύς σου τὸ ῥῆµά ἐστιν ἐν τῷ στόµατί σου, καὶ ἐν τῇ καρδίᾳ σου. Μὴ εἴπῃς, Τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν, ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον, ἢ τίς αὐτὸν ἀνήγαγεν ἐκ νεκρῶν; Ἀντὶ βίου πίστιν εἰσήγαγεν. Ἵνα γὰρ µὴ εἰκῆ σώσῃ, καὶ αὐτὸς ἐκολάσθη, καὶ ἀπῄτησεν αὐτοὺς τὴν πίστιν διὰ δογµάτων. Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Ὁρᾷς οὐχὶ τὸν Ἕλληνα γενόµενον Ἰουδαῖον, ἀλλὰ καὶ τοῦτον κἀκεῖνον εἰς ἑτέραν κατάστασιν ἥκοντας; Οὐχ ἵνα τοῦτον ἕτερον ἐργάσηται, τὸν νόµον κατήργησεν, ἀλλ' ἵνα τοὺς δύο κτίσῃ. Καὶ καλῶς πανταχοῦ τῷ ὀνόµατι κέχρηται τῷ, Κτίσῃ. Καὶ οὐκ εἶπε, Μεταβάλῃ, ἵνα δείξῃ τὸ ἐνεργὲς τοῦ γενοµένου, καὶ ὅτι εἰ καὶ ὁρατὸν ἡ κτίσις, ἀλλ' ἐκείνης οὐκ ἐλάττων, καὶ ὅτι ὡς ἀπὸ φυσικῶνπραγµάτων ἀποπηδᾷν ἡµᾶς οὐ χρὴ λοιπόν. Ἵνα τοὺς δύο, φησὶ, κτίσῃ ἐν ἑαυτῷ· τουτέστι, δι' ἑαυτοῦ. Οὐκ ἄλλῳ τοῦτο ἐπέταξεν, ἀλλὰ αὐτὸς δι' ἑαυτοῦ καὶ τοῦτον κἀκεῖνον χωνεύσας, ἕνα ἀνήνεγκε θαυµαστὸν, αὐτὸς τοῦτο πρῶτον γενόµενος· ὅπερ τῆς προτέρας κτίσεώς ἐστι µεῖζον. Τοῦτο γάρ ἐστιν, Ἐν ἑαυτῷ, αὐτὸς πρῶτος τύπον παρασχὼν καὶ ὑπόδειγµα. Ἔνθεν γὰρ τὸν Ἰουδαῖον κατασχὼν, κἀκεῖθεν τὸν Ἕλληνα, καὶ µέσος αὐτὸς γενόµενος, καὶ συµµίξας αὐτοὺς, καὶ πᾶν αὐτῶν τὸ ἀπηλλοτριωµένονἀφανίσας, ἀνέπλασεν ἄνωθεν διὰ πυρὸς καὶ ὕδατος· οὐκέτι δι' ὕδατος καὶ γῆς, ἀλλὰ δι' ὕδατος καὶ πυρός. Γέγονεν Ἰουδαῖος περιτµηθεὶς, γέγονεν ἐπικατάρατος, γέγονεν Ἕλλην ἐκτὸς νόµου, καὶ ὑπὲρ Ἕλληνας καὶ Ἰουδαίους. Εἰς ἕνα καινὸν ἄνθρωπον, φησί. Ποιῶν εἰρήνην αὐτοῖς· πρὸς τὸν Θεὸν, καὶ πρὸς ἀλλήλους. Οὐ γὰρ ἂν µένοντες καὶ Ἰουδαῖοι καὶ Ἕλληνες κατηλλάγησαν ἄν· µὴ ἀπαλλαγέντες δὲ τῆς οἰκείας καταστάσεως ἕκαστος, πῶς ἂν εἰς ἑτέραν µείζονα ἦλθον; Ὁ γὰρ Ἰουδαῖος τότε τῷ Ἕλληνι συνάπτεται, ὅταν πιστὸς γένηται· ὡς ἂν εἴ τινες, δύο οἰκηµάτων ὄντων, κάτωθεν καὶ ἄνωθεν ἑνὸς θαυµαστοῦ καὶ µεγάλου, οὐκ ἂν δυνηθεῖεν ἀλλήλους ἰδεῖν, ἕως ἂν ἄνω γένωνται. Ποιῶν εἰρήνην· µᾶλλον πρὸς τὸν Θεόν· τὸ γὰρ ἑξῆς τοῦτο δηλοῖ. Τί γάρ φησι; Καὶ ἀποκαταλλάξῃ τοὺς ἀµφοτέρους ἐν ἑνὶ σώµατι τῷ Θεῷ διὰ τοῦ σταυροῦ. Οὐκ εἶπε, Καταλλάξῃ, ἀλλ', Ἀποκαταλλάξῃ, δεικνὺς ὅτι πρὸ τούτου ἡ ἀνθρωπίνη φύσις εὐκατάλλακτος ἦν, οἷον ἐπὶ τῶν ἁγίων καὶ πρὸ τοῦ νόµου. Ἐν ἑνὶ σώµατι, φησὶ, τῷ αὐτοῦ, τῷ Θεῷ. Πῶς τοῦτο γίνεται; Τὴν ὀφειλοµένην δίκην αὐτὸς, φησὶν, ὑποστὰς διὰ τοῦ σταυροῦ. Ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Οὐδὲν κυριώτερον τούτων τῶν λέξεων, οὐδὲν ἐµφαντικώτερον. Ὁ θάνατος αὐτοῦ, φησὶ, τὴν ἔχθραν ἀπέκτεινεν, ἔτρωσε καὶ ἀπώλεσεν, οὐχ ἑτέρῳ ἐπιτάξας, οὐδ' ἐνεργήσας µόνον, ἀλλὰ καὶ παθών. Οὐκ εἶπε, Λύσας, οὐκ εἶπεν, Ἀνελὼν, ἀλλ', ὃ πάντων σφοδρότερον ἦν, Ἀποκτείνας, ὥστε µηκέτι αὐτὴν ἀναστῆναι. Πῶς οὖν ἀνίσταται; Ἀπὸ τῆς πολλῆς ἡµῶν κακίας. Ἕως γὰρ ἂν µένωµεν ἐν τῷ σώµατι τοῦ Χριστοῦ, ἕως ἂν ὦµεν ἡνωµένοι, οὐκ ἀνίσταται, ἀλλὰ κεῖται νεκρά· µᾶλλον δὲ ἐκείνη οὐδέποτε ἀνίσταται· ἂν δὲ ἑτέραν τέκωµεν, οὐκέτι παρὰ τὸν τὴν προτέραν ἀνελόντα καὶ ἀπολέσαντα· σὺ δὴ ὠδίνεις ἑτέραν. Τὸ γὰρ φρόνηµα τῆς σαρκὸς, φησὶν, ἔχθρα εἰς Θεόν. Ἂν µηδὲν φρονῶµεν σαρ κικὸν, οὐ τεχθήσεται ἑτέρα, ἀλλὰ µενεῖ ἡ εἰρήνη ἐκείνη. Ἐννόησον γὰρ ὅσον ἐστὶ κακὸν, τοσαῦτα τοῦ Θεοῦ πραγµατευσαµένου, ἵνα καταλλαγῶµεν, καὶ ἀνύσαντος, πάλιν ἡµᾶς εἰς ἔχθραν ἐπανελθεῖν. Ταύτην οὐκέτι λουτρὸν, ἀλλ' ἡ γέεννα µένει, οὐκέτι ἄφεσις, ἀλλ' ἐξέτασις. Φρόνηµα τῆς σαρκὸς, τρυφὴ, σπατάλη· φρόνηµα τῆς σαρκὸς, πλεονεξία καὶ πᾶσα ἁµαρτία.∆ ιὰ τί φρόνηµα σαρκὸς εἴρηται; καίτοι γε οὐδὲν ἄνευ ψυχῆς εἰργάσατο ἄν. Οὐ διαβάλλων τὴν σάρκα λέγει, ἐπεὶ καὶ ὅταν λέγῃ, Ψυχικὸς ἄνθρωπος, οὐ διαβάλλων τὴν ψυχὴν τοῦτό φησιν, ἀλλ' ὅτι οὐκ ἀρκεῖ οὔτε σῶµα, οὔτε ψυχὴκαθ' ἑαυτὴν, µὴ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύουσα, ποιῆσαί τι γενναῖον καὶ µέγα.∆ ιὰ τοῦτο ψυχικὰ ἐκεῖνα καλεῖ, ἃ καθ' ἑαυτὴν ἡ ψυχὴ ἐργάζεται· καὶ σαρκικὰ ἐκεῖνα καλεῖ, ἃ καθ' ἑαυτὸ τὸ σῶµα· οὐκ ἐπειδὴ ταῦτα φυσικὰ, ἀλλ' ἐπειδὴ µὴ ἀπολαύσαντα προστασίας τῆς ἐκεῖθεν, ἀπόλλυται. Ἐπεὶ καὶ οἱ ὀφθαλµοὶ καλοὶ, ἀλλ' ἄνευ φωτὸς µυρία ἐργάζονται κακά· τοῦτο δὲ τῆς ἀσθενείας αὐτῶν ἐστιν, οὐ τῆς φύσεως. Εἰ δὲ φυσικὰ ἦν τὰ κακὰ, οὐκ ἂν αὐτοῖς ποτε εἰς δέον ἐχρησάµεθα· οὐδὲν γάρ ἐστι φυσικὸν κακόν. Τί οὖν ἐστι σαρκικὰ φρονήµατα; Αἱ ἁµαρτίαι. Ὅταν γὰρ αὕτη κρατήσῃ τοῦ ἡνιόχου µετεωρισθεῖσα, µυρία τίκτει δεινά. Ἀρετὴ γὰρ σαρκὸς τὸ ὑποτετάχθαι τῇ ψυχῇ, κακία δὲ τὸ ἄρχειν ψυχῆς. Ὥσπερ οὖν ὁ ἵππος καλὸς µὲν καὶ εὐσκελὴς, ἀλλ' οὐκ ἄνευ ἡνιόχου τοῦτο δείκνυται· οὕτω καὶ ἡ σὰρξ τότε ἔσται καλὴ, ὅταν αὐτῆς τὰ σκιρτήµατα περικόψωµεν. Ἀλλ' οὐδὲ ἡνίοχος δείκνυται ἄνευ ἐπιστήµης· καὶ γὰρ καὶ αὐτὸς ἐκείνων δεινότερα ἄνευ ἐπιστήµης ἐργάζεται. Ὥστε πανταχόθεν ἐφεστάναι χρή· τὸ πνεῦµα, τοῦτο ἐφεστὸς, τὸν ἡνίοχον ἰσχυρότερον ποιεῖ· τοῦτο καὶ τὴν ψυχὴν καὶ τὸ σῶµα καλλωπίζει. Καθάπερ γὰρ ἡ ψυχὴ ἐνοῦσα µὲν αὐτῷ, καλὸν αὐτὸ δείκνυσιν, ὅταν δὲ αὐτὸ ἐρηµώσῃ τῆς οἰκείας ἐνεργείας καὶ ἀποστῇ, καθάπερ ζωγράφου τινὸςτὰ χρώµατα συγχέοντος, εἰδέχθεια γίνεται πολλὴ, πρὸς τὴν φθορὰν ἐπειγοµένου τῶν µερῶν ἑκάστου καὶ τὴν ἀνάλυσιν· οὕτω καὶ τὸ πνεῦµα ὅταν ἔρηµον καταλίπῃ καὶ τὸ σῶµα καὶ τὴν ψυχὴν, χείρων γίνεται καὶ µείζων ἡ εἰδέχθεια. Μὴ τοίνυν, ἐπειδὴ τῆς ψυχῆς ἔλαττον τὸ σῶµα, κάκιζε τοῦτο. Οὐδὲ γὰρ ἐγὼ τὴν ψυχὴν κακίζειν ἀνέχοµαι, ἐπειδὴ τοῦ πνεύµατος οὐδὲν ἰσχύει χωρίς. Εἰ δὲ χρή τι εἰπεῖν, µείζονός ἐστι κατηγορίας ἀξία ἡ ψυχή. Τὸ µὲν γὰρ σῶµα οὐδὲν ἄνευ τῆς ψυχῆς ἐργάσαιτο ἂν δεινὸν, ἡ δὲ ψυχὴ πολλὰ χωρὶς τοῦ σώµατος· καὶ γὰρ καὶ τηκοµένου τούτου, καὶ οὐ σκιρτῶντος, πολλὰ ἐργάζεται ἐκείνη· καθάπερ οἱ γόητες ἐκεῖνοι, οἱ µάγοι, οἱ φθονοῦντες, οἱ φαρµακοὶ, µάλιστα τήκουσιν αὐτό. Ἄλλως δὲ οὐδὲ ἡ τρυφὴ τῆς τοῦ σώµατος ἀνάγκης ἐστὶν, ἀλλὰ τῆς ἀπροσεξίας τῆς ψυχῆς· ἡ γὰρ τροφὴ, οὐχὶ ἡ τρυφὴ, τῆς τοῦ σώµατος ἀνάγκης. Ἐὰν γὰρ θελήσω σφοδρὸν καθεῖναι χαλινὸν, ἐπεστόµισα τὸν ἵππον· τὸ δὲ σῶµα τὴν ψυχὴν καταστέλλειν οὐ δύναται ἐν τοῖς αὐτῆς κακοῖς. Τίνος οὖν ἕνεκεν φρόνηµα αὐτὸ σαρκὸς καλεῖ; Ὅτι τῆς σαρκὸς ὅλον γίνεται. Ὅταν γὰρ αὕτη κρατήσῃ, τότε ἥµαρτεν, ὅταν ἀφέληται τὸν νοῦν καὶ τὴν ἀρχὴν τῆς ψυχῆς. Οὐκοῦν ἐν τούτῳ ἡ ἀρετὴ τοῦ σώµατος, ἐν τῷ εἴκειν τῇ ψυχῇ, ἐπεὶ καθ' ἑαυτὴν οὔτε καλὴ οὔτε κακή. Τί γὰρ ἂν ἐργάσαιτο τὸ σῶµα καθ' ἑαυτό; Ὥστε τῇ συναφείᾳ καλὸν τὸ σῶµα, καλὸν διὰ τὴν ὑποταγὴν, ἐπεὶ καθ' ἑαυτὸ οὔτε καλὸν, οὔτε κακὸν, καὶ πρὸς τοῦτο δὲ, καὶ πρὸς ἐκεῖνο ἐπιτήδειον, εἰς ἑκάτερα τὴν ῥοπὴν ἔχον. Τὸ σῶµα ἐπιθυµεῖ, ἀλλ' οὐ πορνείας οὐδὲ µοιχείας, ἀλλὰ µίξεως· τὸ σῶµα ἐπιθυµεῖ, οὐ τρυφῆς, ἀλλὰ τροφῆς, οὐ µέθης, ἀλλὰ ποτοῦ. Ὅτι γὰρ οὐχ ἡ µέθη τοῦ σώµατός ἐστιν ἐπιθυµία, σκόπει πῶς· οὐκ ἀντέχει λοιπὸν, ὅταν ὑπερβῇς τὸ µέτρον, ὅταν τὰ ὅρια νικήσῃς τὰ τοῦ σώµατος· ἐπεὶ τὰ ἄλλα πάντα τῆς ψυχῆς ἐστιν, οἷον ὅταν εἰς σαρκικὰ καταφέρηται, ὅταν παχεῖα γένηται. Εἰ γὰρ καὶ καλὸν τὸ σῶµα, ἀλλὰ σφόδρα ἧττον τῆς ψυχῆς. Ὥσπερ οὖν ἥττων ὁ µόλυβδος χρυσοῦ, ἀλλ' ὅµως δεῖται καὶ τοῦ µολίβδου τοῦ συγκολλῶντος· οὕτω δεῖ καὶ τοῦ σώµατος τῇ ψυχῇ· ἢ ὥσπερ παιδίον ἐστὶν εὐγενὲς παιδαγωγοῦ δεόµενον, οὕτω καὶ ἡ ψυχὴ δεῖται τοῦ σώµατος. Καὶ µὴ θαυµάσῃς, εἰ τοιαῦτα παρήγαγον παραδείγµατα. Ὥσπερ γὰρ παιδικὰ πράγµατα λέγοµεν, οὐ τὴν ἡλικίαν διαβάλλοντες, ἀλλὰ τὰ κατ' αὐτήν· οὕτω καὶ περὶ τοῦ σώµατος. Ἀλλ' ἔνεστι µὴ εἶναι ἐν σαρκὶ, ἂν θέλωµεν, ὥσπερ οὐδὲ ἐν τῇ γῇ, ἀλλ' ἐν οὐρανοῖς καὶ ἐν πνεύµατι. Τὸ γὰρ εἶναί που, οὐχ οὕτω τῇ θέσει τῇ ἐν τῷ τόπῳ λέγεται, ὡς τῇ διαθέσει. Πολλοὺς γοῦν ὄντας που, λέγοµεν µὴ εἶναι, λέγοντες, Οὐκ ἦσθα ἐνταῦθα. Καὶ τί λέγω ταῦτα; Πολλάκις λέγοµεν, Οὐκ εἶ ἐν σεαυτῷ, Οὐκ εἰµὶ ἐν ἐµαυτῷ· καίτοι τί σωµατικώτερον τούτου, ὅταν αὐτὸς ἑαυτῷ πλησιάζῃ; ἀλλ' ὅµως οὐ φαµὲν αὐτὸν εἶναι ἐν ἑαυτῷ. Γενώµεθα τοίνυν ἐν ἑαυτοῖς, ἐν τῷ οὐρανῷ, ἐν τῷ πνεύµατι· µένωµεν ἐπὶ τῆς εἰρήνης καὶ τῆς χάριτος τοῦ Θεοῦ, ἵνα πάντων τῶν σαρκικῶν ἀπαλλαγέντες, δυνηθῶµεν ἐπιτυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν ἐνΧριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.