Homilies on Ephesians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
6.0
Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑµῖν τοῖς µα κρὰν, καὶ τοῖς ἐγγύς· ὅτι δι' αὐτοῦ ἔχοµεν τὴν προσαγωγὴν ἀµφότεροι ἐν ἑνὶ Πνεύµατι πρὸς τὸν Πατέρα. Ἆρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συµπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ. Ἐποικοδοµηθέντες ἐπὶ τῷ θεµελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου λίθου αὐτοῦ Χριστοῦ· ἐν ᾧ πᾶσα ἡ οἰκοδοµὴ συναρµολογουµένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν ᾧ καὶ ὑµεῖς συνοικοδο µεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύµατι. Οὐ δι' ἑτέρου, φησὶν, ἔπεµψεν, οὐδὲ δι' ἄλλου τινὸς ταῦτα ἐµήνυσεν ἡµῖν, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ. Οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον ἀπέστειλεν, ἐπειδὴ τὸ διορθῶσαι τὰ τοσαῦτα κακὰ οὐδενὸς ἑτέρου ἦν, ἀλλὰ τῆς αὐτοῦ παρουσίας, καὶ τὸ ἀπαγγεῖλαιτὰ γενόµενα. Ὑπηρέτου καὶ σχεδὸν διακόνου τάξιν ἀνεδέξατο ὁ∆ εσπότης, καὶ ἦλθε, καὶ εὐηγγελίσατο εἰρήνην Ὑµῖν, φησὶ, τοῖς µακρὰν, καὶ τοῖς ἐγγύς. Τοῖς Ἰουδαίοις, φησὶν, ἐγγὺς, ὡς πρὸς ἡµᾶς· µακρὰν δὲ, τοὺς ἐξ ἐθνῶν αἰνιττόµενος, ὡς ξένους τῶν διαθηκῶν ὄντας. Ὅτι δι' αὐτοῦ ἔχοµεν τὴν προσαγωγὴν ἀµφότεροι ἐν ἑνὶ Πνεύµατι πρὸς τὸν Πατέρα. Εἰρήνην τὴν πρὸς τὸν Θεόν φησι· καὶ γὰρ κατήλλαξεν ἡµᾶς. Ἄλλως δὲ καὶ αὐτός φησιν, Εἰρήνην ἀφίηµι ὑµῖν, εἰρήνην τὴν ἐµὴν δίδωµι ὑµῖν· καὶ πάλιν, Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσµον· καὶ, Ὅσα ἂν αἰτήσητε ἐν τῷ ὀνόµατί µου, λήψεσθε· καὶ πάλιν, Ὅτι ὁ Πατὴρ ὑµᾶς φιλεῖ. Ταῦτα τῆς εἰρήνης τεκµήρια, καὶ πρὸς τούτους καὶ πρὸς ἐκείνους. Πρὸς τούτους πῶς; Ὅτι δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαµεν ἀµφότεροι ἐν ἑνὶ Πνεύµατι, οὐχ ὑµεῖς ἔλαττον, ἐκεῖνοι δὲ πλέον, ἀλλὰ µιᾷ χάριτι. Τὴν µὲν γὰρ ὀργὴν ἔλυσε τῷ θανάτῳ, ἐπεράστους δὲ ἡµᾶς ἐποίησε τῷ Πατρὶ διὰ τοῦ Πνεύµατος. Ἰδοὺ πάλιν τὸ, ἐν, διά ἐστι· δι' ἑαυτοῦ καὶ Πνεύµατος προσήγαγεν αὐτῷ. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συµπολῖται τῶν ἁγίων. Ὁρᾷς ὅτι οὐχ ἁπλῶς τῶν Ἰουδαίων, ἀλλὰ τῶν ἁγίων καὶ µεγάλων ἐκείνων ἀνδρῶν τῶν περὶ Ἀβραὰµ καὶ Μωϋσῆν καὶ Ἠλίαν εἰς τὴν αὐτὴνπόλιν ἀπεγράφηµεν, εἰς ἐκείνην ἐµφανιζόµεθα; Οἱ γὰρ τοιαῦτα λέγοντες, φησὶν, ἐµφανίζουσιν ὅτι πατρίδα ζητοῦσιν. Οὐκέτι ξένοι τῶν ἁγίων, οὐδὲ πάροικοι. Οἱ γὰρ µὴ µέλλοντες ἐπιτεύξεσθαι τῶν οὐρανίων, πάροικοί εἰσιν. Ὁ γὰρ Υἱὸς, φησὶ, µένει εἰς τὸν αἰῶνα. Καὶ οἰκεῖοι, φησὶ, τοῦ Θεοῦ. Ὅπερ ἔσχον ἐξ ἀρχῆς ἐκεῖνοι διὰ τοσούτων πόνων, τοῦτο ὑµῖν διὰ τῆς τοῦ Θεοῦ χάριτος κατωρθώθη. Ἐποικοδοµηθέντες ἐπὶ τῷ θεµελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Ἰδοὺ ἡ ἐλπὶς τῆς κλήσεως. Ὅρα πῶς πάντα φύρει, τοὺς Ἕλληνας, τοὺς Ἰουδαίους, τοὺς ἀποστόλους, τοὺς προφήτας, τὸν Χριστόν· καὶ ποτὲ µὲν ἀπὸ τοῦ σώµατος, ποτὲ δὲ ἀπὸ τῆς οἰκοδοµῆς τὴν συναφὴν δείκνυσιν. Ἐποικοδοµηθέντες, φησὶν, ἐπὶ τῷ θεµελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Τουτέστι, Θεµέλιος οἱ ἀπόστολοι καὶ οἱ προφῆται. Καὶ πρῶτον τίθησι τοὺς ἀποστόλους ἐσχάτους ὄντας τοῖς χρόνοις· ἤτοι τοῦτο δεικνὺς καὶ λέγων, ὅτι θεµέλιός εἰσι καὶ οὗτοι καὶ ἐκεῖνοι, καὶ µία οἰκοδοµὴ τὸ πᾶν καὶ ῥίζα µία. Ἐννόησον τοὺς Ἕλληνας θεµέλιον ἔχοντας τοὺς πατριάρχας. Ἐνταῦθα µᾶλλον αὐτὸ τὸ κυριώτερον λέγει, ἢ ὅταν ἐγκεντρισµὸν λέγῃ· µᾶλλον ἐκεῖ καθάπτεται. Εἶτα ἐπάγει, Ὄντος ἀκρογωνιαίου Ἰησοῦ Χριστοῦ· δηλῶν ὅτι ὁ τὸ πᾶν συνέχων ἐστὶν ὁ Χριστός. Ὁ γὰρ λίθος ὁ ἀκρογωνιαῖος καὶ τοὺς τοίχους συνέχει, καὶ τοὺς θεµελίους. Ἐν ᾧ πᾶσα οἰκοδοµή. Ὅρα πῶς αὐτὸ συνῆψε· καὶ δείκνυσι ποτὲ µὲν ἄνωθεν κατέχοντα τὸ πᾶν σῶµα καὶ συγκροτοῦντα, ποτὲ δὲ κάτωθεν διαβαστάζοντα τὴν οἰκοδοµὴν, καὶ ῥίζαν ὄντα. Τὸ δὲ, Ἔκτισεν ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, εἰπὼν, διὰ τούτου ἐδήλωσεν, ὅτι δι' ἑαυτοῦ συνῆψεν ἑκατέρους τοὺς τοίχους, καὶ πάλιν ὅτι ἐναὐτῷ ἐκτίσθη. Καὶ, Πρωτότοκος, φησὶ, πάσης κτίσεως· τουτέστι, πάντα αὐτὸς διαβαστάζει. Ἐν ᾧ πᾶσα οἰκοδοµὴ συναρµολογουµένη. Κἂν τὸν ὄροφον εἴπῃς, κἂν τοὺς τοίχους, κἂν ὁτιοῦν ἕτερον, τὸ πᾶν διαβαστάζει αὐτός. Ἀλλαχοῦ δὲ αὐτὸν θεµέλιον καλεῖ· Θεµέλιον γὰρ ἄλλον, φησὶν, οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείµενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἐν ᾧ πᾶσα οἰκοδοµὴ, φησὶ, συναρµολογουµένη. Ἐνταῦθα τὸ ἀκριβὲς ἐµφαίνει, καὶ δείκνυσιν, ὅτι οὐκ ἔνι ἄλλως τεθῆναι, µὴ µετὰ πολλῆς τῆς ἀκριβείας βιώσαντα. Αὔξει γὰρ, φησὶν, εἰς ναὸν ἅγιον ἐν ᾧ καὶ ὑµεῖς, φησὶ, συνοικοδοµεῖσθε. Συνεχέστερον αὐτὸ λέγει, Εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύµατι. Τί δὴ βούλεται ἡ οἰκοδοµή; Ὥστε τὸν Θεὸν ἐνοικῆσαι ἐν τῷ ναῷ τούτῳ. Ἕκαστος γὰρ ὑµῶν ναός ἐστι, καὶ κοινῇ πάντες, καὶ ὡς ἐν σώµατι Χριστοῦ οἰκεῖ, καὶ ὡς ἐν ναῷ πνευµατικῷ οἰκεῖ.∆ ιὰ τοῦτο οὐκ εἶπε, Πρόσοδον, ἀλλὰ, Προσαγωγήν· οὐ γὰρ ἀφ' ἑαυτῶν προσήλθοµεν, ἀλλ' ὑπ' αὐτοῦ προσήχθηµεν· Οὐδεὶς γὰρ, φησὶν, ἔρχεται πρὸς τὸν Πατέρα, εἰ µὴ δι' ἐµοῦ· καὶ πάλιν, Ἐγώ εἰµι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Εἰς ναὸν ἅγιον συνοικοδοµεῖσθε. Πάλιν ἐπὶ τὸ πρότερον ἄνεισιν ὑπόδειγµα, καὶ συνάπτει αὐτοὺς τοῖς ἁγίοις, οὐδαµοῦ ἀφεὶς ἀπηρτῆσθαι τοῦ Χριστοῦ. Ἄρα µέχρι τῆς παρουσίας ἡ οἰκοδοµὴ αὕτη· ἄρα διὰ τοῦτο Παῦλος ἔλεγεν, Ὡς σοφὸς ἀρχιτέκτων θεµέλιον τέθεικα· καὶ πάλιν ἐνταῦθα, Θεµέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείµενον, ὅς ἐστι Χριστός. Ὁρᾷς ὅτι τὰ παραδείγµατα πρὸς τὰ ὑποκείµενα, ἀλλ' οὐχ ἁπλῶς ἐκλαµβάνειν χρή; Ἀπὸ παραδειγµάτων τοῦτο εἶπεν, ὡς ὅταν ὁ Χριστὸς γεωργὸν λέγῃ τὸν Πατέρα, καὶ ῥίζαν ἑαυτόν. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσµιος Ἰησοῦ Χριστοῦ ὑπὲρ ὑµῶν τῶν ἐθνῶν. Εἶπε τοῦ Χριστοῦ τὴν κηδεµονίαν τὴν πολλήν· ἐκβαίνει λοιπὸν καὶ ἐπὶ τὴν ἑαυτοῦ, µικρὰν µὲν οὖσαν, καὶ σφόδρα οὐδὲν πρὸς ἐκείνην, ἱκανὴν δὲ καὶ ταύτην ἐπισπάσασθαι.∆ ιὰ τοῦτο καὶ ἐγὼ δέδεµαι, φησίν. Εἰ γὰρ ὁ∆ εσπότης ὁ ἐµὸς ἐσταυρώθη δι' ὑµᾶς, πολλῷ µᾶλλον ἐγὼ δέδεµαι. Οὐ µόνον αὐτὸς ἐδέθη, ἀλλὰ καὶ τοὺς αὐτοῦ δούλους δεσµεῖσθαι συγχωρεῖ ὑπὲρ ὑµῶν τῶν ἐθνῶν. Πολλὴ ἡ ἔµφασις· οὐ µόνον ὑµᾶς οὐ βδελυττόµεθα λοιπὸν, ἀλλὰ καὶ δεσµούµεθα δι' ὑµᾶς, φησὶ, καὶ ἐγὼ τοσαύτης ἀπέλαυσα χάριτος. Εἴ γε ἠκούσατε τὴν οἰκονοµίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης µοι εἰς ὑµᾶς. Τὴν πρόῤῥησιν αἰνίττεται τὴν πρὸς τὸν Ἀνανίαν ῥηθεῖσαν περὶ αὐτοῦ ἐν∆ αµασκῷ, ἡνίκα ἔλεγε· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς µοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνοµά µου ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Οἰκονοµίαν χάριτός φησι τὴν ἀποκάλυψιν· τουτέστι, Οὐ παρὰ ἀνθρώπου ἔµαθον· κατηξίωσε καὶ ἐµοὶ ἑνὶ ὄντι ἀποκαλύψαι δι' ὑµᾶς. Αὐτὸς γάρ µοι εἶπε, φησί· Πορεύου, ὅτι εἰς ἔθνη µακρὰν ἐξαποστελῶ σε. Τὴν οἰκονοµίαν καλῶς οὕτως εἶπεν· οἰκονοµία γὰρ ἦν µεγάλη, τὸ µηδαµόθεν πειθόµενον ἄνωθεν καλέσαι, καὶ εἰπεῖν· Σαῦλε, Σαῦλε, τί µε διώκεις; καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἐκείνῳ τῷ ἀποῤῥήτῳ. Εἴ γε ἠκούσατε, φησὶ, τὴν οἰκονοµίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης µοι εἰς ὑµᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη µοι τὸ µυστήριον, καθὼςπροέγραψα ἐν ὀλίγῳ. Ἴσως διά τινων ἐδήλωσεν, ἢ οὐ πρὸ πολλοῦ γεγραφὼς ἦν.∆ είκνυσιν ἐνταῦθα, ὅτι τὸ πᾶν τοῦ Θεοῦ ἐστιν, ὅτι οὐδὲν εἰσηνέγκαµεν. Τί γὰρ, εἰπέ µοι; Παῦλος αὐτὸς ὁ µέγας καὶ θαυµαστὸς, ὁ νοµοµαθὴς, ὁ ὑπὸ τοὺς πόδας Γαµαλιὴλ κατὰ ἀκρίβειαν παιδευθεὶς οὐχὶ χάριτι ἐσώθη; Τοῦτο µυστήριον εἰκότως καλεῖ· µυστήριον γάρ ἐστι τὸ τὰ ἔθνη ἐξαίφνης εἰς µείζονα τῶν Ἰουδαίων εὐγένειαν ἀναγαγεῖν. Καθὼς προέγραψα, φησὶν, ἐν ὀλίγῳ, διὰ βραχέων. Πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι. Βαβαί· ὥστε οὐ τὸ πᾶν ἔγραφεν, οὐδὲ ὅσα γράψαι ἐχρῆν. Ἀλλ' ἐνταῦθα µὲν ἡ φύσις τοῦ πράγµατος τοῦτο ἐποίει, ἀλλαχοῦ δὲ ἡ κακία, ὡς παρ' Ἑβραίοις, ὡς παρὰ Κορινθίοις. Πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν µου, φησὶν, ἐν τῷ µυστηρίῳ τοῦ Χριστοῦ· τουτέστι, πῶς συνῆκα, πῶς ἐνόησα, ἣ τοιαῦτα, ἃ εἶπεν ὁ Θεὸς, ἢ ὅτι κάθηται ἐκ δεξιῶν. Εἶτα καὶ τὸ ἀξίωµα, ὅτι Οὐκ ἐποίησεν οὕτως ὁ Θεὸς παντὶ ἔθνει· καὶ ποῖον ἔθνος τοῦτο, ᾧ ἐποίησεν οὕτως ὁ Θεὸς δηλῶν, ἐπάγει· Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν τῷ Πνεύµατι. Τί οὖν, εἰπέ µοι, οὐκ ᾔδεσαν οἱ προφῆται; Πῶς οὖν φησιν ὁ Χριστὸς, ὅτι Μωϋσῆς καὶ οἱ προφῆται ταῦτα περὶ ἐµοῦ ἔγραψαν; καὶ πάλιν, Εἰ ἐπιστεύσατε Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐµοί; καὶ πάλιν, Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑµεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, κἀκεῖναί εἰσιν αἱ µαρτυροῦσαι περὶ ἐµοῦ; Τοῦτό φησιν, ἢ ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἀπεκαλύφθη· προσέθηκε γὰρ, Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη· ἢ ὅτι οὕτως οὐκ ἐγνωρίσθη διὰ πραγµάτων αὐτῶν καὶ ἔργων, Ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύµατι. Ἐννόησον γάρ· ὁ Πέτρος, εἰ µὴ παρὰ τοῦ Πνεύµατος ἤκουσεν, οὐκ ἂν ἐπορεύθη εἰς τὰ ἔθνη. Ἄκουσον γὰρ τί φησιν· Ἄρα ἔδωκεν ὁ Θεὸς αὐτοῖς τὸ Πνεῦµα τὸ ἅγιον, ὡς καὶ ἡµῖν. Τοῦτό ἐστιν ὅ φησιν, Ἐν Πνεύµατι, ὅτι διὰ Πνεύµατος ἠξίωσεν ὁ Θεὸς λαβεῖν αὐτοὺς τὴν χάριν. Ἔλεγον µὲν οὖν οἱ προφῆται, οὕτω δὲ ἀκριβῶς οὐκ ᾔδεσαν, ὅπου γε οὐδὲ οἱ ἀπόστολοι µετὰ τὸ ἀκοῦσαι· πολὺ γὰρ ὑπερέβαινεν ἀνθρώπινον λογισµὸν καὶ ἐλπίδα κοινήν. Εἶναι τὰ ἔθνη συγκληρονόµα καὶ σύσσωµα καὶ συµµέτοχα. Τί ἐστι, Συγκληρονόµα καὶ συµµέτοχα τῆς ἐπαγγελίας, καὶ σύσσωµα; Τοῦτό ἐστι τὸ µέγα, τὸ ἓν σῶµα εἶναι, ἡ ἐγγύτης ἡ πολλή. Ὅτι µὲν γὰρ κληθήσεται, ᾔδεσαν, ὅτι δὲ ἐπὶ τούτοις, οὐκέτι. Τοῦτο τοίνυν καλεῖ µυστήριον τῆς ἐπαγγελίας. Μετεῖχον οἱ Ἰσραηλῖται, συµµετεῖχον δὲ καὶ τὰ ἔθνη τῆς ἐπαγγελίας τοῦ Θεοῦ. Ἐν τῷ Χριστῷ διὰ τοῦ εὐαγγελίου. Τουτέστι, τῷ πεµφθῆναι καὶ πρὸς αὐτοὺς, καὶ τῷ πιστεῦσαι· οὐ γὰρ ἁπλῶς, ἀλλὰ,∆ ιὰ τοῦ εὐαγγελίου. Ἀλλὰ τοῦτο µὲν οὐδὲν µέγα, µικρὸν γὰρ, καὶ ἄλλο µεῖζον ἡµῖν ἀποκαλύπτει, ὅτι οὐ µόνον ἄνθρωποι, ἀλλ' οὐδὲ ἄγγελοι, οὐδὲ ἀρχάγγελοι, οὐδὲ ἄλλητις κτιστὴ δύναµις ᾔδει τοῦτο· µυστήριον γὰρ ἦν τοῦτο, καὶ οὐκ ἀπεκαλύφθη τινί. Τὴν σύνεσίν µου, φησὶ, νοῆσαι. Τοῦτο αἰνίττεται ἴσως, ὃ ἐν ταῖς Πράξεσιν εἶπεν αὐτοῖς, ὅτι τις ἡ σύνεσις αὐτοῦ, ὅτι καὶ τὰ ἔθνη προσκαλεῖται. Ταύτην ἑαυτοῦ λέγει σύνεσιν τὴν τοῦ µυστηρίου, ὃ εἶπεν, ὅτι ἐν ἑαυτῷ κτίσει εἰς ἕνα καινὸν ἄνθρωπον. Ἀπὸ γὰρ ἀποκαλύψεως ἔµαθεν, ὅτι οὐ δεῖ βδελύττεσθαι τὰ ἔθνη, καὶ οὗτος καὶ Πέτρος· καὶ τοῦτο ἐν τῇ ἀπολογίᾳ αὐτοῦ φησιν. Οὗ ἐγενόµην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ τὴν δοθεῖσάν µοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάµεως αὐτοῦ. Εἶπεν, ὅτι∆ έσµιός εἰµι, ἀλλὰ πάλιν τὸ ὅλον αὐτοῦ εἶναί φησι, Κατὰ τὴν δωρεὰν τῆς χάριτος αὐτοῦ, λέγων· κατὰ δύναµιν γὰρ δωρεᾶς γέγονε τὸ ἀξίωµα τῆς τιµῆς ταύτης. Ἀλλ' οὐκ ἤρκει ἡ δωρεὰ, εἰ µὴ καὶ δύναµιν ἐνέθηκεν. Ὄντως γὰρ δυνάµεως µεγάλης, καὶ οὐκ ἤρκει ἀνθρωπίνη σπουδή. Τρία γὰρ εἰσήνεγκεν εἰς τὸ κήρυγµα, προθυµίαν ζέουσαν καὶ παράβολον, ψυχὴν πᾶν ὁτιοῦν ὑποµεῖναι ἕτοιµον, καὶ σύνεσιν καὶ σοφίαν· οὐ γὰρ ἤρκει τὸ φιλοκίνδυνον, ὁ βίος ἄληπτος, εἰ µὴ καὶ δύναµιν Πνεύµατος ἔλαβε. Καὶ θέα ἀπ' αὐτοῦ πρώτου, µᾶλλον δὲ ἄκουε αὐτοῦ γράφοντος· Ἵνα µὴ µωµηθῇ ἡ διακονία ἡµῶν· καὶ πάλιν, Ἡ γὰρ παράκλησις ἡµῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν λόγῳ κολακείας, οὔτε ἐν προφάσει πλεονεξίας. Εἶδες τὸ ἄµωµον; Καὶ πάλιν, Προνοούµενοι καλὰ, οὐ µόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Εἶτα µετὰ ταῦτα, Καθ' ἑκάστην ἡµέραν ἀποθνήσκω, νὴ τὴν ἡµετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ· καὶ πάλιν, Τίς ἡµᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγµός; καὶ πάλιν, Ἐν ὑποµονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν διωγµοῖς, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς· Εἶτα ἡ οἰκονοµία αὐτοῦ· Γέγονα τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόµοις ὡς ἄνοµος, τοῖς ὑπὸ νόµον ὡς ὑπὸ νόµον· καὶ ξυρᾶται, καὶ µυρία ποιεῖ. Τὸ δὲ πάντων κεφάλαιον, ἐν δυνάµει Πνεύµατος ἁγίου. Οὐ γὰρ τολµήσω λαλῆσαί τι, φησὶν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐµοῦ· καὶ πάλιν, Τί γάρ ἐστιν, ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας; καὶ πάλιν, Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰµι. Τούτων γὰρ ἄνευ οὐ δυνατόν. Οὐ διὰ τὰ σηµεῖα οὖν αὐτοῦ ἐγένοντο πιστοί· οὐ γὰρ τὰ σηµεῖα τοῦτο ἐποίει· οὐδὲ ἀπὸ τούτων ἠξίου µέγα φρονεῖν, ἀλλ' ἀπὸ τῶν ἄλλων.∆ εῖ γὰρ καὶ ἄληπτον εἶναι καὶ οἰκονοµικὸν καὶ ῥιψοκίνδυνον καὶ διδακτικόν. Τούτοις τὸ πλέον κατώρθου· εἰ ταῦτα ἦν, οὐδὲν ἔδει σηµείων. Ὁρῶµεν γοῦν αὐτὸν καὶ πρὸ τῶν σηµείων µυρία τοιαῦτα κατωρθωκότα. Νῦν δὲ οὐδὲν τούτων ἔχοντες ἡµεῖς, βουλόµεθα πάντων κρατεῖν. Θάτερον γὰρ ἂν διασπασθῇ θατέρου, τὸ λοιπὸν ἄχρηστον γίνεται. Τί γὰρ ὄφελος ῥιψοκίνδυνον εἶναι, βίου ὄντα ἐπιληψίµου; Εἰ γὰρ τὸ φῶς τὸ ἐν σοὶ σκότος, φησὶ, τὸ σκότος πόσον; Τί τὸ ὄφελος βίου εἶναι ἀλήπτου, νωθρὸν ὄντα καὶ ὑπνηλόν; Ἐὰν γὰρ µή τις ἄρῃ τὸν σταυρὸν αὐτοῦ, φησὶ, καὶ ἀκολουθήσῃ ὀπίσω µου, οὐκ ἔστι µου ἄξιος· καὶ, Ἐὰν µή τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων. Τί δὲ ὄφελος εἶναι ταῦτα ἀµφότερα, καὶ µὴ εἶναι οἰκονοµικὸν, τῷ εἰδέναι πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνασθαι; Εἰ καὶ τὰ σηµεῖα οὐκ ἐν ἡµῖν, ταῦτα ἀµφότερα ἐν ἡµῖν. Ἀλλ' ὅµως τοσαῦτα εἰσφέρων περὶ ἑαυτοῦ, τὸ πᾶν ἐλογίζετο τῇ χάριτι. Τοῦτο εὐγνώµονος οἰκέτου. Καὶ οὐδ' ἂν ἐµάθοµεν αὐτοῦ ποτε τὰ κατορθώµατα, εἰ µὴ εἰς ἀνάγκην κατέστη τοῦ πράγµατος. Ἆρα ἄξιοί ἐσµεν κἂν µεµνῆσθαι Παύλου; Ἐκεῖνος καὶ τὴν χάριν ἔχων βοηθοῦσαν, οὐκ ἠρκεῖτο, ἀλλὰ µυρίους εἰσέφερε κινδύνους· ἡµεῖς δὲ ἀπεστερηµένοι τῆς παῤῥησίας ἐκείνης, πόθεν, εἰπέ µοι, προσδοκῶµεν ἢ τοὺς ἐγχειρισθέντας φυλάξαι, ἢ τοὺς οὐδέπω προσελθόνταςπροσλαβεῖν, ἄνθρωποι τρυφᾷν µεµελετηκότες καὶ ἀνάπαυσιν πανταχοῦ ζητοῦντες, καὶ κινδύνους οὐδὲ ὄναρ ἐνεγκεῖν δυνάµενοι, µᾶλλον δὲ οὐ θέλοντες, τῆςδὲ σοφίας ἐκείνου τοσοῦτον ἀπέχοντες, ὅσον ὁ οὐρανὸς τῆς γῆς;∆ ιὰ τοῦτο καὶ οἱ ὑφ' ἡµῖν πολὺ τῶν τότε ἀφεστήκασιν, ἐπειδὴ οἱ τότε µαθηταὶ τῶν νῦν διδασκάλων κρείττους ἦσαν, ἐν µέσοις δήµοις καὶτυράννοις ἀπειληµµένοι, καὶ πάντας πάντοθεν ἔχοντες πολεµίους, καὶ οὐδὲ πρὸς βραχὺ καθελκόµενοι καὶ ἐπικαµπτόµενοι. Ἄκουε γοῦν τί φησι Φιλιππησίοις· Ὅτι ὑµῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ µόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Θεσσαλονικεῦσι δὲ πάλιν, ὅτι Μιµηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν ἐν τῇ Ἰουδαίᾳ. Καὶ Ἑβραίοις δὲ γράφων ἔλεγε· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑµῶν µετὰ χαρᾶς προσεδέξασθε. Καὶ Κολοσσαεῦσι δὲ µαρτυρεῖ λέγων· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑµῶν κέκρυπται σὺν Χριστῷ ἐν τῷ Θεῷ· καὶ αὐτοῖς δὲ τούτοις πολλοὺς κινδύνους µαρτυρεῖ. Καὶ Γαλάταις δὲ γράφων λέγει· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Καὶ ὁρᾷς αὐτοὺς περὶ εὐποιίας πάντας ἐσχολακότας.∆ ιὰ τοῦτο καὶ ἡ χάρις ἐνήργει τότε, διὰ τοῦτο καὶ ἐν κατορθώµασιν ἔζων, Ἄκουε δὲ καὶ Κορινθίοις τί γράφει, οἷς µυρία ἐγκαλεῖ· οὐχὶ καὶ αὐτοῖς µαρτυρεῖ, λέγων, Ἀλλὰ τὸν ζῆλον ὑµῶν, ἀλλὰ τὴν ἐπιπόθησιν; Καὶ πάλιν περὶ τούτου ὅσα αὐτοῖς µαρτυρεῖ, ταῦτα οὐδὲ ἐν διδασκάλοις ἴδοι τις ἂν γινόµενα νῦν· ὥστε πάντα οἴχεται καὶ ἀπόλωλε. Τὸ δὲ αἴτιον, τὸ τὴν ἀγάπην ἐψύχθαι, τὸ τοὺς ἁµαρτάνοντας µὴ κολάζεσθαι( ἄκουε γὰρ αὐτοῦ γράφοντος τῷ Τιµοθέῳ, καὶ λέγοντος· Τοὺς ἁµαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε)· τὸ τοὺς ἄρχοντας νοσεῖν· τῆς γὰρ κεφαλῆς οὐχ ὑγιαινούσης, πῶς ἂν τὸ λοιπὸν σῶµα εὔρωστον µένοι; Ὅρα γοῦν ἀνωµαλία νῦν ὅση. Οἱ µὲν γὰρ ὀρθῶς βιοῦντες, καὶ ὁπωσδήποτε παῤῥησίαν ἔχοντες, τὰς κορυφὰς τῶν ὀρέων κατειλήφασι, καὶ ἐκ µέσου γεγόνασιν, ὥσπερ πολεµίουκαὶ ἀλλοτρίου, ἀλλ' οὐχὶ οἰκείου σώµατος ἀποσπώµενοι· φθόροι δὲ καὶ µυρίων γέµοντες κακῶν εἰσεπήδησαν εἰς τὰς Ἐκκλησίας· ὠνηταὶ γεγόνασιν αἱ ἀρχαί. Μυρία ἐντεῦθεν τίκτεται κακὰ, καὶ οὐδεὶς ὁ διορθούµενος, οὐδεὶς ὁ ἐπιτιµῶν· ἀλλ' ὁδόν τινα καὶ ἀκολουθίαν ἔλαβεν ἡ ἀταξία. Ἥµαρτέ τις, καὶ ἐνεκλήθη; Οὐ πρὸς τὸ δεῖξαι ἑαυτὸν ἀθῷον σπεύδει, ἀλλὰ πρὸς τὸ δυνηθῆναι κοινωνοὺς τῶν ἐγκληµάτων εὑρεῖν. Τί πάθω, ὅτι γέεννα ἠπείληται; Πιστεύσατέ µοι, ὡς εἰ µὴ ἐκεῖ τεταµίευτο τὴν κόλασιν ἡµῖν ὁ Θεὸς, τῶν Ἰουδαϊκῶν συµφορῶν µείζους ἂν εἴδετε καθ' ἑκάστην ἡµέραν τραγῳδίας. Τί γάρ; ἀλλὰ µὴ ὀργισθήτω µηδείς· οὐ γὰρ ὀνοµαστὶ ἐρῶ· εἴ τις παραγενόµενος εἰς τὴν ἐκκλησίαν, ὑµᾶς τοὺς νῦν ὄντας ἐνθάδε παραστήσας, τοὺς µεθ' ἡµῶν ὄντας, ἐξέτασιν ἐποιεῖτο· µᾶλλον δὲ οὐ νῦν, ἀλλ' εἴ τις κατὰ τὴν ἡµέραν τοῦ πάσχα πάντας τοὺς προσιόντας καὶ λουοµένους, µετὰ τὸ προσελθεῖν τοῖς µυστηρίοις ἐξήτασεσὺν ἀκριβείᾳ, πνεῦµα τοιοῦτον λαβὼν, ὥστε εἰδέναι τὰ πεπραγµένα αὐτοῖς µετὰ ἀκριβείας, πολλὰ ἂν εὑρέθη βαρύτερα τῶν Ἰουδαϊκῶν κακῶν. Καὶ γὰρ οἰωνιζοµένους, καὶ φαρµακείαις καὶ κλῃδονισµοῖς καὶ ἐπῳδαῖς κεχρηµένους, καὶ πεπορνευκότας, καὶ µοιχεύσαντας, καὶ µεθύσους, καὶλοιδόρους εὗρεν ἄν. Πλεονέκτας δὲ οὐ βούλοµαι λέγειν, µὴ καί τινων ἅψωµαι τῶν ἐνθάδε ἑστώτων. Τί δὲ, εἴ τις τοὺς ἐν τῇ οἰκουµένῃ προσιόντας ἅπαντας ἠρεύνησε, ποῖον οὐκ ἂν εὗρε πληµµέληµα; τί δὲ τοὺς ἄρχοντας; οὐχὶ χρηµάτων ἐφιεµένους, οὐχὶ ἀρχὰς ὠνουµένους, οὐχὶ φθονεροὺς, οὐχὶ βασκάνους, οὐχὶ κενοδόξους, οὐχὶ λαιµάργους, καὶ χρηµάτων δούλους; Τοσαύτης οὖν ἀσεβείας γινοµένης, τί οὐχὶ προσδοκῆσαι χρὴ δεινόν; Καὶ ἵνα µάθητε ὅσῃ τιµωρίᾳ ὑπεύθυνοί εἰσιν οἱ τούτοις ἁλισκόµενοι τοῖς ἁµαρτήµασιν, ἐννοεῖτε τὰ παλαιά· εἷς ἔκλεψεν ἱερὰ χρήµατα στρατιώτης ἄνθρωπος, καὶ πάντες ἀπώλοντο. Ἆρα ἴστε τὴν ἱστορίαν; Περὶ τοῦ Χαρµὶ λέγω τοῦ τὸ ἀνάθηµα κλέψαντος. Καὶ τότε µὲν ὁ προφήτης ἔλεγεν, ὅτι Ἐνεπλήσθη ἡ χώρα αὐτῶν κλῃδονισµῶν, ὡς ἡ τῶν ἀλλοφύλων. Νῦν δὲ µυρία γέµει πανταχοῦ κακὰ, καὶ οὐδεὶς δέδοικε. Φοβηθῶµεν λοιπόν· οἶδεν ὁ Θεὸς καὶ δικαίους µετὰ ἀσεβῶν τιµωρεῖσθαι, οἷον γέγονεν ἐπὶ τοῦ∆ ανιὴλ, ἐπὶ τῶν τριῶν παίδων, οἷον ἐπὶ µυρίων ἑτέρων, οἷον ἐπὶ τῶν πολέµωντῶν ἔτι καὶ νῦν συµβαινόντων. Οὗτοι µὲν γὰρ καὶ αὐτὸ ὅσον ἔχουσιν ἁµαρτηµάτων βάρος, διὰ τούτου ἀποτίθενται, ἐκεῖνοι δὲ οὔ.∆ ιὰ ταῦτα πάντα προσέχωµεν ἑαυτοῖς. Οὐχ ὁρᾶτε τοὺς πολέµους; οὐκ ἀκούετε τὰς συµφοράς; οὐ παιδεύεσθε τούτοις; Ἔθνη καὶ πόλεις ὁλόκληροι κατεποντίσθησαν καὶ ἀπώλοντο, µυριάδες τοσαῦται παρὰ τοῖς βαρβάροις δουλεύουσιν· ἂν µὴ τῇ γεέννῃ σωφρονιζώµεθα, κἂν τούτοις. Μὴ καὶ ταῦτα ἀπειλαί εἰσι, καὶ οὐχὶ πράγµατα ἐκβεβηκότα; Μεγάλην ἐκεῖνοι τὴν δίκην ἔδωκαν, ἀλλὰ µείζονα δώσοµεν ἡµεῖς, οἱ µηδὲ ταῖς ἐκείνων σωφρονιζόµενοι συµφοραῖς. Φορτικὸς ὁ λόγος, οἶδα κἀγὼ, ἀλλ' ἐὰν αὐτῷ προσέχωµεν, κέρδος ἔχων. Οὐ γὰρ ἔχει πρὸς χάριν ὁµιλεῖν, µᾶλλον δὲ οὐδέποτε, ἀλλ' ἀεὶ τὰ δυνάµενα συστεῖλαι καὶ σωφρονίσαι τὴν ψυχήν. Ταῦτα γὰρ αἴτια γίνεται τῶν µελλόντων ἀγα θῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.