Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 7 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
7.0
Ἐµοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίςἡ οἰκονοµία τοῦ µυστη ρίου τοῦ ἀποκεκρυµµένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ· ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν. Τοὺς εἰς ἰατρεῖον ἐρχοµένους οὐχ ἁπλῶς ἐκεῖ δεῖ πορεύεσθαι, ἀλλ' ὥστε µανθάνειν θεραπεύεσθαι, καὶ φάρµακα ἐπιτιθέναι. Καὶ ἡµᾶς τοίνυν ἐνταῦθα παραγενοµένους, οὐχ ἁπλῶς δεῖ τοῦτο ποιεῖν, ἀλλὰ µανθάνειν τῆς ταπεινοφροσύνης Παύλου τὴν ὑπερβολήν. Τί γάρ; Ἐπειδὴ ἔµελλε λέγειν τὸ µέγεθος τῆς χάριτος τοῦ Θεοῦ, ἄκουσον τί φησιν· Ἐµοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη. Ἦν µὲν ταπεινοφροσύνης καὶ τὸ ἐπὶ τοῖς προτέροις ἁµαρτήµασι, καίτοι ἐξηλειµµένοις, θρηνεῖν, καὶ µεµνῆσθαι αὐτῶν, καὶ µετριάζειν, ὡς ὅτανλέγῃ βλάσφηµον ἑαυτὸν καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' οὐδὲν ἴσον τούτου. Πρότερον γὰρ, φησὶ, τοιοῦτος ἤµην, καὶ ἔκτρωµα δὲ ἑαυτὸν καλεῖ· τὸ δὲ µετὰ τοσαῦτα κατορθώµατα καὶ ἐπὶ τοῦ παρόντος µετριάζειν, καὶ πάντων ἑαυτὸν λέγειν ἐλαχιστότερον, πολλῆς καὶ ὑπερβαλλούσης ἐστὶ µετριότητος. Ἐµοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων. Οὐκ εἶπε, Τῶν ἀποστόλων· ὥστε κἀκεῖνο τούτου ἔλαττον. Ἐκεῖ γὰρ εἶπεν, Οὐκ εἰµὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος· ἐνταῦθα δὲ καὶ τῶν ἁγίων πάντων ἐλαχιστότερον εἶναί φησιν. Ἐµοὶ, φησὶ, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη. Ποία; Εὐαγγελίσασθαι τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονοµία τοῦ µυστηρίου τοῦ ἀποκεκαλυµµένου ἀπὸτῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ, ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίαςἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Ἔστω, ἀνθρώποις οὐκ ἀπεκαλύφθη· καὶ ἀγγέλους καὶ ἀρχαγγέλους φωτίζεις, καὶ ἀρχὰς καὶ ἐξουσίας; Ναὶ, φησίν· ἐν γὰρ τῷ Θεῷ κέκρυπτο, καὶ Θεῷ τῷ πάντα κτίσαντι διὰ Ἰησοῦ. Καὶ τολµᾷς τοῦτο εἰπεῖν; Ναὶ, φησίν. Ἀλλὰ πόθεν τοῦτο δῆλον τοῖς ἀγγέλοις γέγονε;∆ ιὰ τῆς Ἐκκλησίας. Καὶ οὐδὲ ἁπλῶς εἶπεν, Ἡ ποικίλη σοφία τοῦ Θεοῦ, ἀλλ', Ἡ πολυποίκιλος. Τί οὖν ἐστι τοῦτο; οὐκ ᾔδεσαν ἄγγελοι; Οὐδαµῶς· εἰ γὰρ ἀρχαὶ οὐκ ᾔδεσαν, πολλῷ µᾶλλον ἄγγελοι οὐκ ᾔδεσαν ἄν. Τί οὖν; οὐδὲ ἀρχάγγελοι ᾔδεσαν; Οὐδὲ ἐκεῖνοι· πόθεν δὲ καὶ ἔµελλον εἴσεσθαι; τίνος ἀποκαλύπτοντος; Ὅτε ἡµεῖς ἐµάθοµεν, τότε κἀκεῖνοι δι' ἡµῶν. Ἄκουε γὰρ τοῦ ἀγγέλου λέγοντος πρὸς τὸν Ἰωσήφ· Καλέσεις τὸ ὄνοµα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁµαρτιῶν αὐτῶν. Αὐτὸς ἀπεστάλη εἰς τὰ ἔθνη, ἐκεῖνοι δὲ εἰς τὴν περιτοµήν. Ὥστε, τὸ θαυµασιώτερον καὶ ἔκπληκτον, ἐµοὶ, φησὶν, ἐδόθη τῷ ἐλαχιστοτέρῳ, Καὶ τοῦτο δὲ χάριτος ἦν, τὸ τὸν µικρὸν τὰ µείζονα ἐγχειρισθῆναι, τὸ γενέσθαι τούτων εὐαγγελιστήν. Ὁ γὰρ τῶν µειζόνων γενόµενος εὐαγγελιστὴς, ταύτῃ µέγας ἐστίν. Εὐαγγελίσασθαι ἐν τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ. Εἰ ὁ πλοῦτος αὐτοῦ ἀνεξιχνίαστος, καὶ µετὰ τὸ φανῆναι, πολλῷ µᾶλλον ἡ οὐσία. Εἰ µυστήριον ἔτι ἐστὶ, πολλῷ µᾶλλον πρὸ τοῦ γνωρισθῆναι. Μυστήριον γὰρ αὐτὸ διὰ τοῦτο καλεῖ, ἐπειδὴ µηδὲ ἄγγελοι ᾔδεσαν, µηδὲ ἑτέρῳ τινὶ δῆλον ἦν. Καὶ φωτίσαι πάντας, φησὶ, τίς ἡ οἰκονοµία τοῦ µυστηρίου τοῦ ἀποκεκρυµµένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ. Ἄγγελοι τοῦτο µόνον ᾔδεσαν, ὅτι Ἐγενήθη µερὶς Κυρίου λαὸς αὐτοῦ· καὶ πάλιν, Ὁ ἄρχων τῶν Περσῶν, φησὶν, ἀντέστῃ µοι. Ὥστε οὐδὲν θαυµαστὸν, εἰ καὶ τοῦτο ἠγνόουν. Εἰ γὰρ τὰ τῆς ἐπανόδου ἠγνόουν, πολλῷ µᾶλλον ταῦτα· καὶ γὰρ εὐαγγέλιον τοῦτό ἐστιν. Ὅστις, φησὶ, σώσει τὸν λαὸν αὐτοῦ τὸν Ἰσραήλ. Οὐδὲν περὶ τῶν ἐθνῶν· ἀλλὰ περὶ τῶν ἐθνῶν τὸ Πνεῦµα ἀποκαλύπτει. Ὅτι µὲν οὖν ἐκλήθησαν, ᾔδεσαν, ὅτι δὲ ἐπὶ τοῖς αὐτοῖς, καὶ ὥστε εἰς τὸν θρόνον καθίσαι τὸν τοῦ Θεοῦ, τοῦτο τίς ἂν προσεδόκησε; τίς ἂν ἐπίστευσε; Τοῦ ἀποκεκρυµµένου, φησὶν, ἐν τῷ Θεῷ. Ταύτην δὲ τὴν οἰκονοµίαν σαφέστερον ἐν τῇ πρὸς Ῥωµαίους ἀποκαλύπτει. Ἐν τῷ Θεῷ, φησὶ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ. Καὶ καλῶς ἐµνηµόνευσε κτίσεως, εἰπὼν,∆ ιὰ Ἰησοῦ Χριστοῦ. Ὁ γὰρ πάντα δι' αὐτοῦ κτίσας, καὶ τοῦτο δι' αὐτοῦ ἀποκαλύπτει· οὐδὲν γὰρ χωρὶς αὐτοῦ πεποίηκε· Χωρὶς γὰρ αὐτοῦ, φησὶν, ἐγένετο οὐδέν. Εἰπὼν ἀρχὰς καὶ ἐξουσίας, καὶ τοὺς ἄνω καὶ τοὺς κάτω εἶπε. Κατὰ πρόθεσιν τῶν αἰώνων. Νῦν µὲν, φησὶ, γέγονεν, οὐ νῦν δὲ ὥριστο, ἀλλ' ἄνωθεν προτετύπωτο. Κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν· τουτέστι, κατὰ πρόγνωσιν τῶν αἰώνων, προειδὼς τὰ µέλλοντα· τοὺς µέλλοντας αἰῶνάς φησιν· ᾔδει γὰρ τὰ ἐσόµενα, καὶ οὕτως ὥρισε. Κατὰ πρόθεσιν τῶν αἰώνων· ἴσως τούτων ὧν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ, ὅτι δὴ διὰ τοῦ Χριστοῦ γέγονεν ἅπαν. Ἐν ᾧ ἔχοµεν, φησὶ, τὴν παῤῥησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. Οὐχ ὡς αἰχµάλωτοι, φησὶ, προσήχθηµεν, οὐδ' ὡς συγγνώµης ἀξιούµενοι, οὐδὲ ὡς ἡµαρτηκότες. Καὶ, Τὴν παῤῥησίαν γὰρ, φησὶν, ἔχοµεν ἐν πεποιθήσει, τουτέστι, µετὰ τοῦ θαῤῥεῖν. Πόθεν;∆ ιὰ τῆς πίστεως αὐτοῦ.∆ ιὸ αἰτοῦµαι µὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί µου ὑπὲρ ὑµῶν, ἥτις ἐστὶ δόξα ὑµῶν. Πῶς ἐστιν ὑπὲρ αὐτῶν; πῶς ἐστι δόξα αὐτῶν; Ὅτι οὕτως αὐτοὺς ἠγάπησεν ὁ Θεὸς, ὥστε καὶ τὸν Υἱὸν ὑπὲρ αὐτῶν δοῦναι, καὶ τοὺς δούλους κακοῦν. Ἵνα γὰρ οὗτοι τύχωσι τοσούτων ἀγαθῶν, Παῦλος ἐδεσµεῖτο. Ἄρα τοῦτο τῆς πολλῆς τοῦ Θεοῦ περὶ αὐτοὺς ἀγάπης· ὅπερ καὶ περὶ τῶν προφητῶν φησιν ὁ Θεός· Ἀπέκτεινον αὐτοὺς ἐν ῥήµατι στόµατός µου. Πῶς δὲ ἐξεκάκουν, ἄλλου θλιβοµένου; Τουτέστιν, ἐθορυβοῦντο, ἐταράττοντο. Ταῦτα καὶ Θεσσαλονικεύσι γράφων λέγει· Ὥστε µηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. Οὐ µόνον γὰρ οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν χρή. Εἰ γὰρ ἀπὸ τῆς προῤῥήσεως παραµυθεῖσθε, προλέγοµεν ὑµῖν, ὅτι µέλλοµεν θλίβεσθαι ἐνθάδε. Τί δήποτε; Ὅτι οὕτως ὁ∆ εσπότης προσέταξε. Τούτου χάριν κάµπτω τὰ γόνατά µου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς, καὶ ἐπὶ γῆς ὀνοµάζεται. Τὴν διάθεσιν τῆς εὐχῆς τῆς ὑπὲρ αὐτῶν δείκνυσιν. Οὐκ εἶπεν ἁπλῶς, εὔχοµαι, ἀλλὰ τὴν κατανενυγµένην δέησιν διὰ τοῦ κάµπτειν τὰ γόνατα ἐδήλωσεν. Ἐξ οὗ πᾶσα πατριά. Οὐκέτι κατὰ ἀριθµὸν ἀγγέλων, φησὶν, ἀλλὰ καὶ τὰς ἄνω καὶ τὰς κάτω ποιήσαντα φυλὰς, οὐχ οἷαι αἱ Ἰουδαϊκαί. Ἵνα δῴη ὑµῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάµει κραταιωθῆναι διὰ τοῦ Πνεύµατος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰτῆς πίστεως ἐν ταῖς καρδίαις ὑµῶν. Ὅρα µεθ' ὅσης ἀπληστίας ἐπεύχεται αὐτοῖς τὰ ἀγαθὰ ὥστε µὴ περιφέρεσθαι, Πῶς δὲ τοῦτο γίνεται;∆ ιὰ Πνεύµατος ἁγίου εἰς τὸν ἔσω ὑµῶν ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις. Πῶς; Ἐν ἀγάπῃ ἐῤῥιζωµένοι καὶ τεθεµελιωµένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ µῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τετὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. Ὅπερ ἀρχόµενος ηὔξατο, τοῦτο καὶ νῦν. Τί δὲ καὶ ἔλεγεν ἐν ἀρχῇ; Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑµῖν πνεῦµα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισµένουςτοὺς ὀφθαλµοὺς τῆς καρδίας ὑµῶν, εἰς τὸ εἰδέναι ὑµᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονοµίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τίτὸ ὑπερβάλλον µέγεθος τῆς δυνάµεως αὐτοῦ εἰς ἡµᾶς τοὺς πιστεύοντας. Καὶ νῦν τὸ αὐτό φησιν· Ἵνα ἰσχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ µῆκος καὶ βάθος καὶ ὕψος· τουτέστι, τὸ µυστήριον τὸ ὑπὲρ ἡµῶν οἰκονοµηθὲν µετὰ ἀκριβείας εἰδέναι· τοῦτο γὰρ πλάτος καὶ µῆκος καλεῖ, καὶ βάθος καὶ ὕψος· τουτέστι, τὸ µέγεθος τῆς ἀγάπης τοῦ Θεοῦ γνῶναι, πῶς πανταχοῦ ἐκτέταται· καὶ σωµατικοῖς αὐτὴν ὑπέγραψε σχήµασι, δεικνὺς τὸν ἄνθρωπον· περιέλαβε τὰ ἄνω, τὰ κάτω, τὰ ἐκ πλαγίων. Εἴποµεν γὰρ, φησὶν, οὐκ ἔστι δὲ τῶν ἐµῶν λόγων ταῦτα διδάξαι, ἀλλὰ τοῦ Πνεύµατος τοῦ ἁγίου. Τούτου τῇ δυνάµει, φησὶ, κραταιωθῆναι πρὸς τοὺς πειρασµοὺς, καὶ τὸ µὴ παραφέρεσθαι. Ὥστε οὐκ ἔστιν ἄλλως κραταιωθῆναι, ἀλλ' ἢ διὰ Πνεύµατος καὶ πειρασµῶν. Πῶς δὲ ὁ Χριστὸς κατοικεῖ ἐν ταῖς καρδίαις, ἄκουε αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· Ἐλευσόµεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ µονὴν παρ' αὐτῷ ποιήσοµεν. Κατοικεῖ δὲ οὐχ ἁπλῶς, ἀλλ' ἐν ταῖς καρδίαις ταῖς πισταῖς, ταῖς ἐῤῥιζωµέναις ἐν τῇ ἀγάπῃ αὐτοῦ, ταῖς µὴ παραφεροµέναις. Ἵνα ἐξισχύσητε, φησίν. Ὥστε ἰσχύος πολλῆς δεῖ. Ποῦ δὲ ταύτης ἡµῖν χρεία δηλῶν, ἐπάγει· Καταλαβέσθαι σὺν πᾶσιν ἁγίοις, τί τὸ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. Ἵνα πληρωθῶµεν εἰς πᾶν τὸ πλήρωµα τοῦ Θεοῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ καὶ ὑπέρκειται πάσης γνώσεως ἀνθρωπίνης ἡ ἀγάπη τοῦ Χριστοῦ, ὅµως ὑµεῖς γνώσεσθε, εἰ τὸν Χριστὸν σχοίητε ἐνοικοῦντα· οὐ µόνον δὲ γνώσεσθε ἐξ αὐτοῦ τοῦτο, ἀλλὰ καὶ πληρωθήσεσθε εἰς πᾶν τὸ πλήρωµα τοῦ Θεοῦ· πλήρωµα Θεοῦ λέγων ἢ τὸ γνῶναι, ὡς ἐν Πατρὶ καὶ Υἱῷ καὶ Πνεύµατι ἁγίῳ προσκυνεῖται ὁ Θεὸς, ἢ προτρέπων οὕτω σπουδάζειν, ὥστε πληροῦσθαιπάσης ἀρετῆς, ἧς πλήρης ἐστὶν ὁ Θεός. Τῷ δὲ δυναµένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούµεθα ἢ νοοῦµεν, κατὰ τὴν δύναµιν τὴν ἐνεργουµένην ἐν ἡµῖν. Καλῶς, Κατὰ τὴν δύναµιν, εἶπε· δυνάµεως γὰρ τὸ λαβεῖν, ἃ µηδὲ ἠλπίσαµεν πώποτε. Ὅτι δὲ ἐκπερισσοῦ ὧν αἰτούµεθα ἢ νοοῦµεν ἐποίησε, δῆλον ἐξ ὧν ἔγραφεν αὐτός. Ἐγὼ µὲν γὰρ, φησὶν, εὔχοµαι· αὐτὸς δὲ καὶ χωρὶς τῆς ἐµῆς εὐχῆς, µείζονα ἐργάσεται τῶν ἡµετέρων αἰτήσεων, οὐχ ἁπλῶς µείζονα, ἢ ἐκπερισσοῦ, ἀλλ' Ὑπερεκπερισσοῦ, τὸµέγεθος ἐµφαίνων τῆς δωρεᾶς. Πόθεν δὲ δῆλον τοῦτο; Ἐκ τῆς δυνάµεως τῆς ἐνεργουµένης, φησὶν, ἐν ἡµῖν. Οὔτε γὰρ ᾐτήσαµέν ποτε ταῦτα, οὔτε προσεδοκήσαµεν. Αὐτῷ ἡ δόξα, φησὶν, ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀµήν. Καλῶς εἰς εὐχὴν καὶ δοξολογίαν τὸν λόγον κατέκλεισεν. Ἔδει γὰρ τὸν τοσαῦτα παρασχόντα ἡµῖν δοξασθῆναι καὶ εὐλογηθῆναι. Ὥστε καὶ τοῦτο µέρος ἐστὶ θαυµασµοῦ, τὸ δοξάζειν ἕνεκα τῶν ὑπηργµένων ἡµῖν παρὰ τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ. Ἡ δόξα αὐτοῦ ἐν τῇ Ἐκκλησίᾳ, καλῶς οὕτως εἶπεν· αὕτη γὰρ οἶδε µόνη µένειν εἰς τὸ διηνεκές. Ἐπεὶ δὲ αὕτη διὰ παντὸς ἕστηκε, βούλεται αὐτὸν καὶ δοξάζεσθαι ὑφ' ἡµῶν µέχρι τῆς συντελείας· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. Τί ἐστιν, αἱ πατριαὶ, ἀναγκαῖον εἰπεῖν. Ἐνταῦθα µὲν γὰρ πατριαί εἰσι τὰ γένη, ἐν δὲ οὐρανῷ πῶς, ἔνθα οὐδεὶς ἐξ οὐδενὸς γέγονεν; Ἢ ἐκεῖ τὰ συστήµατά φησι πατριὰς, καθάπερ καὶ ἐν τῇ Γραφῇ ἔστιν εὑρεῖν κείµενον, πατριὰ ἁµατταρεὶ, ἀφ' οὗ καὶ πατέρες καλοῦνται. Οὐ παρὰ τοῦ Θεοῦ δὲ τὸ πᾶν ἀπαιτεῖ, ἀλλὰ καὶ παρ' αὐτῶν τὴν πίστιν καὶ τὴν ἀγάπην· καὶ οὐχ ἁπλῶς τὴν ἀγάπην, ἀλλ' ἐῤῥιζωµένην καὶ τεθεµελιωµένην, ὥστε µήτε πνεύµατα αὐτὴν σαλεύειν, µήτε ἄλλο µηδὲν αὐτὴν καταβάλλειν. Εἶπεν ὅτι δόξα εἰσὶν αἱ θλίψεις· εἰ δὲ αἱ ἐµαὶ, πολλῷ µᾶλλον αἱ ὑµῶν. Ὥστε οὐκ ἐγκαταλιµπανοµένων ἐστὶ τὸ θλίβεσθαι· οὐ γὰρ ἂν ὁ τοσαῦτα ἐργασάµενος τοῦτο ἐποίησεν. Εἰ δὲ τοῦ Θεοῦ τὴν ἀγάπην ὥστε µαθεῖν, τῆς εὐχῆς Παύλῳ δεῖ, καὶ Πνεύµατος χρεία ἐνιδρύσεως, τοῦ Χριστοῦ τὴν οὐσίαν τίς εἴσεται λογισµοῖς κατακολουθῶν; Καίτοι τί δύσκολον πρᾶγµα µαθεῖν, ὅτι φιλεῖ ἡµᾶς ὁ Θεός; Σφόδρα δύσκολον, ἀγαπητέ. Οἱ µὲν γὰρ καὶ τοῦτο ἀγνοοῦσιν, ὅθεν καὶ φασὶ µυρία κακὰ εἰς τὸν κόσµον γίνεσθαι· οἱ δὲ τὸ πόσον ἀγνοοῦσι. Καὶ ὁ Παῦλος δὲ οὐ τὸ πόσον, οὐ δὲ ὥστε µετρῆσαι ζητεῖ· πῶς γάρ; ἀλλ' ὅτι ὑπερβάλλον καὶ µέγα ἐστὶ αὐτὸ τοῦτο µαθεῖν· καί φησιν, ὅτι αὐτὸ τοῦτο ἱκανός ἐστι δεῖξαι καὶ ἀπὸ τῆς γνώσεως, ἧς ἡµεῖς κατηξιώθηµεν. Καίτοι τί περισσόν ἐστι τοῦ κραταιοῦσθαι; Τὸ δυνάµει, ὥσπερ τοῦ τὸν Χριστὸν ἔχειν ἁπλῶς τὸ ἔνδον ἐστὶ περισσόν. Μεγάλα τὰ αἰτηθέντα, φησὶν, ἀλλ' οἶδε καὶ ὑπὲρ αὐτὰ ποιεῖν, ὥστε µὴ µόνον ἀγαπᾷν, ἀλλὰ καὶ σφόδρα τοῦτο ποιεῖν. Μεριµνήσωµεν τοίνυν, ἀγαπητοὶ, ὥστε τοῦ Θεοῦ τὴν ἀγάπην µαθεῖν. Μέγα τοῦτό ἐστιν, οὐδὲν οὕτω ἡµᾶς ὠφελεῖ, οὐδὲν οὕτως ἡµᾶς κατανύσσει· τοῦ φόβου τῆς γεέννης ἱκανὸν τοῦτο µᾶλλον ἑλεῖν τὰς ἡµετέρας ψυχάς. Πόθεν οὖν εἰσόµεθα; Ἔκ τε τῶν εἰρηµένων, ἔκ τε τῶν καθ' ἑκάστην ἡµέραν συµβαινόντων. Τίνος γὰρ ἕνεκεν ταῦτα γεγένηται; ποίας χρείας τῆς αὐτοῦ; Οὐδεµιᾶς. Ἄνω καὶ κάτω τὴν ἀγάπην τίθησιν αἰτίαν· µάλιστα δὲ ἐκείνη ἀγάπη ἐστὶν, ὅταν εὐεργετῶνται ἄνθρωποι µηδενὸς προϋπάρξαντος παρ' αὐτῶν. Τοῦτον τοίνυν καὶ ἡµεῖς µιµώµεθα, τοὺς ἐχθροὺς εὖ ποιῶµεν, τοὺς µισοῦντας ἡµᾶς, τοὺς ἀποστρεφοµένους προσιώµεθα. Τοῦτο ὁµοιοῖ ἡµᾶς τῷ Θεῷ. Ἂν γὰρ τὸν φίλον, φησὶν, ἀγαπήσῃς, τί τὸ κέρδος; τοῦτο καὶ οἱ ἐθνικοὶ ποιοῦσιν. Ἀλλὰ τί τῆς ἀγάπης τεκµήριον; Τὸν µισοῦντα ἀγαπᾷν. Βούλοµαί τι ὑπόδειγµα εἰπεῖν, σύγγνωτέ µοι, καὶ οὐχ εὑρίσκω ἐν τοῖς πνευµατικοῖς· διὸ ἀπὸ τῶν ἔξωθεν ἐρῶ. Οὐχ ὁρᾶτε τοὺς ἐρῶντας τούτους; πόσα ὑβριζόµενοι παρὰ τῶν ἐρωµένων, πόσα ἐπιβουλευόµενοι, πόσα ζηµιούµενοι, προσηλοῦνται καὶ ἐκκαίονται, καὶ τῆς ἑαυτῶν ψυχῆς µᾶλλοναὐτὰς ἀγαπῶσι, διανυκτερεύοντες ἐν τοῖς ἐκείνων προθύροις; Ἐκεῖθεν λάβωµεν τὸ ὑπόδειγµα, οὐχ ὥστε τοιαύτας φιλεῖν, πόρνας λέγω γυναῖκας, ἀλλ' ὥστε οὕτω φιλεῖν τοὺς ἐχθρούς. Εἰπὲ γάρ µοι, οὐχὶ πάντων ἐχθρῶν ὑβριστικώτερον αὐτοῖς κέχρηνται, καὶ τὴν οὐσίαν διασπαθῶσι, καὶ τὴν ὄψιν ὑβρίζουσι, καὶ τῶν διακονουµένωναὐταῖς δουλικώτερα ἐπιτάττουσιν; Ἀλλ' ὅµως οὐκ ἀφίστανται. Καίτοι οὐδεὶς οὐδένα ἔχει τοιοῦτον ἐχθρὸν, οἷον ὁ φιλῶν τὴν φιλουµένην. Καὶ γὰρ θρύπτεται καὶ αἰκίζεται, καὶ ἀποκέχρηται αὐτῷ πολλάκις ἡ φιλουµένη, καὶ ὅσῳ ἂν φιλῆται, τοσούτῳ καταφρονεῖ. Καίτοι τί τῆς οὕτω διακειµένης ψυχῆς θηριωδέστερον; Ἀλλ' ὅµως φιλοῦσιν ἐκεῖνοι. Ἀλλὰ τάχα καὶ ἀπὸ τῶν πνευµατικῶν εὑρήσοµεν τοιαύτην ἀγάπην, οὐ τῶν νῦν· ἐψύγη γάρ· ἀλλὰ τῶν πάλαι µεγάλων καὶ θαυµαστῶν ἐκείνων ἀνδρῶν. Ὁ Μωϋσῆς ὁ µακάριος καὶ τούτους αὐτοὺς ὑπερέβαλε τοὺς ἔρωτι φιλοῦντας. Πῶς καὶ τίνι τρόπῳ; Πρῶτον µὲν τὰ βασίλεια ἀφιεὶς καὶ τὴν ἐκεῖ τρυφὴν καὶ τὴν θεραπείαν καὶ τὸ δοξάζεσθαι, εἵλετο εἶναι µετὰ τῶν Ἰσραηλιτῶν. Καίτοι οὐ µόνον οὐκ ἄν τις ἄλλος εἰργάσατο τοῦτο, ἀλλὰ κἂν ἐπῃσχύνθη ἐλέγχοντος ἑτέρου φανῆναι συγγενὴς οὐ µόνον δούλων, ἀλλὰ καὶ µιαρῶνεἶναι νοµιζοµένων· ὁ δὲ οὐ µόνον τὴν συγγένειαν οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ παντὶ θυµῷ ἤµυνε, καὶ εἰς κινδύνους ἑαυτὸν ἔῤῥιψεν ὑπὲρ ἐκείνων. Πῶς; Ὁρῶν, φησὶ, τινὰ ἀδικοῦντα, ἤµυνε τῷ ἀδικουµένῳ, καὶ ἀπέκτεινε τὸν ἀδικοῦντα. Ἀλλ' οὔπω ταῦτα ὑπὲρ ἐχθρῶν· µεγάλα µὲν οὖν καὶ αὐτὰ, οὐχ οὕτω δὲ ὡς τὰ µετὰ ταῦτα. Τῇ οὖν ἐπιούσῃ ἡµέρᾳ τὸ αὐτὸ εἶδε γινόµενον, κἀκεῖνον ᾧ ἤµυνεν ὁρῶν ἀδικοῦντα, παρῄνει παύσασθαι τῆς ἀδικίας· ὁ δέ φησι, πολλῇ ἀγνωµοσύνῃ κεχρηµένος, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡµᾶς; Τίνα οὐκ ἂν ἐνέπρησε τὰ ῥήµατα ταῦτα; Εἰ τοίνυν θυµῷ τὸ πρότερον ἐγένετο καὶ µανίᾳ, καὶ τοῦτον ἂν πλήξας ἀνεῖλεν. Οὐ γὰρ δὴ ἐκεῖνος, ὑπὲρ οὗ τοῦτο ἐγένετο, κατεµήνυσεν ἂν αὐτὸν, ἀλλ' ὅτι συγγενεῖς ἦσαν, φησὶ, ταῦτα εἶπεν. Ὅτε ἠδικεῖτο, οὐδὲν τοιοῦτον ἐφθέγξατο, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡµᾶς;∆ ιὰ τί µὴ χθὲς εἶπες τοῦτο; Ἡ ἀδικία ἡ σὴ καὶ ἡ ὠµότης, φησὶν, αὕτη µε κατέστησεν ἄρχοντα καὶ δικαστήν. Ἀλλὰ νῦν ὅρα ὅτι καὶ τῷ Θεῷ ταῦτα λέγουσί τινες. Ἐν οἷς µὲν γὰρ ἀδικοῦνται, βούλονται αὐτὸν εἶναι σφοδρὸν, καὶ τῆς µακροθυµίας αὐτοῦ κατηγοροῦσιν· ὅταν δὲ ἀδικῶσιν, οὐκέτι. Τί τούτων πικρότερον τῶν ῥηµάτων; Ἀλλ' ὅµως µετὰ ταῦτα πρὸς τοὺς ἀγνώµονας, πρὸς τοὺς ἀχαρίστους πεµπόµενος, ἤρχετο, καὶ οὐκ ἀνεδύετο. Ἀλλὰ καὶ µετὰ τὰ σηµεῖα ἐκεῖνα, καὶ µετὰ τὰ θαύµατα τὰ δι' αὐτοῦ γενόµενα, καταλεῦσαι αὐτὸν πολλάκις ἐπεχείρησαν, καὶ ἐξέφυγε τὰς χεῖρας αὐτῶν· καὶ κατεγόγγυζον συνεχῶς, ἀλλ' ὅµως αὐτοὺς οὕτως ἐφίλει ἔρωτι, ὡς εἰπεῖν πρὸς τὸν Θεὸν, ἡνίκα τὴν ἁµαρτίαν ἐκείνην τὴν χαλεπὴν εἰργάσαντο· Εἰ µὲν ἀφῆς αὐτοῖς τὴν ἁµαρτίαν, ἄφες· εἰ δὲ µὴ, κἀµὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Βούλοµαι µετ' ἐκείνων ἀπολέσθαι, φησὶν, ἢ χωρὶς ἐκείνων σώζεσθαι. Ὄντως µανία, ὄντως ἔρως µέγας. Τί λέγεις; τοῦ οὐρανοῦ καταφρονεῖς; Ναὶ, φησί· φιλῶ γὰρ τοὺς ἠδικηκότας. Ἐξαλειφθῆναι αἰτεῖς; Καὶ τί πάθω, φησίν; ἔρως γάρ ἐστι. Τί δὲ τὰ µετὰ ταῦτα; Ἄκουσον τί φησιν ἑτέρωθι ἡ Γραφή· Καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτούς. Ποσάκις ὕβρισαν; ποσάκις ἀπεχειροτόνησαν αὐτὸν, καὶ τὸν ἀδελφόν; εἰς Αἴγυπτον ποσάκις µεταναστῆναι ἐζήτησαν; καὶ µετὰ ταῦτα πάντα ἐξεκαίετο καὶ ἐµεµήνει, καὶ ὑπὲρ αὐτῶν πάσχειν ἕτοιµος ἦν, Οὕτω δεῖ φιλεῖν τοὺς ἐχθροὺς, κοπτόµενον καὶ ταλαιπωρούµενονκαὶ πάντα ποιοῦντα καὶ χωριζόµενον, ἐφίεσθαι τῆς σωτηρίας αὐτῶν. Τί δὲ ὁ Παῦλος, εἰπέ µοι, οὐχὶ καὶ γέενναν ᾔτησεν ἀντ' αὐτῶν; Ἀλλ' ἀπὸ τοῦ∆ εσπότου τὸ παράδειγµα ἀναγκαῖον ἀγαγεῖν. Οὕτω γὰρ καὶ αὐτὸς ποιεῖ, λέγων, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς· ἀπὸ τοῦ Πατρὸς αὐτοῦ φέρων τὸ παράδειγµα, ἡµεῖς δὲ ἀπ' αὐτοῦ τοῦ Χριστοῦ. Ἦλθε πρὸς αὐτοὺς, κατὰ τὴν οἰκονοµίαν λέγω, δοῦλος ἐγένετο δι' αὐτοὺς, ἐταπείνωσεν ἑαυτὸν, ἐκένωσε, µορφὴν δούλου ἔλαβε· καὶ παραγενόµενος, οὔτε αὐτὸς εἰς ὁδὸν ἐθνῶν ἀπήρχετο, καὶ τοῖς µαθηταῖς τοῦτο ἐπέταττε· καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ περιῆγε θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν µαλακίαν. Τί οὖν; Οἱ µὲν ἄλλοι πάντες ἐξεπλήσσοντο καὶ ἐθαύµαζον, καὶ ἔλεγον, Πόθεν τούτῳ ταῦτα; οὗτοι δὲ εὐεργετούµενοι ἔλεγον∆ αιµόνιον ἔχει, καὶ, βλασφηµεῖ, καὶ, Μαίνεται, καὶ, Πλάνος ἐστί. Ἆρ' οὖν ἀπώσατο αὐτούς; Οὐδαµῶς, ἀλλὰ καὶ µειζόνως εὐηργέτει ταῦτα ἀκούων, καὶ ἀπῄει πρὸς τοὺς µέλλοντας αὐτὸν σταυροῦν, ἵνα µόνον αὐτοὺς διασώσῃ. Καὶ µετὰ τὸ σταυρωθῆναι, τί φησι; Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν ὃ ποιοῦσι. Καὶ πρὸ τούτου κακῶς παθὼν, καὶ µετὰ ταῦτα κακῶς παθὼν, µέχρις ἐσχάτης ἀναπνοῆς περὶ αὐτῶν πάντα ἔπραττεν, ὑπὲρ αὐτῶν ἐδεῖτο. Καὶ µετὰ τὸν σταυρὸν τί οὐκ ἐποίησε δι' αὐτούς; οὐχὶ ἀποστόλους ἀπέστειλεν; οὐχὶ σηµεῖα εἰργάσατο; οὐχὶ πᾶν ὁτιοῦν ἐκίνησεν; Οὕτω δεῖ φιλεῖν τοὺς ἐχθροὺς, οὕτω µιµεῖσθαι τὸν Χριστόν. Οὕτω Παῦλος ἐποίησε λιθαζόµενος, µυρία πάσχων, ὑπὲρ αὐτῶν ἅπαντα ἔπραττεν. Ἄκουε αὐτοῦ λέγοντος· Ἡ εὐδοκία µου καὶ ἡ δέησις ὑπὲρ αὐ τῶν ἐστιν εἰς σωτηρίαν· καὶ πάλιν, Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσι· καὶ πάλιν, Εἰ σὺ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης, πόσῳ µᾶλλον οὗτοι ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Ἀπὸ πόσης φιλοστοργίας οἴει ταῦτα λέγεσθαι τὰ ῥήµατα; ἀπὸ πόσης εὐνοίας; Οὐκ ἔστιν εἰπεῖν, οὐκ ἔστιν. Οὕτω δεῖ φιλεῖν τοὺς ἐχθρούς· τοῦτο τὸν Θεόν ἐστι φιλεῖν, τὸν ἐπιτάξαντα, τὸν νοµοθετήσαντα· τὸ µιµεῖσθαι ἐκεῖνον, τὸ φιλεῖν τὸν ἐχθρόν ἐστιν. Ἐννόησον ὅτι οὐ τὸν ἐχθρὸν εὐεργετεῖς, ἀλλὰ σαυτὸν, οὐκ ἐκεῖνον φιλεῖς, ἀλλὰ τῷ Θεῷ ὑπακούεις. Ταῦτα οὖν εἰδότες, κυρώσωµεν εἰς ἀλλήλους τὴν ἀγάπην, ἵνα µετὰ ἀκριβείας ταύτην κατορθώσαντες, τύχωµεν τῶν ἐπηγγελµένων ἀγαθῶν ἐν ΧριστῷἸησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note