Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 8 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
8.0
Παρακαλῶ οὖν ὑµᾶς ἐγὼ, ὁ δέσµιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, µετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος.∆ ιδασκάλων ἐστὶν ἀρετὴν µὴ τιµὴν, µηδὲ δόξαν ζητεῖν παρὰ τῶν ἀρχοµένων, ἀλλὰ τὴν σωτηρίαν αὐτῶν, καὶ πάντα ὑπὲρ τούτου ποιεῖν· ὡς ὅ γε ἐκεῖνο ζητῶν, οὐκ ἂν εἴη διδάσκαλος, ἀλλὰ τύραννος. Οὐ γὰρ διὰ τοῦτό σε ἐπέστησεν ὁ Θεὸς αὐτοῖς, ἵνα σὺ πλείονος ἀπολαύσῃς θεραπείας, ἀλλ' ἵνα τὰ µὲν σὰ ἀµελῆται, πάντα δὲ τὰ ἐκείνων οἰκοδοµῆται. Τοῦτό ἐστι διδασκάλου· τοιοῦτος ὁ µακάριος Παῦλος ἦν, ὃς τύφου µὲν ἀπήλλακτο παντὸς, οὕτω δὲ διέκειτο, ὡς εἷς τῶν πολλῶν, µᾶλλον δὲ καὶ αὐτῶν ἐλάχιστος.∆ ιὰ τοῦτο καὶ δοῦλον αὐτῶν ἑαυτὸν καλεῖ, καὶ τὰ πλείονα ἐν ἱκετηρίας τάξει φθέγγεται. Ὅρα γοῦν καὶ νῦν οὐδὲν ἐπιτακτικὸν γράφοντα, οὐδὲν αὐθεντικὸν, ἀλλὰ συνεσταλµένον, καὶ καθυφειµένον. Παρακαλῶ οὖν ἐγὼ, φησὶν, ὑµᾶς ὁ δέσµιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε. Τί παρακαλεῖς, εἰπέ µοι; ἵνα τινὸς τύχῃς αὐτός; Οὐδαµῶς, φησὶν, ἀλλ' ἵνα ἄλλους σώσω. Καίτοι γε οἱ παρακαλοῦντες, ὑπὲρ τῶν αὐτοῖς διαφερόντων παρακαλοῦσι, Καὶ ἐµοὶ τοῦτο διαφέρει, φησὶ, καθὼς καὶ ἑτέρωθι γράφων ἔλεγε· Νῦν ζῶµεν, ἐὰν ὑµεῖς στήκητε ἐν Κυρίῳ. Σφόδρα γὰρ ἀεὶ τῆς σωτηρίας τῶν µαθητευοµένων ἐφίετο. Ἐγὼ ὁ δέσµιος ἐν Κυρίῳ. Μέγα ἀξίωµα καὶ σφοδρὸν, καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων µεῖζον. Ὅπερ οὖν καὶ πρὸς Φιλήµονα γράφων φησίν· Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσµιος ἐν Χριστῷ. Οὐδὲν γὰρ οὕτω λαµπρὸν, ὡς δεσµὸς διὰ Χριστὸν, ὡς αἱ ἁλύσεις αἱ περικείµεναι ταῖς ὁσίαις χερσὶν ἐκείναις. Τοῦ ἀπόστολον εἶναι, τοῦ διδάσκαλον εἶναι. τοῦ εὐαγγελιστὴν εἶναι, τοῦτο λαµπρότερον, τὸ δέσµιον εἶναι διὰ τὸν Χριστόν. Εἴ τις φιλεῖ τὸν Χριστὸν, ἔγνω τὸ λεγόµενον· εἴ τις µαίνεται καὶ περικαίεται τοῦ∆ εσπότου, οἶδε τὴν δύναµιν τῶν δεσµῶν. Ὁ τοιοῦτος ἕλοιτο ἂν δέσµιος εἶναι διὰ Χριστὸν, ἢ. 20] τοὺς οὐρανοὺς οἰκεῖν. Παντὸς χρυσοῦ λαµπροτέρας αὐτοῖς ἐδείκνυ τὰς χεῖρας, παντὸς διαδήµατος βασιλικοῦ. Οὐ γὰρ οὕτω ποιεῖ λαµπρὰν κεφαλὴν ταινία λιθοκόλλητος περικειµένη, ὡς ἅλυσις σιδηρᾶ διὰ Χριστόν. Τότε τῶν βασιλείων λαµπρότερον τὸ δεσµωτήριον ἦν. Τί λέγω βασιλείων; καὶ αὐτοῦ δὲ τοῦ οὐρανοῦ· δέσµιον γὰρ εἶχε Χριστοῦ. Εἴ τις φιλεῖ τὸν Χριστὸν, οἶδε τοῦτο τὸ ἀξίωµα, οἶδε ταύτην τὴν ἀρετὴν, οἶδεν ὅσον ἐχαρίσατο τῷ τῶν ἀνθρώπων γένει τὸ δεθῆναι δι' αὐτόν. Τάχα τοῦ καθίσαι ἐκ δεξιῶν αὐτοῦ τοῦτο λαµπρότερον, τοῦ καθίσαι ἐπὶ δώδεκα θρόνων τοῦτο σεµνότερον, τὸ δεθῆναι δι' αὐτόν. Καὶ τί λέγω περὶ τῶν ἀνθρωπίνων; αἰσχύνοµαι συγκρίνων πλοῦτον καὶ κόσµον χρυσοῦν δεσµοῖς. Ἀλλ' ἀφεὶς εἰπεῖν περὶ τῶν µεγάλων ἐκείνων, κἂν µηδένα µισθὸν εἶχε τὸ πρᾶγµα, τοῦτο µόνον µέγας µισθὸς, τοῦτο ἀντίδοσις ἱκανὴ, τὸ διὰ τὸνφιλούµενον ταῦτα πάσχειν τὰ δεινά. Ἴσασιν οἱ φιλοῦντες, εἰ καὶ µὴ τὸν Θεὸν, ἀλλ' ἀνθρώπους, τὸ λεγόµενον, οἳ ἥδονται κακῶς πάσχοντες µᾶλλον, ἢ τιµώµενοι παρὰ τῶν ἐρωµένων. Τοῦ ἁγίου χοροῦ τὸ ταῦτα συνιδεῖν µόνον, τῶν ἀποστόλων λέγω. Ἄκουε γὰρ τοῦ µακαρίου Λουκᾶ λέγοντος· ὅτι Ὑπέστρεφον χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόµατος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιµασθῆναι. Τοῖς µὲν οὖν ἄλλοις δοκεῖ γέλως εἶναι, εἰ τὸ ἀτιµασθῆναι καταξιωθῆναί ἐστιν, εἰ τὸ ἀτιµασθῆναι, χαίρειν ἐστί· τοῖς δὲ ἐπισταµένοις τοῦ Χριστοῦ τὸν πόθον τοῦτο πάντων µακαριστότερον νενόµισται. Εἴ τις ἐµοὶ τὸν οὐρανὸν ἐχαρίζετο πάντα, ἢ τὴν ἅλυσιν ἐκείνην, ἐκείνην ἂν ἐγὼ προετίµησα· εἴ τίς µε µετὰ τῶν ἀγγέλων ἵστη ἄνω, ἢ µετὰ Παύλου δεδεµένου, τὸ δεσµωτήριον ἂν εἱλόµην· εἴ τις µε ἐκείνων ἕνα ἐποίει τῶν δυνάµεων τῶν περὶ τὸν οὐρανὸν, τῶν περὶ τὸν θρόνον, ἢ δεσµώτην τοιοῦτον, τοιοῦτος ἂν εἱλόµην γενέσθαι δεσµώτης. Εἰκότως· οὐδὲν τῆς ἁλύσεως ἐκείνης µακαριώτερον. Ἐβουλόµην ἐν τοῖς τόποις γενέσθαι νῦν ἐκείνοις· λέγεται γὰρ ἔτι µένειν τὰ δεσµά· καὶ ἰδεῖν καὶ θαυµάσαι τοὺς ἄνδρας ἐκείνους τοῦ πόθου τοῦ Χριστοῦ· ἐβουλόµην ἰδεῖν τὰς ἁλύσεις, ἃς δεδοίκασι µὲν δαίµονες καὶ φρίττουσιν, αἰδοῦνται δὲ ἄγγελοι. Οὐδὲν βέλτιον τοῦ κακῶς παθεῖν τι διὰ Χριστόν. Οὐχ οὕτω µακαρίζω Παῦλον, ὅτι εἰς παράδεισον ἡρπάγη, ὡς ὅτι εἰς τὸ δεσµωτήριον ἐνεβλήθη. Οὐχ οὕτως αὐτὸν µακαρίζω, ὅτι ἤκουσεν ἄῤῥητα ῥήµατα, ὡς ὅτι ὑπέµεινε τὰ δεσµά· οὐχ οὕτως αὐτὸν µακαρίζω, ὅτι ἡρπάγη εἰς τρίτον οὐρανὸν, ὡς µακαρίζω διὰ τὰ δεσµά. Ὅτι γὰρ ταῦτα ἐκείνων µείζονα, ἄκουσον καὶ αὐτὸς πῶς τοῦτο οἶδεν. Οὐδὲ γὰρ εἶπε, Παρακαλῶ ὑµᾶς ἐγὼ ὁ ῥήµατα ἄῤῥητα ἀκούσας, ἀλλὰ τί; Παρακαλῶ ὑµᾶς ἐγὼ ὁ δέσµιος ἐν Κυρίῳ. Εἰ δὲ µὴ πάσαις τοῦτο προσγράφει ταῖς ἐπιστολαῖς, οὐ θαυµαστόν· οὐδὲ γὰρ πάντοτε ἐδέδετο, ἀλλ' ἐν χρόνοις τισίν. Αἱρετώτερον ἐµοὶ παθεῖν κακῶς ὑπὲρ τοῦ Χριστοῦ, ἢ τιµᾶσθαι παρὰ τοῦ Χριστοῦ. Τοῦτο µεγάλη τιµὴ, τοῦτο δόξα ἡ πάντα ὑπερβάλλουσα. Εἰ αὐτὸς δι' ἐµὲ γενόµενος δοῦλος, καὶ τὴν δόξαν κενώσας, οὐχ οὕτως ἡγεῖτο ἐν δόξῃ εἶναι, ὡς ὅτε ἐσταυροῦτο ὑπὲρ ἐµοῦ, τί ἐµὲ παθεῖν οὐ δεῖ; Ἄκουε γὰρ αὐτοῦ λέγοντος.∆ όξασόν µε σὺ, Πάτερ. Τί λέγεις; ἐπὶ σταυροῦ ἄγῃ µετὰ λῃστῶν καὶ τυµβωρύχων, τὸν τῶν ἐπαράτων ὑφίστασθαι θάνατον, ἐµπτύεσθαι µέλλεις καὶ ῥαπίζεσθαι, καὶ ταῦτα δόξαν καλεῖς; Ναὶ, φησίν· ὑπὲρ γὰρ τῶν φιλουµένων ἐγὼ πάσχω ταῦτα, καὶ τανῦν δόξαν αὐτὰ ἡγοῦµαι. Εἰ ὁ τοὺς οἰκτροὺς καὶ ταλαιπώρους φιλήσας, δόξαν τὸ πρᾶγµα καλεῖ, καὶ οὐ τὸ ἐν τῷ θρόνῳ εἶναι τῷ πατρικῷ, οὐδὲ τὸ ἐν τῇ δόξῃ, ἀλλὰ τὸ ἐν ἀτιµίᾳ δόξαἦν, καὶ τοῦτο ἐκείνου προετίθει, πολλῷ µᾶλλον ἐγὼ ταῦτα ὀφείλω δόξαν ἡγεῖσθαι. Ὢ τῶν µακαρίων δεσµῶν, ὢ τῶν µακαρίων χειρῶν, ἃς ἐκόσµησεν ἡ ἅλυσις ἐκείνη. Οὐκ ἦσαν οὕτω τίµιαι αἱ χεῖρες Παύλου τὸν χωλὸν τὸν ἐν Λύστροις ἀναστήσασαι καὶ ἐγείρασαι, ὡς τὰ δεσµὰ περικείµεναι. Εἰ κατ' ἐκείνους τοὺς χρόνους ἦν ἐγὼ, τότε ἂν µάλιστα αὐτὰς περιεπτυξάµην, καὶ ἐπὶ τὰς κόρας ἔθηκα τὰς ἐµάς· οὐκ ἐπαυσάµην καταφιλῶν χεῖρας καταξιωθείσας ὑπὲρ τοῦ∆ εσπότου δεθῆναι τοῦ ἐµοῦ. Θαυµάζεις Παῦλον, ὅτε καθῆψεν αὐτοῦ ἡ ἔχις τῆς χειρὸς, καὶ οὐδὲν ἐποίησε; Μὴ θαυµάσῃς· ᾐδέσθη γὰρ τὴν ἅλυσιν· καὶ θάλαττα δὲ ὁλόκληρος ταύτην ᾐδεῖτο· τότε γὰρ ἐδέδετο. Εἴ τίς µοι νεκροὺς ἔδωκεν ἀναστῆσαι νῦν, οὐκ ἂν τοῦτο εἱλόµην, ἀλλὰ τὴν ἅλυσιν· εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤµην, καὶ τὸ σῶµα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάµην ἀποδηµίαν τοσαύτην ποιήσασθαι ὑπὲρ τοῦ τὰςἁλύσεις µόνον ἰδεῖν, ὑπὲρ τοῦ τὸ δεσµωτήριον ἔνθα ἐδέδετο. Καίτοι καὶ τῶν θαυµάτων αὐτοῦ πολλὰ πανταχοῦ σηµεῖα τυγχάνει, ἀλλ' οὐχ οὕτως ἐστὶ ποθεινὰ, ὡς τὰ τῶν στιγµάτων. Καὶ ἐν ταῖς Γραφαῖς δὲ οὐχ οὕτω µε εὐφραίνει θαύµατα ἐργαζόµενος, ὡς πάσχων κακῶς, µαστιζόµενος, συρόµενος. Ὄντως θαυµαστὰ καὶ τὰ τοῦ χρωτὸς σουδάρια καὶ τὰ σηµικίνθια, παράδοξα ἐργαζόµενα· ἀλλ' οὐ τοιαῦτα οἷα ἐκεῖνα.∆ είραντες αὐτὸν, φησὶ, καὶ ἐπιθέντες πολλὰς πληγὰς, ἔβαλον εἰς φυλακήν· καὶ πάλιν,∆ εδεµένοι ὕµνουν τὸν Θεόν· καὶ πάλιν, Λιθάσαντες αὐτὸν, ἔσυρον ἔξω τῆς πόλεως, νοµίσαντες αὐτὸν τεθνάναι. Βούλεσθε µαθεῖν ὅσον ἐστὶν ἅλυσις σιδηρᾶ διὰ Χριστὸν περικειµένη σώµατι δουλικῷ; ἀκούσατε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος, Μακάριοί ἐστε. Τί; ὅταν νεκροὺς ἀναστήσητε; Οὐχί· ἀλλὰ τί; ὅταν τυφλοὺς θεραπεύσητε; Οὐδαµῶς· ἀλλὰ τί; Ὅταν ὀνειδίσωσιν ὑµᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆµα, ψευδόµενοι καθ' ὑµῶν ἕνεκεν ἐµοῦ. Εἰ δὲ τὸ κακῶς ἀκοῦσαι οὕτω ποιεῖ µακαρίους, τὸ κακῶς παθεῖν τί οὐκ ἂν εἰργάσατο; Ἄκουε αὐτοῦ τοῦ µακαρίου τούτου λέγοντος ἀλλαχοῦ· Λοιπὸν ἀπόκειταί µοι ὁ τῆς δικαιοσύνης στέφανος. Ἀλλὰ τοῦ στεφάνου τούτου λαµπρότερος ὁ δεσµός. Τούτου µε καταξιώσει, φησὶ, καὶ οὐδὲν ὑπὲρ ἐκείνων ἀκριβολογοῦµαι. Ἀρκεῖ µοι πρὸς πᾶσαν ἀντίδοσιν τὸ παθεῖν κακῶς διὰ τὸν Χριστόν.∆ ότω µοι φθέγξασθαι ἐκεῖνο, ὅτι Ἀνταναπληρῶ τὰ ὑστερήµατα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί µου, καὶ οὐδενὸς δέοµαι. Κατηξιώθη καὶ Πέτρος ταύτης τῆς ἁλύσεως· Ἦν γὰρ, φησὶ, δεδεµένος, καὶ παραδεδοµένος στρατιώταις, καὶ ἐκάθευδεν Οὕτως ἔχαιρε, καὶ οὐκ ἤλγει, ὡς καὶ καθεύδειν· οὐκ ἂν δὲ αὐτὸν βαθὺς ὕπνος εἶχεν, εἴ γε ἐν φροντίδι ἦν πολλῇ. Ἐκάθευδε µεταξὺ στρατιωτῶν ὤν· καὶ ἄγγελος ἦλθε πρὸς αὐτὸν, καὶ πατάξας αὐτοῦ τὴν πλευρὰν, ἤγειρεν. Εἴ τις τοίνυν εἶπέ µοι, Τί ἐβούλου; ἄγγελος εἶναι ὁ Πέτρον νύξας, ἢ Πέτρος ὁ διασωθείς; Πέτρος ἂν εἱλόµην γενέσθαι, δι' ὃν καὶ ὁ ἄγγελος ἦλθεν. Ἐγὼ τῶν δεσµῶν ὀναίµην ἐκείνων. Καὶ πῶς, φησὶν, ὡς µεγάλων κακῶν ἀπαλλαγεὶς εὔχεται; Μὴ θαυµάσῃς· εὔχεται γὰρ, δεδοικὼς µὴ ἀποθάνῃ. Τὸ δὲ ἀποθανεῖν ἐδεδοίκει διὰ τὸ ἔτι βούλεσθαι αὐτὸν τὴν ζωὴν εἶναι ὑπόθεσιν τῶν παθῶν. Ἄκουσον γοῦν καὶ αὐτὸς ὁ µακάριος Παῦλος τί φησι; Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ µᾶλλον κρεῖσσον, τὸ δὲ παραµένειν τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑµᾶς. Τοῦτο καὶ χάριν ἐκάλεσε γράφων· Ἐχαρίσθη γὰρ ὑµῖν, φησὶν, ἀπὸ τοῦ Χριστοῦ, οὐ µόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ὥστε τοῦτο ἐκείνου µεῖζόν ἐστιν· ἐχαρίσατο γάρ. Ὄντως ἐστὶ χάρις µεγίστη, καὶ πασῶν τούτων µείζων, τοῦ τὸν ἥλιον στῆσαι καὶ τὴν σελήνην, τοῦ τὸν κόσµον κινῆσαι· τοῦτο µεῖζον τοῦ δαιµόνων κρατῆσαι, ἢ ἀπελάσαι δαίµονας. Οὐχ οὕτως ἀλγοῦσιν ἐκεῖνοι πίστει τῇ παρ' ἡµῶν ἐλαυνόµενοι, ὡς ὅταν ἡµᾶς ἴδωσι κακόν τι πάσχοντας διὰ τὸν Χριστὸν, καὶ δεσµουµένους· µείζονα γὰρ τοῦτο ποιεῖ τὴν παῤῥησίαν. Οὐ διὰ τοῦτο καλὸν τὸ δεδέσθαι διὰ τὸν Χριστὸν, ὅτι βασιλείαν προξενεῖ τὸ πρᾶγµα, ἀλλ' ὅτι διὰ τὸν Χριστὸν γίνεται· οὐ διὰ τοῦτο µακαρίζω τοὺς δεσµοὺς, ὅτι εἰς τὸν οὐρανὸν παραπέµπουσιν, ἀλλ' ὅτι διὰ τὸν∆ εσπότην τοῦ οὐρανοῦ γίνονται. Πόσον καύχηµα εἰδέναι, ὅτι διὰ τὸν Χριστὸν ἐδέθη; πόση ἡδονὴ, πόση τιµὴ, πόση λαµπρότης; Ἐβουλόµην διαπαντὸς ταῦτα φθέγγεσθαι· ἐβουλόµην ἔχεσθαι τῆς ἁλύσεως· ἐβουλόµην, εἰ καὶ τῷ πράγµατι ἀπεστέρηµαι, ἀλλὰ τῷ λόγῳ περιθεῖναι τὴν ἅλυσιν τῇ ψυχῇ διὰ τῆς διαθέσεως. Ἐσείσθη, φησὶ, τὸ δεσµωτήριον δεδεµένου Παύλου, καὶ πάντων τὰ δεσµὰ ἀνείθη. Εἶδες δεσµῶν φύσιν τὰ δεσµὰ ἀναλύουσαν; Ὥσπερ γὰρ ὁ τοῦ Κυρίου θάνατος τὸν θάνατον ἐθανάτωσεν, οὕτω καὶ τὰ Παύλου δεσµὰ τοὺς δεσµώτας ἔλυσε, τὸ δεσµωτήριον ἔσεισε, τὰς θύρας ἀνέῳξε· καίτοι οὐχ αὕτη τῶν δεσµῶν ἡ φύσις ἐστὶν, ἀλλ' ἡ ἐναντία, κατέχειν ἐν ἀσφαλείᾳ τὸν δεδεµένον, οὐχὶ τοὺς τοίχους ἀνοίγειν αὐτῷ. Ἀλλὰ τῶν µὲν δεσµῶν ἁπλῶς φύσις οὐκ ἔστιν αὕτη, δεσµῶν δὲ τῶν διὰ Χριστὸν αὕτη. Προσέπεσεν ὁ δεσµοφύλαξ τῷ Παύλῳ καὶ τῷ Σίλᾳ. Ἀλλ' οὐδὲ τοῦτο ποιεῖ δεσµὰ ἁπλῶς, τοὺς δήσαντας εἰς τοὺς πόδας ἄγειν τῶν δεδεµένων, ἀλλὰ τοὐναντίον ὑποχειρίους τούτους ἐκείνοις ποιεῖν. Νῦν δὲ ὁ λελυµένος ὑπὸ τοὺς πόδας ἦν τοῦ δεδεµένου· ὁ δήσας ἠξίου τὸν δεθέντα λυθῆναι τοῦ φόβου. Οὐχὶ σὺ ἔδησας, εἰπέ µοι; οὐχὶ εἰς τὴν ἐσωτέραν ἔβαλες φυλακήν; οὐχὶ εἰς τὸ ξύλον ἠσφαλίσω τοὺς πόδας; τί τρέµεις; τί θορυβῇ; τί δακρύεις; τί τὸ ξίφος ἐσπάσω; Οὐδὲν τοιοῦτον ἔδησα, φησίν· οὐκ ᾔδειν, ὅτι τοσαύτη τῶν τοῦ Χριστοῦ δεσµίων ἡ δύναµις. Τί λέγεις; οὐρανοὺς ἔλαβον ἐξουσίαν ἀνοίγειν, καὶ δεσµωτήριον οὐκ ἔµελλον ἀνοίγειν; τοὺς ὑπὸ δαιµόνων δεδεµένους ἔλυον, καὶ σιδήριον ἔµελλεν αὐτῶν περιέσεσθαι; οὐκ οἶδας τοὺς ἄνδρας· διὰ τοῦτο καὶ συγγνώµης ἔτυχες. Παῦλος ὁ δεδεµένος ἐστὶν, ὃν ἄγγελοι πάντες ᾐδέσθησαν· Παῦλός ἐστιν, οὗ καὶ τὰ σουδάρια καὶ τὰ σηµικίνθια δαίµονας ἤλαυνε, καὶ νόσους ἐφυγάδευε, καίτοι πολλῷ σιδήρου ἀδαµάντινος, καὶ ἀῤῥαγέστερος ὁπαρὰ τοῦ δαίµονος δεσµός· οὗτος µὲν γὰρ ψυχὴν, ἐκεῖνος δὲ σῶµα δεσµεῖ. Ὁ ψυχὰς τοίνυν δεδεµένας λύων, τὸ σῶµα τὸ αὐτοῦ οὐκ ἂν ἴσχυσε λῦσαι; ὁ δαιµόνων δεσµὰ διαῤῥηγνὺς, σιδήρου δέσιν οὐκ ἂν ἔλυσεν; ὁ διὰ τῶν ἱµατίων αὐτοῦ τοὺς δεσµώτας ἐκείνους λύων, καὶ τῶν δαιµόνων ἀπαλλάττων, αὐτὸς δι' ἑαυτοῦ ἑαυτὸν οὐκ ἂν ἔλυσε;∆ ιὰ τοῦτο πρῶτον ἐδέθη, καὶ τότε τοὺς δεδεµένους ἔλυσεν, ἵνα µάθῃς, ὅτι οἱ τοῦ Χριστοῦ δοῦλοι δεδεµένοι, πολλῷ τῶν λελυµένων µείζονα ἔχουσι τὴν ἰσχύν. Εἰ λελυµένος τοῦτο εἰργάσατο, οὐκ ἦν οὕτω θαυµαστόν· ὥστε οὐκ ἀσθενείας ὁ δεσµὸς ἦν, ἀλλὰ µείζονος δυνάµεως. Οὕτω γὰρ λαµπροτέρα ἡ ἰσχὺς τοῦ ἁγίου δείκνυται, ὅταν καὶ δεδεµένος τῶν λελυµένων κρατῇ, ὅταν ὁ δεδεµένος µὴ µόνον ἑαυτὸν, ἀλλὰ καὶ τοὺςδεδεµένους λύῃ. Τί τῶν τοίχων τὸ ὄφελος; τί τὸ πλέον ἀπὸ τοῦ εἰς τὴν ἐσωτέραν φυλακὴν βαλεῖν αὐτὸν, ὅπου γε καὶ τὴν ἐξωτέραν ἀνέῳξε;∆ ιὰ τί δὲ ἐν νυκτὶ, καὶ µετὰ σεισµοῦ γέγονεν; Ἔνδοτέ µοι µικρὸν καὶ παραχωρήσατε, τῶν ἀποστολικῶν ἀποσχοµένῳ ῥηµάτων, καὶ ἐντρυφήσαντι τοῖς ἀποστολικοῖς πράγµασιν, ἑστιαθῆναι ἐν τῇἁλύσει Παύλου· δότε µοι ἐπιπλέον ἐνδιατρίψαι. Ἐπελαβόµην τοῦ δεσµοῦ, οὐδείς µε ἀφίστησιν. Ἀσφαλέστερον ἐγὼ δέδεµαι νῦν τῷ πόθῳ, ἢ ἐκεῖνος τότε τῷ ξύλῳ. Τοῦτον οὐδεὶς λύει τὸν δεσµόν· ἀπὸ γὰρ τοῦ πόθου ἐστὶ τοῦ Χριστοῦ· τοῦτον οὐδὲ οἱ ἄγγελοι, οὐδὲ βασιλεία οὐρανῶν ἰσχύει λῦσαι· αὐτοῦ Παύλου ἐστὶν ἀκοῦσαι λέγοντος, Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάµεις, οὔτε ἐνεστῶτα οὔτε µέλλοντα, οὔτε ὕψωµα οὔτε βάθος δυνήσεταιἡµᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Τίνος οὖν ἕνεκα µέσον νυκτῶν τὸ πρᾶγµα γέγονε; τίνος ἕνεκεν καὶ µετὰ σεισµοῦ; Ἀκούσατε Θεοῦ οἰκονοµίαν, καὶ θαυµάσατε. Πάντων τὰ δεσµὰ ἐλύθη, καὶ αἱ θύραι ἀνεῴγησαν. Ἀλλὰ τοῦτο µόνον διὰ τὸν δεσµοφύλακα γέγονεν, οὐ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν. Ὅτι γὰρ οὐκ ᾔδεσαν οἱ δεσµῶται ὅτι λελυµένοι εἰσὶν, δῆλον ἀπὸ τῆς φωνῆς Παύλου. Τί γάρ φησιν; Ἐφώνησε δὲ φωνῇ µεγάλῃ λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακὸν, πάντες γάρ ἐσµεν ἐνθάδε. Οὐκ ἂν δὲ πάντες ἦσαν ἔνδον, εἰ εἶδον τὰς θύρας ἀνεῳγµένας, καὶ ἑαυτοὺς λελυµένους. Οἱ γὰρ τοίχους διατέµνοντες, καὶ ὀρόφους καὶ θριγκία ὑπερβαίνοντες, καὶ πάντα τολµῶντες µετὰ δεσµῶν, οὐκ ἂν ἐκαρτέρησαν, καὶ τῶνδεσµῶν λελυµένων καὶ τῶν θυρῶν ἀνεῳγµένων, ἔνδον µένειν, καὶ τοῦ δεσµοφύλακος καθεύδοντος αὐτοῦ. Ἀλλ' ἀντὶ δεσµῶν σιδηρῶν ἦν αὐτοῖς ὁ δεσµὸς τοῦ ὕπνου.∆ ιὰ τοῦτο οὕτως ᾠκονοµήθη, ὥστε καὶ τὸ πρᾶγµα γενέσθαι, καὶ µηδεµίαν ἀπὸ τοῦ θαύµατος ζηµίαν συµβῆναι τῷ µέλλοντι σώζεσθαι δεσµοφύλακι. Καὶ ἑτέρως δὲ µάλιστα οἱ δεδεµένοι ἐν νυκτὶ δεσµοῦνται, οὐκ ἐν ἡµέρᾳ. Μετὰ πολλῆς οὖν σπουδῆς ἦν ἰδεῖν δεδεµένους πάλιν, καὶ καθεύδοντας. Εἰ δὲ ἐν ἡµέρᾳ ἐγένετο ταῦτα, πολὺς ἂν ἐγένετο θόρυβος. Τίνος οὖν ἕνεκεν καὶ ἐσείσθη τὸ οἴκηµα; Ὥστε διαναστῆναι τὸν δεσµοφύλακα ἐπὶ τὴν τοῦ πράγµατος θέαν· οὗτος γὰρ ἦν ἄξιος τῆς σωτηρίας µόνος. Σὺ δέ µοι θέα τῆς τοῦ Χριστοῦ χάριτος τὴν ὑπερβολήν. Μεταξὺ γὰρ τῶν Παύλου δεσµῶν καὶ τῆς τοῦ Χριστοῦ χάριτος µεµνῆσθαι καλὸν, µᾶλλον δὲ καὶ ταῦτα τῆς τοῦ Θεοῦ χάριτός ἐστιν. Εἰσί τινες ἐγκαλοῦντες ὅτι διεσώθη ὁ δεσµοφύλαξ, καὶ ὑπὲρ ὧν θαυµάζειν τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐχρῆν, ἀπὸ τούτων ψέγοντες· καὶ οὐδὲν θαυµαστόν. Οἱ γὰρ ἀσθενεῖς τοιοῦτοί εἰσιν, οἳ καὶ τὴν τρέφουσαν τροφὴν κακίζουσιν, ἣν θαυµάζειν ἐχρῆν, καὶ τὸ µέλι πικρὸν εἶναί φασι. Καὶ οἱ τυφλώττοντες, ἀφ' οὗ ὤφειλον φωτίζεσθαι, ἀπὸ τούτου σκοτίζονται, οὐ παρὰ τὴν τῶν πραγµάτων φύσιν τούτων συµβαινόντων, ἀλλὰ παρὰτὴν ἀσθένειαν τῶν εἰς δέον αὐτοῖς κεχρῆσθαι µὴ δυναµένων. Τί οὖν ἔλεγον;∆ έον θαυµάσαι, ὅτι εἰς ἐσχάτην κακίαν ἐµπεσόντα, τοῦτον εἷλε, καὶ βελτίω εἰργάσατο, λέγουσι· Πῶς γὰρ οὐκ ἐνόµισε τὸ πρᾶγµα γοητείας εἶναι καὶ µαγγανείας, καὶ µᾶλλον αὐτοὺς κατέσχε, καὶ ἀνωλόλυξε; Πολλὰ πρὸς τοῦτο συνεβάλλετο· πρῶτον µὲν, ὅτι ἤκουσεν ὑµνούντων τὸν Θεόν· οὐκ ἂν δὲ γόητες τοιούτους ὕµνους ᾖδον· Ἤκουσε γὰρ αὐτῶν, φησὶν, ὑµνούντων τὸν Θεόν.∆ εύτερον, ὅτι αὐτοὶ οὐκ ἀπέφυγον, ἀλλὰ καὶ αὐτὸν ἐκώλυσαν σφάξαι ἑαυτόν· οὐκ ἂν δὲ, εἰ ἑαυτῶν ἕνεκεν ἐποίουν, ἔνδον ἔµενον, ἀλλὰ προτέρους ἂν ἑαυτοὺς ἐξεῖλον. Πολλὴ δὲ αὐτῶν καὶ ἡ φιλανθρωπία· ἐκώλυσαν αὐτὸν σφάξαι ἑαυτὸν, τὸν δήσαντα αὐτοὺς, µονονουχὶ πρὸς αὐτὸν λέγοντες· Μετὰ πολλῆς τῆς ἀσφαλείας ἠσφαλίσω εἰς τὴν ἐσωτέραν βαλὼν φυλακὴν, καὶ πικρῶς ἡµᾶς ἔδησας, ἵνα λυθῇς αὐτὸς τῶν πικροτάτων δεσµῶν. Σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁµαρτιῶν ἕκαστος σφίγγεται. Ἐκεῖνα µὲν γὰρ ἐπάρατα τὰ δεσµὰ, ταῦτα δὲ µακάρια, καὶ πολλῆς εὐχῆς ἄξια. Ὅτι γὰρ λύει τὰ δεσµὰ ἐκεῖνα ταῦτα, ἔδειξεν ἀπὸ τῶν αἰσθητῶν. Εἶδες τοὺς τῷ σιδήρῳ δεδεµένους λυθέντας; Ὄψει καὶ σαυτὸν ἐξ ἑτέρων δεσµῶν ἀνεθέντα χαλεπῶν. Ταῦτα τὰ δεσµὰ, τὰ τῶν δεσµωτῶν λέγω, οὐ τὰ Παύλου, ἐκεῖνα τὰ δεσµὰ ποιεῖ τὰ τῶν ἁµαρτιῶν.∆ ιπλῇ ἦσαν δεσµῶται οἱ ἔνδον, καὶ αὐτὸς δεσµώτης ἦν ὁ δεσµοφύλαξ. Ἐκεῖνοι µὲν γὰρ σιδήρῳ ἐδέδεντο, καὶ ἁµαρτίαις, οὗτος δὲ ἁµαρτίαις µόναις. Ἔλυσεν ἐκείνους ὁ Παῦλος εἰς πληροφορίαν τούτου· καὶ γὰρ ἦν ὁρατὰ τὰ δεσµά. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, µᾶλλον δὲ ἀντιστρόφως. Ἐκεῖ διπλῆ παράλυσις ἦν. Ποία δὲ αὕτη; Ἡ τῶν ἁµαρτιῶν, καὶ ἡ τοῦ σώµατος. Τί οὖν ποιεῖ; Θάρσει, φησὶ, τέκνον, ἀφέωνταί σου αἱ ἁµαρτίαι. Προτέραν τὴν ὄντως παράλυσιν ἔλυσεν, εἶτα ἐπὶ ταύτην ἔρχεται. Ὅτε γὰρ Εἶπόν τινες τῶν γραµµατέων ἐν ἑαυτοῖς, Οὗτος βλασφηµεῖ, εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυµήσεις αὐτῶν, εἶπεν· Ἵνα τί ἐνθυµεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑµῶν; τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁµαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁµαρτίας, λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς, ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Ἐβεβαίου τὸ νοητὸν ἀπὸ τοῦ αἰσθητοῦ, ἀπὸ τοῦ σωµατικοῦ τὸ κατὰ ψυχὴν ἐργασάµενος.∆ ιὰ τί δὲ τοῦτο ἐποίησεν; Ἵνα πληρωθῇ τὸ εἰρηµένον·∆ οῦλε πονηρὲ, ἐκ τοῦ στόµατός σου κρινῶ σε. Τί δὲ ἐκεῖνοι; Οὐδεὶς δύναται ἀφιέναι ἁµαρτίας, εἰ µὴ εἷς ὁ Θεός· οὐκ ἄγγελος ἄρα λοιπὸν, οὐκ ἀρχάγγελος, οὐδὲ ἄλλη κτιστὴ δύναµις. Ὑµεῖς τοῦτο ὡµολογήσατε. Τί οὖν ἐχρῆν εἰπεῖν; Ἂν δειχθῶ ἀφιεὶς ἁµαρτίας, εὔδηλον ὅτι Θεὸς ἐγώ. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ τί; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁµαρτίας, τότε λέγει τῷ παραλυτικῷ, Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγεεἰς τὸν οἶκόν σου. Ὅταν οὖν, φησὶ, τὸ δυσκολώτερον ἐργάσωµαι, εὔδηλον ὅτι οὐδεµία περὶ τοῦ εὐκόλου καταλείπεται πρόφασις οὐδὲ ἀντιλογία.∆ ιὰ τοῦτο τὸ νοητὸν ἐκεῖνος ἐποίησε πρότερον, ἐπειδὴ πολλοὶ ἦσαν οἱ ἀντιλέγοντες· ἐνταῦθα δὲ ἀπὸ τοῦ νοητοῦ ἐπὶ τὸ αἰσθητὸν αὐτὸ ἤγαγεν. Ἄρα οὐκ ἦν κουφότητος ἡ πίστις. Εἶδε τοὺς δεσµώτας, καὶ οὐδὲν εἶδεν οὐδὲ ἤκουσε φαῦλον· εἶδεν οὐ µαγγανείᾳ τι γεγενηµένον· ὕµνουν γὰρ τὸν Θεόν· εἶδεν ἀπὸ φιλανθρωπίας πολλῆς πάντα γενόµενα· οὐ γὰρ ἠµύναντο αὐτὸν, καίτοι δυνάµενοι. Ἐνῆν γὰρ καὶ ἑαυτοὺς, καὶ τοὺς δεδεµένους ἐξελόντας ἀπελθεῖν· εἰ δὲ µὴ τοὺς δεδεµένους, ἀλλ' ἑαυτούς. Ἀλλ' οὐκ εἰργάσαντο τοῦτο. Ὥστε οὐκ ἀπὸ τοῦ θαύµατος µόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τρόπου αὐτὸν κατῄδεσαν. Πῶς ἐφώνησε; Μεγάλῃ φωνῇ λέγων, Μηδὲν ποιήσῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσµεν ἐνθάδε. Ὁρᾷς καὶ τὸ ἀκενόδοξον καὶ τὸ ἄτυφον καὶ τὸ φιλόστοργον. Οὐκ εἶπεν, ὅτι∆ ι' ἡµᾶς ταῦτα γέγονεν· ἀλλ', ὡσανεὶ τῶν δεσµωτῶν εἷς, φησί· Πάντες γάρ ἐσµεν ἐνθάδε. Καίτοι εἰ καὶ µὴ πρὸ τούτου, µηδὲ διὰ τοῦ θαύµατος ἔλυσαν ἑαυτοὺς, ἀλλ' ἐνῆν αὐτοὺς σιγῆσαι, καὶ πάντας ἀπολῦσαι καὶ δεδεµένους. Εἰ γὰρ ἐσίγησαν, καὶ µὴ διὰ τῆς µεγάλης φωνῆς κατέσχον αὐτοῦ τὰς χεῖρας, ὤθησεν ἂν διὰ τοῦ λαιµοῦ τὸ ξίφος.∆ ιὰ τοῦτο καὶ ἐβόησεν, ἐπειδὴ εἰς τὴν ἐνδοτέραν φυλακὴν ἦν βεβληµένος. Κατὰ σαυτοῦ τοῦτο πεποίηκας, φησὶν, ἐνδοτέρω βαλὼν τοὺς µέλλοντάς σε ἐλευθεροῦν τοῦ κινδύνου. Ἀλλ' οὐκ ἐµιµήσαντο τὰ παρ' ἐκείνου γενόµενα. Ἐκείνου δὲ ἀποθανόντος πάντες ἂν ἐξέφυγον. Εἶδες ὅτι εἵλοντο δεδέσθαι µᾶλλον, ἢ ἐκεῖνον περιιδεῖν ἀπολλύµενον.∆ ιὰ τοῦτο καὶ ἐνενόησε πρὸς ἑαυτὸν, Εἰ γόητες ἦσαν, πάντως ἂν ἐκείνους ἀπέλυσαν, καὶ ἑαυτοὺς ἠλευθέρωσαν τῶν δεσµῶν· εἰκὸς γὰρ πολλοὺς καὶ τοιούτους ἐµβεβλῆσθαι. Ἄλλως δὲ, πολλάκις δεξάµενος γόητας, καὶ οὐδὲν ἰδὼν τοιοῦτον γενόµενον, ἐθαύµασεν. Ὁ γόης οὐκ ἂν ἔσεισε τὰ θεµέλια ὥστε διυπνίσαι τὸν δεσµοφύλακα, καὶ δυσκολωτέραν ἑαυτῷ ποιῆσαι τὴν φυγήν. Ἀλλ' ἴδωµεν λοιπὸν τοῦ δεσµοφύλακος τὴν πίστιν. Αἰτήσας, φησὶ, φῶτα εἰσεπήδησε, καὶ ἔντροµος ὑπάρχων, προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω, φησί· Κύριοι, τί µε δεῖ ποιεῖν ἵνα σωθῶ; Πῦρ ἐκράτει καὶ ξίφος, καὶ ἔλεγε· Κύριοι, τί µε δεῖ ποιεῖν ἵνα σωθῶ; Οἱ δὲ εἶπον· Πίστευσον εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ, καὶ ὁ οἶκός σου. Τοῦτο οὐχὶ γοήτων ἐστὶ, φησὶ, δόγµα τοιοῦτον παραδοῦναι· οὐδαµοῦ δαίµονος ἐνταῦθα µνήµη. Ὁρᾷς πῶς ἄξιος τοῦ σωθῆναι ἐκεῖνος; Ἰδὼν γὰρ τὸ θαῦµα, καὶ τοῦ φόβου ἀπαλλαγεὶς, οὐκ ἐπελάθετο τῶν συµφερόντων, ἀλλ' ἐν τοσούτῳ κινδύνῳ περὶ τῆς σωτηρίας ἐφρόντιζε τῆς κατὰ ψυχὴν, καὶ ὡς ἐχρῆν διδασκάλοις προσελθεῖν, οὕτω προσῆλθε· καὶ πρὸς τοὺς πόδας αὐτῶν ἔπεσε. Καὶ ἐλάλησαν αὐτῷ, φησὶ, τὸν λόγον τοῦ Κυρίου, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ νυκτὶ, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς, καὶ οἱ αὐτοῦ πάντες παραχρῆµα. Ὁρᾷς θερµότητα ἀνδρός; Οὐκ ἀνεβάλετο, οὐκ εἶπεν, Ἡµέρα γενέσθω, ἴδωµεν, σκεψώµεθα· ἀλλὰ µετὰ πολλῆς τῆς θερµότητος καὶ αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ πᾶσα ἐβαπτίσθη· ἀλλ' οὐχ ὡς νῦν οἱ πλείους περιορῶσι καὶ δούλους καὶ γυναῖκας καὶ παῖδας ἀµυήτους τυγχάνοντας. Γίνεσθε, παρακαλῶ, κατὰ τὸν δεσµοφύλακα· οὐ τὴν ἀξίαν λέγω, ἀλλὰ τὴν προαίρεσιν. Τί γὰρ ὄφελος ἀξιώµατος, ὅταν ᾖ ἡ προαίρεσις ἀσθενής; Βαβαὶ, ὁ ὠµὸς, ὁ ἀπηνὴς, ὁ µυρίοις συζῶν κακοῖς, ὁ τοῦτο µελετῶν ἀεὶ, οὕτω φιλάνθρωπος, οὕτω κηδεµονικὸς ἀθρόως γέγονεν. Ἔλουσεν αὐτοὺς, φησὶν, ἀπὸ τῶν πληγῶν. Θέα πάλιν καὶ τοῦ Παύλου τὴν θερµότητα· δεδεµένος, µεµαστιγωµένος, οὕτως εὐηγγελίζετο. Ὢ τῆς µακαρίας ἁλύσεως, οἵας ὤδινεν ὠδῖνας κατὰ τὴν νύκτα ἐκείνην· οἷα ἀπέτεκε παιδία. Καὶ περὶ τούτων ἔστιν εἰπεῖν, Οὓς ἐγέννησα ἐν τοῖς δεσµοῖς µου. Ὁρᾷς πῶς ἀγάλλεται, καὶ τὰ τεχθέντα παιδία ἀπὸ τούτου λαµπρότερα βούλεται εἶναι; ὁρᾷς πόση περιουσία δόξης τῶν δεσµῶν, ὅπου γε οὐ µόνον τὸν περικείµενον, ἀλλὰ καὶ τοὺς ἐν ἐκείνῳ τῷ καιρῷ τεχθέντας ὑπ' αὐτοῦ λαµπροὺς ποιεῖ; Ἔχουσί τι πλέον οἱ ἐν τοῖς Παύλου δεσµοῖς τεχθέντες, οὐ κατὰ τὴν χάριν λέγω, ἡ γὰρ αὐτὴ χάρις, οὐδὲ κατὰ τὴν ἄφεσιν, ἡ γὰρ αὐτὴ πάντων ἄφεσις, ἀλλ' ὅτι ἐκ προοιµίων παιδεύονται χαίρειν καὶ ἀγάλλεσθαι τοῖς τοιούτοις πράγµασιν. Αὐτῇ τῇ ὥρᾳ τῆς νυκτὸς, φησὶ, παραλαβὼν αὐτοὺς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη. Καὶ θέα λοιπὸν τὸν καρπόν· ἀντέδωκεν εὐθέως τὰ σαρκικά. Ἀναγαγὼν αὐτοὺς εἰς τὸν οἶκον, εὐθέως παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ. Τί γὰρ οὐκ ἔµελλεν, ἀνοιγέντος αὐτῷ τοῦ οὐρανοῦ διὰ τῆς ἀνοίξεως τῶν τοῦ δεσµωτηρίου θυρῶν; Ἔλουσε τὸν διδάσκαλον, τράπεζαν παρέθηκε, καὶ ἠγαλλιάσατο. Εἰσῆλθεν εἰς δεσµωτήριον ἡ Παύλου ἅλυσις, καὶ ἐκκλησίαν εἰργάσατο πάντα τὰ ἐκεῖ, καὶ σῶµα Χριστοῦ πάντας ἐποίησε, καὶ τράπεζαν ἔθηκετὴν πνευµατικὴν, καὶ ὠδῖνας ἔτεκεν, ἐφ' αἷς ἄγγελοι χαίρουσι. Μήτι εἰκῆ ἔλεγον τὸ δεσµωτήριον τοῦ οὐρανοῦ λαµπρότερον; Τῆς γὰρ ἐκεῖ χαρᾶς τοῦτο γέγονεν αἴτιον. Εἰ γὰρ ἐφ' ἑνὶ ἁµαρτωλῷ µετανοοῦντι χαρὰ ἐν οὐρανοῖς, εἰ ὅπου δύο εἰσὶ συνηγµένοι εἰς τὸ ὄνοµα αὐτοῦ, ἐκεῖ ἐν µέσῳ αὐτῶν ἐστιν ὁ Χριστὸς, ὅπου Σίλαςκαὶ Παῦλος καὶ ὁ δεσµοφύλαξ καὶ ἡ οἰκία αὐτοῦ ὅλη καὶ πίστις τοσαύτη, πόσῳ µᾶλλον; Ὅρα τὴν σφοδρότητα τῆς πίστεως. Ἀλλὰ τὸ δεσµωτήριον τοῦτο ἑτέρου µε ὑπέµνησε δεσµωτηρίου. Ποίου δὴ τούτου; Ἔνθα Πέτρος ἦν. Ἀλλὰ τοιοῦτον οὐδὲν ἐγένετο ἐκεῖ· ἀλλ' ἦν παραδεδοµένος τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτὸν, καὶ οὐχ ὕµνει οὐδὲ ἠγρύπνει, ἀλλ' ἐκάθευδε· καὶ οὐδὲ µεµαστιγωµένος ἦν, ἀλλὰ µείζων ὁ κίνδυνος. Ἐνταῦθα µὲν γὰρ ἤδη τὸ πᾶν εἴργαστο, καὶ δίκην ἦσαν δεδωκότες· ἐκεῖ δὲ οὐδέπω. Ὥστε εἰ µὴ πληγαὶ ὠδύνων, ἀλλ' ἡ προσδοκία τοῦ µέλλοντος ἐθορύβει. Ὅρα καὶ ἐκεῖ τὸ θαῦµα. Ἰδοὺ ἄγγελος Κυρίου, φησὶν, ἐπέστη, καὶ φῶς ἔλαµψεν ἐν τῷ οἰκήµατι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει. Καὶ εὐθέως ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Ὥστε µὴ νοµίσαι τὸ πρᾶγµα τοῦ φωτὸς µόνον εἶναι, καὶ τὸν Πέτρον ἔνυξεν. Οὐδεὶς δὲ τὸ φῶς ἑώρα, ἀλλὰ µόνος αὐτὸς, καὶ ἐδόκει ὅτι ὅραµά ἐστιν· οὕτως οὐκ ἐπαισθάνονται οἱ καθεύδοντες τῶν τοῦ Θεοῦ εὐεργεσιῶν. Εἶπε δὲ, φησὶν, ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Καὶ ἐποίησεν οὕτω. Καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱµάτιόν σου, καὶ ἀκολούθει µοι. Καὶ ἐξελθὼν ἠκολούθησεν αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόµενον διὰ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραµα βλέπειν.∆ ιελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτοµάτη ἠνοίχθη αὐτοῖς. Καὶ εἰσελθόντες, προῆλθον ῥύµην µίαν, καὶ εὐθέως ὁ ἄγγελος ἀπ' αὐτοῦ ἀπέστη.∆ ιὰ τί µὴ τοῦτο γέγονεν ἐνταῦθα, ὅπερ ἐπὶ τοῦ Παύλου καὶ Σίλα; Ὅτι ἐκεῖ µὲν ἔµελλον ἀπολύειν αὐτούς· διὰ τοῦτο οὐκ ἠθέλησεν οὕτως ἀπολυθῆναι αὐτούς· ἐπὶ δὲ τοῦ µακαρίου Πέτρου, εἰς φόνον αὐτὸν ἔµελλον ἐξάγειν. Τί οὖν; οὐ πολλῷ θαυµασιώτερον ἦν, φησὶν, ἐξαχθέντα καὶ παραδοθέντα ταῖς τοῦ βασιλέως χερσὶ, τότε ἐκ µέσων αὐτῶν ἐξαρπασθῆναι τῶν κινδύνων, καὶµηδὲν παθεῖν; οὕτω γὰρ ἂν οὐδὲ οἱ στρατιῶται ἀπώλοντο. Μέγα ἐνταῦθα κεκίνηται ζήτηµα. Ὁ Θεὸς τὸν αὐτοῦ δοῦλον, φησὶ, µετὰ τῆς ἑτέρων ἔσωσε τιµωρίας, µετὰ τῆς ἑτέρων ἀπωλείας; Τί οὖν ἐροῦµεν; Πρῶτον µὲν οὖν, ὅτι οὐ µετὰ τῆς ἑτέρων ἀπωλείας· δεύτερον, ὅτι οὐ τῆς τοῦ πράγµατος οἰκονοµίας τοῦτο γέγονεν, ἀλλὰ τῆς τοῦ δικαστοῦ πικρίας. Πῶς; Ὁ µὲν Θεὸς οὕτως ᾠκονόµησεν, ὡς µὴ µόνον τούτους µὴ ἀπολέσθαι, ἀλλὰ καὶ ἐκεῖνον σωθῆναι, καθάπερ δὴ καὶ ἐνταῦθα ἐπὶ τοῦ δεσµοφύλακος· ἐκεῖνος δὲ οὐκ ἐχρήσατο τῇ δωρεᾷ εἰς δέον. Γενοµένης δὲ ἡµέρας, φησὶν, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Εἶτα τί; Ἐξέτασιν τοῦ πράγµατος ποιεῖται ὁ Ἡρώδης, καὶ ἀνακρίνας αὐτοὺς, ἐκέλευσεν ἀπαχθῆναι. Εἰ µὲν γὰρ µὴ ἀνέκρινεν, ἦν ἄν τις ἀπολογία· νῦν δὲ παρέστησεν, ἀνέκρινεν, ἔµαθεν ὅτι ἐδέδετο, ὅτι τὸ δεσµωτήριον ἠσφάλιστο, ὅτι οἱ φύλακες ἦσαν πρὸ τῶν θυρῶν· οὐ τοῖχος διωρώρυκτο, οὐ θύρα ἀνέῳκτο, οὐδὲν ἄλλο κακουργίας τεκµήριον. Ἐχρῆν αὐτὸν ἀπὸ τούτων θαυµάσαι τοῦ Θεοῦ τὴν δύναµιν, ἥτις καὶ ἐκ µέσων αὐτὸν ἀνήρπασε τῶν κινδύνων· καὶ προσκυνῆσαι τὸν τοσαῦτα δυνηθέντα· ὁ δὲ ἐκείνους ἀπήγαγε. Πῶς οὖν ἐνταῦθα ὁ Θεὸς αἴτιος; Εἰ µὲν γὰρ τοῖχον διαῤῥαγῆ ναι ἐποίησε, καὶ οὕτως ἐξέβαλεν, ἴσως ἂν ἐνοµίσθη τῆς ἐκείνων ῥᾳθυµίας τὸ πρᾶγµα· εἰ δὲ οὕτως ᾠκονόµησεν, ὥστε δειχθῆναι ὅτι οὐκ ἀνθρωπίνης κακουργίας, ἀλλὰ θείας θαυµατουργίας τὸ πρᾶγµα ἦν, τί δὴ τοῦτο ἐποίησεν; Εἰ γὰρ ἔµελλε φεύγειν, οὕτως ὡς εἶχε τὰς ἁλύσεις ἔφυγεν ἄν· εἰ ἔµελλε φεύγειν τεθορυβηµένος, οὐκ ἂν τοσαύτην ἐποιήσατο πρόνοιαν, ὥστε καὶ τὰ σανδάλια λαβεῖν, ἀλλ' εἴασεν ἄν. Νῦν δὲ διὰ τοῦτό φησιν ὁ ἄγγελος πρὸς αὐτὸν, Ὑπόδησαι τὰ σανδάλιά σου· ἵνα µάθωσιν ὅτι οὐ φεύγων, ἀλλὰ µετὰ πολλῆς ἀνέσεως τὸ πρᾶγµα εἰργάσατο.∆ εδεµένος γὰρ, καὶ µεταξὺ τῶν δύο µένων στρατιωτῶν οὐκ ἂν τοσαύτην ἐποιήσατο σχολὴν, ὥστε καὶ τὰς ἁλύσεις λῦσαι, καὶ ταῦτα εἰς τὴν ἐσωτέραν ὢνκαὶ αὐτὸς φυλακήν. Ὥστε τῆς ἀδικίας τοῦ δικαστοῦ γέγονεν ἡ κόλασις τῶν φυλάκων.∆ ιὰ τί γὰρ Ἰουδαῖοι µὴ τοῦτο ἐποίησαν; Καὶ γὰρ ἑτέρου δεσµωτηρίου µέµνηµαι, ἐκείνου µὲν τοῦ προτέρου τοῦ ἐν Ῥώµῃ, τούτου δὲ τοῦ ἐν Καισαρείᾳ, νῦν δὲ τοῦ ἐν Ἱεροσολύµοις. Ἀκούσαντες γὰρ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι παρὰ τῶν ἀποσταλέντων παρ' αὐτῶν εἰς τὸ δεσµωτήριον, ὥστε ἐξαγαγεῖν τὸν Πέτρον, ὅτι Ἔσω οὐδέναεὕροµεν, ἀλλὰ καὶ κεκλεισµένας τὰς θύρας, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν· διὰ τί µὴ τοὺς φύλακας ἀνεῖλον, ἀλλὰ διηπόρουν περὶ αὐτῶν λέγοντες, Τί ἂν γένοιτο τοῦτο; Εἰ δὲ σφόδρα κατ' αὐτῶν φονῶντες οὐδὲν τοιοῦτον ἐνενόησαν, πολλῷ µᾶλλον σὺ ὁ πρὸς ἐκείνων χάριν πάντα ποιῶν.∆ ιὰ τοῦτο µετῆλθεν αὐτὸν ἡ δίκη ταχέως. Εἰ δὲ τοῦτο ἐγκαλεῖς, ἐγκάλει καὶ περὶ τῶν ἐν ταῖς ὁδοῖς σφαττοµένων, καὶ περὶ τῶν ἀδίκως ἀναιρουµένων µυρίων ἑτέρων, καὶ ἔτι περὶ τῶν παίδων τῶνἐπὶ τοῦ Χριστοῦ ἀναιρεθέντων· καὶ γὰρ καὶ ἐκείνοις, ὡς σὺ λέγεις, ὁ Χριστὸς ἐγένετο αἴτιος· µᾶλλον οὐχ ὁ Χριστὸς, ἀλλ' ἡ µανία καὶ ἡ τυραννὶς τοῦ πατρὸς τοῦ Ἡρώδου. Εἰ δὲ λέγεις,∆ ιὰ τί µὴ ἐκ τῶν χειρῶν αὐτὸν ἥρπασε τοῦ Ἡρώδου; καὶ τοῦτο ἠδύνατο ποιῆσαι, ἀλλ' οὐδὲν ἐκέρδανεν ἂν ἀπὸ τούτου. Ποσάκις γοῦν ὁ Χριστὸς ἐκ µέσου αὐτῶν ἐξῆλθε τῶν χειρῶν; τί οὖν τοῦτο ὠφέλησε τοὺς ἀγνώµονας; Ἐνταῦθα µέντοι γε καὶ πολλὴ τοῖς πιστοῖς ὠφέλεια γίνεται ἀπὸ τῶν γεγενηµένων· ὑποµνηµάτων γὰρ γενοµένων, καὶ τῶν ἐχθρῶν αὐτῶν µαρτυρούντων τοῖς πραττοµένοις, ἀνύποπτος ἦν ἡ µαρτυρία. Ὥσπερ οὖν κἀκεῖ οὐδαµόθεν ἄλλοθεν ἐπεστοµίσθησαν, ἀλλ' ἢ ἐκ τοῦ τοὺς ἐλθόντας ὁµολογεῖν τὰ γεγενηµένα, οὕτω δὴ καὶ ἐνταῦθα.∆ ιὰ τί γὰρ ὁ δεσµοφύλαξ οὐδὲν τοιοῦτον ἐποίησε; καίτοι γε οὐδὲν ἐλάττονα τῶν τούτου τὰ Ἡρώδου ἦν. Τοῦ γὰρ ἰδεῖν ἀνεῳγµένας τὰς θύρας, ὅσον εἰς ἐκπλήξεως λόγον, οὐδὲν ἔλαττον τὸ µαθεῖν ὅτι κεκλεισµένων αὐτῶν ἐξῆλθεν ὁ δεδεµένος· καίτοι ταῦτα καὶ φαντασία ἔδοξεν ἂν εἶναι µᾶλλον, ἐκεῖνο δὲ οὐκέτι, µετὰ ἀκριβείας ἀπαγγελλόµενον. Ὥστε εἰ καὶ οὗτος οὕτως ἦν πονηρὸς, ἔσφαξεν ἂν τὸν Παῦλον, καθάπερ ἐκεῖνος τοὺς στρατιώτας· ἀλλ' οὐκ ἦν. Εἰ δὲ πρὸς τοὺς λέγοντας, διὰ τί καὶ τὰ παιδία συνεχώρησεν ὁ Θεὸς ἀναιρεθῆναι, βουληθῶµεν ἀπολογήσασθαι, τάχα εἰς µακρότερον ἐµπεσούµεθα λόγον, ὃν ἐν προοιµίοις ἔδει λέγεσθαι πρὸς ὑµᾶς, Τέως δὲ πολλὰ τῇ Παύλου εὐχαριστήσαντες ἁλύσει, καταπαύσωµεν τὸν λόγον, ὅτι τοσούτων ἡµῖν ἀγαθῶναἰτία γέγονε, παρακαλέσαντες ὑµᾶς µὴ µόνον µὴ δυσχεραίνειν, εἴ τι διὰ Χριστὸν πάθοιτε, ἀλλὰ καὶ χαίρειν ὡς οἱ ἀπόστολοι, καὶ καυχᾶσθαι ὡς Παῦλος ἔλεγεν· Ἥδιστα καυχήσοµαι ἐν ταῖς ἀσθενείαις µου.∆ ιὰ γὰρ τοῦτο καὶ ἤκουσεν, Ἀρκεῖ σοι ἡ χάρις µου. Παῦλος ἐπὶ δεσµοῖς καυχᾶται, καὶ σὺ ἐπὶ πλούτῳ µέγα φρονεῖς; οἱ ἀπόστολοι ἔχαιρον, ὅτι κατηξιώθησαν µαστιγωθῆναι, καὶ σὺ ἄνεσιν ζητεῖς καὶ τρυφήν; Πῶς οὖν θέλεις τῶν αὐτῶν ἐκείνοις τυχεῖν, ἀπεναντίας αὐτοῖς ὁδεύων ἐνταῦθα; Καὶ νῦν, φησὶ, πορεύοµαι εἰς Ἱεροσόλυµα δεδεµένος τῷ πνεύµατι, τὰ ἐν αὐτοῖς συναντήσοντά µοι µὴ εἰδὼς, πλὴν ὅτι τὸ Πνεῦµά µοι κατὰπόλιν διαµαρτύρεται λέγον, ὅτι δεσµά µε καὶ θλίψεις µένουσι. Τί οὖν ἀπέρχῃ, εἰ δεσµά σε καὶ θλίψεις µένουσι;∆ ιὰ τοῦτο αὐτὸ, φησὶν, ἵνα δεσµευθῶ διὰ Χριστὸν, ἵνα ἀποθάνω δι' αὐτόν. Οὐ γὰρ µόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίµως ἔχω ὑπὲρ τοῦ ὀνόµατος τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Οὐδὲν τῆς ψυχῆς ἐκείνης µακαριώτερον. Ἐν τίσι καυχᾶται; Ἐν δεσµοῖς, ἐν θλίψεσιν, ἐν ἁλύσει, ἐν στίγµασιν. Ἐγὼ τὰ στίγµατα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, φησὶν, ἐν τῷ σώµατί µου βαστάζω, καθάπερ τρόπαιόν τι µέγα καὶ πάλιν, Ἕνεκεν τοῦ Ἰσραὴλ, φησὶ, τὴνἅλυσιν ταύτην περίκειµαι· καὶ πάλιν, Ἐν ᾗ πρεσβεύω ἐν ἁλύσει. Τί ἐστι τοῦτο; οὐκ αἰσχύνῃ; οὐ δέδοικας τὴν οἰκουµένην δεσµώτης περιιών; οὐ φοβῇ µή τις ἀσθένειαν τοῦ Θεοῦ σου καταγνῷ; µή τις διὰ τοῦτο οὐ µὴ προσέλθῃ; Οὐ τοιαῦτά µου, φησὶ, τὰ δεσµά· οἶδε καὶ ἐν βασιλείοις λάµπειν. Ὥστε τοὺς δεσµούς µου, φησὶ, φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσµοῖςµου περισσοτέρως τολµᾷν ἀφόβως λαλεῖν τὸν λόγον Ὁρᾷς δεσµῶν ἰσχὺν µᾶλλον, ἢ νεκρῶν ἀναστάσεως;∆ εδεµένον µε εἶδον, καὶ µᾶλλον θαῤῥοῦσιν. Ὅπου γὰρ δεσµὰ, ἀνάγκη καὶ µέγα τι γενέσθαι ἐκεῖ· ὅπου θλῖψις, πάντως ἐκεῖ καὶ σωτηρία, πάντως ἐκεῖ ἄνεσις, πάντως ἐκεῖ µεγάλα κατορθώµατα. Ὁ γὰρ διάβολος ὅταν λακτίσῃ, τότε πλήττεται· ὅταν δήσῃ τοὺς τοῦ Θεοῦ δούλους, τότε µάλιστα ὁ λόγος ἐπιδίδωσι. Καὶ θέα πανταχοῦ τοῦτο γινόµενον. Ἐδεσµεύθη, καὶ ἐν τῷ δεσµωτηρίῳ ταῦτα εἰργάσατο. Ἐν αὐτοῖς γὰρ, φησὶ, τοῖς δεσµοῖς µου. Ἐδεσµεύθη ἐν Ῥώµῃ, καὶ πλείονας ἐπηγάγετο· οὐ γὰρ αὐτὸς µόνος ἐθάῤῥει, ἀλλὰ καὶ ἄλλοι πολλοὶ δι' αὐτοῦ. Ἐδεσµεύθη ἐν Ἱεροσολύµοις, καὶ δεδεµένος δηµηγορῶν τὸν βασιλέα κατέπληξε, καὶ τὸν ἄρχοντα εἰς φόβον ἤγαγεν· ἔµφοβος γὰρ γενόµενος, φησὶν, ἀπέλυσεν αὐτὸν, καὶ οὐκ ᾐσχύνετο παρὰ τοῦ δεδεµένου µανθάνων περὶ τῶν µελλόντων ὁ δήσας αὐτόν.∆ εδεµένος ἔπλει, καὶ ναυάγιον ἔλυσε, καὶ τὸν χειµῶνα ἐπέδησεν. Ἐν δεσµοῖς ὄντος αὐτοῦ τὸ θηρίον ἐκεῖνο καθήψατο, καὶ µηδὲν λυµηνάµενον ἐξέπεσεν. Ἐδέθη ἐν Ῥώµῃ, καὶ δεδεµένος δηµηγορῶν µυρίους ἐπεσπάσατο, ἀντὶ πάντων τοῦτο αὐτὸ προβαλλόµενος, τὴν ἅλυσιν λέγω. Ἀλλ' οὐκ ἔστιν ἁλύσει δεθῆναι νῦν. Ἀλλ' ἔστιν ἑτέρα ἅλυσις, ἂν ἐθέλωµεν. Ποία δὴ αὕτη; Τὸ τῆς χειρὸς κρατεῖν, τὸ µὴ πρὸς πλεονεξίαν ἕτοιµον εἶναι. Ταύτῃ τῇ ἁλύσει δήσωµεν ἑαυτούς· ἀντὶ σιδηρίου γενέσθω ἡµῖν ὁ τοῦ Θεοῦ φόβος. Λύσωµεν τοὺς δεδεµένους ὑπὸ πενίας, ὑπὸ θλίψεως. Οὐκ ἔστιν ἴσον δεσµωτηρίου θύρας ἀνοῖξαι, καὶ ψυχὴν συγκεκλεισµένην ἀφεῖναι· οὐκ ἔστιν ἴσον λῦσαι δεσµὰ δεσµωτῶν δεδεµένων, καὶ τεθραυσµένους ἀπολῦσαι ἐν ἀφέσει. Τοῦτο ἐκείνου µεῖζόν ἐστιν· ἐκείνου µὲν γὰρ οὐδεὶς κεῖται µισθὸς, τούτου δὲ µυρίοι. Μακρὰ ἡ τοῦ Παύλου γέγονεν ἅλυσις, καὶ ἐπὶ πολὺ κατέσχεν ἡµᾶς· καὶ γάρ ἐστιν ὄντως µακρὰ, καὶ πάσης σειρᾶς χρυσῆς κοσµιωτέρα. Αὕτη τοὺς δεδεµένους καθάπερ διά τινος µηχανῆς ἕλκει πρὸς τὸν οὐρανὸν, καὶ ὥσπερ χρυσῆ σειρὰ ἐξαρτηθεῖσα, ἀνέλκει πρὸς αὐτὸν τὸν οὐρανόν· καὶ τὸ δὴ θαυµαστὸν, κάτω δεθεῖσα, τοὺς δεδεµένους ἄνω ἕλκει. Καίτοι οὐχ αὕτη τῶν πραγµάτων ἡ φύσις· ἀλλ' ὅταν Θεὸς οἰκονοµῇ, µὴ ζήτει πραγµάτων φύσιν µηδὲ ἀκολουθίαν, ἀλλὰ τὰ ὑπὲρ φύσιν καὶ ἀκολουθίαν. Μάθωµεν µηδὲ ἐν ταῖς θλίψεσι καταπίπτειν, µηδὲ δυσχεραίνειν. Ὅρα γὰρ τὸν µακάριον τοῦτον· µεµαστίγωτο, καὶ µεµαστίγωτο ἰσχυρῶς· Πολλὰς γὰρ αὑτοῖς, φησὶν, ἐπιθέντες πληγάς· καὶ ἐδέδετο, καὶ τοῦτο πάλιν ἰσχυρῶς· εἰς γὰρ τὴν ἐσωτέραν φυλακὴν ἐνέβαλεν αὐτὸν, καὶ µετὰ πλείονος ἀσφαλείας. Καὶ ἐν τοσούτοις ὢν κατὰ τὸ µεσονύκτιον, ὅτε καὶ οἱ σφόδρα ἐγηγερµένοι καθεύδουσιν, ἑτέρου δεσµοῦ χαλεπωτέρου, τοῦ ὕπνου ἐπικειµένου, ᾖδον καὶὕµνουν τὸν Κύριον. Τί τούτων γένοιτ' ἂν τῶν ψυχῶν ἀδαµαντινώτερον; Ἐνενόουν ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καµίνῳ· ἴσως ἐλογίζοντο, ὅτι Ἡµεῖς οὐδὲν τοιοῦτον οὐδέπω πεπόνθαµεν. Ἀλλὰ καλῶς ποιῶν ὁ λόγος εἰς ἑτέρους ἡµᾶς πάλιν ἐξήνεγκε δεσµοὺς καὶ δεσµωτήριον ἕτερον. Τί πάθω; βούλοµαι σιγῆσαι, ἀλλ' οὐ δύναµαι. Ἕτερον δεσµωτήριον εὗρον ἐκείνου πολλῷ θαυµασιώτερον καὶ ἐκπληκτικώτερον. Ἀλλά µοι διανάστητε, ὡς νῦν ἀρχοµένου τοῦ λόγου, καὶ ἀκµαζούσαις προσέλθετε ταῖς διανοίαις. Βούλοµαι διακόψαι τὸν λόγον, καὶ οὐκ ἀνέχεται. Καθάπερ γάρ τις µεταξὺ πίνων οὐκ ἂν ἀνάσχοιτο διακόψαι, κἂν ὁτιοῦν τις ἐπαγγέλληται· οὕτω κἀγὼ τῆς κύλικος ἐπιλαβόµενος τῆς θαυµαστῆς τοῦ δεσµωτηρίου τῶν διὰ Χριστὸν δεδεµένων, οὐ δύναµαι παύσασθαι, οὐ δύναµαι σιγῆσαι. Εἰ γὰρ αὐτὸς ἐν δεσµωτηρίῳ καὶ ἐν νυκτὶ οὐκ ἐσίγησεν, οὐδὲ ἐν µάστιξιν, ἐγὼ σιγήσοµαι καθήµενος ἡµέρας οὔσης, µετὰ πολλῆς τῆς ἀνέσεωςφθεγγόµενος, τῶν δεδεµένων, τῶν µεµαστιγωµένων, τῶν ἐν µέσῃ νυκτὶ τοῦτο µὴ παθόντων; Οἱ παῖδες οὐκ ἐσίγων ἐν καµίνῳ καὶ ἐν πυρί· καὶ ἡµεῖς οὐκ αἰσχυνόµεθα σιγῶντες; Ἴδωµεν οὖν καὶ τοῦτο τὸ δεσµωτήριον. Ἐδέθησαν καὶ ἐνταῦθα, ἀλλ' εὐθέως καὶ ἐκ προοιµίων ἐδείκνυτο, ὅτι οὐκ ἔµελλον καίεσθαι, ἀλλ' ὡς εἰς δεσµωτήριον εἰσιέναι. Τί γὰρ δεσµεῖς τοὺς µέλλοντας φλογίζεσθαι; Ἐδέθησαν, καθὼς Παῦλος, καὶ πόδας καὶ χεῖρας· ἐδέθησαν µετὰ τοσούτου θυµοῦ. Καὶ γὰρ ἐκεῖνος εἰς τὴν ἐσωτέραν ἔβαλε φυλακὴν, καὶ οὗτος ἐπὶ πολὺ καῆναι

Intertext edge

Open linked passage

Note