Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 9 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
9.0
Παρακαλῶ οὖν ὑµᾶς ἐγὼ, ὁ δέσµιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, µετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, µετὰ µακροθυµίας, ἀνεχόµενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύµατος ἐν τῷ συνδέσµῳ τῆς εἰρήνης. Ἀπεδείχθη τῆς ἁλύσεως τοῦ Παύλου ἡ ἰσχὺς καὶ µεγάλη καὶ σηµείων λαµπροτέρα. Οὐ µάτην οὖν ἐνταῦθα, ὡς ἔοικε, ταύτην προβάλλεται, οὐδὲ εἰκῆ, ἀλλ' ὡς µάλιστα δι' αὐτῆς δυσωπήσων. Καὶ τί φησι; Παρακαλῶ οὖν ὑµᾶς ἐγὼ, ὁ δέσµιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε. Πῶς; Μετὰ πάσης ταπεινοφροσύνης, µετὰ πραότητος καὶ µακροθυµίας, ἀνεχόµενοι ἀλλήλων ἐν ἀγάπῃ. Οὐχ ἁπλῶς τὸ δέσµιον εἶναι καλὸν, ἀλλὰ τὸ διὰ Χριστόν.∆ ιὰ τοῦτό φησιν, Ὁ δέσµιος ἐν Κυρίῳ, τουτέστι, διὰ Χριστόν. Οὐδὲν τούτου ἴσον. Ἀλλὰ µᾶλλον ἡµᾶς ἀποσύρει τῶν προκειµένων ἡ ἅλυσις καὶ περισπᾷ, καὶ ἀντιπεσεῖν οὐχ ὑποµένοµεν, ἀλλ' ἑλκόµεθα καὶ ἄκοντες, µᾶλλον δὲ καὶβουλόµενοι καὶ εὐχόµενοι. Καὶ εἴθε ἀεὶ περὶ τῆς ἁλύσεως Παύλου διαλέγεσθαι ἦν. Ἀλλὰ µὴ ναρκήσητε· ἔτι γὰρ ἐκεῖνο εἰπεῖν βούλοµαι, ὃ πολλοὶ ζητοῦντές φασι· Καὶ εἰ καλὸν αἱ θλίψεις, πῶς αὐτὸς ἀπολογούµενος πρὸς τὸν Ἀγρίππαν ἔλεγεν, Εὐξαίµην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ, οὐ µόνον σὲ, ἀλλὰκαὶ πάντας τοὺς ἀκούοντάς µου σήµερον γενέσθαι τοιούτους, ὁποῖος καὶ ἐγώ εἰµι, παρεκτὸς τῶν δεσµῶν τούτων· Οὐχ ὡς ἀπευκτὸν τὸ πρᾶγµα νοµίζων, ταῦτα ἔλεγε, µὴ γένοιτο· οὐ γὰρ ἂν, εἴ γε ἀπευκτὸν ἦν, ἐκαυχᾶτο ἐπὶ τοῖς δεσµοῖς, ἐπὶ ταῖς φυλακαῖς, ἐπὶ ταῖς ἄλλαις θλίψεσι· οὐδ' ἂν γράφων ἔλεγεν, Ἥδιστα καυχήσοµαι ἐν ταῖς ἀσθενείαις µου· ἀλλὰ τί; Τοῦτο αὐτὸ τεκµήριον ἦν τοῦ µεγάλα ἡγεῖσθαι τὰ δεσµά. Ὥσπερ γὰρ Κορινθίοις γράφων ἔλεγε· Γάλα ὑµᾶς ἐπότισα, οὐ βρῶµα, οὔπω γὰρ ἐδύνασθε· οὕτω δὴ καὶ ἐνταῦθα, οὐκ ἠδύναντο ἀκοῦσαι τὸ κάλλος, οὐδὲ τὸν κόσµον, οὐδὲ τὴν ὠφέλειαν τῶν δεσµῶν.∆ ιὰ τοῦτό φησιν, Ἐκτὸς τῶν δεσµῶν τούτων. Τοῖς µέντοι Ἑβραίοις οὐχ οὕτως, ἀλλὰ παρῄνει συνδεδέσθαι τοῖς δεδεµένοις.∆ ιὰ τοῦτο καὶ αὐτὸς ἔχαιρεν ἐπὶ τοῖς δεσµοῖς, καὶ ἐδεσµεῖτο, καὶ µετὰ τῶν δεσµωτῶν ἀπήγετο εἰς φυλακήν. Μεγάλη τῆς ἁλύσεως Παύλου ἡ ἰσχύς· ἀρκεῖ ἀντὶ πάντων τοῦτο τὸ θέαµα, δεδεµένον ἰδεῖν Παῦλον καὶ ἐξαγό µενον ἀπὸ τοῦ δεσµωτηρίου.∆ εδεµένον ἰδεῖν καὶ ἔνδον καθήµενον, ποίας ἡδονῆς τοῦτο οὐ µεῖζον; τίνος οὐκ ἂν τιµήσαιµι τὸ πρᾶγµα; Οὐχ ὁρᾶτε τοὺς βασιλέας, τοὺς ὑπάτους ἐπὶ ζεύγους φεροµένους καὶ χρυσοφοροῦντας, καὶ τοὺς δορυφοροῦντας πάντα ἔχοντας χρυσᾶ, χρυσᾶ τὰδόρατα, χρυσᾶς τὰς ἀσπίδας, χρυσᾶ τὰ ἱµάτια, ἵππους χρυσοφόρους; Πόσον τῆς θέας ἐκείνης τοῦτο τερπνότερον; Ἅπαξ ἂν ηὐξάµην Παῦλον ἰδεῖν ἐκ τοῦ δεσµωτηρίου µετὰ τῶν δεσµωτῶν ἐξιόντα, ἢ µυριάκις ἐκείνους µετὰ τῆς δορυφορίας ἐκείνης παραπεµποµένους. Πόσους οἴεσθε ἀγγέλους προηγεῖσθαι αὐτοῦ, ὅτε ἐξήγετο οὕτω; Καὶ ὅτι οὐ ψεύδοµαι, ἀπό τινος παλαιᾶς ἱστορίας τὸ πρᾶγµα ὑµῖν ποιήσω φανερόν. Ἐλισσαῖος ὁ προφήτης, τάχα δὲ ἴστε τὸν ἄνδρα, τοῦ βασιλέως Συρίας ἐκπεπολεµωµένου πρὸς τὸν τοῦ Ἰσραὴλ βασιλέα, καθήµενος παρ' ἑαυτῷ, ἅπαντα, ἅπερ ἐκεῖνος ἐν τοῖς ταµείοις µετὰ τῶν κοινωνούντων αὐτῷ τῆς γνώµης ἐβουλεύετο, εἰς µέσον ἐξέφερε, καὶ ἀκύρους ἐποίει τοῦ βασιλέως τὰς βουλὰς, τὰἀπόῤῥητα προλέγων, καὶ οὐκ ἀφιεὶς εἰς τὰς παγίδας, ἃς ἐκεῖνος ἐτίθει, ἐµπεσεῖν. Ἐλύπει τοῦτο τὸν βασιλέα, καὶ ἀθυµῶν, ἐν ἀπορίᾳ πολλῇ καθειστήκει, οὐκ ἔχων µαθεῖν τὸν ἐκφέροντα ἅπαντα καὶ ἐπιβουλεύοντα, καὶ τὰςµηχανὰς ἀκυροῦντα τὰς τούτου. Ἀποροῦντι τοίνυν αὐτῷ καὶ τὴν αἰτίαν ζητοῦντι εἶπέ τις τῶν ὑπασπιστῶν, ὅτι δὴ προφήτης εἴη τις Ἑλισσαῖος ἐν Σαµαρείᾳ καθήµενος, οὐκ ἐῶν ἑστάναιτὴν τοῦ βασιλέως γνώµην, ἀλλὰ πάντα ἐκφέρων. Ἐκεῖνος ἐνόµισεν εὑρηκέναι τὸ πᾶν. Οὐδὲν δὲ ἄρα αὐτοῦ ἀθλιώτερον. Ὅρα γάρ· δέον τιµῆσαι τὸν ἄνδρα, θαυµάσαι, ἐκπλαγῆναι, εἰ δὴ τοσαύτην ἔχει τὴν ἰσχὺν, ὡς ἀπὸ τοσούτων σταδίων καθήµενον, πάντα τὰ ἐν τῷ ταµείῳ τοῦβασιλέως, οὐδενὸς ἀπαγγέλλοντος, εἰδέναι· τοῦτο µὲν οὐκ ἐποίησε, παροξυνθεὶς δὲ, καὶ τῆς ὀργῆς γενόµενος µόνης, ἱππέας καὶ ὁπλίτας συντάξας, πέµπει παραστήσων τὸν προφήτην. Ἦν δὲ τῷ Ἑλισσαίῳ µαθητὴς ἐν προπυλαίοις ἔτι τῆς προφητείας, τῶν τοιούτων ἀποκαλύψεων µήπω κρινόµενος ἀξιοῦσθαι. Ἐπέστησαν οἱ στρατιῶται τοῦ βασιλέως, ὡς δήσοντες τὸν ἄνδρα, µᾶλλον δὲ τὸν προφήτην. Πάλιν εἰς δεσµοὺς ἐµπίπτοµεν, καὶ τί πάθω; πάντοθεν οὗτος ὁ λόγος οὕτως ὑφαίνεται, Καὶ ἰδὼν ὁ µαθητὴς τῶν στρατιωτῶν τὸ πλῆθος, ἐξέστη, καὶ περιδεὴς καὶ ἔντροµος προσδραµὼν τῷδιδασκάλῳ, τὴν συµφορὰν, ὡς ᾤετο, ἀπήγγειλε, καὶ τὸν ἄφυκτον ἐµήνυσε κίνδυνον. Κατεγέλασεν ὁ Προφήτης, ὅτι τὰ οὐκ ἄξια δέους ἐδεδοίκει, καὶ παρῄνει θαῤῥεῖν. Ἐκεῖνος δὲ ἀτελὴς ἔτι ὢν, οὐκ ἐπείθετο, ἀλλ' ἔτι ὑπὸ τῆς ὄψεως ἐκπληττόµενος ἐνέκειτο τῷ φόβῳ. Τί οὖν ὁ Προφήτης; Κύριε, ἄνοιξον, φησὶ, τοὺς ὀφθαλµοὺς τοῦ παιδαρίου τούτου, καὶ ἰδέτω, ὅτι πλείους οἱ µεθ' ἡµῶν ὑπὲρ τοὺς µετ' αὐτῶν. Καὶ ἄφνω τὸ ὄρος ὅλον ὁρᾷ, ὅπερ ὁ Προφήτης ᾤκει τότε, ἵππων πυρίνων, καὶ ἁρµάτων τοιούτων ἐµπεπλησµένον. Τοῦτο δὲ οὐδὲν ἕτερον ἦν, εἰ µὴ ἀγγέλων παρατάξεις.
9.2
Εἰ δὲ Ἑλισσαίῳ ὑπὲρ τούτου µόνου τοσαύτη παρείπετο τάξις ἀγγέλων, τί Παύλῳ; Τοῦτο καὶ ὁ προφήτης∆ αυῒδ ἔλεγε· Παρεµβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουµένων αὐτόν· καὶ πάλιν, Ἐπὶ χειρῶν ἀροῦσί σε, µήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Καὶ τί λέγω ἀγγέλους; αὐτὸς ὁ∆ εσπότης τότε µετ' αὐτοῦ ἦν ἐξιόντος. Οὐ γὰρ δήπου τῷ µὲν Ἀβραὰµ ὠπτάνετο, µετὰ δὲ τούτου οὐκ ἦν· αὐτὸς γὰρ ἐπηγγείλατο λέγων· Ἐγώ εἰµι µεθ' ὑµῶν πάσας τὰς ἡµέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ πάλιν ὀφθεὶς αὐτῷ, ἔλεγε· Μὴ φοβοῦ, ἀλλὰ λάλει, ὅτι ἐγώ εἰµι µετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε. Καὶ κατ' ὄναρ δὲ αὐτῷ ἐπέστη λέγων· Θάρσει· ὡς γὰρ διεµαρτύρω τὰ περὶ ἐµοῦ εἰς Ἱερουσαλὴµ, οὕτω σε δεῖ καὶ ἐν Ῥώµῃ µαρτυρῆσαι. Ἀεὶ µὲν οὖν οἱ ἅγιοι θαυµαστοὶ, καὶ πολλῆς γέµουσι χάριτος, µάλιστα δὲ ὅταν διὰ Χριστὸν κινδυνεύωσιν, ὅταν δέσµιοι γίνωνται. Καθάπερ γὰρ στρατιώτης γενναῖος ἀεὶ µὲν καὶ ἁπλῶς ἡδὺ θέαµα τοῖς ὁρῶσι γίνεται, µάλιστα δὲ ὅταν ἑστήκῃ καὶ παρατάττῃ παρ' αὐτὸν τὸν βασιλέα· οὕτω δὴ καὶ Παῦλον ἐννόησον, ὅσον ἦν ἰδεῖν µετὰ τῶν δεσµῶν αὐτὸν διδάσκοντα. Εἴπω τί µεταξὺ νῦν ὑπελθόν µε νόηµα; Ὁ µακάριος µάρτυς Βαβύλας ἐδέθη, καὶ αὐτὸς ἀπὸ τῆς αὐτῆς αἰτίας, ἀφ' ἧς καὶ Ἰωάννης, βασιλέα παρανοµοῦντα ἐλέγξας. Οὗτος τελευτῶν ἐπέτρεψε τὰ δεσµὰ τεθῆναι µετὰ τοῦ σώµατος, καὶ τὸ σῶµα δεδεµένον ταφῆναι· καὶ νῦν αἱ πέδαι κεῖνται µετὰ τῆς τέφρας. Τοσοῦτος ἦν αὐτῷ πόθος τῶν διὰ Χριστὸν δεσµῶν. Σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ, ὁ Προφήτης φησὶ περὶ τοῦ Ἰωσήφ. Ἤδη δὲ καὶ γυναῖκες τούτων ἔλαβον πεῖραν τῶν δεσµῶν· ἀλλ' ἡµεῖς οὐ δεσµούµεθα. Οὐδὲ τοῦτο παραινῶ, καιροῦ νῦν οὐκ ὄντος· ἀλλὰ σὺ µὴ δήσῃς τὰς χεῖρας, ἀλλὰ δῆσον τὴν διάνοιαν. Ἔστι καὶ ἄλλα δεσµά· οἱ ταῦτα µὴ φέροντες, ἐκεῖνα οἴσουσιν. Ἄκουε τοῦ Χριστοῦ λέγοντος·∆ ήσατε αὐτοῦ χεῖρας καὶ πόδας. Ἀλλὰ µὴ γένοιτο πεῖραν ἐκείνων λαβεῖν, τούτων δὲ τῶν δεσµῶν καὶ ἐµπλησθῆναι γένοιτο.∆ ιὰ ταῦτα ἔλεγεν· Ἐγὼ ὁ δέσµιος ἐν Κυρίῳ παρακαλῶ ὑµᾶς, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε· καὶ πάλιν, Κεφαλὴν ἔχοµεν τὸν Χριστόν. Συνήγειρε γὰρ καὶ συνεκάθισεν ἡµᾶς ἐν τοῖς ἐπουρανίοις ἐχθροὺς ὄντας, καὶ µυρία ἐργασαµένους κακά. Μεγάλη ἡ κλῆσις, καὶ ἐπὶ µεγάλοις, οὐχ ὅτι ἀπ' ἐκείνων µόνον, ἀλλ' ὅτι καὶ ἐπὶ τοιαῦτα, καὶ τοιούτῳ τρόπῳ. Πῶς δὲ ἔστιν ἀξίως περιπατῆσαι; Μετὰ πάσης ταπεινοφροσύνης. Ὁ τοιοῦτος ἀξίως περιπατεῖ· τοῦτο ἀρετῆς πάσης ὑπόθεσις. Ἂν ταπεινὸς ᾖς, καὶ ἐννοήσῃς τίς ὢν πῶς ἐσώθης, ἀφορµὴν πρὸς ἀρετὴν λαµβάνεις τὴν µνήµην, οὔτε τοῖς δεσµοῖς ἐπαίρῃ, οὔτε αὐτοῖς τούτοις οἷςεἶπον, ἀλλ' εἰδὼς ὅτι τὸ πᾶν τῆς χάριτός ἐστι, συστέλλεις σαυτόν. Ὁ ταπεινόφρων καὶ εὐγνώµων δύναται εἶναι καὶ εὐχάριστος οἰκέτης. Τί γὰρ ἔχεις, φησὶν, ὃ οὐκ ἔλαβες; Ἄκουε δὲ πάλιν αὐτοῦ λέγοντος· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐµοί. Μετὰ πάσης, φησὶ, ταπεινοφροσύνης, µὴ τῆς ἐν ῥήµασι, µηδὲ ἐν πράγµασι µόνοις, ἀλλὰ καὶ ἐν σχήµατι καὶ ἐν φθέγµατι· µὴ πρὸς τοῦτον µὲν ταπεινὸς, πρὸς δὲ ἐκεῖνον θρασύς· πρὸς πάντας ἔσο ταπεινὸς, κἂν φίλος ᾖ κἂν ἐχθρὸς, κἂν µέγας κἂν µικρός· τοῦτο ταπεινοφροσύνη. Καὶ ἐν τοῖς κατορθώµασιν ἔσο ταπεινός. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύµατι, καὶ τοῦτο πρῶτον τιθέντος.∆ ιὰ τοῦτο καὶ αὐτός φησι· Μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος καὶ µακροθυµίας. Ἔστι γὰρ ταπεινὸν µὲν εἶναι, ὀξὺν δὲ καὶ ὀργίλον· ἀλλ' οὐδὲν ὄφελος· πολλάκις γὰρ ὑπὸ τῆς ὀργῆς κατεχόµενος, πάντα ἀπώλεσεν. Ἀνεχόµενοι, φησὶν, ἀλλήλων ἐν ἀγάπῃ. Πῶς ἀνέχεσθαι δυνατὸν, ἂν ὀργίλος ᾖ, ἂν κατήγορος; Εἶπε καὶ τὸν τρόπον· Ἐν ἀγάπῃ, φησίν. Εἰ τοῦ πλησίον, φησὶν, οὐκ ἀνέχῃ, πῶς σοῦ ἀνέξεται ὁ Θεός; εἰ αὐτὸς τὸν ὁµόδουλον οὐ φέρεις, πῶς σὲ οἴσει ὁ∆ εσπότης; Ἔνθα ἂν ᾖ ἀγάπη, πάντα οἰστά ἐστι. Σπουδάζοντες, φησὶ, τηρεῖν τὴν ἑνότητα τοῦ πνεύµατος ἐν τῷ συνδέσµῳ τῆς εἰρήνης.∆ ῆσον οὖν τὰς χεῖρας τῇ ἐπιεικείᾳ. Πάλιν τὸ καλὸν ὄνοµα ἤνθησεν, ὁ δεσµός· ἀφήκαµεν αὐτὸν, καὶ αὐτὸς ἡµῖν πάλιν ἐπέδραµε. Καλὸς ἐκεῖνος ὁ δεσµὸς, καλὸς καὶ οὗτος· καὶ ἐκεῖνος ἀπὸ τούτου τίκτεται. Σύνδησον σαυτὸν τῷ ἀδελφῷ· οἱ τοιοῦτοι ἅπαντα κούφως φέρουσιν οἱ συνδεδεµένοι τῇ ἀγάπῃ. Σαυτὸν ἐκείνῳ πρόσδησον, κἀκεῖνόν σοι· ἀµφοτέρων σὺ κύριος· ὃν γὰρ ἂν βουλήσωµαι ποιῆσαι φίλον, δυνήσοµαι. Μετ' εὐκολίας σπουδάζοντες.∆ είκνυσιν οὐχ ἁπλῶς, οὐδὲ τοῦ τυχόντος τὸ πρᾶγµα εἶναι. Σπουδάζοντες, φησὶ, τηρεῖν τὴν ἑνότητα τοῦ πνεύµατος.
9.3
Τί ἐστιν ἑνότης πνεύµατος; Καθάπερ ἐν σώµατι πνεῦµά ἐστι τὸ πάντα συνέχον, καὶ ἕν τι ποιοῦν τὸ ἐν διαφόροις ὂν µέλεσιν· οὕτω δὴ καὶ ἐνταῦθα.∆ ιὰ γὰρ τοῦτο τὸ πνεῦµα ἐδόθη, ἵνα τοὺς γένει καὶ τρόποις διαφόροις διεστηκότας ἑνώσῃ. Ὁ γὰρ γέρων καὶ ὁ νέος, ὁ πένης καὶ ὁ πλούσιος, ὁ παῖς καὶ ὁ ἔφηβος, ἡ γυνὴ καὶ ὁ ἀνὴρ, καὶ πᾶσα ψυχὴ ἕν τι γίνεται, καὶ µᾶλλον ἢ εἰ σῶµα ἓν ἦν. Ταύτης γὰρ τῆς συγγενείας πολλῷ µείζων ἐκείνη, καὶ πλείων ἡ ἀκρίβεια τῆς ἑνώσεως. Ἡ γὰρ τῆς ψυχῆς συνάφεια ἀκριβεστέρα ἐστὶν, ὅσῳ καὶ ἁπλῆ καὶ µονοειδής ἐστι. Πῶς δὲ αὕτη φυλάττεται; Ἐν τῷ συνδέσµῳ τῆς εἰρήνης. Οὐκ ἔστιν ἐν ἔχθρᾳ καὶ διαστάσει ταύτην εἶναι. Ὅπου γὰρ ἔριδες ἐν ἡµῖν, φησὶ, καὶ ζῆλοι καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Καθάπερ γὰρ τὸ πῦρ, ὅταν µὲν ξηρὰ εὕρῃ ξύλα, µίαν τὰ πάντα ἐργάζεται πυρὰν, ὅταν δὲ ὑγρὰ, οὐδὲ ἐνεργεῖ οὐδὲ συγκολλᾶται· οὕτω καὶ ἐνταῦθα· οὐδὲν τῶν ψυχρῶν αὐτὴν συσφίγξαι δύναται, ἕκαστον δὲ ὡς ἐπὶ τὸ πολὺ τῶν θερµῶν. Ἀπὸ τούτου γοῦν καὶ ἡ θερµότης τῆς ἀγάπης τίκτεται· ἀπὸ τοῦ συνδέσµου τῆς εἰρήνης βούλεται συνδῆσαι πάντας ἡµᾶς. Καθάπερ γὰρ, φησὶν, ἐὰν θέλῃς σαυτὸν ἑτέρῳ προσδῆσαι, ἄλλως οὐ δυνήσῃ, ἀλλ' ἢ διὰ τοῦ κἀκεῖνον σαυτῷ προσδῆσαι, καὶ εἰ ἐθέλοις διπλοῦν ποιῆσαιτὸν δεσµὸν, χρὴ κἀκεῖνόν σε προσδεθῆναι· οὕτω καὶ ἐνταῦθα ἀλλήλοις προσδεδέσθαι βούλεται, οὐχ ἁπλῶς εἰρηνεύειν, οὐδὲ ἁπλῶς φιλεῖν, ἀλλ' ἐν πᾶσιν εἶναι µίαν ψυχήν. Καλὸς οὗτος ὁ δεσµός· τούτῳ τῷ δεσµῷ καὶ ἀλλήλοις καὶ πρὸς τὸν Θεὸν συνδήσωµεν ἑαυτούς. Οὐ θλίβει, οὐ πιέζει τὰς δεδεµένας χεῖρας οὗτος ὁ δεσµὸς, ἀλλ' ἀνίησι καὶ ἐν εὐρυχωρίᾳ καθίστησι πολλῇ καὶ τῶν λελυµένων µᾶλλον εὐθυµεῖσθαι ποιεῖ. Ὁ ἰσχυρὸς καὶ δεδεµένος µετὰ τοῦ ἀσθενοῦς διαβαστάζει τε ἐκεῖνον, καὶ οὐκ ἀφίησιν ἀπολέσθαι· κἂν µετὰ τοῦ ῥᾳθύµου προσδεθῇ, διεγείρει µᾶλλον αὐτόν. Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούµενος, φησὶν, ὡς πόλις ὀχυρά. Ταύτην τὴν ἅλυσιν οὐχ ὁδῶν διάστηµα κωλῦσαι δύναται, οὐκ οὐρανὸς, οὐ γῆ, οὐ θάνατος, οὐκ ἄλλο οὐδὲν, ἀλλὰ πάντων ἐστὶ κρείττων καὶ ἰσχυροτέρα· αὕτη καὶ ἀπὸ µιᾶς τεχθεῖσα ψυχῆς, δύναται ὁµοῦ πολλοὺς περιλαβεῖν. Ἄκουε γὰρ Παύλου λέγοντος· Οὐ στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑµῶν. Πλατύνθητε καὶ ὑµεῖς. Τί δὴ οὖν τοῦτον λυµαίνεται τὸν δεσµόν; Χρηµάτων ἔρως, φιλαρχίας, δόξης καὶ τῶν ἄλλων τοιούτων· χαύνους αὐτοὺς ποιεῖ καὶ διακόπτει. Πῶς οὖν, ἵνα µὴ διακοπῶσιν; Ἐὰν ταῦτα ἐκποδὼν γένηται, καὶ µηδὲν παρενοχλῇ τῶν διαφθειρόντων τὴν ἀγάπην. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ὅταν πληθυνθῇ ἡ ἀνοµία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Οὐδὲν οὕτως ἐναντίον ἀγάπῃ, ὡς ἁµαρτία, καὶ οὐ λέγω τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ τῇ πρὸς τὸν πλησίον. Πῶς οὖν καὶ λῃσταὶ εἰρηνεύουσι, φησί; Πότε, εἰπέ µοι; Πάντως, ὅταν οὐ λῃστρικῷ τρόπῳ χρήσωνται. Ἂν γὰρ ἐν αὐτοῖς, οἷς ἂν διανέµωνται, µὴ τοὺς νόµους φυλάξωσι τοὺς τοῦ δικαίου, καὶ ἑκάστῳ ἀπονείµωσι τὸ δίκαιον, εὑρήσεις ἂν κἀκείνους ἐν πολέµοιςκαὶ µάχαις. Ὥστε οὐδὲ ἐν τοῖς κακοῖς τὴν εἰρήνην ἔστιν εὑρεῖν· πανταχοῦ δὲ ταύτην ἔστιν εὑρεῖν, ὅπου ἂν µετὰ δικαιοσύνης καὶ ἀρετῆς βιῶσιν. Ἀλλὰ τί; ἀντερασταὶ εἰρηνεύουσιν; Οὐδαµῶς. Ἀλλὰ τίνα βούλει εἴπω; Πλεονέκτης µετὰ πλεονέκτου οὐκ ἂν εἰρηνεύσειέ ποτε· ὡς εἴ γε µὴ ἦσαν δίκαιοι καὶ ἐπιεικεῖς, καὶ ἀδικούµενοι µεταξὺ αὐτῶν, καὶ διεσπάσθη ἂν τὸ γένος. Καθάπερ γὰρ δύο θηρίων σφόδρα πεινώντων, ἂν µή τι γένοιτο µέσον τὸ δυνάµενον ὑπ' αὐτῶν ἀναλωθῆναι, ἑαυτὰ κατεσθίουσιν· οὕτω καὶ ἐπὶ τῶν πλεονεκτῶν καὶ τῶν κακῶν ἐγένετο ἄν. Ὥστε οὐκ ἔνι εἰρήνην εἶναι, µὴ πρότερον ἀρετῆς κατορθωθείσης. Κατασκευάσωµεν δὲ καὶ πόλιν, εἰ βούλει, πάντων πλεονεκτῶν καὶ ἰσοτίµων, καὶ µηδεὶς φερέτω ψῆφον τοῦ ἀδικεῖσθαι, ἀλλὰ πάντες ἀδικείτωσαν· µὴ δύναται συστῆναι ἡ πόλις ἐκείνη; Οὐδαµῶς. Ἀλλὰ µοιχῶν ἔστιν εἰρήνη; Ἀλλ' οὐχὶ εὑρήσεις οὐδὲ δύο ὁµονοοῦντας. Ὥστε οὐδὲν τούτου αἴτιον πάλιν, ἢ τὸ τὴν ἀγάπην ψυγῆναι· τοῦ δὲ τὴν ἀγάπην ψυγῆναι αἴτιον τὸ πληθυνθῆναι τὴν ἀνοµίαν. Εἰς γὰρ φιλαυτίαν ἄγει τοῦτο, καὶ διαιρεῖ καὶ σχίζει τὸ σῶµα, καὶ χαυνοῖ καὶ διασπᾷ. Ἔνθα δὲ ἀρετὴ, τὸ ἐναντίον ποιεῖ· ὁ µὲν γὰρ ἐνάρετος καὶ χρηµάτων κρείττων. Ὥστε κἂν µυρίοι ὦσιν ἐν πενίᾳ, δύναιντ' ἂν εἶναι εἰρηνικοί· οἱ δὲ πλεονέκται, κἂν δύο ὦσιν, οὐδέποτε δύνανται ἐν εἰρήνῃ εἶναι.
9.4
Ὥστε ἐὰν ἡµεῖς ὦµεν ἐνάρετοι, ἡ ἀγάπη οὐκ ἀπολεῖται· ἀπὸ γὰρ ἀγάπης ἡ ἀρετὴ, καὶ ἀπὸ ἀρετῆς ἡ ἀγάπη. Καὶ πῶς, ἐγὼ λέγω· Ὁ ἐνάρετος οὐ προτιµᾷ χρήµατα φιλίας, οὐδὲ µνησίκακός ἐστιν, οὐδὲ ἀδικεῖ τὸν πλησίον· οὐχ ὑβρίζει, φέρει πάντα γενναίως. Ἀπὸ τούτων ἡ ἀγάπη συνίσταται. Πάλιν ὁ ἀγαπῶν, πάντα ταῦτα ὑφίσταται. Οὕτως ἀλλήλων ἐστὶ κατασκευαστικά. Καὶ τοῦτο µὲν ἐντεῦθεν δείκνυται, ὅτι ἀπὸ ἀρετῆς ἡ ἀγάπη· τῷ γὰρ εἰπεῖν, Ὅταν πληθυνθῇ ἡ ἀνοµία, ψυγήσεται ἡ ἀγάπη, τοῦτο ἐδήλωσεν· ὅτι δὲ ἀπὸ ἀγάπης ἡ ἀρετὴ, Ὁ ἀγαπῶν τὸν πλησίον, νόµον ἐπλήρωσε, φησίν. Ὥστε ἓν τῶν δύο εἶναι χρὴ ἢ σφόδρα φιλικὸν καὶ ἐρώµενον, ἢ σφόδρα ἐνάρετον. Ὁ γὰρ τὸ ἓν ἔχων, ἐξ ἀνάγκης καὶ τὸ ἕτερον κέκτηται· καὶ τοὐναντίον, ὁ µὴ εἰδὼς φιλεῖν, καὶ πονηρὰ ἐργάσεται· ὁ πονηρὰ ἐργαζόµενος, οὐδὲ φιλεῖν οἶδε. Μεταδιώξωµεν τοίνυν τὴν ἀγάπην· φρούριον γάρ ἐστι πρὸς τὸ µηδὲν συγχωρῆσαι ἡµᾶς παθεῖν κακόν· συνδήσωµεν ἑαυτούς. Μηδὲν δολερὸν ἔστω παρ' ἡµῖν, µηδὲν ὕπουλον· οὐδὲν γὰρ εὑρίσκεται τοιοῦτον, ἔνθα ἂν ᾖ φιλία. Εἶπε δὲ τοῦτο καὶ ἄλλος σοφός τις ἀνήρ· Ἐπὶ φίλον ἐὰν καὶ σπάσῃς ῥοµφαίαν, µὴ ἀπελπίσῃς· ἔστι γὰρ ἐπάνοδος. Ἐπὶ φίλον ἐὰν ἀνοίξῃς τὸ στόµα, µὴ ἀπογνῷς· ἔστι γὰρ διαλλαγὴ, ἄνευ ὀνειδισµοῦ, καὶ µυστηρίων ἀποκαλύψεως, καὶ πληγῆς δολίας. Ἐν τούτοις ἀποφεύγει φίλος, ἐν ἀποκαλύψει, φησὶ, µυστηρίων. Ἂν πάντες τοίνυν ὦµεν φίλοι, οὐδὲ µυστηρίων δεῖ· ὥσπερ γὰρ αὐτός τις πρὸς ἑαυτὸν οὐδὲν ἔχει µυστήριον, οὐδὲ αὐτὸς ἑαυτὸν κρύπτειν δυνήσεται· οὕτως οὐδὲ τοὺς φίλους. Οὐκ ὄντων οὖν µυστηρίων, ἀδύνατος ἡ ἐκ τούτου διακοπή.∆ ι' οὐδὲν γὰρ ἔχοµεν µυστήρια, ἢ διὰ τὸ µὴ πᾶσι θαῤῥεῖν· ὥστε ὁ ψυγµὸς τῆς ἀγάπης πεποίηκε µυστήρια. Τί γὰρ ἔχεις µυστήριον; ἀδικῆσαι τὸν πλησίον βούλει; ἢ κωλύεις ἀγαθοῦ τινος µετέχειν, καὶ διὰ τοῦτο κρύπτεις; Ἀλλ' οὐδὲν τούτων· ἀλλ' αἰσχύνῃ; Οὐκοῦν τὸ µὴ θαῤῥεῖν τούτου τεκµήριον. Ἂν µὲν οὖν ἀγάπη ᾖ, οὐκ ἔσται µυστηρίων ἀποκάλυψις, ἀλλ' οὐδὲ ὀνειδισµός. Τίς γὰρ ἂν, εἰπέ µοι, καὶ πότε τῇ ἑαυτοῦ ψυχῇ ὀνειδίσειεν; Εἰ δὲ καὶ γένοιτο, ἐπὶ κέρδει. Ἐπεὶ καὶ παισὶν ὀνειδίζοµεν, δακεῖν αὐτοὺς βουλόµενοι· καὶ ὁ Χριστὸς δὲ τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις, λέγων, Οὐαί σοι Χωραζὶν, οὐαί σοι Βηθσαϊδὰ, ἵνα ὀνειδισµῶν ἀπαλλάξῃ. Οὐδὲν γὰρ οὕτω δύναται καθάψασθαι διανοίας, καὶ διαναστῆσαι µᾶλλον αὐτὴν, καὶ παρειµένην ἀνορθῶσαι. Μὴ δὴ ὀνειδίζωµεν ἁπλῶς ἀλλήλους. Τί γάρ; ἐπὶ χρήµασιν αὐτὸν ὀνειδίσεις; Μηδαµῶς, εἴ γε κοινὰ τὰ ὄντα κέκτησαι. Ἀλλ' ἐπὶ ἁµαρτήµασιν; Ἀλλ' οὐδὲ τοῦτο, ἀλλὰ µᾶλλον διορθώσεις. Καὶ πληγῆς, φησὶ, δολίας. Τί ποτε; ἑαυτὸν ἀναιρήσει; τίς δὲ πλήξει; Οὐδὲ εἷς.∆ ιώκωµεν τοίνυν τὴν ἀγάπην. Οὐκ εἶπεν ἁπλῶς, Ἀγαπῶµεν, ἀλλὰ,∆ ιώκωµεν. Πολλῆς δεῖ τῆς σπουδῆς· ταχέως ἀφανίζεται, ὀξεῖα πρὸς ἀναχώρησίν ἐστι· τοσαῦτα ἐν τῷ βίῳ τῷ πράγµατι τούτῳ λυµαίνεται. Ἂν διώκωµεν αὐτὴν, οὐ φθάσει ἀπελθεῖν, ἀλλὰ ταχέως αὐτὴν ἐξελκύσοµεν· ἡ ἀγάπη τοῦ Θεοῦ τῷ οὐρανῷ συνῆψε τὴν γῆν· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν ἄνθρωπον ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν ἐκάθισεν· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν Θεὸν ἔδειξεν ἐπὶ τῆς γῆς· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν∆ εσπότην δοῦλον ἐποίησεν· ἡ ἀγάπη τοῦ Θεοῦ ὑπὲρ τῶν ἐχθρῶν τὸν Ἀγαπητὸν, ὑπὲρ τῶν µισούντων τὸν Υἱὸν, ὑπὲρ τῶν δούλων τὸν∆ εσπότην, ὑπὲρ τῶν ἀνθρώπων τὸν Θεὸν, ὑπὲρ οἰκετῶν τὸν ἐλεύθερον ἐκδοθῆναι ἐποίησε. Καὶ οὐδὲ µέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπὶ µείζονα ἡµᾶς ἐκάλεσεν. Οὐ γὰρ µόνον ἀπήλλαξεν ἡµᾶς τῶν προτέρων κακῶν, ἀλλὰ καὶ πολλῷ µείζονα δώσειν ἕτερα ἐπηγγείλατο. Ὑπὲρ δὴ τούτων εὐχαριστήσαντες τῷ Θεῷ, πᾶσαν ἀρετὴν µετέλθωµεν, καὶ πρὸ πάντων τὴν ἀγάπην µετ' ἀκριβείας κατορθώσωµεν, ἵνακαταξιωθῶµεν ἐπιτυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος. τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note