Homilies on First Thessalonians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
10.0
Ἐρωτῶµεν δὲ ὑµᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑµῖν, καὶ προϊσταµένους ὑµῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑµᾶς, καὶ ἡγεῖσθαι αὐτοὺςὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς.
10.1
Πολλὰς ἀνάγκη τὸν ἄρχοντα µικροψυχιῶν ἀφορµὰς ἔχειν· καὶ καθάπερ ἰατρῶν παῖδες πολλὰ λυπεῖν ἀναγκάζονται τοὺς κάµνοντας, καὶ σιτία καὶ φάρµακα κατασκευάζοντες, ἡδονὴν µὲν οὐκ ἔχοντα, πολλὴν δὲτὴν ὠφέλειαν· καὶ καθάπερ πατέρες πολλαχοῦ τοῖς υἱοῖς εἰσι φορτικοί· οὕτω καὶ οἱ διδάσκαλοι, καὶ πολλῷ µᾶλλον. Ὁ µὲν γὰρ ἰατρὸς κἂν πρὸς τὸν κάµνοντα ἀπεχθάνηται, ἀλλὰ πρὸς τοὺς προσήκοντας αὐτῷ καὶ ἐπιτηδείους ἔχει ἡδέως, καὶ πρὸς αὐτὸν δὲ πολλάκιςτὸν κάµνοντα· καὶ ὁ πατὴρ δὲ ἀπό τε τῶν τῆς φύσεως, ἀπό τε τῶν νόµων τῶν ἔξωθεν µετὰ πολλῆς τῆς εὐκολίας κέχρηται τῇ κατὰ τοῦ παιδὸς ἀρχῇ· κἂν ἄκοντα παιδεύσῃ καὶ ἐπιπλήξῃ, οὐδεὶς ὁ κωλύσων, ἀλλ' οὐδὲ αὐτὸς ἐκεῖνος ἀντιβλέψαι δυνήσεται· ἐπὶ δὲ τοῦ ἱερέως πολλὴ ἡ δυσκολία. Πρῶτον µὲν οὖν ἑκόντων ἄρχειν ὀφείλει, καὶ χάριν αὐτῷ τῆς ἀρχῆς εἰδότων· τοῦτο δὲ οὐκ ἔνι συµβαίνειν ταχέως. Ὁ γὰρ ἐλεγχόµενος καὶ ἐπιτιµώµενος, οἷος ἂν ᾖ, πάντως τὴν χάριν ἀφεὶς, ἀπεχθῶς ἔχει· ὡσαύτως καὶ ὁ παραινούµενος, καὶ ὁ νουθετούµενος, καὶ ὁ παρακαλούµενος ποιήσει. Ἂν εἴπω τοίνυν· Χρήµατα κένωσον εἰς τοὺς δεοµένους, ἐπαχθὲς εἶπόν τι καὶ φορτικόν· ἂν εἴπω· Κόλασον τὴν ὀργὴν, σβέσον τὸν θυµὸν, παῦσον τὴν ἄτοπον ἐπιθυµίαν, ὑπότεµε τῆς τρυφῆς µέρος µικρὸν, πάντα φορτικὰ καὶ ἐπαχθῆ. Κἂν κολάσω ῥᾳθυµοῦντα, ἢ τῆς ἐκκλησίας ἀπαγάγω, ἢ τῆς κοινῆς εὐχῆς ἀπείρξω, ἀλγεῖ, οὐ διὰ τὸ τούτων ἐκπεσεῖν, ἀλλὰ διὰ τὴν κοινὴν αἰσχύνην. Καὶ τοῦτο γὰρ τῆς νόσου ἐπίτασις, ὅτι τῶν πνευµατικῶν κωλυόµενοι, οὐ διὰ τὴν στέρησιν τῶν τοσούτων ἀγαθῶν ἀλγοῦµεν, ἀλλὰ διὰ τὴν τῶνὁρώντων αἰσχύνην· οὐ φρίττοµεν, οὐ δεδοίκαµεν τὸ πρᾶγµα.∆ ιὰ τοῦτο ἄνω καὶ κάτω Παῦλος περὶ τούτων πολλὰ διαλέγεται. Καὶ ὁ µὲν Χριστὸς αὐτοὺς µετὰ τοσαύτης ὑπέταξε τῆς ἀνάγκης, ὡς εἰπεῖν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραµµατεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑµῖν τηρεῖν, τηρεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν µὴ ποιεῖτε. Καὶ πάλιν, ἡνίκα τὸν λεπρὸν ἐθεράπευσεν, ἔλεγεν· Ὕπαγε, δεῖξον σαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκαι τὸ δῶρόν σου, ὃ προσέταξε Μωϋσῆς εἰς µαρτύριον αὐτοῖς. Καὶ µὴν σὺ λέγεις· Ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑµῶν.∆ ιὰ τοῦτο εἶπον, φησὶν, Ἃ ποιοῦσι, µὴ ποιεῖτε. Πᾶσαν τοίνυν ἐξέκλεισε πρόφασιν τῷ ἀρχοµένῳ ὁ Χριστός. Οὗτος δὲ καὶ Τιµοθέῳ γράφων ἔλεγεν· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιµῆς ἀξιούσθωσαν. Καὶ πρὸς Ἑβραίους δὲ γράφων ἔλεγε· Πείθεσθε τοῖς ἡγουµένοις ὑµῶν, καὶ ὑπείκετε· καὶ ἐνταῦθα πάλιν· Ἐρωτῶµεν δὲ ὑµᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑµῖν, καὶ προϊσταµένους ὑµῶν ἐν Κυρίῳ. Ἐπειδὴ γὰρ εἶπεν· Οἰκοδοµεῖτε εἷς τὸν ἕνα, ἵνα µὴ νοµίσωσιν, ὅτι εἰς τὸ τῶν διδασκάλων ἀξίωµα αὐτοὺς ἀνήγαγε, τοῦτο ἐπήγαγε, µονονουχὶ λέγων, ὅτι Καὶ ὑµῖνἐπέτρεψα οἰκοδοµεῖν ἀλλήλους· οὐ γὰρ δυνατὸν πάντα τὸν δι δάσκαλον εἰπεῖν. Τοὺς κοπιῶντας, φησὶν, ἐν ὑµῖν, καὶ προϊσταµένους ὑµῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑµᾶς. Καὶ πῶς οὐκ ἄτοπον, φησί; Τί λέγεις; σὺ µὲν, ἂν µὲν ἄνθρωπός σου προστῇ πρὸς ἄνθρωπον, πάντα πράττεις, πᾶσαν ὁµολογεῖς χάριν· οὗτος δὲ πρὸς τὸν Θεὸν προΐσταταί σου, καὶ οὐχ ὁµολογεῖς χάριν; Καὶ πῶς προΐσταται, φησίν; Ὅτι εὔχεται ὑπὲρ σοῦ, ὅτι τῇ πνευµατικῇ δωρεᾷ τῇ διὰ τοῦ βαπτίσµατος ὑπηρετεῖται, ἐπισκέπτεται, παραινεῖ καὶ νουθετεῖ, µέσαις νυξὶν, ἂν καλέσῃς, ἥκει, οὐδὲν ἄλλο ἢ µόνον ὑπόκειταί σου τῷ στόµατι, καὶ τὰς βλασφηµίας φέρει τὰς παρὰ σοῦ. Ποίαν εἶχεν ἀνάγκην; καλῶς ἐποίησεν, ἢ κακῶς; Σὺ µὲν καὶ γυναῖκα ἔχεις, καὶ τρυφᾷς, καὶ βίον αἱρῇ ἐµπορικόν· ὁ δὲ ἱερεὺς πρὸς τοῦτο ἑαυτὸν ἀπησχόλησεν· οὐδεὶς αὐτῷ βίος ἕτερος, ἀλλὰ περὶ τὴν Ἐκκλησίαν στρέφεται. Ἡγεῖσθαι αὐτοὺς, φησὶν, ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. Ὁρᾷς πῶς οἶδε µικροψυχίας γινοµένας; Μὴ ἁπλῶς, φησὶν, ἀγαπᾶτε, ἀλλ', ὑπὲρ ἐκπερισσοῦ, ὡσανεὶ παῖδες πατέρας.∆ ιὰ γὰρ αὐτῶν ἐτέχθητε τὴν γέννησιν τὴν αἰώνιον, δι' αὐτῶν τῆς βασιλείας ἐπετύχετε, διὰ τῶν χειρῶν αὐτῶν πάντα γίνεται, δι' αὐτῶν ὑµῖν πύλαιοὐράνιαι ἀνοίγονται. Μηδεὶς στασιαζέτω, µηδεὶς φιλονεικείτω. Ὁ τὸν Χριστὸν ἀγαπῶν, οἷος ἂν ᾖ ὁ ἱερεὺς, ἀγαπήσει αὐτὸν, ὅτι δι' αὐτοῦ τῶν φρικτῶν µυστηρίων ἐπέτυχεν. Εἰπέ µοι, εἰ βουληθεὶς ἰδεῖν τὰ βασίλεια πολλῷ καταλάµποντα τῷ χρυσῷ, καὶ περιαστράπτοντα τῇ τῶν λίθων αἴγλῃ, εὕροις τὸν τὰς κλεῖς ἔχοντα, ὁδὲ παρακληθεὶς, εὐθέως ἤνοιξε, καὶ παρέπεµψέ σε ἔνδον, οὐχὶ πάντων ἂν αὐτὸν προετίθεις; οὐχὶ τῶν ὀφθαλµῶν ἴσον ἠγάπησας; οὐχὶ ἐφίλεις; Τὸν οὐρανόν σοι ἀνέῳξεν οὗτος, καὶ οὐ φιλεῖς καὶ περιέπεις; Εἰ γυναῖκα ἔχοις, οὐχὶ τὸν προξενήσαντα ποθεῖς πάντων µάλιστα; Οὕτως, εἰ φιλεῖς τὸν Χριστὸν, εἰ φιλεῖς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπίγνωθι διὰ τίνων ἔσχες αὐτήν.∆ ιὰ τοῦτό φησι.∆ ιὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. Παρακαλοῦµεν δὲ ὑµᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους, παραµυθεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, µακροθυµεῖτε πρὸς πάντας.
10.2
Ἐνταῦθα πρὸς τοὺς ἄρχοντας διαλέγεται. Νουθετεῖτε, φησὶ, τοὺς ἀτάκτους· τουτέστι, µὴ ἀπὸ ἐξουσίας, µηδὲ ἀπὸ αὐθαδείας ἐπιπλήσσετε, ἀλλὰ µετὰ ἐπιεικείας, µετὰ ἡµερότητος. Παραµυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, µακροθυµεῖτε πρὸς πάντας. Ὁ γὰρ αὐστηρῶς ἐπιπληττόµενος, ἀπεγνωκὼς ἑαυτοῦ, θρασύτερος γίνεται καταφρονῶν· διὰ τοῦτο τῇ νουθεσίᾳ χρὴ ἡδὺ κατασκευάζειν τὸ φάρµακον. Τίνες δέ εἰσιν οἱ ἄτακτοι; Πάντως οἱ παρὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες. Τάξεως γάρ ἐστι τῆς στρατιωτικῆς ἁρµοδιωτέρα αὕτη ἡ τάξις τῆς Ἐκκλησίας. Ὥστε καὶ ὁ λοίδορος ἄτακτος, καὶ ὁ µέθυσος ἄτακτος καὶ ὁ πλεονέκτης καὶ πάντες οἱ ἁµαρτάνοντες· οὐ γὰρ τεταγµένα βαδίζουσιν ἐν τῇ φάλαγγι, ἀλλὰ παράφορα· διὸ καὶ περιτρέπονται. Ἀλλ' ἔστι καὶ ἕτερον εἶδος τῶν κακῶν, οὐ τοιοῦτον µὲν, κακία δὲ καὶ αὐτό. Ποῖον τοῦτο; Ἡ µικροψυχία· καὶ γὰρ καὶ αὕτη ὁµοίως τῇ ῥᾳθυµίᾳ ἀπόλλυσιν. Ὁ µὴ φέρων ὕβριν, ὀλιγόψυχος· ὁ µὴ φέρων πειρασµὸν, ὀλιγόψυχος· οὗτός ἐστιν ὁ ἐπὶ τῆς πέτρας σπαρείς. Ἔστι καὶ ἄλλο εἶδος, τὸ τῆς ἀσθενείας. Ἀντέχεσθε, φησὶ, τῶν ἀσθενῶν, ἀσθενῶν λέγων τῶν περὶ πίστιν· γίνεται γὰρ ἀσθένεια καὶ περὶ αὐτήν. Ἀλλ' ὅρα πῶς οὐκ ἀφίησιν αὐτοὺς διαπτύεσθαι. Καὶ ἀλλαχοῦ δὲ γράφων ἔλεγε, Τοὺς ἀσθενοῦντας τῇ πίστει προσλαµβάνεσθε. Καὶ γὰρ ἐν τοῖς σώµασι τοῖς ἡµετέροις τὸ ἀσθενοῦν µέρος οὐκ ἐῶµεν ἀπολέσθαι. Μακροθυµεῖτε, φησὶ, πρὸς πάντας. Τί οὖν; καὶ πρὸς τοὺς ἀτάκτους; Καὶ σφόδρα· οὐδὲν γὰρ τούτου φαρµάκου ἴσον διδασκάλῳ µάλιστα, οὐδὲν οὕτω τοῖς ἀρχοµένοις ἐπιτήδειον· πάντως ἐντρέψαι δύναται, πάντως δυσωπῆσαι, καὶ τὸν πάντων ἀγριώτερον καὶ ἀναισχυντότερον. Ὁρᾶτε µή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ. Εἰ κακὸν ἀντὶ κακοῦ οὐ χρὴ ἀποδιδόναι, πολλῷ µᾶλλον κακὸν ἀντὶ ἀγαθοῦ, πολλῷ µᾶλλον µὴ προϋπάρξαντος κακοῦ, ἀποδοῦναι κακόν. Ἀλλ' ὁ δεῖνα, φησὶ, πονηρός ἐστι, καὶ ἐλύπησε, καὶ πολλά µε ἠδίκησε. Βούλει αὐτὸν ἀµύνασθαι; µὴ ἀνταποδῷς· ἔασον ἀτιµώρητον. Ἆρα µέχρι τούτου; Οὐδαµῶς. Ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Αὕτη µείζων ἡ φιλοσοφία, µὴ µόνον κακοῖς µὴ ἀµύνεσθαι τὰ κακὰ, ἀλλὰ ἀγαθοῖς· αὕτη γάρ ἐστιν ὄντως ἄµυνα κἀκείνῳ βλάβην ἔχουσα, καὶ ὠφέλειάν σοι· µᾶλλον δὲ κἀκείνῳ πολλὴν τὴν ὠφέλειαν, ἐὰν θέλῃ. Καὶ ἵνα µὴ νοµίσῃς ὅτι περὶ τῶν πιστῶν µόνων τοῦτο εἴρηται, διὰ τοῦτο εἶπε· Καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Πάντοτε χαίρετε. Τοῦτο περὶ τῶν πειρασµῶν τῶν θλῖψιν ἐµποιούντων. Ἀκούετε, ὅσοι πενίᾳ περιπεπτώκατε, ὅσοι λυπηροῖς πράγµασιν· ἀπὸ τούτων γὰρ χαρὰ τίκτεται. Ὅταν γὰρ τοιαύτην ἔχωµεν ψυχὴν, ὥστε µηδένα ἀµύνεσθαι, ἀλλὰ πάντας εὐεργετεῖν, πόθεν, εἰπέ µοι, τὸ τῆς λύπης κέντρον παρεισελθεῖν δυνήσεται; Ὁ γὰρ οὕτω χαίρων τῷ παθεῖν κακῶς, ὡς καὶ εὐεργεσίαις ἀµύνεσθαι τὸν πεποιηκότα κακῶς, πόθεν δυνήσεται ἀνιαθῆναι λοιπόν; Καὶ πῶς οἷόν τε τοῦτο, φησίν; Ἂν ἐθέλωµεν, δυνατόν. Εἶτα καὶ τὴν ὁδὸν ἔδειξεν· Ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέληµα Θεοῦ. Τὸ ἀεὶ εὐχαριστεῖν, τοῦτο φιλοσόφου ψυχῆς. Ἔπαθές τι κακόν; Ἀλλ' ἐὰν θέλῃς, οὐκ ἔστι κακόν· εὐχαρίστησον τῷ Θεῷ, καὶ µετεβλήθη τὸ κακὸν εἰς ἀγαθόν· εἰπὲ καὶ σὺ ὡς Ἰώβ· Εἴη τὸ ὄνοµα Κυρίου εὐλογηµένον εἰς τοὺς αἰῶνας. Τί γὰρ, εἰπέ µοι, τοιοῦτον πέπονθας; νόσος ἐπέπεσεν; ἀλλ' οὐδὲν ξένον· θνητὸν γὰρ ἡµῖν τὸ σῶµα καὶ παθητόν. Ἀλλὰ πενία συνήντησε χρηµάτων; ἀλλὰ καὶ ταῦτα κτητὰ καὶ ἀπόκτητα, καὶ ἐνταῦθα µένοντα. Ἀλλ' ἐπιβουλαὶ καὶ συκοφαντίαι παρ' ἐχθρῶν; ἀλλ' οὐχ ἡµεῖς ἠδικήµεθα ἐν τούτοις, ἀλλ' ἐκεῖνοι οἱ πεποιηκότες· Ψυχὴ γὰρ, φησὶν, ἡ ἁµαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται. Ἥµαρτε δὲ οὐχ ὁ παθὼν κακῶς, ἀλλ' ὁ ποιήσας κακῶς. Οὐ τοίνυν τὸν ἀποθανόντα ἀµύνεσθαι χρὴ, ἀλλ' εὔχεσθαι ὑπὲρ αὐτοῦ, ὥστε αὐτὸν ἐξελέσθαι τοῦ θανάτου. Οὐχ ὁρᾶτε τὴν µέλισσαν, ὅτι πλήττουσα ἐπαποθνήσκει τῷ κέντρῳ;∆ ι' ἐκείνου τοῦ ζώου παιδεύει ἡµᾶς ὁ Θεὸς µὴ λυπεῖν τοὺς πλησίον· αὐτοὶ γὰρ τὸν θάνατον δεχόµεθα πρότεροι. Ἐκείνους µὲν γὰρ πλήττοντες ἴσως πρὸς µικρὸν ἐλυπήσαµεν· αὐτοὶ δὲ οὐκέτι ζησόµεθα, καθάπερ οὐδὲ ἐκεῖνο τὸ ζῶον. Καίτοι γε ἐπαινεῖ αὐτὸ ἡ Γραφὴ λέγουσα· Ὡς ἐργάτις ἐστίν· ἧς τὴν ἐργασίαν βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ἀλλ' οὐδὲν αὐτῆς προΐσταται εἰς τὸ µὴ ἀποθανεῖν, ἀλλὰ δεῖ πάντως ἀπολέσθαι. Εἰ δὲ ἐκείνην οὐκ ἐξαιρεῖται ἡ λοιπὴ πλεονεξία ποιοῦσαν κακῶς, πολλῷ µᾶλλον ἡµᾶς.
10.3
Θηρίων γὰρ ὄντως χαλεπωτάτων, τὸ, µηδενός σε ἀδικοῦντος, ἄρχειν ἀδικίας· µᾶλλον δὲ οὐδὲ θηρίων. Ἐκεῖνα γὰρ ἂν ἀφῇς ἐπὶ τῆς ἐρήµου νέµεσθαι, καὶ µὴ στενοχωρήσας εἰς ἀνάγκην καταστήσῃς, οὐδέποτε λυµανεῖται, οὔτε προσελεύσεται, οὔτε δήξεται, ἀλλ' ἀπελεύσεται τὴν οἰκείαν ὁδόν· σὺ δὲ ἄνθρωπος ὢν λογικὸς, τετιµηµένος ἀρχῇ τοσαύτῃ καὶ τιµῇ καὶ δόξῃ, οὐδὲ τὰ θηρία µιµῇ περὶ τοὺς ὁµοφύλους, ἀλλὰ τὸν ἀδελφὸν ἀδικεῖς καὶ κατεσθίεις; Καὶ πόθεν ἀπολογήσασθαι δυνήσῃ; οὐκ ἀκούεις Παύλου λέγοντος·∆ ιὰ τί οὐχὶ µᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ µᾶλλον ἀποστερεῖσθε; ἀλλ' αὐτοὶ ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ὁρᾷς, ὅτι τὸ κακῶς παθεῖν ἐν τῷ κακῶς ποιῆσαί ἐστι, τὸ δὲ εὖ παθεῖν ἐν τῷ κακῶς παθεῖν; Εἰπὲ γάρ µοι· εἴ τις λοιδοροῖτο τοῖς ἄρχουσιν, εἴ τις ὑβρίζοι τοὺς κρατοῦντας, τίνα ἀδικεῖ; ἑαυτὸν, ἢ ἐκείνους;∆ ῆλον ὅτι ἑαυτόν. Εἶτα ἄρχοντα µὲν ὁ ὑβρίζων, οὐκ ἐκεῖνον ὑβρίζει, ἀλλ' ἑαυτὸν, ὁ δὲ ἄνθρωπον ὑβρίζων, δι' ἐκείνου τὸν Χριστὸν οὐχ ὑβρίζει· Οὐδαµῶς, φησί. Τί λέγεις; ὁ δὲ τὰς βασιλέως εἰκόνας λιθάζων, τίνα λιθάζει; οὐχ ἑαυτόν; Εἶτα εἰ ὁ εἰκόνα µὲν βασιλέως ἐπιγείου λιθάζων, ἑαυτὸν καταλεύει, τοῦ δὲ Χριστοῦ τὴν εἰκόνα ὁ ὑβρίζων( ἄνθρωπος γὰρ εἰκὼν Θεοῦ), οὐχ ἑαυτὸν ἀδικεῖ; Μέχρι πότε χρηµάτων ἐρῶµεν; οὐ παύσοµαι γὰρ αὐτῶν καταβοῶν· ταῦτα γὰρ πάντων αἴτια τῶν κακῶν. Μέχρι τίνος οὐ λαµβάνοµεν κόρον τῆς ἀπλήστου ταύτης ἐπιθυµίας; τί ἔχει καλὸν τὸ χρυσίον; Ἐκπέπληγµαι ἐπὶ τῷ πράγµατι· ὄντως γοητεία τίς ἐστι τὸ πρᾶγµα, χρυσὸν καὶ ἄργυρον τοσούτου τιµᾶσθαι παρ' ἡµῖν. Τῶν µὲν οὖν ψυχῶν ἡµῶν οὐδεὶς ἡµῖν λόγος, ἀψύχων δὲ εἰκόνων πολλὴ ἡ θεραπεία. Πόθεν ἐπεισῆλθε τὸ νόσηµα τοῦτο οἰκουµένῃ; τίς ἐξολοθρεῦσαι αὐτὸ δυνήσεται; ποῖος ἐκκόψαι λόγος τὸ χαλεπὸν τοῦτο θηρίον, καὶ πανωλεθρίᾳ διαφθεῖραι; Ἐνέσπαρται ταῖς τῶν ἀνθρώπων διανοίαις ἡ ἐπιθυµία, καὶ τῶν δοκούντων εἶναι ἐν εὐλαβείᾳ. Αἰσχυνώµεθα ἐπὶ τοῖς εὐαγγελικοῖς παραγγέλµασι· ῥήµατα κεῖται ἐν τῇ Γραφῇ µόνον, ἐπὶ δὲ τῶν ἔργων οὐδαµοῦ δείκνυνται. Ἀλλὰ τίς ὁ εὐπρόσωπος τῶν πολλῶν λόγος; Παιδία ἔχω, φησὶ, καὶ αὐτὸς δέδοικα µήποτε εἰς ἀνάγκην καταστῶ λιµοῦ καὶ ἐνδείας, µήποτε ἑτέρων δεηθῶ· αἰσχύνοµαι ἐπαιτεῖν.∆ ιὰ τοῦτο οὖν ἄλλους ποιεῖς ἐπαιτεῖν; Οὐ δύναµαι, φησὶ, πεινῇν.∆ ιὰ τοῦτο οὖν ἑτέρους περιβάλλεις λιµῷ· οἶδας ὅσον δεινὸν τὸ ἐπαιτεῖν; ὅσον τῷ λιµῷ φθείρεσθαι; φεῖσαι καὶ τῶν ἀδελφῶν τῶν σῶν. Αἰσχύνῃ πεινῇν, εἰπέ µοι, ἁρπάζειν δὲ οὐκ αἰσχύνῃ; δέδοικας λιµῷ φθείρεσθαι, ἑτέρους δὲ φθείρειν οὐ δέδοικας; Καίτοι τὸ µὲν πεινῇν οὐδὲ αἰσχύνην ἔχει, οὐδὲ ἔγκληµα· τὸ δὲ ἑτέρους περιβάλλειν τούτοις, οὐκ αἰσχύνην µόνον, ἀλλὰ καὶ κόλασιν ἐπιφέρει τὴν ἐσχάτην. Σκῆψις πάντα ταῦτα καὶ λόγοι καὶ φλυαρίαι. Ὅτι γὰρ οὐ παίδων ἕνεκεν ταῦτα ποιεῖτε µαρτυροῦσιν ὅσοι παῖδας µὲν οὐκ ἔχουσιν οὐδὲ ἕξουσι, κόπτονται δὲ οὕτω καὶ ταλαιπωροῦσι, καὶπλοῦτον περιβάλλονται, ὅσον ἂν εἰ µυρίοις εἶχον καταλεῖψαι παισίν. Οὐκ ἔστι παίδων φροντὶς ἡ ποιοῦσα χρηµατιστικὸν, ἀλλὰ ψυχῆς νόσος.∆ ιὰ ταύτην καὶ οὐκ ἔχοντες παῖδας πολλοὶ µαίνονται διὰ τὰ χρήµατα· ἕτεροι δὲ ἐν πολυπαιδίᾳ ζῶντες, καὶ τῶν ὄντων καταφρονοῦσιν· ἐκεῖνοί σου κατηγορήσουσιν ἐν ἐκείνῃ τῇ ἡµέρᾳ. Εἰ γὰρ ἡ τῶν παίδων ἀνάγκη πρὸς τὴν τῶν χρηµάτων ἐβιάζετο συλλογὴν, ἐχρῆν κἀκείνους τὸν αὐτὸν ἔχειν πόθον, τὴν αὐτὴν ἐπιθυµίαν· εἰ δὲ οὐκ ἔχουσιν, οὐκ ἀπὸ τῆς πολυπαιδίας, ἀλλ' ἀπὸ τῆς φιλοχρηµατίας µαινόµεθα. Καὶ τίνες εἰσὶ, φησὶν, οἱ µετὰ παίδων καταφρονοῦντες χρηµάτων; Πολλοὶ, καὶ πολλαχοῦ· εἰ δὲ βούλει, καὶ ἐπὶ τῶν παλαιῶν ἐρῶ. Οὐχὶ δώδεκα παῖδας εἶχεν ὁ Ἰακώβ; οὐχὶ τὸν τῶν θητευόντων ἔζη βίον; οὐκ ἠδικεῖτο παρὰ τοῦ κηδεστοῦ; οὐχὶ πολλάκις αὐτὸν ἠθέτησε; µὴ ἠνάγκασεν αὐτὸν ἡ πολυπαιδία βουλεύεσθαί τι τῶν µὴ δεόντων; Τί δὲ ὁ Ἀβραάµ; οὐχὶ µετὰ τοῦ Ἰσαὰκ καὶ ἑτέρουςπολλοὺς εἶχε παῖδας; τί οὖν; οὐχὶ τοῖς ξένοις τὰ ὄντα ἐκέκτητο; Ὁρᾷς, ὅτι οὐ µόνον οὐκ ἠδίκει, ἀλλὰ καὶ τῶν ὄντων παρεχώρει, οὐκ εὖ ποιῶν µόνον, ἀλλὰ καὶ αἱρούµενος ἀδικεῖσθαι παρὰ τοῦ ἀδελφιδοῦ; Τοῦ γὰρ εὖ ποιεῖν τὸ φέρειν ἁρπαζόµενον διὰ τὸν Θεὸν πολλῷ µεῖζόν ἐστι.∆ ιὰ τί; Ὅτι τὸ µὲν ψυχῆς ἐστι καρπὸς καὶ προαιρέσεως, ὅθεν καὶ εὐκόλως γίνεται· τοῦτο δὲ ἐπήρεια καὶ βία. Καὶ εὐκολώτερον ἄν τις µυρία πρόοιτο τάλαντα ἑκὼν, καὶ οὐδὲν ἡγήσεται πεπονθέναι δεινὸν, ἢ τρεῖς ὀβολοὺς ἁρπαγεὶς καὶ παρὰ γνώµην, οἴσει πράως. Ὥστε τοῦτο φιλοσοφία µᾶλλον ψυχῆς. Καὶ τοῦτο ὁρῶµεν γεγονὸς ἐπὶ τοῦ Ἀβραάµ· Εἶδε γὰρ, φησὶν, τὴν περίχωρον ὁ Λὼτ, καὶ ἦν ποτιζοµένη, ὡς ὁ παράδεισος τοῦ Θεοῦ, καὶ ἐξελέξατο αὐτήν. Καὶ οὐδὲν ἐκεῖνος ἀντεῖπεν. Ὁρᾷς, ὅτι οὐ µόνον οὐκ ἠδίκει, ἀλλὰ καὶ ἠδικεῖτο; Τί κατηγορεῖς τῶν παίδων τῶν σαυτοῦ, ἄνθρωπε; Οὐ διὰ τοῦτο ἡµῖν ὁ Θεὸς ἔδωκε τοὺς παῖδας, ἵνα ἁρπάζωµεν τὰ ἑτέρων. Ὅρα µὴ τὸν Θεὸν παροξύνῃς τοῦτο λέγων. Εἰ γὰρ τοῦτο λέγεις, ὅτι αὐτοί σοι τῆς ἁρπαγῆς γίνονται αἴτιοι καὶ τοῦ χρηµατισµοῦ, δέδοικα µὴ αὐτῶν ἀποστερηθῇς, ὡς βλαπτόντων καὶ ἐπιβουλευόντων. Ὁ Θεός σοι τοὺς παῖδας ἔδωκεν, ἵνα σε γηροκοµῶσιν, ἵνα τὴν ἀρετὴν µανθάνωσι παρὰ σοῦ.
10.4
∆ ιὰ γὰρ τοῦτο τὸ τῶν ἀνθρώπων γένος οὕτως ἠθέλησε συνεστάναι, δύο τὰ µέγιστα κατασκευάζων, ἓν µὲν, διδασκάλους ἐφιστῶν τοὺς πατέρας, ἕτερονδὲ, πολλὴν ἀγάπην ἐντίκτων. Εἰ γὰρ ἁπλῶς ἔµελλον οἱ ἄνθρωποι γίνεσθαι, οὐδεὶς ἂν πρὸς οὐδένα σχέσιν ἔσχεν. Εἰ γὰρ νῦν πατέρων ὄντων καὶ παίδων καὶ ἐκγόνων, πολλοὶ πολλῶν οὐ φροντίζουσι, πολλῷ µᾶλλον τότε.∆ ιὰ τοῦτό σοι παῖδας δέδωκεν ὁ Θεός· µὴ τοίνυν κατηγόρει τῶν παίδων. Εἰ δὲ οἱ παῖδας ἔχοντες οὐδεµίαν ἔχουσιν ἀπολογίαν, οἱ µὴ ἔχοντες, καὶ κοπτόµενοι περὶ τὴν τοῦ πλούτου συλλογὴν, ποῖον ἂν εἴποιεν λόγον; Ἀλλ' ἔστι τις καὶ αὐτοῖς λόγος πάσης ἀπολογίας ἀπεστερηµένος. Τίς δὴ οὗτός ἐστιν; Ἵνα ἀντὶ τῶν παίδων, φησὶν, ἔχωµεν τὸν πλοῦτον ὑπόµνηµα. Ὄντως γέλως πολύς. Ἀντὶ τῶν παίδων, φησὶν, ἡ οἰκία µνήµη ἀθάνατος γίνεται τῆς δόξης τῆς ἐµῆς. Οὐ τῆς δόξης σου, ἄνθρωπε, ἀλλὰ τῆς πλεον εξίας σου ἔσται µνήµη. Ἢ οὐχ ὁρᾷς νῦν πῶς πολλοὶ παριόντες τὰς λαµπρὰς οἰκίας τοιαῦτα διαλέγονται πρὸς ἀλλήλους· πόσα ὁ δεῖνα ἐπλεονέκτησε, πόσα ἥρπασεν, ἵνα ταύτην οἰκοδοµήσῃ τὴν οἰκίαν; καὶ νῦν ἐκεῖνος µὲν γέγονε τέφρα καὶ κόνις, αὕτη δὲ εἰς ἑτέρων κλῆρον διέβη. Οὐ τῆς δόξης σου τοίνυν καταλιµπάνεις µνήµην, ἀλλὰ τῆς πλεονεξίας. Καὶ τὸ µὲν σῶµά σου κέκρυπται τῇ γῇ, τῆς δὲ πλεονεξίας µνήµην λαθεῖν πλήθει τῶν χρόνων δυναµένην οὐκ ἀφίης, ἀλλ' ἀνακρούεσθαι καὶἀνασκάπτεσθαι ποιεῖς διὰ τῆς οἰκίας. Ἕως γὰρ ἂν αὕτη ἑστήκῃ, τὴν ἐπωνυµίαν ἔχουσα τὴν σὴν, καὶ τοῦ δεῖνος λεγοµένη, πάντως ἀνάγκη καὶ τὰ πάντων ἀνοιχθῆναι στόµατα κατὰ σοῦ. Ὁρᾷς ὅτι βέλτιον µηδὲν ἔχειν, ἢ ταύτην ὑποµένειν τὴν κατηγορίαν; Καὶ ταῦτα µὲν ἐνταῦθα· ἐκεῖ δὲ τί ποιήσοµεν, εἰπέ µοι, τοσούτων µὲν ἐνταῦθα γινόµενοι κύριοι, οὐδενὶ δὲ τῶν ὄντων µεταδόντες, ἢ σφόδρα ὀλίγων; πῶς τὰς πλεονεξίας ἀποδυσόµεθα; Ὁ γὰρ βουλόµενος τὴν πλεονεξίαν ἀποδύσασθαι, οὐκ ὀλίγα ἀπὸ πολλῶν δίδωσιν, ἀλλὰ πολλαπλασίονα τῶν ἁρπασθέντων, καὶ ἵσταται καὶ ἁρπάζων. Ἄκουσον, ὁ Ζακχαῖος τί λέγει· Καὶ ὅσων ἥρπασα, τετραπλασίονα ἀποδίδωµι. Σὺ δὲ ἁρπάζων µυρία τάλαντα, ἂν ὀλίγας δῷς δραχµὰς, καὶ οὕτω δὲ µόλις, τὸ πᾶν ἀποδεδωκέναι νοµίζεις, καὶ ὡς πλείονα δεδωκὼς διάκεισαι· καίτοι δεῖ αὐτά τε ἀποδοῦναι ἐκεῖνα, καὶ ἐκ τῶν οἴκοθεν προσθεῖναι ἕτερα. Καθάπερ γὰρ ὁ κλέπτης οὐκ ἐκεῖνα ἀποδοὺς µόνα ἀπολελόγηται, ἀλλὰ πολλάκις µὲν καὶ τὴν ψυχὴν προσέθηκε, πολλάκις δὲ πολλαπλασίοναδοὺς διελύσατο, οὕτω καὶ ὁ πλεονέκτης. Καὶ γὰρ καὶ ὁ πλεονέκτης κλέπτης ἐστὶ, καὶ λῃστὴς ἐκείνου πολλῷ χαλεπώτερος, ὅσῳ καὶ τυραννικώτερος. Ἐκεῖνος µὲν γὰρ καὶ τῷ κρύπτεσθαι, καὶ τῷ ἐν νυκτὶ ἐπιχειρεῖν, πολὺ τοῦ τολµήµατος ὑποτέµνεται, ὡσανεὶ αἰσχυνόµενος, καὶ δεδοικὼς τὸ ἁµαρτάνειν· οὗτος δὲ ἀπαναισχυντήσας, γυµνῇ τῇ κεφαλῇ κατὰ µέσην ἀγορὰν ἁρπάζει τὰ πάντων, κλέπτης τε ὁµοῦ καὶ τύραννος ὤν· οὐ διορύττει τοίχους, οὐδὲ σβέννυσι λαµπάδα, οὐδὲ κιβώτιον ἀνοίγει, οὐδὲ σήµαντρα ἀνατρέπει· ἀλλὰ τί; Τὰ τούτων νεανικώτερα ποιεῖ, ὁρώντων τῶν ἀδικουµένων, διὰ τῆς θύρας ἐκβάλλει, µετὰ παῤῥησίας πάντα ἀνοίγει, αὐτοὺς ἐκείνους ἀναγκάζει τὰαὐτῶν ἐκθέσθαι. Τοσαύτη τῆς βίας ἡ ὑπερβολή. Οὗτος ἐκείνων πολλῷ µιαρώτερος, ὅσῳ καὶ ἀναισχυντότερος καὶ τυραννικώτερος. Ὁ µὲν γὰρ δόλῳ τι παθὼν, ἀλγεῖ µὲν, πλὴν ἀλλ' ἔχει παραµυθίαν οὐ µικρὰν, τὸ κἂν φοβηθῆναι αὐτὸν ἐκεῖνον τὸν ἀδικοῦντα· ὁ δὲ µετὰ τοῦ κακῶς παθεῖν καὶ καταφρονούµενος, οὐδὲ ἐνεγκεῖν τὴν βίαν δυνήσεται· µείζων γὰρ ὁ γέλως. Εἰπέ µοι, εἴ τις γυναῖκα ἐµοίχευσε λαθὼν, ἕτερος δὲ ὁρῶντος τοῦ ἀνδρὸς τοῦτο εἰργάσατο, τίς µᾶλλον ἐλύπησεν ἂν, καὶ δακεῖν ἦν ἱκανός; οὐχ οὗτος; Ὁ µὲν γὰρ µετὰ τοῦ κακῶς ποιῆσαι καὶ διέπτυσεν· ὁ δὲ, εἰ µηδὲν ἕτερον, ἔδειξεν ὅτι δέδοικε τὸν ἠδικηµένον. Οὕτω καὶ ἐπὶ τῶν χρηµάτων, ὁ µὲν λάθρα λαβὼν, ταύτῃ τετίµηκε, τῷ λάθρα λαβεῖν· ὁ δὲ φανερῶς καὶ δηµοσίᾳ, µετὰ τῆς ζηµίας καὶ αἰσχύνην ἐπήγαγε. Παυσώµεθα οὖν τὰ ἑτέρων ἁρπάζοντες, καὶ πένητες καὶ πλούσιοι· οὐ γὰρ πρὸς τοὺς πλουσίους µοι µόνον οὗτος ὁ λόγος, ἀλλὰ καὶ πρὸς τοὺς πένητας. Καὶ γὰρ καὶ αὐτοὶ ἁρπάζουσι τοὺς αὐ τῶν πενεστέρους, καὶ χειροτέχναι οἱ εὐπορώτεροι καὶ δυνατώτεροι τοὺς ἀπορωτέρους καὶπενεστέρους ἀπεµπολοῦσι, κάπηλοι καπήλους, καὶ πάντες οἱ ἐπὶ τῆς ἀγορᾶς. Ὥστε πάντοθεν βούλοµαι τὴν ἀδικίαν ἐξελεῖν. Οὐ γὰρ ἐν τῷ µέτρῳ τῶν ἁρπαζοµένων καὶ κλεπτοµένων, ἀλλ' ἐν τῇ προαιρέσει τοῦ κλέπτοντος τὸ ἀδίκηµα ἵσταται. Ὅτι δὲ οὗτοι µᾶλλόν εἰσι κλέπται καὶ πλεονέκται, οἱ µηδὲ τῶν µικρῶν καταφρονοῦντες, οἶδα καὶ µέµνηµαι πρὸς ὑµᾶς εἰρηκὼς, εἴ γε καὶ ὑµεῖς µέµνησθε. Πλὴν ἀλλὰ µηδὲν ἀκριβολογώ µεθα· ἔστωσαν ὁµοίως τοῖς πλουσίοις καὶ αὐτοί. Παιδεύσωµεν τὴν διάνοιαν λοιπὸν τῶν µειζόνων µὴ ἐπιθυµεῖν, τοῦ πλείονος µὴ ὀρέγεσθαι. Καὶ ἐν µὲν τοῖς οὐρανοῖς µηδέποτε ὅρον ἐχέτω ἡ ἐπιθυµία τοῦ πλείονος, ἀλλ' ἀεὶ τοῦ πλείονος ἕκαστος ὀρεγέσθω· ἐπὶ δὲ τῆς γῆς τῆς χρείας ἕκαστος ἔστω καὶ τῆς αὐταρκείας, καὶ µηδὲν πλέον ζητείτω, ἵν' οὕτω δυνησώµεθα τῶν ὄντως ἀγαθῶν ἐπιτυχεῖν, χάριτικαὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.