Homilies on First Thessalonians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
11.0
Τὸ πνεῦµα µὴ σβέννυτε· προφητείας µὴ ἐξουθενεῖτε. Πάντα δὲ δοκιµάζετε· τὸ καλὸν κατέχετε. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
11.1
Ἀχλύς τις παχεῖα καὶ ζόφος καὶ νεφέλη κατακέχυται τῆς γῆς ἁπάσης· καὶ τοῦτο δηλῶν ὁ Ἀπόστολος ἔλεγεν· Ἦµεν γάρ ποτε σκότος· καὶ πάλιν, Ὑµεῖς, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡµέρα ὑµᾶς ὡς κλέπτης καταλάβῃ. Ἐπεὶ οὖν νύξ ἐστιν, ὡς εἰπεῖν, ἀσέληνος, καὶ ἐν ταύτῃ τῇ νυκτὶ βαδίζοµεν, ἔδωκεν ἡµῖν λαµπάδα φαιδρὰν ὁ Θεὸς, τοῦ Πνεύµατος τοῦ ἁγίου τὴν χάρινἀνάψας ἐν ταῖς ἡµετέραις ψυχαῖς. Ἀλλὰ τοῦτο τὸ φῶς οἱ µὲν δεξάµενοι λαµπρότερον εἰργάσαντο καὶ φαιδρὸν, οἷον ὡς Παῦλος, ὡς Πέτρος, ὡς οἱ ἅγιοι πάντες ἐκεῖνοι· οἱ δὲ καὶ ἔσβεσαν, ὡς αἱ πέντε παρθένοι, ὡς ἐκεῖνοι οἱ περὶ τὴν πίστιν ναυαγήσαντες, ὡς ὁ ἐν Κορίνθῳ πεπορνευκὼς, ὡς Γαλάται παρατραπέντες.∆ ιὰ τοῦτο ὁ Παῦλος νῦν φησι, Τὸ πνεῦµα µὴ σβέννυτε, τουτέστι, τὸ χάρισµα· οὕτω γὰρ αὐτῷ καλεῖν ἔθος τὸ χάρισµα τοῦ Πνεύµατος. Σβέννυσι δὲ αὐτὸ βίος ἀκάθαρτος. Καθάπερ γάρ τις ἐπὶ τοῦ λυχνιαίου τούτου φωτὸς, ὕδωρ κατασκεδάσας, ἢ χοῦν, ἔσβεσε τὸ φῶς, καὶ εἰ µηδὲν τούτων, ἀλλά γε τὸ ἔλαιον ἐξελών· οὕτω καὶ ἐπὶ τοῦ χαρίσµατος· ἄν τε γὰρ γήϊνα καὶ τῶν διαῤῥεόντων πραγµάτων κατασκεδάσῃς φροντίδας, ἔσβεσας τὸ πνεῦµα· ἄν τε σὺ µηδὲν ἐργάσῃ τοιοῦτον, ἑτέρωθεν δέ ποθεν πειρασµὸς ἐπελθὼν προσβάλῃ σφοδρῶς, καθάπερ τι πνεῦµα, καὶ µὴ σφοδρὰ ᾖ ἡ φλὸξ, ἢ πολὺ τὸἔλαιον ἔχουσα, ἢ τὴν ὀπὴν µὴ ἐµφράξῃς, ἢ τὴν θύραν µὴ προσκλείσῃς, πάντα ἀπόλωλε. Τί δέ ἐστιν ἡ ὀπή; Ὥσπερ ἐπὶ τοῦ λύχνου, οὕτω καὶ ἐφ' ἡµῶν, ὀπή ἐστιν ὀφθαλµὸς καὶ ἀκοή. Μὴ ἀφῇς ταύταις προσπίπτειν πνεῦµα σφοδρὸν πονηρίας, ἐπεὶ ἔσβεσε τὸν λύχνον, ἀλλ' ἀπόφραξον τῷ φόβῳ τοῦ Θεοῦ. Θύρα τὸ στόµα ἐστί· κλεῖσον, πρόσκλεισον, ἵνα καὶ τὸ φῶς παρέχῃ, καὶ ἀποκρούηται τὴν ἔξωθεν προσβολήν. Οἷον, ὕβρισέ σέ τις; ἐλοιδόρησε; σὺ κλεῖσον τὸ στόµα· ἂν γὰρ ἀνοίξῃς, ἐῤῥίπισας τὸν ἄνεµον. Οὐχ ὁρᾷς ἐν ταῖς οἰκίαις, ὅταν καταντικρὺ καὶ ἐπ' εὐθείας δύο θύραι στήκωσι, καὶ σφοδρὸς ἄνεµος ᾖ, πῶς, ἂν τὴν ἑτέραν κλείσῃς καὶ ἀντίπνοια µὴγένηται, οὐδὲν ἴσχυσεν ὁ ἄνεµος, ἀλλὰ τὸ πολὺ τῆς ἰσχύος ὑποτέµνεται; Οὕτω καὶ νῦν, δύο εἰσὶ θύραι, τὸ στόµα τὸ σὸν, καὶ τὸ τοῦ ὑβρίζοντός σε καὶ ἐµ παροινοῦντος· ἂν ἀποκλείσῃς τὸ σὸν καὶ µὴ δῷς ἀντίπνοιαν, ἔσβεσας ὅλον τὸ πνεῦµα· ἂν δὲ ἀνοίξῃς, ἀκάθεκτον γίνεται. Μὴ τοίνυν αὐτὸ σβεννύωµεν. Ἔστι δὲ πολλάκις καὶ µηδενὸς ἐπικειµένου σβεσθῆναι τὴν φλόγα· ὅταν τὸ ἔλαιον ἐκλίπῃ, ὅταν ἐλεηµοσύνην µὴ ποιῶµεν, σβέννυται τὸ πνεῦµα. Καὶ γὰρ ἀπὸ ἐλεηµοσύνης τῆς τοῦ Θεοῦ ἦλθε πρὸς σέ· εἶτα τὸν καρπὸν τοῦτον ὁρᾷ µὴ ὄντα παρὰ σοὶ, καὶ ἀφίπταται· οὐ µένει γὰρ παρὰ ψυχῇ ἀνελεήµονι. Σβεσθέντος δὲ τοῦ πνεύµατος, τὰ λοιπὰ ἴστε ὅσοι ἐν ἀσελήνῳ νυκτὶ ἐβαδίσατε. Εἰ δὲ τὴν ἀπὸ γῆς εἰς γῆν ὁδὸν βαδίζειν δυσχερὲς ἐν νυκτὶ, τὴν ἀπὸ γῆς εἰς οὐρανὸν φέρουσαν πῶς ἀσφαλές; Οὐκ ἴστε πόσοι δαίµονες ἐν τῷ διαστήµατι τούτῳ, πόσα θηρία, πόσα πνευµατικὰ τῆς πονηρίας; Ἂν µὲν οὖν ἐκεῖνο τὸ φῶς ἔχωµεν, οὐδὲν ἡµᾶς βλάψαι δυνήσονται· ἂν δὲ σβέσωµεν αὐτὸ, ταχέως ἡµᾶς ἁλίσκουσι, ταχέως πάντα τὰ ἡµῶν ἐκφοροῦσιν· ἐπεὶ καὶ οἱ λῃσταὶ πρότερον τὴν λαµπάδα σβέσαντες, τότε λῃστεύουσιν. Ἐκεῖνοι µὲν γὰρ ὁρῶσιν ἐν τῷ σκότει τούτῳ, ἐπειδὴ τὰ τοῦ σκότους πράττουσιν· ἡµεῖς δὲ ἀήθεις ἐσµὲν ἐκείνου τοῦ φωτός. Μὴ τοίνυν σβέσωµεν αὐτό. Πᾶσα πονηρὰ πρᾶξις σβέννυσι τοῦτο τὸ φῶς, καὶ λοιδορία, καὶ ὕβρις, καὶ ὅπερ ἂν εἴπῃς. Καθάπερ γὰρ ἐπὶ τοῦ πυρὸς πᾶν τὸ ἀλλότριον αὐτοῦ ἀναιρετικὸν αὐτοῦ ἐστιν, ἐκεῖνο δὲ ἀνάπτει αὐτὸ, ὅπερ αὐτοῦ συγγενές ἐστιν· οὕτω καὶ ἐπὶ τοῦ φωτὸς τούτου, εἴ τι ξηρὸν, εἴ τι θερµὸν, εἴ τι διάπυρον, ἀνάπτει τὴν φλόγα τοῦ πνεύµατος. Μηδὲν οὖν ψυχρὸν, µηδὲν ὑγρὸν ἐπιφέρωµεν· ταῦτα γὰρ τούτου ἀναιρετικά. Ἔστι δὲ καὶ ἄλλη ἐξήγησις. Πολλοὶ παρ' αὐτοῖς, οἱ µὲν προεφήτευον ἀληθῶς, οἱ δὲ ἐψεύδοντο. Τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶ, διακρίσεις πνευµάτων διὰ τοῦτο δεδωκέναι. Μιαρὸς γὰρ ὢν ὁ διάβολος, ἠθέλησε διὰ τοῦ χαρίσµατος τούτου τὸ πᾶν ἀνατρέψαι τῆς Ἐκκλησίας. Ἐπειδὴ γὰρ ἀµφότεροι περὶ µελλόντων προὔλεγον, καὶ ὁ δαίµων καὶ τὸ πνεῦµα, ἀλλ' ὁ µὲν ψευδόµενος, τὸ δὲ ἀληθεῦον, καὶ οὐδαµόθεν ἦνἑκατέρου τεκµήριον λαβεῖν, ἀλλ' ἀνευθύνως ἑκάτεροι ἔλεγον, ὡς ὁ Ἱερεµίας καὶ ὁ Ἰεζεκιήλ· ἀλλ' ἐλθόντος τοῦ καιροῦ ἠλέγχθησαν, ἔδωκε καὶ διακρίσεις πνευµάτων. Ἐπεὶ οὖν καὶ τότε παρὰ Θεσσαλονικεῦσι πολλοὶ προεφήτευον, οὓς καὶ ἀλλαχοῦ αἰνίττεται λέγων, Μὴ θροεῖσθε µήτε διὰ λόγου, µήτε δι' ἐπιστολῆς, ὡςδι' ἡµῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡµέρα τοῦ Κυρίου· εἰπὼν, Τὸ πνεῦµα µὴ σβέννυτε, προσέθηκεν εὐκαίρως, καὶ τὰ ἑξῆς, Προφητείας, λέγων, µὴ ἐξουθενεῖτε. Ὃ οὖν ἐνταῦθα δηλοῦν βούλεται, τοῦτό ἐστι· Μὴ ἐπειδή τινες ψευδοπροφῆται παρ' ὑµῖν εἰσι, δι' ἐκείνους καὶ τούτους κωλύσητε καὶ ἀποστραφῆτε αὐτούς· µὴ σβέννυτε αὐτούς· τουτέστι, προφητείας µὴ ἐξουθενεῖτε.
11.2
Ὁρᾷς ὅτι τοῦτό ἐστιν ὅ φησι, Πάντα δοκιµάζετε. Ἐπειδὴ εἶπε, Προφητείας µὴ ἐξουθενεῖτε, ἵνα µὴ νοµίσωσιν ὅτι πᾶσιν ἀνέῳξε τὸ βῆµα, Πάντα, φησὶ, δοκιµάζετε, τὸ δὲ καλὸν κατέχετε, τουτέστι, τὰςὄντως προφητείας. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε· µὴ τούτου ἢ ἐκείνου, ἀλλ', Ἀπὸ παντός· καὶ τὰ ψευδῆ καὶ τὰ ἀληθῆ ἵνα µετὰ δοκιµασίας διακρίνητε, καὶ ἐκείνων ἀπέχησθε, καὶ τούτων ἔχησθε. Οὕτω γὰρ κἀκείνων σφοδρὸν τὸ µῖσος ἔσται, καὶ τούτων ἡ ἀγάπη γίνεται, ὅταν µὴ ἁπλῶς µηδὲ ἀνεξετάστως, ἀλλὰ µετὰ ἀκριβείας ἅπαντα πράττωµεν. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑµᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑµῶν τὸ πνεῦµα καὶ ἡ ψυχὴ καὶ τὸ σῶµα ἀµέµπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίουἡµῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Ὅρα διδασκάλου φιλοστοργίαν· µετὰ τὴν παραίνεσιν καὶ εὐχὴν ἐπάγει· καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ ἐν τοῖς γράµµασι· δεῖ γὰρ καὶ συµβουλῆς καὶ εὐχῆς.∆ ιὰ τοῦτο καὶ ἡµεῖς πρότερον συµβουλεύοντες, τότε τὰς ὑπὲρ ὑµῶν εὐχὰς ποιούµεθα· καὶ τοῦτο ἴσασιν οἱ µεµυηµένοι. Ἀλλ' ὁ µὲν Παῦλος εἰκότως τοῦτο ἐποίει, πολλὴν πρὸς τὸν Θεὸν τὴν παῤῥησίαν ἔχων· ἡµεῖς δὲ κατῃσχυµµένοι καὶ ἀπαῤῥησίαστοι ὄντες· ἀλλ' ἐπειδὴ εἰς τοῦτο ἐτάχθηµεν, πράττοµεν αὐτὸ, ἀνάξιοι µὲν ὄντες καὶ παρεστάναι, καὶ τῶν ἐσχάτων µαθητῶν τὸν τόπον ἐπέχειν· ἐπειδὴ δὲ καὶ δι' ἀναξίων ἡ χάρις ἐνεργεῖ, οὐ δι' αὐτοὺς, ἀλλὰ διὰ τοὺς µέλλοντας ὠφελεῖσθαι τὰ παρ' ἑαυτῶν εἰσφέροµεν. Ἁγιάσαι ὑµᾶς, φησὶν, ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑµῶν τὸ πνεῦµα καὶ ἡ ψυχὴ καὶ τὸ σῶµα ἀµέµπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Τὸ πνεῦµα τί φησιν ἐνταῦθα; Τὸ χάρισµα. Ἂν µὲν γὰρ ἔχοντες λαµπρὰς τὰς λαµπάδας ἀπέλθωµεν, εἰσελευσόµεθα εἰς τὸν νυµφῶνα· ἂν δὲ ἐσβεσµένας, οὐκέτι.∆ ιὰ τοῦτό φησιν, Ὁλόκληρον ὑµῶν τὸ πνεῦµα· ἐκείνου γὰρ µένοντος ἀκεραίου, καὶ τοῦτο µένει. Καὶ ἡ ψυχὴ, φησὶ, καὶ τὸ σῶµα. Οὔτε γὰρ αὐτή τι πονηρὸν δέχεται, οὔτ' ἐκεῖνο. Πιστὸς ὁ καλῶν ὑµᾶς, ὃς καὶ ποιήσει. Ὅρα τὴν ταπεινοφροσύνην· ἐπειδὴ γὰρ ηὔξατο, µὴ νοµίσητε, φησὶν, ὅτι ἀπὸ τῶν ἐµῶν εὐχῶν τοῦτο γίνεται, ἀλλ' ἐκ τῆς προθέσεως, ἧς ὑµᾶς ἐκάλεσεν. Εἰ γὰρ εἰς σωτηρίαν ἐκάλεσεν, ἀληθὴς δέ ἐστι, πάντως σώσει βουλόµενος. Ἀδελφοὶ, προσεύχεσθε καὶ περὶ ἡµῶν. Βαβαὶ, πόση ταπεινοφροσύνη! Ἀλλ' ἐκεῖνος µὲν ταπεινοφροσύνης ἕνεκεν, τοῦτο ἔλεγεν, ἡµεῖς δὲ οὐ ταπεινοφροσύνης ἕνεκεν, ἀλλ' ὠφελείας πολλῆς, καὶ µέγα τι παρ' ὑµῶν κερδᾶναι βουλόµενοι, λέγοµεν, Προσεύχεσθε καὶ περὶ ἡµῶν. Εἰ γὰρ καὶ µηδὲν ὠφελῆσθε παρ' ἡµῶν µέγα µηδὲ θαυµαστὸν, ἀλλ' ὅµως δι' αὐτὴν τὴν τιµὴν, δι' αὐτὴν τὴν προσηγορίαν. Ἔσχε τις παῖδάς ποτε, καὶ ὅµως εἰ καὶ µηδὲν ὠφέληνται παρ' αὐτοῦ, ἀλλ' ἐπειδὴ πατὴρ γέγονε, τοῦτο ἴσως προβάλλεται λέγων, Μίαν ὑµῶν ἡµέρανοὐκ ἐκλήθην πατήρ.∆ ιὰ τοῦτο καὶ ἡµεῖς λέγοµεν, Προσεύχεσθε καὶ περὶ ἡµῶν· οὐχ ἁπλῶς τοῦτο λέγων, ἀλλὰ πάνυ ἐφιέµενος τῶν ὑµετέρων εὐχῶν. Εἰ γὰρ ὑπεύθυνος ἐγενόµην τῆς πάντων ὑµῶν προστασίας, καὶ λόγους ὑπέχειν µέλλω, πολλῷ µᾶλλον ὀφείλω τῆς παρ' ὑµῶν ἀπολαύειν εὐχῆς. Αἱ εὐθῦναί µοι µείζους ἐγένοντο δι' ὑµᾶς· οὐκοῦν καὶ ἡ βοήθεια πλείων παρ' ὑµῶν. Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν ἁγίῳ φιλήµατι. Βαβαὶ τῆς θερµότητος! βαβαὶ τῆς διανοίας! Ἐπειδὴ φιλήµατι αὐτοὺς ἀσπάσασθαι οὐκ ἠδύνατο ἀπὼν, δι' ἑτέρων αὐτοὺς ἀσπάζεται· οὕτω καὶ ἡµεῖς ποιοῦµεν, ὡς ὅταν λέγωµεν, Φίλησον αὐτὸν ἀντ' ἐµοῦ. Οὕτω καὶ αὐτοὶ κατέχετε τὸ πῦρ τῆς ἀγάπης· οὐ γὰρ ἀνέχεται διαστηµάτων, ἀλλὰ καὶ διὰ µέσων τῶν ὁδῶν ἑαυτὴν ἐκτείνει, καὶ πανταχοῦ πάρεστιν. Ὁρκίζω ὑµᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς. Καὶ τοῦτο πόθου µάλιστα, οὐ διδασκαλίας τοσοῦτον· ἵνα κἀκείνοις ὦ προσδιαλεγόµενος, φησίν· Ἡ χάρις τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ µεθ' ὑµῶν. Ἀµήν. Καὶ οὐχ ἁπλῶς ἐπιτάττει, ἀλλ' ὁρκίζων, ἀπὸ θερµῆς διανοίας καὶ τοῦτο ποιῶν, ἵνα κἂν αὐτοῦ καταφρονήσωσι, διὰ τὸν ὁρκισµὸν πράξωσι τὸ ἐπιταχθέν. Μέγαν γὰρ εἶχον τότε φόβον τοῦ πράγµατος· νυνὶ δὲ καὶ τοῦτο πεπάτηται. Καὶ ἔστι πολλάκις παῖς µαστιζόµενος, καὶ ὁρκίζων τὸν Θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ, οὕτω Χριστιανὸς ἀποθάνοις, καὶ οὐδεὶς προσέχει, οὐδεὶς ἐπιστρέφεται· ἂν δὲ τὸν υἱὸν τὸν ἴδιον ὁρκίσῃ, εὐθέως καὶ ἄκων, καὶ τρίζων τοὺς ὀδόντας, ὑφίησι τοῦ θυµοῦ. Ἄλλος πάλιν ἑλκόµενος, ἀπαγόµενος ἐπὶ µέσης τῆς ἀγορᾶς, καὶ Ἑλλήνων καὶ Ἰουδαίων παρόντων, ὁρκοῖ τὸν ἀπάγοντα ὅρκους φρικωδεστάτους, καὶοὐδεὶς προσέχει. Τί οὐκ ἐροῦσιν οἱ Ἕλληνες, ὅταν πιστὸς τὸν πιστὸν καὶ Χριστιανὸν ὁρκοῖ, καὶ µηδεὶς γίνηται λόγος, ἀλλὰ καὶ καταφρονῶµεν;
11.3
Βούλεσθε ὑµῖν διηγήσωµαί τι πρᾶγµα, ὅπερ καὶ αὐτὸς ἀκήκοα; οὐδὲ γὰρ πλάττων λέγω, ἀλλὰ παρὰ προσώπου ἀξιοπίστου ἀκηκοώς. Παιδίσκη τις ἀνδρὶ πονηρῷ συνεζευγµένη, µιαρῷ, δραπέτῃ, αὕτη, πολλὰ τοῦ ἀνδρὸς ἡµαρτηκότος, καὶ µέλλοντος ἀπεµπολεῖσθαι παρὰ τῆς δεσποίνης· καὶ γὰρ µείζονα συγγνώµης ἦν τὰ ἁµαρτήµατα, καὶ χήρα ἦν ἡ γυνὴ, καὶ κολάζειν αὐτὸν λυµαινόµενον αὐτῆς τὴν οἰκίαν οὐκ ἴσχυεν, ἀλλ' ἔγνω ἀποδόσθαι· εἶτα ἀνόσιον εἶναι νοµίζουσα ἡ δέσποινα διασπάσαι τῆς γυναικὸς τὸν ἄνδρα, κατεδέξατο καὶ χρησίµην οὖσαν τὴν κόρην, ὑπὲρ τῆς ἀπαλλαγῆς τῆςἐκείνου συναπεµπολῆσαι καὶ τὴν γυναῖκα. Ὁρῶσα τοίνυν ἡ κόρη ἑαυτὴν ἐν τοῖς ἀπόροις οὖσαν, ἐλθοῦσα πρὸς αἰδέσιµον πρόσωπον καὶ σύνηθες τῇ δεσποίνῃ αὐτῆς, τὸ κἀµοὶ διηγησάµενον, καὶτῶν γονάτων ἁπτοµένη, καὶ µυρία ἀποδυροµένη, παρεκάλεσεν ὥστε τὴν αὐτῆς ἀξιῶσαι δέσποιναν ὑπὲρ αὐτῆς· καὶ πολλοὺς ἀναλώσασα λόγους, ὕστερον καὶ τοῦτο προσέθηκεν, ὡς τούτῳ πείσουσα µάλιστα, ὅρκον τινὰ φρικωδέστατον ἐπάγουσα· ὁ δὲ ὅρκος ἦν οὗτος· Οὕτω τὸν Χριστὸν ἴδοις ἐν ἡµέρᾳ κρίσεως, µὴ παρίδῃς µου τὴν ἀξίωσιν· καὶ ταῦτα εἰποῦσα ἀπῆλθεν. Ἡ δὲ παρακληθεῖσα, φροντίδος τινὸς ἐµπεσούσης βιωτικῆς, οἵα συµβαίνει ἐν ταῖς οἰκίαις, ἐπελάθετο. Εἶτα ἄφνω δείλης µεσηµβρίας εἰς µνήµην ἦλθε τοῦ φρικωδεστάτου ὅρκου, καὶ κατενύγη σφοδρῶς, καὶ ἀπελθοῦσα ἠξίωσε µετὰ πολλῆς τῆς ἐπιµελείας, καὶτὸ πρᾶγµα ἤνυσε. Καὶ κατ' ἐκείνην τὴν νύκτα ἄφνω τοὺς οὐρανοὺς εἶδεν ἀνεῳγότας, καὶ αὐτὸν τὸν Χριστόν· εἶδε δὲ, ὡς δυνατὸν γυναικὶ ἰδεῖν. Ἐπειδὴ γὰρ ὅλως ἐφρόντισε τοῦ ὁρκισµοῦ, ἐπειδὴ ἐφοβήθη, τῆς ὀπτασίας κατηξιώθη ταύτης. Ταῦτα δὲ εἶπον, ἵνα µὴ καταφρονῶµεν τῶν ὁρκισµῶν, µάλιστα ὅταν ὑπὲρ ἀγαθῶν πραγµάτων ἡµᾶς τινες παρακαλῶσιν, ὑπὲρ ἐλεηµοσύνης, ὑπὲρ φιλανθρωπίας. Νῦν δὲ κάθηνται πένητες ἐκκεκοµµένοι τοὺς πόδας, ὁρῶντές σε παρατρέχουσαν· εἶτ' ἐπειδὴ τοῖς ποσὶν ἐπακολουθῆσαι µὴ δύνανται, καθάπερ ἀγκίστρῳ τινὶ προσδοκῶσι κατέχειν τῷ φόβῳ τοῦ ὅρκου, καὶ τὰς χεῖρας ἐκτείνοντεςὁρκίζουσιν, ὥστε δοῦναι ὀβολὸν ἕνα, ἢ δύο µόνον· σὺ δὲ παρατρέχεις, τὸν∆ εσπότην ὁρκιζοµένη τὸν σόν. Καὶ ἂν µὲν κατὰ τῶν ὀφθαλµῶν ἢ τοῦ ἀνδρὸς τοῦ ἀποδηµοῦντος ὁρκίσῃ, ἢ τοῦ παιδίου, ἢ τῆς θυγατρὸς, εὐθέως εἴκεις, καὶ ἐφάλλεταί σου ἡ διάνοιακαὶ διαθερµαίνῃ· ἂν δὲ τὸν Κύριον ὁρκίσῃ, παρατρέχεις. Πολλὰς δὲ οἶδα ἐγὼ, αἳ, τὸν µὲν Χριστὸν ἀκούουσαι, παρέδραµον· εἰς δὲ κάλλος ἐπαινεθεῖσαι παρὰ τῶν προσιόντων, διεχύθησαν, ἐµαλάχθησαν, καὶ χεῖρα ὤρεξαν. Τοιγαροῦν εἰς τοῦτο τοὺς πένητας κατέστησαν τοὺς ἀθλίους, εἰς τὸ γελωτοποιεῖν. Ἐπειδὴ γὰρ τὰ σφοδρὰ ῥήµατα καὶ πικρὰ λέγοντες οὐ καθάπτονται τῆς ψυχῆς, ἐπὶ ταύτην ἔρχονται τὴν ὁδὸν, δι' ἧς µάλιστα τέρπουσι· καὶ τὸν ἐν συµφορᾷ ὄντα καὶ ὑπὸ τοῦ λιµοῦ ἀγχόµενον ἠνάγκασεν ἡ πολλὴ φαυλότης ἡµῶν κάλλους ἐγκώµια λέγειν τοὺς ἐπαιτοῦντας. Καὶ εἴθε τοῦτο µόνον, ἀλλὰ καὶ ἕτερον εἶδος τούτου χαλεπώτερον· θαυµατοποιοὺς τοὺς πένητας ἠνάγκασεν εἶναι καὶ αἰσχρολόγους καὶ γελωτοποιούς. Ὅταν γὰρ κύλικας καὶ κισσύβια καὶ ποτήρια τοῖς δακτύλοις ἐνείρων, καὶ περιτιθεὶς κυµβαλίζῃ, καὶ σύριγγα ἔχων ᾄδῃ δι' αὐτῆς τὰ ᾄσµατα τὰ αἰσχρὰκαὶ ἔρωτος γέµοντα, καὶ διὰ τῆς φωνῆς ἀναβοᾷ· εἶτα πολλοὶ περιεστήκωσι, καὶ οἱ µὲν τρύφος ἄρτου, οἱ δὲ ὀβολὸν, οἱ δὲ ἕτερόν τι παρέχωσι, καὶ κατέχωσιν ἐπὶ πολὺ, καὶ τέρπωνται καὶ ἄνδρες καὶ γυναῖκες, τί τούτου χαλεπώτερον; οὐχὶ πολλοῦ στεναγµοῦ ταῦτα ἄξια; Μικρὰ µέν ἐστι, καὶ νοµίζεται µικρά· µεγάλα δὲ ἐναποτίκτει τοῖς ἤθεσιν ἡµῶν τὰ ἁµαρτήµατα. Ὅταν γὰρ αἰσχρόν τι λεχθῇ καὶ ἡδὺ µέλος, ἐµάλαξε τὴν διάνοιαν, καὶ αὐτὴν ἐκείνην διέφθειρε τὴν ψυχήν. Καὶ ὁ µὲν τὸν Θεὸν καλῶν πένης, καὶ ἐπευχόµενος ὑµῖν µυρία ἀγαθὰ, οὐδὲ λόγου ἀξιοῦται παρ' ὑµῶν· ὁ δὲ ἀντὶ τούτων τὰ νεωτερικὰ ἐπεισάγων, θαυµάζεται. Ὃ δέ µε νῦν ἐπεισῆλθεν εἰπεῖν πρὸς ὑµᾶς, ἐκεῖνο ἐρῶ. Ποῖον δὴ τοῦτο; Ὅταν πενίᾳ καὶ νόσῳ περιβληθῇς, εἰ καὶ µηδαµόθεν ἀλλαχόθεν, ἀπὸ γοῦν τῶν ἐπαιτούντων τῶν διὰ τῶν στενωπῶν χωρούντων µάθε εὐχαριστεῖντῷ∆ εσπότῃ. Οὗτοι γὰρ πάντα τὸν βίον ἐν τῷ ἐπαιτεῖν καταναλίσκοντες, οὐ βλασφηµοῦσιν, οὐκ ἀγανακτοῦσιν οὐδὲ δυσχεραίνουσιν, ἀλλὰ πᾶσαν τὴν τῆςἐπαιτήσεως διήγησιν ἐν εὐχαριστίᾳ ποιοῦνται, µέγαν τὸν Θεὸν ποιοῦντες καὶ φιλάνθρωπον. Ὁ µὲν λιµῷ φθειρόµενος, φιλάνθρωπον καλεῖ· σὺ δὲ ὁ ἐν ἀφθονίᾳ ζῶν, ἂν µὴ τὰ πάντων λάβῃς, ὠµὸν λέγεις. Πόσῳ βελτίων ἐκεῖνος; πῶς ἡµᾶς τότε κατακρινεῖ; Κοινοὺς διδασκάλους ἡµῖν τῶν συµφορῶν καὶ παραµυθίαν ἀφῆκε διὰ τῆς οἰκουµένης ὁ Θεὸς τοὺς πένητας. Ἔπαθές τι τῶν ἀβουλήτων; ἀλλ' οὐδὲν τοιοῦτον, οἷον ἐκεῖνος. Ἐξεκόπης τὸν ὀφθαλµόν; ἀλλ' ἐκεῖνος τοὺς δύο. Ἐνόσησας νόσον µακράν; ἀλλ' ἐκεῖνος ἀνίατον ἔχει. Ἀπέβαλες τοὺς παῖδας; ἀλλ' ἐκεῖνος καὶ τὴν ὑγιείαν τοῦ οἰκείου σώµατος. Ἐζηµιώθης ζηµίαν µεγάλην; ἀλλ' οὐδέπω πρὸς τὸ ἑτέρων δεῖσθαι κατέστης. Οὐκοῦν εὐχαρίστησον τῷ Θεῷ. Ὁρᾷς ἐκείνους ἐν καµίνῳ πενίας, καὶ παρὰ πάντων µὲν αἰτοῦντας, παρ' ὀλίγων δὲ λαµβάνοντας. Ὅταν ἀποκάµῃς εὐχόµενος, καὶ µὴ λαµβάνῃς, ἐννόησον ποσάκις ἤκουσας πένητός σε καλοῦντος, καὶ οὐκ ἐπήκουσας, καὶ οὐκ ἠγανάκτησεν ἐκεῖνος, οὐδὲ ὕβρισέ σε. Καίτοι σὺ µὲν ἀπὸ ὠµότητος τοῦτο ποιεῖς, ὁ δὲ Θεὸς ἀπὸ φιλανθρωπίας καὶ τὸ µὴ ἀκούειν ποιεῖ. Εἰ τοίνυν αὐτὸς τοῦ ὁµοδούλου δι' ὠµότητα µὴ ἀκούων οὐκ ἀξιοῖς ἐγκαλεῖσθαι, τῷ δεσπότῃ τοῦ δούλου διὰ φιλανθρωπίαν οὐκ ἀκούοντι ἐγκαλεῖς; Ὁρᾷς πόσον τὸ ἄνισον; πόσον τὸ ἄδικον;
11.4
Ταῦτα ἐννοῶµεν διαπαντὸς, τοὺς κατωτέρους, τοὺς ἐν µείζοσι συµφοραῖς, καὶ οὕτω δυνησόµεθα εὐχαριστεῖν τῷ Θεῷ. Πολλῶν ὁ βίος γέµει τοιούτων ὑποδειγµάτων· ἔχει δὲ διδασκαλίαν οὐ µικρὰν ὁ νήφων καὶ βουλόµενος προσέχειν καὶ ἀπὸ τῶν εὐκτηρίων οἴκων.∆ ιὰ τοῦτο γὰρ καὶ ἐν ταῖς ἐκκλησίαις, καὶ ἐν τοῖς µαρτυρίοις προκάθηνται τῶν προπυλαίων οἱ πένητες, ὥστε ἡµᾶς ἐκ τῆς τούτων θέας πολλὴν δέχεσθαιτὴν ὠφέλειαν. Ἐννόησον γὰρ ὅτι εἰς µὲν βασίλεια τὰ ἐπὶ γῆς εἰσερχοµένων ἡµῶν, οὐδὲν τοιοῦτον ἔστιν ἰδεῖν· ἀλλὰ ἄνδρες καὶ σεµνοὶ, καὶ λαµπροὶ, καὶ πλουτοῦντες, καὶ συνετοὶ, πανταχοῦ διατρέχουσιν, εἰς δὲ τὰ ὄντως βασίλεια, τὴν ἐκκλησίαν λέγω, καὶτοὺς εὐκτηρίους οἴκους τῶν µαρτύρων, δαιµονῶντες, ἀνάπηροι, πένητες, γέροντες, τυφλοὶ, διεστραµµένοι τὰ µέλη. Τί δήποτε; Ἵνα σὺ παιδεύῃ διὰ τῆς τούτων θέας, πρῶτον µὲν ἵνα, εἴ τινα τῦφον ἔξωθεν ἐπισυρόµενος εἰσέλθῃς, εἰς ἐκείνους βλέψας, καὶ ἀποθέµενος τὸν ὄγκον, καὶ συντρίψας τὴν καρδίαν, οὕτως εἰσέλθῃς, καὶ τῶν λεγοµένων ἀκούσῃς( οὐ γὰρ ἔστι µετὰ τύφου προσευχόµενον ἀκούεσθαι)· ἵν', ὅταν γέροντα ἴδῃς, µὴ ἐπὶ νεότητι µέγα φρονῇς· καὶ γὰρ οὗτοι οἱ γέροντες νέοι ἐγένοντο· ἵν', ὅταν ἐπὶ στρατείᾳ καὶ δυναστείᾳ βασιλικῇ µέγα κοµπάζῃς, ἐννοήσῃς ὅτι ἐκ τούτων εἰσὶ καὶ οἱ λαµπροὶ γενόµενοι ἐν ταῖς βασιλικαῖς αὐλαῖς· ἵν', ὅταν ἐπὶ ὑγείᾳ σώµατος θαῤῥῇς, τούτοις προσέχων καταστείλῃς σου τὸ φρόνηµα. Καὶ γὰρ ἐνταῦθα συνεχῶς εἰσιὼν, ὁ µὲν ὑγιαίνων οὐ µέγα φρονήσει ἐπὶ ὑγείᾳ σώµατος· ὁ δὲ κάµνων, λήψεται παραµυθίαν οὐ τὴν τυχοῦσαν. Οὐ διὰ τοῦτο δὲ µόνον ἐνταῦθα παρακάθηνται, ἀλλ' ἵνα σε καὶ ἐλεήµονα ποιήσωσι, καὶ πρὸς ἔλεον ἐπικαµφθῇς, ἵνα θαυµάσῃς τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Εἰ γὰρ ὁ Θεὸς οὐκ ἐπαισχύνεται αὐτοὺς, ἀλλ' ἐν τοῖς προπυλαίοις αὐτοῦ ἔστησε, πολλῷ µᾶλλον σύ· ἵνα µὴ µέγα φρονῇς ἐπὶ τοῖς βασιλείοις τοῖς ἐπὶ τῆς γῆς. Μὴ τοίνυν ἐπαισχύνου παρὰ πένητος καλούµενος· κἂν προσέλθῃ, κἂν τὰ γόνατα κατέχῃ, µὴ ἀποσείσῃ· κύνες γάρ εἰσιν οὗτοί τινες θαυµαστοὶ τῶν αὐλῶν τῶν βασιλικῶν. Οὐ γὰρ ἀτιµάζων αὐτοὺς κύνας ἐκάλεσα, µὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα ἐπαινῶν· τὴν αὐλὴν φυλάττουσι τὴν βασιλικήν· θρέψον τοίνυν αὐτούς· ἡ γὰρ τιµὴ εἰς τὸν βασιλέα ἀναβαίνει. Ἐκεῖ πάντα τῦφος, ἐν τοῖς βασιλείοις λέγω τοῖς ἐπὶ τῆς γῆς, ἐνταῦθα πάντα ταπεινοφροσύνη. Ὅτι οὐδὲν τὰ ἀνθρώπινα ἀπ' αὐτῶν µάλιστα τῶν προπυλαίων µανθάνεις· ὅτι οὐ τέρπεται πλούτῳ Θεὸς, ἀπ' αὐτῶν τῶν προκαθηµένων διδάσκῃ. Ἡ γὰρ τούτων καθέδρα καὶ ἡ συλλογὴ µονονουχὶ παραίνεσίς ἐστι, πρὸς τὴν τῶν ἁπάντων ἀνθρώπων φύσιν φωνὴν ἀφιεῖσα λαµπρὰν, καὶ λέγουσα, ὅτιοὐδὲν τὰ ἀνθρώπινα πράγµατα, ὅτι σκιὰ καὶ καπνός. Εἰ καλὸν ἦν ὁ πλοῦτος, οὐκ ἂν πένητας προεκάθισεν ὁ Θεὸς τῶν οἰκείων προθύρων. Εἰ δὲ προσίεται καὶ πλουτοῦντας, µὴ θαυµάσῃς· οὐ γὰρ διὰ τοῦτο προσίεται, ἵνα µένωσι πλουτοῦντες, ἀλλ' ἵνα ἀπαλλαγῶσι τοῦ ὄγκου· ἄκουσον γὰρ τί φησιν αὐτοῖς ὁ Χριστός· Οὐ δύνασθε Θεῷ δουλεύειν, καὶ µαµωνᾷ· καὶ πάλιν,∆ υσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Εὐκοπώτερόν ἐστι κάµηλον διὰ ῥαφίδος τρυπήµατος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.∆ ιὰ ταῦτα δέχεται τοὺς πλουσίους, ἵνα ταῦτα ἀκούσωσι τὰ ῥήµατα, ἵνα τὸν αἰώνιον ποθήσωσι πλοῦτον, ἵνα ἐπιθυµήσωσι τῶν ἐν τοῖς οὐρανοῖς. Καὶ τί θαυµάζεις εἰ εἰς τὰ πρόθυρα αὐτοῦ οὐκ ἀπαξιοῖ τοὺς τοιούτους καθίζειν; ἐπὶ γὰρ τὴν τράπεζαν αὐτοῦ τὴν πνευµατικὴν οὐκ ἀπαξιοῖ καλεῖν αὐτοὺς, καὶ µεταδοῦναι τῆς εὐωχίας ἐκείνης· ἀλλ' ὁ κυλλὸς καὶ ἀνάπηρος, ὁ γέρων καὶ ῥάκια ἠµφιεσµένος καὶ ῥύπον καὶ κόρυζαν ἔχων, ἅµα τῷ νέῳ τῷ καλῷ, καὶ αὐτῷ τῷ τὴν ἁλουργίδα περικειµένῳκαὶ τὸ διάδηµα ἐπὶ τῆς κεφαλῆς ἔχοντι, ἔρχεται τῆς τραπέζης µεθέξων, καὶ ἀξιοῦται τῆς εὐωχίας τῆς πνευµατικῆς, καὶ τῶν αὐτῶν ἑκάτεροι ἀπολαύουσι, καὶοὐδεµία ἐστὶ διαφορά.
11.5
Εἶθ' ὁ µὲν Χριστὸς οὐκ ἀπαξιοῖ εἰς τὴν τράπεζαν αὐτοὺς καλεῖν µετὰ τοῦ βασιλέως· ὁµοῦ γὰρ ἀµφότεροι καλοῦνται· σὺ δὲ ἴσως ἀπαξιοῖς καὶ ὀφθῆναι, διδοὺς πένησιν, ἢ καὶ προσδιαλεγόµενος; Βαβαὶ τῆς ἀπονοίας καὶ τοῦ τύφου! Ὅρα µὴ τὰ αὐτὰ πάθωµεν τῷ ποτε πλουσίῳ. Ἀπηξίου ἐκεῖνος κἂν ἰδεῖν τὸν Λάζαρον, καὶ ὀροφῆς αὐτῷ οὐ µετέδωκεν οὐδὲ στέγης, ἀλλ' ἦν ἔξω παρὰ τὸν πυλῶνα ἐῤῥιµµένος, ἀλλ' οὐδὲ ῥηµάτωνἠξιώθη τῶν παρ' ἐκείνου. Ἀλλ' ὅρα πῶς ἐν ἀνάγκῃ καὶ χρείᾳ καταστὰς αὐτοῦ τῆς βοηθείας, ἀπέτυχεν. Εἰ γὰρ οὓς ὁ Χριστὸς οὐκ ἐπαισχύνεται, τούτους ἡµεῖς ἐπαισχυνόµεθα, τὸν Χριστὸν ἐπαισχυνόµε θα, τοὺς φίλους αὐτοῦ ἐπαισχυνόµενοι. Πεπληρώσθω σου ἡ τράπεζα χωλῶν, ἀναπήρων· διὰ τούτων παραγίνεται ὁ Χριστὸς, οὐ διὰ τῶν πλουτούντων. Τάχα γελᾷς ἀκούων. Οὐκοῦν ἵνα µὴ νοµίσῃς ὅτι ἐµὸν τὸ ῥῆµα, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος, ἵνα µὴ γελάσῃς, ἀλλ' ἵνα φρίξῃς· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, φησὶ, µὴ φώνει τοὺς φίλους σου, µηδὲ τοὺς ἀδελφούς σου, µηδὲ τοὺς συγγενεῖς σου, µήτε γείτονας πλουσίους, µήποτεκαὶ αὐτοὶ ἀντικαλέσωσί σε, καὶ γένηταί σοι ἀνταπόδοµα· ἀλλ' ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, τυφλοὺς, καὶ µακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Καὶ δόξα δὲ µείζων ἐνταῦθα γίνεται, εἴ γε ταύτης ἐρᾷς. Ἐξ ἐκείνων µὲν γὰρ φθόνος καὶ βασκανίαι καὶ κατηγορίαι καὶ λοιδορίαι, καὶ πολὺς ὁ φόβος µή τι παρὰ τὸ δέον γένηται· καὶ ὡς οἰκέτης δεσπότῃ, οὕτω παρέστηκας, ἂν µείζους οἱ καλούµενοι ὦσι, δεδοικὼς τὴν παρ' αὐτῶν µέµψιν καὶ τὰ στόµατα· ἐπὶ δὲ τούτων οὐδὲν τοιοῦτον, ἀλλ' ἅπερ ἂν αὐτοῖς ἐνέγκῃς, µεθ' ἡδονῆς πάντα δέχονται· καὶ πολὺς ἐντεῦθεν ὁ κρότος, λαµπροτέρα ἡ δόξα, µεῖζον τὸ θαῦµα. Οὐχ οὕτω κροτοῦσιν ἐκείνους ὡς τούτους ἅπαντες οἱ ἀκούοντες. Εἰ δὲ ἀπιστεῖς, πείρασον σὺ ὁ πλουτῶν, ὁ στρατηγοὺς καὶ ἡγεµόνας καλῶν· κάλεσον καὶ πένητας, καὶ ἀπὸ τούτων τὴν τράπεζαν πλήρωσον, ἂν µὴ παρὰ πάντων κροτηθῇς, ἂν µὴ παρὰ πάντων φιληθῇς, ἂν µὴ πάντες ὡςπατέρα ἕξωσιν. Ἐκείνων µὲν γὰρ τῶν δείπνων κέρδος οὐδὲν, ὑπὲρ τούτων δὲ οὐρανὸς ἀπόκειται, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.