Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Thessalonians
John ChrysostomHom. 1 Thess. 2 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
2.0
Ἀφ' ὑµῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ µόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑµῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε µὴ χρείαν ἡµᾶς ἔχειν λαλεῖν τι. Αὐτοὶ γὰρ περὶ ἡµῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔχοµεν πρὸς ὑµᾶς, καὶ πῶς ἐπεστρέ ψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δου λεύειν Θεῷ ζῶντικαὶ ἀληθινῷ, καὶ ἀναµένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόµενον ἡµᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχοµένης.
2.1
Καθάπερ µύρον εὐῶδες τὴν εὐωδίαν οὐκ ἐν ἑαυτῷ συγκλεῖσαν ἔχει, ἀλλὰ πόῤῥωθεν ἀφίησι, καὶ τὸν ἀέρα ἀναχρῶσαν τῆς ὀσµῆς, οὕτως ἐνίησι καὶ ταῖςτῶν πλησίων αἰσθήσεσιν· οὕτω δὴ καὶ οἱ γενναῖοι καὶ θαυµαστοὶ ἄνδρες οὐκ ἐν ἑαυτοῖς τὴν ἀρετὴν συγκλείσαντες ἔχουσιν, ἀλλὰ πολλοὺς διὰ τῆς φήµης αὐτῶν ὠφελοῦσι καὶἀµείνους ἐργάζονται. Ὅπερ οὖν καὶ τότε γεγένηται.∆ ιὰ τοῦτο ἔλεγεν· Ὥστε ὑµᾶς τύπους γενέσθαι πᾶσι τοῖς πιστεύουσιν ἐν Ἀχαΐᾳ καὶ τῇ Μακεδονίᾳ. Ἀφ' ὑµῶν γὰρ, φησὶν, ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ µόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑµῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε. Τῆς µὲν οὖν παιδεύσεως τοὺς πλησίον πάντας ἐνεπλήσατε, φησὶ, τοῦ δὲ θαύµατος τὴν οἰκουµένην· τὸ γὰρ, Ἐν παντὶ τόπῳ, τοῦτό ἐστι. Καὶ οὐκ εἶπε·∆ ιατεθρύλληται ἡ πίστις ὑµῶν, ἀλλ', Ἐξήχηται· δηλῶν ὅτι ὥσπερ σάλπιγγος λαµπρὸν ἠχούσης ὁ πλησίον ἅπας πληροῦται τόπος, οὕτω τῆς ὑµετέρας ἀνδρείας ἡ φήµη, καθάπερ ἐκείνη σαλπίζουσα, ἱκανὴ τὴν οἰκουµένην ἐµπλῆσαι, καὶ πᾶσι τοῖς πανταχοῦ µετὰ τῆς ἴσης ἠχῆς προσπεσεῖν. Τὰ γὰρ µεγάλα τῶν πραγµάτων ἔνθα µὲν ἂν γένηται, λαµπρότερον ᾄδεται, πόῤῥω δὲ ᾄδεται µὲν, οὐχ οὕτω δέ· ἀφ' ὑµῶν δὲ οὖν οὐχ οὕτως, ἀλλ' ἠχὴ εὔσηµος πανταχοῦ τῆς γῆς ἐξελήλυθε. Καὶ µή τις ὑπερβολῆς εἶναι νοµίσῃ τὰ ῥήµατα· καὶ γὰρ τοῦτο τὸ ἔθνος τὸ τῶν Μακεδόνων πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐπίσηµον ἦν, καὶ πανταχοῦ ᾔδετο Ῥωµαίων µᾶλλον· καὶ Ῥωµαῖοι διὰ τοῦτο θαυµαστοὶ, ὅτι τούτους εἷλον. Ἃ γὰρ ὁ Μακεδόνων βασιλεὺς εἰργάσατο, πάντα ὑπερέβαινε λόγον, ἀπὸ µικρᾶς µὲν ὁρµηθεὶς πόλεως, τὴν δὲ οἰκουµένην καταλαβών.∆ ιὰ τοῦτο καὶ πτηνὴν Πάρδαλιν αὐτὸν ὁρᾷ ὁ προφήτης, τὸ τάχος καὶ τὸ σφοδρὸν καὶ τὸ πυρῶδες καὶ τὸ ἄφνω που διαπτῆναι τὴν οἰκουµένην µετὰτροπαίων καὶ νίκης δηλῶν. Λέγουσι, δὲ, ὅτι καὶ φιλοσόφου τινὸς ἀκούσας λέγοντος, ὅτι ἄπειροι κόσµοι εἰσὶ, πικρὸν ἐστέναξεν, εἴ γε ἀπείρων ὄντων, µηδὲ ἑνός που κεκράτηκεν· οὕτως ἦν µεγαλόφρων καὶ µεγαλόψυχος, καὶ πανταχοῦ τῆς οἰκουµένης ᾔδετο. Τῇ γοῦν τοῦ βασιλέως φήµῃ συνανῄει καὶ ἡ τοῦ ἔθνους δόξα· Ἀλέξανδρος γὰρ ὁ Μακεδὼν ἐλέγετο· ὥστε διαβοωµένου ἐκείνου, εἰκότως καὶ τὰ ἐκεῖ γενόµενα πανταχοῦ ᾄδεσθαι· τῶν γὰρ ἐπισήµων οὐδὲν δύναται λαθεῖν. Οὐχ ἧττον οὖν τῶν Ῥωµαίων τὰ Μακεδόνων ἦν. Ἡ πίστις ὑµῶν ἡ πρὸς Θεὸν, φησὶν, ἐξελήλυθεν. Ὅρα πῶς ὡς περὶ ἐµψύχου διαλεγόµενος τὸ, Ἐξελήλυθε, τέθεικε· τοῦτο δὲ καὶ ἀπὸ τῆς σφοδρότητος αὐτῶν γέγονεν. Εἶτα δηλῶν ὅτι οὕτω τὴν πίστιν αὐτῶν σφοδρὰν καὶ ἐνεργῆ ἐπεδείξαντο, ἐπάγει· Ὥστε µὴ χρείαν ἡµᾶς ἔχειν λαλεῖν τι. Αὐτοὶ γὰρ περὶ ἡµῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχοµεν πρὸς ὑµᾶς. Οὐ περιµένουσιν ἀκοῦσαι περὶ ὑµῶν, ἀλλὰ τοὺς παρόντας καὶ τεθεαµένους τὰ ὑµέτερα κατορθώµατα, οἱ µὴ παρόντες, µηδὲ τεθεαµένοι παραλαµβάνουσιν· οὕτω δήλη πανταχοῦ γέγονε ταῖς ἀκοαῖς. Οὐκοῦν οὐ δεησόµεθα τὰ ὑµέτερα διηγούµενοι, εἰς ζῆλον αὐτοὺς ἀγαγεῖν τὸν ἴσον· ἃ γὰρ αὐτοὺς ἐχρῆν παρ' ἡµῶν ἀκούειν, ταῦτα αὐτοὶ προλαβόντες λέγουσι. Καίτοι γε πολλαχοῦ ἐπὶ τῶν τοιούτων φθόνος ἐστίν· ἀλλ' ἡ ὑπερβολὴ καὶ τοῦτον ἐνίκησε, καὶ αὐτοὶ κήρυκές εἰσι τῶν ὑµετέρων ἄθλων. Καίτοι γε ἀπολιµπανόµενοι, οὐδὲ οὕτω σιγῶσιν, ἀλλὰ προφθάνουσι. Τοιούτοις δὲ οὖσιν οὐκ ἔστιν ἡµῖν λέγουσιν ἀπιστῆσαι. Τί ἐστιν, Ὁποίαν εἴσοδον ἔσχοµεν πρὸς ὑµᾶς; Ὅτι κινδύνων ἔγεµεν, ὅτι θανάτων µυρίων, ὅτι τούτων οὐδὲν ὑµᾶς ἐτάραττεν· ἀλλ', ὡς οὐδενὸς γενοµένου, οὕτως ἡµῶν εἴχεσθε· ὡς οὐδὲν παθόντες κακὸν, ἀλλ' ὡς µυρίων ἀπολαύσαντες ἀγαθῶν, οὕτως ἡµᾶς ἐδέξασθε µετὰ ταῦτα.∆ ευτέρα γὰρ ἦν εἴσοδος αὕτη. Οἷον ἀπῆλθον εἰς Βέῤῥοιαν, ἐδιώχθησαν· καὶ µετὰ ταῦτα ἐλθόντας αὐτοὺς οὕτως ἐδέξαντο, ὡς τιµηθῆναι καὶ παρ' αὐτῶν, ὥστε καὶ τὴν ψυχὴν αὑτῶν ὑπὲρ αὐτῶν ἔθηκαν. Τὸ οὖν, Ὁποίαν εἴσοδον ἔσχοµεν, συµπεπλεγµένον ἐστι· καὶ τούτων γὰρ, καὶ αὐτῶν ἔχει ἐγκώµιον· ἀλλ' αὐτὸς τοῦτο ἔτρεψεν εἰς τὸ αὐτῶν. Καὶ πῶς ἐπεστρέψατε, φησὶ, πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ· Τουτέστιν, ὅτι εὐκόλως, ὅτι µετὰ πολλῆς τῆς σφοδρότητος, ὅτι οὐκ ἐδεήθητε πολλῆς πραγµατείας εἰς τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ. Ἐνταῦθα καὶ παραίνεσιν εἰσήγαγεν, ὅπερ ἐστὶν ἀνεπαχθέστερον τὸν λόγον ποιοῦντος. Καὶ ἀναµένειν, φησὶ, τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόµενον ἡµᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχοµένης. Καὶ ἀναµένειν, φησὶ, τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, τὸν ἐσταυρωµένον, τὸν ταφέντα· διὸ καὶ τοῦτο δηλῶν ἐπάγει, Ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν. Εἶδες ὁµοῦ πάντα, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάληψιν, καὶ τὴν δευτέραν παρουσίαν, τὴν κρίσιν, τὴν τῶν δικαίων ἀνταπόδοσιν, τὴν τῶν πονηρῶν τιµωρίαν; Ἰησοῦν τὸν ῥυόµενον ἡµᾶς, φησὶν, ἀπὸ τῆς ὀργῆς τῆς ἐρχοµένης. Τοῦτο καὶ παραµυθία, καὶ παράκλησις, καὶ προτροπὴ ἐκείνων. Εἰ γὰρ ἤγειρεν ἐκ τῶν νεκρῶν, καὶ ἐν οὐρανῷ ἐστι, καὶ ἐκεῖθεν ἐλεύσεται( τοῦτο δὲ οὕτως ἔχειν ἐπιστεύσατε· οὐ γὰρ ἂν, εἰ µὴ ἐπιστεύσατε, τοσαῦτα ἐπάθετε)· ἱκανὴ παραµυθία καὶ ταῦτα. Εἰ δὲ καὶ δώσουσι πάντως οὗτοι δίκην, ὅπερ οὖν καὶ ἐν τῇ δευτέρᾳ ἐπιστολῇ φησιν, ἑτέραν καὶ ὑµεῖς ἕξετε παραµυθίαν οὐ µικράν. Ἄλλως δὲ καὶ ἀναµένειν εἶπε τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, δηλῶν ὅτι τὰ µὲν δεινὰ ἐν χερσὶ, τὰ δὲ χρηστὰ ἐν µελλήσει, ὅταν ὁ Χριστὸς ἀπὸ τῶνοὐρανῶν ἔλθῃ. Ὅρα πόσης δεῖται ἐλπίδος, ὅτι ὁ σταυρωθεὶς ἠγέρθη, ὅτι ἀνελήφθη εἰς τοὺς οὐρανοὺς, ὅτι ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς, Αὐτοὶ γὰροἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡµῶν τὴν πρὸς ὑµᾶς, ὅτι οὐ κενὴ γέγονεν, ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάµεθα ἐν τῷΘεῷ ἡµῶν λαλῆσαι πρὸς ὑµᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.
2.2
Μεγάλα µὲν καὶ τὰ ὑµέτερα πλὴν ἀλλ' οὐδὲ ἡµεῖς ἀνθρωπίνῳ λόγῳ ἐχρησάµεθα. Ἀλλ' ὅπερ ἄνω φησὶ, τοῦτο καὶ ἐνταῦθα, ὅτι ἀµφοτέρωθεν δείκνυται τὸ κήρυγµα οἷόν ἐστιν, ἀπό τε τῶν σηµείων, ἀπό τε τῆς τῶν κηρυττόντωνπροαιρέσεως, ἀπό τε τῆς τῶν δεχοµένων θερµότητος καὶ σπουδῆς. Αὐτοὶ γὰρ οἴδατε, φησὶ, τὴν εἴσοδον ἡµῶν τὴν πρὸς ὑµᾶς, ὅτι οὐ κενὴ γέγονε· τουτέστιν, ὅτι οὐκ ἀνθρωπίνη, οὐδὲ ἡ τυχοῦσα. Ἀπὸ γὰρ κινδύνων ὄντες µεγάλων καὶ θανάτων καὶ πληγῶν, εὐθέως εἰς κινδύνους ἐνεπέσοµεν. Ἀλλὰ προπαθόντες, φησὶ, καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάµεθα ἐν τῷ Θεῷ ἡµῶν. Ὁρᾷς πῶς πάλιν τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ; Λαλῆσαι πρὸς ὑµᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. Οὐκ ἔστι, φησὶν, εἰπεῖν, ὅτι ἐκεῖ µὲν ἐκινδυνεύσαµεν, ἐνταῦθα δὲ οὔ· ἴστε καὶ ὑµεῖς ὅσος ὁ κίνδυνος, καὶ µεθ' ὅσης ἀγωνίας ἐγενόµεθα πρὸς ὑµᾶς. Ὅπερ καὶ πρὸς Κορινθίους φησὶ γράφων, ὅτι Ἐν ἀσθενείᾳ καὶ ἐν πόνῳ καὶ ἐν φόβῳ καὶ ἐν τρόµῳ πολλῷ ἐγενόµην πρὸς ὑµᾶς. Ἡ γὰρ παράκλησις ἡµῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ· ἀλλὰ καθὼς δεδοκιµάσµεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτω λαλοῦµεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιµάζοντιτὰς καρδίας ἡµῶν. Ὁρᾷς ὅτι ὅπερ ἔφην, ἀπὸ τῆς ἐνστάσεως αὐτῶν ποιεῖται τεκµήριον τοῦ θεῖον εἶναι τὸ κήρυγµα; Οὐ γὰρ ἂν, εἰ µὴ τοῦτο ἦν, εἰ ἀπάτη ἦν, τοσούτους κινδύνους ὑπεµείναµεν ἂν, οὐδὲ ἀναπνεῦσαι διδόντας ἡµῖν. Τί ποτ' οὖν ἐστιν; Εἰ µή τι τῶν µελλόντων διήγειρεν ἡµᾶς, εἰ µὴ ἐπεπείσµεθα ὅτι ἐλπίς ἐστιν ἀγαθὴ, οὐκ ἂν προθυµότεροι πάσχοντες διεκείµεθα. Τίς γὰρ ἂν ἕλοιτο ὑπὲρ τῶν ἐνταῦθα τοσαῦτα ὑποµένειν, καὶ βίον ἐναγώνιον ζῇν, καὶ κινδύνων γέµοντα; τίνα γὰρ ἂν πείσαιεν; αὐτὰ γὰρ ταῦτα οὐχ ἱκανὰ θορυβῆσαι τοὺς µαθητὰς, ὅταν τοὺς διδασκάλους ὁρῶσιν ἐν κινδύνοις; Ἀλλ' οὐχ ὑµεῖς τοῦτο πεπόνθατε· Ἡ γὰρ παράκλησις ἡµῶν, τουτέστιν, ἡ διδαχὴ, οὐκ ἐκ πλάνης. Οὐκ ἔστι δόλος, φησὶ, τὸ πρᾶγµα, οὐδὲ ἀπάτη, ἵνα ἐνδῶµεν· οὐκ ἔστιν ὑπὲρ µυσαρῶν πραγµάτων, οἷον γοήτων καὶ µάγων· τοῦτο γὰρ τὸ, Ἐξ ἀκαθαρσίας· οὔτε ἐν δόλῳ, οὔτε ἐν ἐπιστάσει τινὶ, ὅπερ ὁ Θευδᾶς ἐποίησεν· Ἀλλὰ καθὼς δεδοκιµάσµεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτω λαλοῦµεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ. Ὁρᾷς, ὅτι οὐκ ἔστι κενοδοξία; Ἀλλὰ τῷ Θεῷ, φησὶ, τῷ δοκιµάζοντι τὰς καρδίας ἡµῶν. Οὐδὲν πρὸς ἀρέσκειαν ἀνθρώπων πράττοµεν, φησί· τίνος γὰρ ἕνεκεν ταῦτα ἂν ἐπράξαµεν; Ἔπειτα ἐπαινέσας αὐτοὺς, τῷ λέγειν, Οὐχ ὡς ἀνθρώποις θέλοντες ἀρέσαι, οὔτε τὰς παρὰ ἀνθρώπων ἐπιζητοῦντες τιµὰς, ἐπήγαγεν· Ἀλλὰ καθὼς δεδοκιµάσµεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον. Ὡς εἰ ἔλεγεν· Εἰ µὴ εἶδε παντὸς ἀπηλλαγµένους βιωτικοῦ, οὐκ ἂν ἡµᾶς εἵλετο· καθὼς οὖν ἐδοκίµασε, τοιοῦτοι καὶ µένοµεν.∆ εδο κιµάσµεθα, φησὶν, ὑπὸ τοῦ Θεοῦ· τουτέστιν, ἡµᾶς ἐδοκίµασε καὶ ἐνεπίστευσε τὸ Εὐαγγέλιον. Ὡς οὖν δόκιµοι ἐφάνηµεν τῷ Θεῷ, οὕτω καὶ µένοµεν. Ταύτης τῆς ἀρετῆς τεκµήριον τὸ πιστευθῆναι τὸ Εὐαγγέλιον· οὐκ ἂν δὲ, εἴ τι φαῦλον ἐν ἡµῖν ἦν, ὁ Θεὸς ἡµᾶς ἐδοκίµασε. Τὸ δὲ, Ἐδοκίµασεν, ἐνταῦθα ἀντὶ τοῦ, Εὗρε δοκίµους καὶ ἐπίστευσεν, οὐχὶ ἐρευνῆσαί ἐστιν· ἡµεῖς µὲν γὰρ ἀπὸ τοῦ δοκιµάσαι πράττοµεν, αὐτὸς δὲ χωρὶς δοκιµῆς. Οὐκοῦν οὕτω λαλοῦµεν, ὥσπερ εἰκὸς τοὺς ὑπὸ τοῦ Θεοῦ δοκιµασθέντας καὶ πιστευθέντας ἀξίους εἶναι τοῦ Εὐαγγελίου· καὶ, Λαλοῦµεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες· τουτέστιν, οὐ δι' ὑµᾶς ταῦτα πάντα ποιοῦµεν. Ἐπειδὴ προλαβὼν αὐτοὺς ἐπῄνεσεν, ἵνα µὴ εἰς ὑποψίαν ἀγάγῃ τὸν λόγον, φησίν· Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθηµεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, ὁ Θεὸς µάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτεἀφ' ὑµῶν οὔτε ἀπ' ἄλλων, δυνάµενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθηµεν, φησί· τουτέστιν, Οὐκ ἐκολακεύσαµεν, ὅπερ ἐστὶ τῶν ἀπατώντων, τῶν βουλοµένων κατασχεῖν καὶ κρατῆσαι. Οὐκ ἔστιν εἰπεῖν ὅτι ἐκολακεύσαµεν, ἵνα κρατήσωµεν, οὐδὲ ὅτι χρηµάτων ἕνεκεν ἐπὶ τοῦτο ἥκοµεν. Τούτου λοιπὸν, ὅπερ ἦν δῆλον, αὐτοὺς καλεῖ µάρτυρας· Εἰ ἐκολακεύσαµεν, ὑµεῖς οἴδατε, φησίν· ὅπερ δὲ ἄδηλον ἦν, τὸ, εἰ τρόπῳ πλεονεξίας, Θεὸν καλεῖ µάρτυρα. Οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑµῶν οὔτε ἀπ' ἄλλων, δυνάµενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι· τουτέστιν, οὔτε τιµὰς ἐπιζητοῦντες, καὶ κοµπάζοντες, καὶ δορυφορούµενοι. Καίτοι εἰ καὶ τοῦτο εἰργασάµεθα, οὐδὲν ἀλλότριον ἐποιοῦµεν· εἰ γὰρ παρὰ βασιλέων ἀποστελλόµενοί τινες ὅµως εἰσὶν ἐν τιµῇ, πολλῷ µᾶλλον ἡµεῖς. Καὶ οὐκ εἶπεν, ὅτι Ἠτιµάσθηµεν, οὐδὲ ὅτι Οὐκ ἀπελαύσαµεν τιµῆς, ὅπερ ἦν ὀνειδίζοντος αὐτούς· ἀλλ', Οὐκ ἐζητήσαµεν. Οἱ τοίνυν, ἐξὸν ζητῆσαι, µὴ ζητήσαντες, καὶ τοῦ κηρύγµατος τοῦτο ἀπαιτοῦντος, πῶς δόξης ἕνεκέν τι πράττοµεν; Καίτοι γε εἰ καὶ ἐζητήσαµεν, οὐδὲ οὕτως ἦν ἔγκληµα· εἰκὸς γὰρ τοὺς παρὰ Θεοῦ πρὸς ἀνθρώπους ἀποσταλέντας, ὡσανεὶ ἀπὸ τοῦ οὐρανοῦ νῦν ἥκοντας πρέσβεις, πολλῆς ἀπολαῦσαι τιµῆς. Ἀλλ' ἐκ περιουσίας ἡµεῖς οὐδὲν τούτων πράττοµεν, ἵνα τὰ τῶν ἐναντίων ἐµφράξωµεν στόµατα.
2.3
Καὶ οὐκ ἔνι εἰπεῖν ὅτι πρὸς µὲν ὑµᾶς οὕτω, πρὸς δὲ ἑτέρους οὐχ οὕτως. οὕτω γὰρ καὶ Κορινθίοις γράφων ἔλεγεν· Ἀνέχεσθε γὰρ, εἴ τις ὑµᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαµβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ὑµᾶς εἰς πρόσωπον δέρει· καὶ πάλιν, Ἡ δὲ παρουσία τοῦ σώµατος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενηµένος· καὶ πάλιν, Χαρίσασθέ µοι τὴν ἀδικίαν ταύτην.∆ είκνυσι γὰρ κἀκεῖ, ὅτι σφόδρα ταπεινὸς ἦν ἀπὸ τοῦ τοσαῦτα παθεῖν. Ἐνταῦθα δὲ καὶ περὶ χρηµάτων φησὶ τό·∆ υνάµενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι. Ἀλλ' ἐγενήθηµεν ἤπιοι ἐν µέσῳ ὑµῶν. ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱµειρόµενοι ὑµῶν, εὐδοκοῦµεν µεταδοῦναι ὑµῖν, οὐ µόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶνψυχὰς, διότι ἀγαπητοὶ ἡµῖν ἐγενήθητε. Ἀλλ' ἐγενήθηµεν, φησὶν, ἤπιοι· τουτέστιν, Οὐδὲν φορτικὸν οὐδὲ ἐπαχθὲς οὐδὲ βαρὺ οὐδὲ κόµπον ἔχον ἀπεδειξάµεθα. Καὶ τὸ, Ἐν µέσῳ ὑµῶν, τοιοῦτόν ἐστιν, ὡς ἂν εἴποι τις, ἐξ ὑµῶν, οὐχὶ τὴν ἄνω λαβόντες λῆξιν. Ὡς ἐὰν τροφὸς, φησὶ, θάλπῃ τὰ ἑαυτῆς τέκνα. Οὕτω δεῖ τὸν διδάσκαλον εἶναι. Μὴ ἡ τροφὸς κολακεύει, ἵνα δόξης τύχῃ; µὴ χρήµατα αἰτεῖ παρὰ τῶν παίδων τῶν µικρῶν; µὴ βαρεῖα αὐτοῖς ἐστι καὶ φορτική; οὐχὶ µᾶλλον τῶν µητέρων εἰσὶ προσηνεῖς; Ἐνταῦθα τὴν φιλοστοργίαν δείκνυσιν. Οὕτω, φησὶν, ἱµειρόµενοι ὑµῶν, τουτέστιν, ἐπιθυµοῦντες· οὕτως ὑµῖν προσδεδέµεθα, φησὶν, ὅτι οὐ µόνον οὐδὲν λαµβάνωµεν, ἀλλ' εἰ δεῖ καὶ τὰς ψυχὰς µεταδοῦναι, οὐκ ἂν παρῃτησάµεθα. Τοῦτο οὖν, εἰπέ µοι, ἀνθρωπίνης διανοίας; καὶ τίς οὕτως ἀνόητος, ὡς τοῦτο εἰπεῖν; Εὐδοκοῦµεν, φησὶ, µεταδοῦναι ὑµῖν, οὐ µόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. Ὥστε τοῦτο µεῖζον ἐκείνου. Καὶ τί τὸ κέρδος; Ἀπὸ µὲν γὰρ τοῦ Εὐαγγελίου, κέρδος· τὸ δὲ τὴν ψυχὴν δοῦναι, κατὰ τὴν δυσκολίαν µεῖζον ἐκείνου. Οὐ γάρ ἐστιν ἴσον ἁπλῶς κηρῦξαι, καὶ ψυχὴν δοῦναι· ἐκεῖνο µὲν γὰρ τιµιώτερον, τοῦτο δὲ πλείονος δυσκολίας ἦν. Ἐβουλόµεθα, φησὶν, εἴ γε ἐνῆν, καὶ τὰς ψυχὰς εἰς ὑµᾶς κενῶσαι. Ἐπεὶ οὖν ἐπῄνεσε καὶ ἐπαινεῖ, διὰ τοῦτο λέγει, ὅτι Οὐ χρήµατα ζητοῦντες, οὐ κολακεύοντες ὑµᾶς, οὐ δόξης ἐφιέµενοι, τοῦτο ποιοῦµεν. Ὅρα γάρ· εἰ πολλὰ ἦσαν ἀθλήσαντες, καὶ παραδόξως ἔδει αὐτοὺς ἐπαινεθῆναι καὶ θαυµασθῆναι, ὥστε στεῤῥοτέρους γενέσθαι, εἶχεν ὁ ἔπαινος ὑποψίαν.∆ ιὰ τοῦτο, ἀποκρουόµενος τὴν ὑποψίαν, τοὺς κινδύνους λέγει. Καὶ πάλιν, ἵνα µὴ νοµισθῇ διὰ τοῦτο τοὺς κινδύνους λέγειν, ὡς κάµνων ὑπὲρ αὐτῶν, καὶ ὀφείλων τιµηθῆναι παρ' αὐτῶν, ὑπὲρ τούτου, µετὰ τὸ εἰπεῖντοὺς κινδύνους, ἐπήγαγε·∆ ιότι ἀγαπητοὶ ἡµῖν γεγένησθε· δηλῶν ὅτι διὰ τοῦτο καὶ τὰς ψυχὰς ἡδέως ἂν ὑµῖν ἔδοµεν, ὅτι Σφόδρα ὑµῖν προσεδέθηµεν. Τὸ µὲν οὖν Εὐαγγέλιον, ἐπειδὴ ὁ Θεὸς ἐκέλευσε, καταγγέλλοµεν· τοσοῦτον δὲ ὑµᾶς φιλοῦµεν, ὅτι εἰ ἐνῆν, καὶ τὰς ψυχὰς ἂν ἐδώκαµεν. Οὕτω δεῖ φιλεῖν τὸν φιλοῦντα, ὡς, εἰ καὶ τὴν ψυχὴν αἰτηθῇ, καὶ δυνατὸν ᾖ, µὴ κωλῦσαι. Τί λέγω, αἰτηθῇ; ἀλλ' ὥστε αὐτὸν ἐπιτρέχειν τῇ τοιαύτῃ δόσει. Οὐδὲν γὰρ, οὐδὲν τῆς τοιαύτης ἀγάπης γλυκύτερον γένοιτ' ἄν· οὐδὲν ἐκεῖ λυπηρὸν συµπεσεῖται. Ὄντως φίλος πιστὸς φάρµακον ζωῆς· ὄντως φίλος πιστὸς σκέπη κραταιά. Τί γὰρ οὐκ ἂν ἐργάσαιτο φίλος γνήσιος; πόσην µὲν οὐκ ἂν ἐµποιήσειεν ἡδονήν; πόσην δὲ ὠφέλειαν; πόσην δὲ ἀσφάλειαν; Κἂν µυρίους θησαυροὺς εἴπῃς, οὐδὲν ἀντάξιον γνησίου φίλου. Καὶ τὰ αὐτῆς πρῶτον εἴπωµεν τῆς φιλίας πόσην ἔχει τὴν ἡδονήν. Γάννυται ὁρῶν αὐτὸν καὶ διαχεῖται, συµπλέκεται συµπλοκὴν αὐτῷ τινα κατὰ τὴν ψυχὴν ἄῤῥητον ἔχουσαν τὴν ἡδονήν· κἂν ἀναµνησθῇ µόνον αὐτοῦ, διανέστη τῇ διανοίᾳ καὶ ἀνεπτερώθη. Περὶ τῶν φίλων λέγω τῶν γνησίων, τῶν ὁµοψύχων, τῶν αἱρουµένων καὶ ὑπεραποθανεῖν, τῶν θερµῶς φιλούντων. Μή µοι τοὺς ἁπλῶς φιλοῦντας ἐννοοῦντες, καὶ κοινωνοὺς τῶν τραπεζῶν, καὶ ἀπὸ προσηγορίας φίλους, νοµίζετε τὸν λόγον ἐλέγχεσθαι. Εἴ τις ἔχει φίλον οἷον λέγω, ἐπι γνώσεται τὰ ῥήµατα· κἂν ἴδῃ τοῦτον καθ' ἑκάστην ἡµέραν, οὐκ ἐµπίπλαται· ταῦτα αὐτῷ ἐπεύχεται, ἅπερ καὶ ἑαυτῷ. Οἶδα ἐγώ τινα, ὃς ὑπὲρ φίλου τοὺς ἁγίους ἄνδρας παρακαλῶν, παρεκάλει εὔχεσθαι πρότερον ὑπὲρ αὐτοῦ, καὶ τότε ὑπὲρ ἑαυτοῦ. Τοσοῦτόν ἐστι φίλος ἀγαθὸς, ὡς καὶ τόπους καὶ χρόνους φιλεῖσθαι δι' αὐτόν. Καθάπερ γὰρ τὰ λαµπρὰ τῶν σωµάτων ἄνθος ἀποῤῥεῖ εἰς τοὺς πλησίον τόπους, οὕτω καὶ οἱ φίλοι, οἷς ἂν παραγένωνται τόποις, τὴν ἑαυτῶν χάριν ἀφιᾶσι. Καὶ πολλάκις χωρὶς φίλων ἐπιστάντες τοῖς τόποις ἐκείνοις, ἐδακρύσαµεν τῶν ἡµερῶν ἀναµνησθέντες, ἐν αἷς συνεγενόµεθα, καὶ ἐστενάξαµεν. Οὐκ ἔνι τῷ λόγῳ παραστῆσαι τὴν ἡδονὴν ὅσην ἐντίθησι παρουσία φίλων· µόνοι δὲ οἱ πεῖραν ἔχοντες ἴσασι. Καὶ χάριν αἰτῆσαι, καὶ χάριν λαβεῖν ἀνυπόπτως παρὰ φίλου ἔνι. Ὅταν ἡµῖν ἐπιτάττωσι, τότε αὐτοῖς χάριν ἴσµεν· ὅταν δὲ ὀκνῶσι, τότε ἀλύοµεν. Οὐδὲν ἔχοµεν ὅπερ µὴ ἐκείνων ἐστί. Πάντων πολλάκις τῶν ἐνταῦθα καταφρονοῦντες, δι' ἐκείνους οὐ βουλόµεθα ἀπελθεῖν ἐντεῦθεν· καὶ τοῦ φωτὸς ἐκεῖνοι ποθεινότεροι. Καὶ γὰρ ὄντως καὶ τοῦ φωτὸς αὐτοῦ ποθεινότερος φίλος· τὸν γνήσιον λέγω. Καὶ µὴ θαυµάσῃς· βέλτιον γὰρ ἡµῖν σβεσθῆναι τὸν ἥλιον, ἢ φίλων ἀποστερηθῆναι· βέλτιον ἐν σκότῳ διάγειν, ἢ φίλων εἶναι χωρίς· καὶ πῶς, ἐγὼ λέγω. Ὅτι πολλοὶ τὸν ἥλιον ὁρῶντες ἐν σκότῳ εἰσὶ, φίλων δὲ εὐποροῦντες, οὐδ' ἂν ἐν θλίψει γένοιντο· περὶ φίλων λέγω τῶν πνευµατικῶν, τῶν οὐδὲν προτιµώντων φιλίας. Τοιοῦτος Παῦλος ἦν, καὶ τὴν ψυχὴν ἡδέως διδοὺς τὴν ἑαυτοῦ, καὶ µὴ αἰτηθεὶς, καὶ εἰς γέενναν ἡδέως ἂν ἐνέπιπτεν. Οὕτω χρὴ φιλεῖν διαθέσει πεπυρωµένῃ. Βούλοµαι ὑπόδειγµα δοῦναι φιλίας· πατέρας καὶ υἱοὺς ὑπερβαίνουσι φίλοι, φίλοι οἱ κατὰ Χριστόν. Μὴ γάρ µοι τοὺς νῦν εἴπῃς, ὅτι µετὰ τῶν ἄλλων καὶ τοῦτο ἀπέστη τὸ καλόν· ἀλλ' ἐννόησον ὅτι ἐπὶ τῶν ἀποστόλων, οὐ λέγω τοὺς κορυφαίους, ἀλλ' αὐτοὺς τοὺς πεπιστευκότας· Πάντων ἦν, φησὶν, ἡ ψυχὴ καὶ ἡ καρδία µία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι· καὶ διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. Οὐκ ἦν τότε τὸ ἐµὸν καὶ τὸ σόν. Τοῦτό ἐστι φιλία, ἵνα µὴ τὰ αὐτοῦ ἑαυτοῦ τις νοµίζῃ, ἀλλὰ τὰ τοῦ πλησίον, τὰ δὲ αὐτοῦ ἀλλότρια· ἵνα οὕτω φείδηται τῆς ἐκείνου ψυχῆς, ὡς τῆς ἑαυτοῦ, κἀκεῖνος ὁµοίως τὴν αὐτὴν διάθεσιν ἐπιδεικνύηται. Καὶ ποῦ δυνατὸν, φησὶ, τοιοῦτον εὑρεθῆναι; Ναὶ, οὐ δυνατὸν, ἐπειδὴ µὴ βουλόµεθα· ὡς εἴ γε ἐβουλόµεθα, καὶ σφόδρα δυνατόν. Εἰ γὰρ µὴ δυνατὸν ἦν, οὐδ' ἂν ἐπέταξεν ὁ Χριστὸς, οὐκ ἂν τοσαῦτα περὶ ἀγάπης διελέχθη. Μέγα φιλία, καὶ πόσον µέγα, οὐδεὶς ἂν δύναιτο µαθεῖν, οὔτε τις παραστῆσαι λόγος, πλὴν τῆς πείρας αὐτῆς. Τοῦτο τὰς αἱρέσεις εἰργάσατο, τοῦτο τοὺς Ἕλληνας ἔτι ποιεῖ Ἕλληνας εἶναι. Ὁ φιλῶν οὐκ ἐπιτάττειν βούλεται οὐδὲ ἄρχειν, ἀλλὰ χάριν ἔχει µᾶλλον ἀρχόµενος καὶ ἐπιτασσόµενος· χαρίζεσθαι βούλεται µᾶλλον, ἢ χάριν λαµβάνειν· φιλεῖ γὰρ, καὶ ὡς οὐκ ἐµπλήσας αὐτοῦ τὴν ἐπιθυµίαν, οὕτω διάκειται. Οὐχ οὕτως εὖ πάσχων τέρπεται, ὡς εὖ ποιῶν· βούλεται γὰρ κατέχειν αὐτὸν µᾶλλον, ἢ ὀφείλειν αὐτῷ· µᾶλλον δὲ καὶ ὀφείλειν αὐτῷ βούλεται, καὶ ὀφειλέτην αὐτὸν ἔχειν· καὶ βούλεται χαρίζεσθαι, καὶ οὐ βούλεται δοκεῖν χαρίζεσθαι, ἀλλ' ὀφειλέτην αὐτὸν εἶναι. Τάχα πολλοὺς ὑµῶν ἀγνοεῖν οἶµαι τὸ εἰρηµένον· οὐκοῦν ἀναγκαῖον αὐτὸ πάλιν εἰπεῖν Καὶ ἄρχειν βούλεται εὐεργεσίας, καὶ µὴ δοκεῖν ἄρχειν, ἀλλ' ἀποδιδόναι· ὥσπερ καὶ ὁ Θεὸς ἐποίησεν ἐπὶ τῶν ἀνθρώπων. Ἔµελλε τὸν Υἱὸν αὐτοῦ χαρίζεσθαι ὑπὲρ ἡµῶν, ἀλλ' ἵνα µὴ δόξῃ χαρίζεσθαι, ἀλλ' ὀφείλειν ἡµῖν, προσέταξε τῷ Ἀβραὰµ δοῦναι τὸν υἱὸν αὐτοῦ, ἵναµέγα ποιῶν, µηδὲν µέγα δόξῃ ποιεῖν. Ὅταν µὲν γὰρ µὴ ᾖ φιλία, καὶ ὀνειδίζοµεν τὰς εὐεργεσίας, καὶ τὰς µικρὰς ἐπαίροµεν· ὅταν δὲ φιλία ᾖ, καὶ κρύπτοµεν αὐτὰς, καὶ τὰς µεγάλας µικρὰς βουλόµεθα δεικνύναι, ἵνα µὴ δόξωµεν ὀφειλέτην ἔχειν τὸν φίλον, ἀλλ' αὐτοὶ αὐτῷὀφειλέται εἶναι ἐν τῷ ὀφειλέτην ἔχειν αὐτόν. Οἶδα ὅτι οὐδὲ συνιᾶσιν οἱ πολλοὶ τὸ λεγόµενον· τὸ δὲ αἴτιον, περὶ πράγµατος διαλέγοµαι τὸν οὐρανὸν οἰκοῦντος νῦν. Ὥσπερ οὖν, εἰ περί τινος ἔλεγον φυτοῦ ἐν Ἰνδίᾳ τικτοµένου, οὗ µηδεὶς µηδὲ πεῖραν ἔλαβεν, οὐκ ἂν ἴσχυσεν ὁ λόγος παραστῆσαι, κἂν εἰ µυρία εἶπον· οὕτω καὶ νῦν ὅσα ἂν εἴπω, εἰκῆ ἐρῶ· οὐδεὶς γὰρ ἐπιστῆναι δυνήσεται. Ἐν οὐρανῷ πεφύτευται τοῦτο τὸ φυτὸν, κλάδους ἔχον οὐ µαργαρίτας βριθοµένους, ἀλλὰ βίον ἐνάρετον πολλῷ τούτων ἡδίω. Ποίαν βούλει εἰπεῖν ἡδονήν; τὴν αἰσχράν; τὴν σεµνήν; Ἀλλὰ πάσας ὑπερβάλλει ἡ τῆς φιλίας, κἂν τὴν τοῦ µέλιτος εἴπῃς. Τοῦτο γὰρ προσκορὲς γίνεται· φίλος δὲ οὐδέποτε, ἕως ἂν ᾖ φίλος, ἀλλὰ µᾶλλον αὔξεται ἡ ἐπιθυ µία, καὶ κόρον οὐδέποτε ἡ τοιαύτη λαµβάνει ἡδονή. Καὶ τῆς παρούσης ζωῆς ὁ φίλος ἡδύτερος· πολλοὶ γοῦν µετὰ τὴν τῶν φίλων τελευτὴν οὐκ ηὔξαντο ζῆσαι λοιπόν. Μετὰ φίλου καὶ ὑπερορίαν τις ἡδέως ἂν ἐνέγκοι, χωρὶς δὲ φίλου οὐδὲ τὴν αὐτοῦ οἰκῆσαι ἕλοιτο ἄν· µετὰ φίλου καὶ πενία φορητὸν, τούτου δὲ ἄνευ, καὶ ὑγεία καὶ πλοῦτος ἀφόρητον. Ὁ τοιοῦτος ἄλλον ἑαυτὸν ἔχει. Ἀποπνίγοµαι ὅτι οὐ δύναµαι ἐπὶ παραδείγµατος εἰπεῖν· ἦ γὰρ ἂν ἐγνώρισα ὅτι πολλῷ ἐλάττονα τοῦ δέοντος τὰ εἰρηµένα. Καὶ ταῦτα µὲν ἐνταῦθα· παρὰ δὲ Θεοῦ τοσοῦτος µισθὸς τῆς φιλίας, ὅσος οὐδὲ ἔστιν εἰπεῖν. Μισθὸν ἡµῖν δίδωσιν, ἵνα φιλῶµεν ἀλλήλους· Φίλει γὰρ, φησὶ, καὶ λάβε µισθὸν, ὑπὲρ οὗ µισθὸν ὀφείλοµεν πράγµατος· Εὖξαι, φησὶ, καὶ λάβε µισθὸν, ὑπὲρ οὗ µισθὸν ὀφείλοµεν, ὅτι αἰτοῦµεν τὰ ἀγαθά· Ὑπὲρ οὗ αἰτεῖς, φησὶ, λάβε µισθόν· νήστευσον, καὶ λάβε µισθόν· γενοῦ ἐνάρετος, καὶ λάβε µισθὸν, καίτοι µισθὸν ὀφείλων· ἀλλ' ὥσπερ οἱ πατέρες, ὅταν ἐναρέτους ποιήσωσι τοὺς παῖδας, τότε καὶ αὐτοῖς µισθὸν διδόασιν· ὀφειλέται γάρ εἰσιν, ὅτι αὐτοὺς ἐν ἡδονῇ κατέστησαν· οὕτω καὶ ὁ Θεὸς, Μισθὸν, φησὶ, λάβε, ἂν ἐνάρετος γένῃ· εὐφραίνεις γὰρ τὸν πατέρα, καὶ τούτου σοι ὀφείλω µισθόν· ἂν δὲ κακὸς, οὐκέτι· παροξύνεις γὰρ τὸν γεννήσαντα. Μὴ δὴ παροξύνωµεν τὸν Θεὸν, ἀλλ' εὐφραίνωµεν, ἵνα τύχωµεν τῆς βασιλείας τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note