Homilies on First Thessalonians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
6.0
Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχοµεν γρά φειν ὑµῖν. Αὐτοὶ γὰρ ὑµεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους. Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μα κεδονίᾳ.
6.1
Τί δήποτε περὶ σωφροσύνης σφοδρῶς αὐτοῖς διαλεχθεὶς, καὶ περὶ τοῦ δεῖν ἐργάζεσθαι µέλλων διαλέγεσθαι, καὶ περὶ τοῦ µὴ λυπεῖσθαι τοῖς ἀπελθοῦσιν, ὃ πάντων ἦν κεφάλαιον τῶν ἀγαθῶν τὸ τῆς ἀγάπης, τοῦτο κατὰ παράλειψιν τίθησι, λέγων· Οὐ χρείαν ἔχοµεν γράφειν ὑµῖν; Καὶ τοῦτο ἀπὸ τῆς πολλῆς συνέσεως καὶ τῆς πνευµατικῆς διδασκαλίας.∆ ύο γὰρ ἐνταῦθα ἐµφαίνει, ἓν µὲν, ὅτι οὕτως ἀναγκαῖον τὸ πρᾶγµα, ὡς µηδὲ διδασκαλίας δεῖσθαι· τὰ γὰρ σφόδρα µεγάλα πᾶσίν ἐστι δῆλα· δεύτερον δὲ, µᾶλλον αὐτοὺς ἐντρέπει, ἢ εἰ παρῄνεσε τοῦτο εἰπών. Ὁ γὰρ νοµίζων, αὐτοὺς κατωρθωκέναι, καὶ διὰ τοῦτο µὴ παραινῶν, καὶ εἰ µὴ κατώρθωσαν, ἐνήγαγεν ἂν µᾶλλον. Καὶ ὅρα· Οὐ λέγει περὶ τῆς ἀγάπης τῆς εἰς πάντας, ἀλλὰ τῆς εἰς τοὺς ἀδελφούς. Οὐ χρείαν ἔχοµεν γράφειν ὑµῖν. Ἐχρῆν οὖν σιωπῆσαι, καὶ µηδὲν εἰπεῖν, εἰ µὴ χρεία ἦν. Νῦν δὲ τῷ εἰπεῖν, Οὐ χρεία ἐστὶ, µεῖζον ἐποίησεν, ἢ εἰ εἶπεν· Αὐτοὶ γὰρ ὑµεῖς θεοδίδακτοί ἐστε. Καὶ ὅρα µεθ' ὅσου ἐγκωµίου τὸν Θεὸν αὐτοῖς διδάσκαλον ἐπέστησε τούτου. Οὐ δεῖσθε, φησὶ, παρὰ ἀνθρώπου µαθεῖν. Ὅπερ καὶ ὁ προφήτης φησὶ, Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. Αὐτοὶ γὰρ ὑµεῖς, φησὶ, θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους. Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ· καὶ εἰς τοὺς ἄλλους πάντας, φησί. Σφόδρα ταῦτα ἐντρεπτικὰ πρὸς τὸ ποιεῖν αὐτό. Καὶ οὐχ ἁπλῶς λέγω, ὅτι θεοδίδακτοί ἐστε, ἀλλ' οἶδα ἀφ' ὧν ποιεῖτε. Καὶ πολλὰ αὐτοῖς ἐµαρτύρησε τούτου ἕνεκεν. Παρακαλοῦµεν δὲ ὑµᾶς, ἀδελφοὶ, περισσεύειν µᾶλλον, τουτέστι, πλεονάζειν, καὶ φιλοτιµεῖσθαι ἡσυχάζειν, καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖςχερσὶν ὑµῶν, καθὼς παρηγγείλαµεν ὑµῖν, ἵνα περιπατῆτε εὐσχηµόνως πρὸς τοὺς ἔξω, καὶ µηδενὸς χρείαν ἔχητε. Ἐνταῦθα δείκνυσιν ὅσων µὲν ἡ ἀργία κακῶν αἰτία, ὅσων δὲ ἡ ἐργασία καλῶν· καὶ ποιεῖ αὐτὸ σαφὲς ἀπὸ τῶν παρ' ἡµῖν, ὃ πολλαχοῦ ποιεῖ, καὶ τοῦτο συνετῶς· µᾶλλον γὰρ τούτοις ἐνάγονται οἱ πλείους, ἢ τοῖς πνευµατικοῖς. Ἀγάπης γάρ ἐστι τῆς εἰς τοὺς πλησίον, οὐχὶ παρ' ἐκείνων λαµβάνειν, ἀλλ' ἐκείνοις παρέχειν. Καὶ θέα σύνεσιν· Μέλλων παρακαλεῖν καὶ παραινεῖν, µέσον τὸ κατόρθωµα τίθησιν, ἵνα καὶ ἀπὸ τῆς προτέρας παραινέσεως ἀναπνεύσωσι, καὶ τῆς ἀπειλῆς, ἡνίκα ἔλεγε· Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν· καὶ ὅπως ταύτῃ µὴ ἀποσκιρτήσωσι. Τοῦτο δὲ ἀπὸ τοῦ ἐργάζεσθαι γίνεται, ὥστε µὴ λαµβάνειν µηδὲ ἀργεῖν, ἀλλ' ἐργαζόµενον ἑτέροις παρέχειν. Μακάριον γάρ ἐστι, φησὶ, διδόναι µᾶλλον, ἢ λαµβάνειν. Καὶ ἐργάζεσθαι, φησὶ, ταῖς χερσὶν ὑµῶν. Ποῦ τοίνυν εἰσὶν οἱ τὸ ἔργον ζητοῦντες τὸ πνευµατικόν; Ὁρᾷς πῶς αὐτοῖς πᾶσαν πρόφασιν ἀνεῖλεν εἰπὼν, Ταῖς χερσὶν ὑµῶν. Ἆρα νηστείαν ἐργάζεταί τις ταῖς χερσίν; ἀλλὰ παννυχίδας; ἀλλὰ χαµευνίας; Οὐδεὶς τοῦτο ἂν εἴποι· ἀλλὰ περὶ ἔργου φησὶ τοῦ πνευµατικοῦ· πνευµατικὸν γὰρ ὄντως ἐστὶ, τὸ ἐργαζόµενον ἑτέροις παρέχειν, καὶ οὐδὲν ἴσον τούτου. Ἵνα περιπατῆτε, φησὶν, εὐσχηµόνως. Ὁρᾷς πόθεν αὐτῶν καθάπτεται; Οὐκ εἶπεν, Ἵνα µὴ ἀσχηµονῆτε ἐπαιτοῦντες, ἀλλὰ τὸ αὐτὸ µὲν ᾐνίξατο, πραότερον δὲ αὐτὸ τίθησιν, ὥστε καὶ πλῆξαι καὶ µὴ σφόδρα τούτους βαρῆσαι. Εἰ γὰρ οἱ παρ' ἡµῖν σκανδαλίζονται τούτοις, πολλῷ µᾶλλον οἱ ἔξωθεν µυρίας εὑρίσκοντες κατηγορίας καὶ λαβὰς, ὅταν ἄνθρωπον ὑγιαίνοντα, καὶἑαυτῷ ἀρκέσαι δυνάµενον ὁρῶσιν ἐπαιτοῦντα, καὶ ἑτέρων δεόµενον.∆ ιὸ καὶ Χριστεµπόρους καλοῦσιν ἡµᾶς·∆ ιὰ τοῦτο τὸ ὄνοµα, φησὶ, βλασφηµεῖται τοῦ Θεοῦ. Ἀλλ' οὐδὲν τούτων ἔθηκεν, ἀλλ' ὃ µάλιστα αὐτῶν καθάψασθαι ἴσχυε, τὸ τῆς ἀσχηµοσύνης. Οὐ θέλοµεν δὲ ὑµᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιµηµένων, ἵνα µὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ µὴ ἔχοντες ἐλπίδα.
6.2
∆ ύο ταῦτα µάλιστα ἐλυµαίνετο αὐτοὺς, πενία καὶ ἀθυµία, ἃ καὶ πάντας ἀνθρώπους. Ὅρα οὖν πῶς αὐτὰ θεραπεύει. Πενία δὲ αὐτοῖς ἦν ἐκ τοῦ ἡρπάσθαι αὐτῶν τὰ χρήµατα. Εἰ δὲ ὧν τὰ χρήµατα ἡρπάζετο διὰ τὸν Χριστὸν, τούτους κελεύει ἐργαζοµένους τρέφεσθαι, πολλῷ µᾶλλον τοὺς ἄλλους. Ὅτι γὰρ ἡρπάγη, δῆλον ἐκ τοῦ εἰπεῖν, Ὑµεῖς µιµηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τῶν ἐν Ἰουδαίᾳ. Πῶς; Ὅτι ἐκείναις γράφων ἔλεγε· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑµῶν µετὰ χαρᾶς προσεδέξασθε. Ἐνταῦθα λοιπὸν τὸν περὶ ἀναστάσεως λόγον κινεῖ. Καὶ τί; οὐκ ἦν αὐτοῖς περὶ τούτου διαλεχθείς; Ἀλλ' ἐνταῦθα ἕτερόν τι αἰνίττεται µυστήριον. Ποῖον δὴ τοῦτο; Ὅτι ἡµεῖς οἱ ζῶντες οἱ περιλειπόµενοι, φησὶν, εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ µὴ φθάσωµεν τοὺς κοιµηθέντας. Ἱκανὸς µὲν οὖν καὶ ὁ τῆς ἀναστάσεως λόγος παραµυθήσασθαι τὸν ἐν ὀδύνῃ· ἱκανὸν δὲ καὶ τὸ νῦν λεγόµενον ἀξιόπιστον ποιεῖν τὴν ἀνάστασιν. Πρῶτον δὲ ἐκεῖνο εἴπωµεν, ὃ καὶ αὐτὸς εἶπεν, Οὐ θέλω δὲ ὑµᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιµηµένων, ἵνα µὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ µὴἔχοντες ἐλπίδα. Ὅρα πῶς καὶ ἐνταῦθα ἡµέρως. Οὐκ εἶπεν, Οὕτως ἀνόητοί ἐστε, καθάπερ πρὸς Κορινθίους, οὕτως ἄφρονες, ὅτι εἰδότες ἀνάστασιν, ὡς οἱ µὴ πιστεύοντες, οὕτω λυπεῖσθε· ἀλλὰ σφόδρα ἡµέρως, Οὐ θέλω, εἶπε, τὴν ἄλλην αὐτῶν ἀρετὴν αἰδούµενος. Καὶ οὐκ εἶπε, περὶ τῶν ἀποθανόντων, εὐθέως ἀπὸ προοιµίων τὴν παράκλησιν καταβαλλόµενος. Ἵνα µὴ λυπῆσθε, φησὶν, ὡς καὶ οἱ λοιποὶ οἱ µὴ ἔχοντες ἐλπίδα. Ἄρα τὸ κατακόπτεσθαι ἐπὶ τοῖς ἀπελθοῦσι, τῶν οὐκ ἐχόντων ἐστὶν ἐλπίδα· εἰκότως. Ψυχὴ γὰρ οὐδὲν περὶ ἀναστάσεως ἐπισταµένη, ἀλλὰ τὸν θάνατον τοῦτον θάνατον εἶναι νοµίζουσα, εἰκότως ὡς περὶ ἀπολωλότων κόπτεται καὶ θρηνεῖκαὶ ἀφορήτως πενθεῖ· σὺ δὲ ὁ προσδοκῶν ἀνάστασιν, τίνος ἕνεκεν ὀδύρῃ; Ἄρα τῶν µὴ ἐχόντων ἐλπίδα ἐστὶ τὸ ὀδύρεσθαι. Ἀκούσατε τῶν γυναικῶν ὅσαι φιλόθρηνοι, ὅσαι πρὸς τὰ πένθη ἀφορήτως φέρεσθε, ὅτι τὰ τῶν ἐθνικῶν πράττετε. Εἰ δὲ τὸ ἀλγεῖν ἐπὶ τοῖς ἀπελθοῦσιν ἐθνικῶν, τὸ κατακόπτεσθαι καὶ καταξαίνειν παρειὰς, τίνων ἄρα ἐστὶν, εἰπέ µοι; Τίνος ἕνεκεν θρηνεῖς, εἰ πιστεύεις ὅτι ἀναστήσεται, ὅτι οὐκ ἀπόλωλεν, ὅτι ὕπνος καὶ κοίµησις τὸ πρᾶγµά ἐστι; Συνηθείας ἕνεκεν, φησὶ, καὶ προστασίας, πραγµάτων ἐπιµελείας, τῆς ἄλλης θεραπείας ἁπάσης. Ὅταν οὖν παῖδα ἀπολέσῃς ἐν ἀώρῳ ἡλικίᾳ, οὐδὲν οὐδέπω πρᾶξαι δυνάµενον, τίνος ἕνεκεν θρηνεῖς; τί ἐπιζητεῖς; Ἐλπίδας, φησὶ, χρηστὰς ἐνέφαινε, καὶ προσεδόκων ὅτι µου προστήσεται.∆ ιὰ τοῦτο ζητῶ τὸν ἄνδρα, διὰ τοῦτο τὸν υἱὸν, διὰ τοῦτο κόπτοµαι καὶ θρηνῶ, οὐκ ἀπιστοῦσα τῇ ἀναστάσει, ἀλλ' ἔρηµος βοηθείας γενοµένη, καὶτὸν προστάτην ἀπολωλεκυῖα, τὸν σύνοικον, τὸν ἐν πᾶσι κοινωνοῦντα, τὸν παρηγοροῦντα· διὰ ταῦτα πενθῶ. Οἶδα ὅτι ἀναστήσεται, ἀλλ' οὐ φέρω τὸν µεταξὺ χωρισµόν· πολὺς τῶν πραγµάτων ὁ ὄχλος ἐπιῤῥεῖ, πᾶσι πρόκειµαι τοῖς βουλοµένοις ἀδικεῖν· οἱ δεδοικότες πρότερον τῶν οἰκετῶν, καταφρονοῦσι νῦν, ἐπεµβαίνουσι· εἴ τις εὐηργέτηται, τῆς εὐεργεσίας ἐπιλέλησται τῆς ἐκείνου· εἴ τις κακῶς ἔπαθε παρ' αὐτοῦ, τῷ ἀπελθόντι µνησικακῶν εἰς ἐµὲ τὴν ὀργὴν ἀφίησι. Ταῦτα οὐκ ἀφίησί µε τὴν χηρείαν φέρειν, πράως ὀδύρασθαι· διὰ ταῦτα κόπτοµαι, διὰ ταῦτα θρηνῶ. Πῶς οὖν τὰς τοιαύτας παραµυθησόµεθα; τί ἐροῦµεν; πῶς αὐτῶν τὴν ὀδύνην ἀποκρουσόµεθα; Πρῶτον αὐτὰς διελέγξαι πειράσοµαι, ὅτι οὐ τούτων ἐστὶν ὁ θρῆνος τῶν ῥηµάτων, ἀλλὰ πάθους ἀλογίστου. Εἰ γὰρ ταῦτα πενθεῖς, ἐχρῆν διαπαντὸς πενθεῖν τὸν ἀπελθόντα· εἰ δὲ ἐνιαυτοῦ παρελθόντος ἐπιλέλησαι, ὡς οὐδὲ γενοµένου τινὸς, οὐ τὸν ἀπελθόντα θρηνεῖς, οὐδὲ τὴν προστασίαν. Ἀλλὰ τὸν χωρισµὸν οὐ φέρεις, οὐδὲ τὴν τῆς συνηθείας διακοπήν; Τί δ' ἂν εἴποιεν αἱ καὶ δευτέροις ὁµιλοῦσαι γάµοις; Σφόδρα γε· οὐ γὰρ τοὺς προτέρους ἐπιζητοῦσιν. Ἀλλὰ µὴ πρὸς ταύτας τὸν λόγον ἀποτείνωµεν, ἀλλὰ πρὸς τὰς τοῖς ἀπελθοῦσιν εὔνοιαν φυλαττούσας.∆ ιὰ τί πενθεῖς τὸ παιδίον; διὰ τί τὸν ἄνδρα; Τοῦ µὲν, ἐπειδὴ οὐκ ἀπέλαυσα, φησί· τοῦ δὲ, ἐπειδὴ προσεδόκησα ἐπιπλέον ἀπολαύσεσθαι. Τοῦτο δὲ αὐτὸ ὅσης ἀπιστίας τὸ νοµίζειν, ὅτι ὁ ἀνὴρ ἢ τὸ παιδίον ἐν ἀσφαλείᾳ σε καθίστη, ἀλλ' οὐχ ὁ Θεός; πῶς οὐκ οἴει παροξύνειν αὐτόν;∆ ιὰ γὰρ τοῦτο αὐτοὺς λαµβάνει πολλάκις, ἵνα µὴ οὕτως αὐτοῖς ᾖ προσδεδεµένη, ὥστε ἀπ' ἐκείνων τὴν ἐλπίδα ἀπαγαγεῖν. Θεὸς γάρ ἐστι ζηλωτὴς, καὶ πάντων µάλιστα βούλεται παρ' ἡµῶν φιλεῖσθαι, καὶ τοῦτο, ἐπειδὴ σφόδρα ἡµᾶς φιλεῖ. Ἴστε γὰρ ὅτι τοῦτο τῶν µανικῶς φιλούντων τὸ ἔθος· σφόδρα εἰσὶ ζηλότυποι, καὶ αἱροῖντο ἂν τὴν ψυχὴν προέσθαι, ἢ παρευδοκιµηθῆναι ὑπό τινος τῶν ἀντεραστῶν.∆ ιὰ ταῦτα καὶ ὁ Θεὸς αὐτὸν ἔλαβε, διὰ ταῦτα τὰ ῥήµατα.
6.3
Ἐπεὶ τίνος ἕνεκεν, εἰπέ µοι, τὸ παλαιὸν οὐκ ἐγίνοντο χηρεῖαι, οὐδὲ ὀρφανίαι ἄωροι; διὰ τί τὸν Ἀβραὰµ καὶ Ἰσαὰκ ἀφῆκε πολὺν ζῆσαι χρόνον; Πάντως ὅτι καὶ ζῶντος αὐτοῦ, προετίµα τὸν Θεόν. Εἶπε γοῦν. Σφάξον· καὶ ἔσφαξε.∆ ιὰ τί τὴν Σάῤῥαν ἐπὶ τοσοῦτον ἤγαγε γῆρας; Ὅτι καὶ ζώσης αὐτῆς τοῦ Θεοῦ µᾶλλον ἤκουεν, ἢ αὐτῆς.∆ ιὰ τοῦτο ἔλεγε πρὸς αὐτὸν ὁ Θεός· Ἄκουσον Σάῤῥας τῆς γυναικός σου. Οὔτε δι' ἀνδρὸς φιλίαν, οὔτε διὰ γυναικὸς, οὔτε διὰ παιδὸς προστασίαν παρώργιζέ τις τότε τὸν Θεόν. Νῦν δὲ ἐπειδὴ κατωφερεῖς ἐσµεν, καὶ σφόδρα καταπεπτώκαµεν, καὶ ἄνδρες γυναῖκας τοῦ Θεοῦ πλέον φιλοῦµεν, καὶ γυναῖκες ἄνδρας τοῦ Θεοῦπλέον προτιµῶµεν, τούτου χάριν καὶ ἄκοντας ἡµᾶς εἰς πόθον ἕλκει τὸν αὐτοῦ. Μὴ φίλει τὸν ἄνδρα τοῦ Θεοῦ πλέον, καὶ οὐκ αἰσθήσῃ χηρείας ποτέ· µᾶλλον δὲ κἂν συµβῇ, οὐ λήψῃ τὴν αἴσθησιν.∆ ιὰ τί; Ὅτι προστάτην ἔχεις τὸν µᾶλλον φιλοῦντα ἀθάνατον. Εἰ µᾶλλον τὸν Θεὸν φιλεῖς, µὴ πένθει· ὁ γὰρ µᾶλλον φιλούµενος, ἀθάνατός ἐστι, καὶ οὐκ ἀφίησι τοῦ ἧττον φιλουµένου λαβεῖν αἴσθησιν· Ἐπὶ ὑποδείγµατός σοι τοῦτο ποιήσω φανερόν. Εἰπέ µοι, εἰ ἄνδρα ἔχεις κατὰ γνώµην σοι πάντα πράττοντα, εὐδοκιµοῦντα, καὶ ποιοῦντά σε λαµπρὰν πανταχοῦ, καὶ ἀκαταφρόνητον, εὐδοκιµοῦνταπαρὰ πᾶσι, συνετὸν, σοφὸν, φιλοῦντά σε, µακαριζοµένη δι' αὐτὸν, καὶ µετὰ τούτου τέκῃς καὶ παιδίον, εἶτα πρὶν ἢ εἰς ὥραν ἐλθεῖν ἡλικίας ἀπέλθοι τοῦτο, ἆρααἰσθήσῃ τοῦ πένθους; Οὐδαµῶς· ὁ γὰρ µᾶλλον φιλούµενος ἐκεῖνο ἀποκρύπτει. Καὶ νῦν τὸν Θεὸν ἂν πλέον φιλῇς τοῦ ἀνδρὸς, µάλιστα µὲν οὐ ταχέως αὐτὸν λήψεται· εἰ δὲ ἄρα καὶ λάβοι, οὐχ ἕξεις αἴσθησιν τοῦ πένθους.∆ ιὰ τοῦτο καὶ ὁ µακάριος Ἰὼβ οὐδὲν ἔπασχε δεινὸν, τῶν παίδων ἀθρόον τὸν θάνατον ἀκούσας, ἐπειδὴ τὸν Θεὸν ἐφίλει πλέον αὐτῶν. Τοῦ τοίνυν φιλουµένου ζῶντος, οὐδὲν ἔµελλεν ἐκεῖνα λυπήσειν αὐτόν. Τί λέγεις, ὦ γύναι; ὁ ἀνὴρ καὶ ὁ παῖς προΐστατό σου, ὁ δὲ Θεὸς οὐ φείδεταί σου; αὐτὸν δὴ ἐκεῖνον τίς σοι ἔδωκεν; οὐχὶ αὐτός; σὲ δὲ τίς ἐποίησεν; οὐχὶ αὐτός; Ὁ µὲν ἐκ τοῦ µὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, καὶ ψυχὴν µὲν ἐµπνεύσας, καὶ διάνοιαν ἐνθεὶς, καὶ τὴν αὐτοῦ γνῶσιν καταξιώσας χαρίσασθαι, καὶ τοῦΥἱοῦ αὐτοῦ τοῦ µονογενοῦς διὰ σὲ µὴ φειδόµενος, σοῦ οὐ φείδεται, ὁ δὲ ὁµόδουλος φείσεται; πόσης ταῦτα ὀργῆς τὰ ῥήµατα; Τί τοιοῦτον ἔσχες παρὰ τοῦ ἀνδρός; Οὐδὲν ἂν ἔχοις εἰπεῖν. Εἰ γάρ τί σε καὶ εὐηργέτησεν, ἀλλ' εὖ παθὼν, ἀλλὰ προϋπαρξάσης σου· ἐπὶ δὲ Θεοῦ οὐδὲν τοιοῦτον ἄν τις ἔχοι λέγειν. Οὐ γὰρ εὖ παθὼν ὁ Θεὸς παρ' ἡµῶν, οὕτως ἡµᾶς εὐεργετεῖ, ἀλλ' ἀνενδεὴς ὢν, ἐξ ἀγαθότητος µόνης εὖ ποιεῖ τὸ τῶν ἀνθρώπων γένος. Βασιλείαν σοι ἐπηγγείλατο, ζωὴν ἀθάνατον, δόξαν, ἀδελφότητα, υἱοθεσίαν ἔδωκε, συγκληρονόµον τοῦ Μονογενοῦς ἐποίησε· σὺ δὲ τοῦ ἀνδρὸς ἔτι µέµνησαι µετὰ τοσαῦτα ἀγαθά; Τί τοιοῦτον ἐκεῖνος ἐχαρίσατο; Τὸν ἥλιον αὐτοῦ ἀνέτειλε, τὸν ὑετὸν ἔδωκε, ταῖς ἐτησίοις τροφαῖς τρέφει. Οὐαὶ ἡµῖν ἐκ τῆς πολλῆς ἀχαριστίας!∆ ιὰ τοῦτο λαµβάνει τὸν ἄνδρα, ἵνα αὐτὸν µὴ ζητῇς· σὺ δὲ ἀπελθόντος ἔχῃ ἔτι, καὶ τὸν Θεὸν ἀφίης, δέον εὐχαριστεῖν, δέον τὸ πᾶν ἐπ' αὐτὸν ἐπιῤῥίπτειν; Τί γάρ ἐστιν ὃ παρὰ τοῦ ἀνδρὸς ἔλαβες; ὠδῖνες, καὶ πόνοι, καὶ ὕβρεις, καὶ λοιδορίαι πολλάκις, καὶ ἐπιτιµήσεις, καὶ ἀγανακτήσεις. Οὐ ταῦτα τὰ παρὰ τῶν ἀνδρῶν; Ἀλλ' ἔστι, φησὶ, καὶ ἕτερα χρηστά. Ποῖα δὴ ταῦτα; ἐκαλλώπισέ σε ἱµατίοις πολυτελέσι; χρυσία περιέθηκε τῷ προσώπῳ, αἰδέσιµον πᾶσιν ἐποίησεν; Ἀλλ' ἂν θέλῃς, καὶ ἀπελθόντος κοσµήσει κόσµῳ πολὺ βελτίονι· τῶν γὰρ χρυσίων πολλῷ θαυµασιωτέραν τὴν ἔχουσαν ἡ σεµνότης ποιεῖ. Ἔχει καὶ οὗτος ὁ βασιλεὺς ἱµάτια, οὐ τοιαῦτα, ἀλλὰ πολλῷ βελτίω· ἐκεῖνα, ἂν ἐθέλῃς, περιβαλοῦ. Ποῖα δὴ ταῦτα; Ἱµατισµός ἐστι διαχρύσους κροσσοὺς ἔχων· ἐὰν ἐθέλῃς, τούτῳ περίβαλε τὴν ψυχήν. Ἀλλ' οὐκ ἐποίησεν εὐκαταφρόνητον ἀνθρώποις ἐκεῖνος; Καὶ τί τοῦτο µέγα; ἡ µέντοι χηρεία οὐκ ἀφίησί σε γενέσθαι εὐκαταφρόνητον τοῖς δαίµοσι. Τότε τῶν οἰκετῶν ἐκράτεις τῶν σῶν, εἴ γε ὅλως ἐκράτεις· νῦν δὲ ἀντὶ τῶν οἰκετῶν τῶν ἀσωµάτων δυνάµεων, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, τοῦ κοσµοκράτορος κρατεῖς. Τὰ δὲ λυπηρὰ οὐ λέγεις, ἐν οἷς ἐκοινώνησας αὐτῷ, εἴ ποτε ἀρχόντων φόβος, εἴ ποτε παρευδοκιµήσεις τῶν πλησίον. Τούτων ἁπάντων ἀπήλλαξαι νῦν, φόβου καὶ δέους. Ἀλλὰ τίς σοι τὰ καταλειφθέντα θρέψει παιδία, µεριµνᾷς; Ὁ Πατὴρ τῶν ὀρφανῶν. Τίς γὰρ αὐτὰ ἔδωκεν, εἰπέ µοι; οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος ἐν τοῖς Εὐαγγελίοις, Οὐχὶ ἡ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς, καὶ τὸ σῶµα τοῦ ἐνδύµατος;
6.4
Ὁρᾷς ὅτι οὐκ ἀπὸ συνηθείας, ἀλλ' ἀπὸ ἀπιστίας ὁ θρῆνος γίνεται; Ἀλλ' οὐκ ἔστι λαµπρὰ ὁµοίως τὰ παιδία τοῦ πατρὸς τελευτήσαντος.∆ ιὰ τί; τὸν Θεὸν ἔχει Πατέρα, καὶ οὐκ ἔστι λαµπρά; Πόσους σοι ὑποδείξω ὑπὸ χηρῶν ἀνατραφέντας, καὶ γενοµένους δοκίµους; πόσους δὲ ὑπὸ πατράσιν ὄντας, καὶ ἀπολωλότας; Ἂν γὰρ αὐτὰ ἀνατρέφῃς ἐκ πρώτης ἡλικίας ὡς ἀνατρέφειν δεῖ, πολλῷ µᾶλλον τῆς προστασίας τῆς πατρικῆς ἀπολαύσονται εὐεργεσίας. Ὅτι γὰρ χηρῶν ἐστι τὸ πρᾶγµα, τὸ τὰ παιδία λέγω ἀνατρέφειν, ἄκουσον Παύλου λέγοντος· Εἰ ἐτεκνοτρόφησε· καὶ πάλιν, Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας( οὐκ εἶπε, διὰ τοῦ ἀνδρὸς), ἐὰν ἐπιµείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασµῷ µετὰ σωφροσύνης. Ἔνθετε αὐτοῖς τὸν φόβον τοῦ Θεοῦ ἐκ πρώτης ἡλικίας, καὶ παντὸς πατρὸς µᾶλλον αὐτοὺς διατηρήσει· τοῦτο τεῖχος ἔσται ἀῤῥαγές. Ὅταν γὰρ ἔνδον ὁ φύλαξ ἐγκαθήµενος ᾖ, οὐδὲν ἡµῖν τῶν ἔξωθεν δεῖ ἐπιτεχνηµάτων· ἐκείνου δὲ οὐκ ὄντος, πάντα εἰκῆ τὰ ἔξωθεν γίνεται. Τοῦτο αὐτοῖς ἔσται καὶ πλοῦτος καὶ δόξα καὶ εὐκοσµία, τοῦτο αὐτοὺς ποιήσει λαµπροὺς, οὐκ ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐν τοῖς οὐρανοῖς. Μὴ γάρ µοι πρὸς ἐκείνους ἴδῃς τοὺς διεζωσµένους τὰς ζώνας τὰς χρυσᾶς, µηδὲ τοὺς ἐφ' ἵππων φεροµένους, µηδὲ τοὺς ἐν τοῖς βασιλείοις λάµποντας διὰτοὺς πατέρας, µηδὲ τοὺς ἀκολούθους ἔχοντας καὶ παιδαγωγούς. Ταῦτα γὰρ ἴσως τὰς χήρας ἐπὶ τοῖς ὀρφανοῖς κόπτεσθαι ποιεῖ, ἐννοουµένας ὅτι καὶ οὗτος ὁ ἐµὸς παῖς, εἴ γε ὁ πατὴρ αὐτῷ περιῆν, τοσαύτης ἂνἀπέλαυσε µακαριότητος· νῦν δὲ ἐν κατηφείᾳ καὶ ἀτιµίᾳ, καὶ οὐδενὸς ἄξιος λόγου ἐστί. Μὴ δὴ ταῦτα ἐννοῇς, ὦ γύναι, ἀλλ' ἀναπέτασον τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισµῷ, κατάµαθε τὰ ἐκεῖ βασίλεια, ἴδε τὸν ἐκεῖ καθήµενον βασιλέα, λόγισαιεἰ οὗτοι µᾶλλον οἱ ἐπὶ τῆς γῆς τοῦ παιδὸς τοῦ σοῦ δύνανται ἐκεῖ εἶναι λαµπρότεροι, καὶ τότε στέναξον· ἂν δὲ ἐπὶ τῆς γῆς ὦσί τινες εὐδόκιµοι, οὐδενὸς τοῦτο ἄξιον λόγου· ἔξεστιν, ἂν θέλῃς, ἐν τοῖς οὐρανοῖς αὐτὸν στρατεῦσαι, εἰς ἐκείνην καταλέξαι τὴν στρατολογίαν. Οἱ γὰρ ἐκεῖ καταλεγόµενοι, οὐκ ἐφ' ἵππων φέρονται, ἀλλ' ἐν νεφέλαις· οὐκ ἐπὶ γῆς βαδίζουσιν, ἀλλ' εἰς τὸν οὐρανὸν ἁρπάζονται· οὐ παῖδας ἔχουσι τοὺς προηγουµένους, ἀλλὰ τοὺς ἀγγέλους αὐτούς· οὐ βασιλεῖ παρεστήκασι θνητῷ, ἀλλὰ τῷ ἀθανάτῳ, τῷ βασιλεῖ τῶν βασιλευόντων, καὶ Κυρίῳ τῶν κυριευόντων· οὐ ζώνην δερµατίνην περὶ τὴν ὀσφὺν ἔχουσιν, ἀλλὰ τὴν δόξαν ἐκείνην τὴν ἄῤῥητον, δι' ἣν καὶ βασιλέων γίνονται λαµπρότεροι, καὶ τῶνπώποτε εὐδοκιµηκότων. Ἐν γὰρ τοῖς βασιλείοις ἐκείνοις οὐ πλοῦτος, οὐκ εὐγένεια, οὐκ ἄλλο οὐδὲν, ἀλλ' ἀρετὴ ζητεῖται µόνον· καὶ ταύτης παρούσης, οὐδὲν ἐνδεῖ πρὸς τὸ τῶν πρωτείων αὐτοὺς τυχεῖν. Οὐδὲν ἡµῖν ἐστι δυσχερὲς, ἂν θέλωµεν φιλοσοφεῖν. Ἀνάνευσον εἰς τὸν οὐρανὸν, καὶ ὅρα πόσῳ τῆς ὀροφῆς τῶν βασιλείων λαµπρότερος οὗτος. Εἰ δὲ τὸ ἔδαφος τῶν ἄνω βασιλείων παρὰ τοσοῦτόν ἐστι τῶν κάτω σεµνότερον, ὡς τοῦτο πρὸς ἐκεῖνο βόρβορον νοµίζεσθαι· εἴ τις ἂν ἀξιωθῇ τὰ βασίλεια ἀκριβῶς ἰδεῖν, τίνος οὐκ ἔσται µακαριότητος ἄξιος; Ἡ δὲ ὄντως χήρα, φησὶ, καὶ µεµονωµένη ἤλπικεν ἐπὶ τὸν Θεόν. Τοῦτο πρὸς τίνας εἴρηται; Πρὸς τὰς ἐχούσας παῖδας, ὅτι δοκιµώτεροι µᾶλλόν εἰσι, καὶ πλείονα ἀφορµὴν ἔχουσιν ἀρέσκειν Θεῷ· ὅτι πάντα αὐταῖς ἀνεῖται τὰ δεσµά· οὐδεὶς ὁ κατέχων, οὐδεὶς ὁ ἐπισύρεσθαι τὰς ἁλύσεις ἐκείνας ἀναγκάζων. Ἀπεσχίσθης τοῦ ἀνδρὸς, ἀλλ' ἡνώθης τῷ Θεῷ· οὐκ ἔχεις συνόµιλον τὸν ὁµόδουλον, ἀλλ' ἔχεις τὸν∆ εσπότην. Ὅταν εὔχῃ, οὐχὶ τῷ Θεῷ διαλέγῃ, εἰπέ µοι; ὅταν ἀναγινώσκῃς, ἄκουε αὐτοῦ σοι διαλεγοµένου. Τί δέ σοι διαλέγεται; Πολλῷ τοῦ ἀνδρὸς ποθεινότερα ῥήµατα. Ὁ µὲν γὰρ ἀνὴρ κἂν κολακεύῃ, οὐ πολλὴ ἡ τιµή· ὁµόδουλος γάρ ἐστιν· ὅταν δὲ ὁ∆ εσπότης τὴν δούλην κολακεύῃ, τότε πολλὴ ἡ θεραπεία. Πῶς οὖν ἡµᾶς θεραπεύει; Ἄκουσον δι' ὅσων τοῦτο ποιεῖ.∆ εῦτε, φησὶ, πρός µε, πάντες οἱ κοπιῶντες καὶ πεφορτισµένοι, κἀγὼ ἀναπαύσω ὑµᾶς. Καὶ πάλιν διὰ τοῦ προφήτου βοᾷ, λέγων· Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ἐπιλάθοιτο γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσοµαι, λέγει Κύριος. Πόσου ταῦτα φίλτρου τὰ ῥήµατα; Καὶ πάλιν, Ἐπιστράφητε πρός µε· καὶ πάλιν ἀλλαχοῦ, Ἐπίστρεψον πρός µε, καὶ σωθήσῃ. Εἰ δέ τις καὶ ἐκ τῶν Ἀσµάτων βούλοιτο ἐκλέγειν, ἀκούσεται, µυστικώτερα αὐτὰ ἐκλαµβάνων, Ἡ καλή µου, ἡ περιστερά µου, πρὸς ψυχὴν ἑκάστηναὐτῷ πρέπουσαν διαλεγοµένου. Τί τούτων τῶν ῥηµάτων ἥδιον; Ὁρᾷς διάλεξιν Θεοῦ πρὸς ἀνθρώπους; Τί δὲ, εἰπέ µοι; οὐχ ὁρᾷς, ὅσοι ἐκείνων τῶν µακαρίων γυναικῶν παῖδες ἀπῆλθον, καὶ ἐν τάφοις εἰσίν; ὅσαι χαλεπώτερα πεπόνθασι, καὶ µετὰ τῶν ἀνδρῶν καὶ υἱοὺς ἀπέβαλλον; Τούτοις προσανέχωµεν, ταῦτα µεριµνῶµεν· καὶ οὐδὲν ἡµῖν ἔσται λυπηρὸν, ἀλλὰ πάντα διατελέσοµεν τὸν χρόνον µετὰ χαρᾶς πνευµατικῆς διάγοντες, καὶ τῶν αἰωνίων ἀπολαύσοµεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.