Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Thessalonians
John ChrysostomHom. 1 Thess. 7 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
7.0
Οὐ θέλω δὲ ὑµᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιµηµένων, ἵνα µὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ µὴ ἔχοντες ἐλπίδα.
7.1
Πολλὰ τῶν πραγµάτων ἐξ ἀγνοίας ἡµᾶς λυπεῖ µόνης, ὡς, ἂν αὐτὰ καλῶς καταµάθωµεν, ἀποκρουσόµεθα τὴν ὀδύνην. Τοῦτο γοῦν καὶ ὁ Παῦλος ἐµφαίνων ἔλεγεν, Οὐ θέλω ὑµᾶς ἀγνοεῖν, ἵνα µὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ µὴ ἔχοντες ἐλπίδα. Τί οὐ θέλεις αὐτοὺς ἀγνοεῖν; Τὸν περὶ τῆς ἀναστάσεως, φησὶ, λόγον.∆ ιὰ τί δὲ µὴ λέγεις τὴν κόλασιν τὴν ἀποκειµένην τῷ ἀγνοεῖν τὸν περὶ τῆς ἀναστάσεως λόγον;∆ ιότι τοῦτο ἐκεῖθεν δῆλόν ἐστι, καὶ ὡµολογηµένον· τέως δὲ µετ' ἐκείνου καὶ τοῦτο ἔσται κέρδος οὐ µικρόν. Ἐπειδὴ γὰρ οὐ τῇ ἀναστάσει ἠπίστουν, ἀλλ' ὅµως ἐθρήνουν, διὰ τοῦτο οὕτω φησί. Καὶ ἑτέρως µὲν τοῖς ἀπιστοῦσι διαλέγεται, ἑτέρως δὲ τούτοις· οἱ γὰρ περὶ τῶν χρόνων καὶ τῶν καιρῶν ζητοῦντες, δῆλον ὅτι ᾔδεσαν. Εἰ γὰρ πιστεύοµεν, φησὶν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, οὕτως ὁ Θεὸς καὶ τοὺς κοιµηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Ποῦ εἰσιν οἱ τὴν σάρκα ἀθετοῦντες; Εἰ γὰρ µὴ ἀνέλαβε σάρκα, οὐδὲ ἀπέθανεν· εἰ δὲ µὴ ἀπέθανεν, οὐδὲ ἀνέστη. Πῶς οὖν ἡµᾶς ἀπὸ τούτων προτρέπει εἰς πίστιν; ἆρα οὐ λῆρος µᾶλλον ἦν κατ' αὐτοὺς καὶ ἀπατεών; Εἰ γὰρ τὸ ἀποθανεῖν ἁµαρτίας ἐστὶν, ὁ δὲ Χριστὸς οὐχ ἥµαρτε, πῶς ἡµᾶς προτρέπεται νῦν;∆ ιὰ τί δὲ καί φησιν, Ὥσπερ οἱ λοιποὶ οἱ µὴ ἔχοντες ἐλπίδα; Ὡσεὶ ἔλεγε· Τίνας θρηνεῖτε, ἄνθρωποι; ὑπὲρ τίνων λυπεῖσθε; ὑπὲρ τῶν ἁµαρτωλῶν, ἢ ὑπὲρ τῶν ἁπλῶς ἀποθνησκόντων; Ὥστε ἐκεῖνοι τίνας θρηνοῦσι; Πάντα δὲ ταῦτα ἕωλα αὐτοῖς γίνεται, Πρωτότοκος, φησὶν, ἐκ τῶν νεκρῶν· τουτέστιν, ἀπαρχή. Οὐκοῦν καὶ λοιποὺς εἶναι δεῖ. Καὶ ὅρα πῶς ἐνταῦθα οὐδὲν ἀπὸ λογισµῶν τίθησιν, ἐπειδὴ προσηνεῖς ἦσαν· Κορινθίοις δὲ γράφων, πολλὰ πρῶτον καὶ ἀπὸ λογισµῶν ἐκίνησε, καὶ τότε ἐπήγαγεν· Ἄφρον σὺ, ὃ σπείρεις, οὐ ζωοποιεῖται. Κυριώτερον µὲν γὰρ τοῦτο, ἀλλ' ὅταν τῷ πιστῷ διαλέγηται· πρὸς δὲ τὸν ἔξω ποίαν ἰσχὺν ἂν ἔχοι τοῦτο; Οὕτω, φησὶν, ὁ Θεὸς, καὶ τοὺς κοιµηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Πάλιν, Κοιµηθέντας· οὐδαµοῦ λέγει, ἀποθανόντας. Ἀλλ' ἐπὶ µὲν τοῦ Χριστοῦ τὸ, Ἀπέθανεν, ἔθηκεν, ἐπειδὴ καὶ τὸ τῆς ἀναστάσεως εἶπεν· ἐνταῦθα δὲ, Τοὺς κοιµηθέντας διὰ τοῦ Ἰησοῦ· ἢ τοῦτο λέγων, ὅτι τῇ πίστει τοῦ Ἰησοῦ κοιµηθέντας, ἢ ὅτι διὰ τοῦ Ἰησοῦ ἄξει τοὺς κοιµηθέντας, τουτέστι, τοὺς πιστούς. Ἐνταῦθα οἱ αἱρετικοί φασιν ὅτι τοὺς βαπτισθέντας λέγει. Τὸ οὖν, Οὕτω, ποῦ ἵσταται; ὁ γὰρ Ἰησοῦς οὐκ ἐκοιµήθη διὰ τοῦ βαπτίσµατος. Τίνος δὲ ἕνεκέν φησι, Τοὺς κοιµηθέντας; Ὥστε οὐ περὶ καθολικῆς, ἀλλὰ περὶ µερικῆς ἀναστάσεως διαλέγεται. Ἄξει τοὺς κοιµηθέντας διὰ τοῦ Ἰησοῦ, φησί· καὶ πολλαχοῦ οὕτω λέγει. Τοῦτο γὰρ ὑµῖν λέγοµεν ἐν λόγω Κυρίου, ὅτι ἡµεῖς οἱ ζῶντες οἱ περιλειπόµενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ µὴ φθάσωµεν τοὺς κοιµηθέντας· περὶ τῶν πιστῶν λέγων, καὶ οἱ κοιµηθέντες ἐν Χριστῷ· καὶ πάλιν, Οἱ νεκροὶ ἀναστήσονται. Ἔπειτα οὐ περὶ ἀναστάσεως αὐτῷ ὁ λόγος µόνον, ἀλλὰ καὶ περὶ ἀναστάσεως καὶ περὶ τιµῆς τῆς ἐν δόξῃ. Ἀναστάσεως µὲν οὖν πάντες ἀπολαύσονται, φησίν· ἐν δόξῃ δὲ οὐ πάντες ἔσονται, ἀλλ', Οἱ ἐν Χριστῷ. Ἐπεὶ οὖν παραµυθήσασθαι βούλεται αὐτοὺς, οὐ τούτῳ µόνον παραµυθεῖται, ἀλλὰ καὶ τῇ τιµῇ τῇ πολλῇ καὶ τῷ τάχει, ἐπεὶ ἐκεῖνο ᾔδεσαν. Ὅτι γὰρ τῇ τιµῇ βούλεται αὐτοὺς παραµυθήσασθαι, προϊών φησι, Καὶ πάντοτε σὺν Κυρίῳ ἐσόµεθα· καὶ, ὅτι Ἐν νεφέλαις ἁρπαγησόµεθα. Πῶς δὲ οἱ πιστοὶ διὰ τοῦ Ἰησοῦ κοιµῶνται·∆ ηλονότι τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς. Τὸ δὲ, Ἄξει σὺν αὐτῷ, δείκνυσι πολλαχόθεν ἀγοµένους. Τοῦτο γὰρ ὑµῖν, φησὶ, λέγοµεν ἐν λόγῳ Κυρίου. Ξένον τι ἔµελλε λέγειν· διὰ τοῦτο καὶ τὸ ἀξιόπιστον τίθησιν. Ἐν λόγῳ Κυρίου, φησί· τουτέστιν, Οὐκ ἀφ' ἑαυτῶν, ἀλλὰ παρὰ τοῦ Χριστοῦ µαθόντες λέγοµεν, Ὅτι ἡµεῖς οἱ ζῶντες οἱ περιλειπόµενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ µὴφθάσωµεν τοὺς κοιµηθέντας. Ὅπερ ἐν τῇ πρὸς Κορινθίους φησὶν, ὅτι Ἐν ἀτόµῳ, ἐν ῥιπῇ ὀφθαλµοῦ. Ἐνταῦθα τὸ ἀξιόπιστον τῇ ἀναστάσει καὶ τῷ τρόπῳ παρέστησε.
7.2
Καὶ ἐπειδὴ τὸ πρᾶγµα δοκεῖ δύσκολον εἶναι, δείκνυσιν αὐτὸς ὅτι ὥσπερ ἐστὶν εὔκολον τοὺς ζῶντας ἀρθῆναι, οὕτω καὶ τοὺς ἀπελθόντας. Τὸ δὲ, Ἡµεῖς, οὐ περὶ ἑαυτοῦ φησιν· οὐ γὰρ δὴ ἔµελλεν αὐτὸς µέχρι τῆς ἀναστάσεως µένειν, ἀλλὰ τοὺς πιστοὺς λέγει.∆ ιὰ τοῦτο προσέθηκεν, Οἱ περιλειπόµενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ µὴ φθάσωµεν τοὺς κοιµηθέντας· ὡς ἂν εἰ ἔλεγε· Μὴ νοµίσῃς ἐργωδίαν εἶναί τινα, ἀκούων ὅτι οἱ ζῶντες τότε τοὺς διαλυθέντας, τοὺς σαπέντας, τοὺς µυρία ἔτη ἔχοντας οὐ µὴ προλάβωσι· Θεός ἐστιν ὁ ποιῶν. Ἀλλ' ὥσπερ εὔκολον αὐτῷ ἐκείνους τοὺς ἀπηρτισµένους ἀγαγεῖν, οὕτω καὶ τοὺς διαλελυµένους. Ἀλλ' εἰσί τινες, οἳ διαπιστοῦσι τῷ πράγµατι, ἐπειδὴ τὸν Θεὸν οὐκ ἴσασι. Τί γὰρ, εἰπέ µοι, εὐκολώτερον, ἐκ τοῦ µὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν, ἢ διαλυθέντα ἀναστῆσαι πάλιν; Ἀλλὰ τί φασιν; Ὁ δεῖνα, φησὶ, ναυάγιον ὑπέστη, καὶ κατεποντίσθη, καὶ πεσόντα αὐτὸν ἰχθύες ἐδέξαντο πολλοὶ καὶ τῶν ἰχθύων ἕκαστος µέλος ἔφαγεν. Εἶτ' αὐτῶν δὴ τούτων ὁ µὲν ἐν τῷδε τῷ κόλπῳ, ὁ δὲ ἐν τῷδε συνελήφθη, καὶ ἐβρώθη ὑφ' ἑτέρου, καὶ οὗτος ὑπὸ ἄλλου. Καὶ οὗτοι πάλιν ἐν ἄλλοις χωρίοις ἀπέθανον οἱ τοὺς ἰχθῦς φαγόντες τοὺς τὸν ἄνδρα καταφαγόντας, καὶ αὐτοὶ ἴσως ὑπὸ θηρίων. Τοσαύτης δὲ τῆς συγχύσεως γενοµένης καὶ διασπορᾶς, πῶς πάλιν ἀναστήσεται ὁ ἀνήρ; τίς ὁ τὸν χοῦν συνάγων;∆ ιὰ τί γὰρ τοῦτο λέγεις, ἄνθρωπε, καὶ ὁρµαθοὺς λήρων ὑφαίνεις, καὶ ὡς ἄπορον τιθεῖς; Εἰπὲ γάρ µοι, ἂν µὴ εἰς θάλατταν καταπέσῃ, ἂν γὰρ µὴ ἰχθὺς φάγῃ, µηδὲ βρωθῇ πάλιν ὁ ἰχθὺς ὑπὸ µυρίων ἀνθρώπων, ἀλλὰ κηδευθεὶς ἐν λάρνακι ὁἀνὴρ τεθῇ, καὶ µήτε σκώληκες, µήτε ἄλλο τι διενοχλήσῃ, πῶς ἀναστήσεται τὸ διαλυθέν; πῶς ἡ κόνις καὶ ἡ τέφρα συγκολληθήσεται, πόθεν τὸ ἄνθος λοιπὸν ἔσται τοῦ σώµατος; τοῦτο δὲ οὐκ ἄπορον; Ἂν µὲν οὖν Ἕλληνες ὦσιν οἱ ταῦτα διαποροῦντες, πρὸς αὐτοὺς µυρία ἐροῦµεν. Τί δήποτε; εἰσὶ γὰρ παρ' αὐτοῖς οἱ τὰς ψυχὰς καὶ εἰς φυτὰ καὶ εἰς θάµνους ἄγοντες καὶ εἰς κύνας· εἰπέ µοι, τί εὐκολώτερον, τὸ οἰκεῖον σῶµα ἀναλαβεῖν, ἢ τὸ ἀλλότριον; Ἄλλοι πάλιν φασὶν ὑπὸ πυρὸς ἀναλίσκεσθαι, καὶ ἱµατίων ἀνάστασιν γίνεσθαι καὶ ὑποδηµάτων, καὶ οὐ καταγελῶνται· ἕτεροι ἀτόµους εἰσάγουσιν. Ἀλλὰ πρὸς ἐκείνους οὐδεὶς ἡµῖν λόγος· πρὸς δὲ τοὺς πιστοὺς, εἴ γε πιστοὺς δεῖ καλεῖν, τοὺς ἐρωτῶντας, ὅµως ἐροῦµεν τὸ ἀποστολικὸν, ὅτι πᾶσα ἡ ζωὴ ἀπὸ φθορᾶς γίνεται, πάντα φυτὰ, πάντα σπέρµατα. Οὐχ ὁρᾷς τὴν συκῆν ἡλίκον µὲν ἔχει κορµὸν, ἡλίκα δὲ στελέχη; φύλλα δὲ πόσα, κλάδους, ἀνθέρικας, ῥίζας τοσοῦτον ἐπεχούσας καὶ ἐγκεκολπισµένας; Αὕτη τοίνυν ἡ τηλικαύτη καὶ τοιαύτη ἀπὸ τῆς κέγχρου γίνεται ἐκείνης τῆς καταβληθείσης, καὶ αὐτῆς διαφθαρείσης πρῶτον· κἂν µὴ σαπῇ καὶ διαλυθῇ, οὐδὲν τούτων ἔσται. Εἰπέ µοι, πόθεν τοῦτο γίνεται; Καὶ ἡ ἄµπελος δὲ ἡ οὕτω καλὴ καὶ ἰδεῖν καὶ µετέχειν, ἀπὸ τοῦ εἰδεχθοῦς γίνεται ἐκείνου. Τί δὲ, εἰπέ µοι, οὐχὶ ὕδωρ ἐστὶν ἓν τὸ ἄνωθεν καταφερόµενον; καὶ πῶς εἰς τοσαῦτα µεταβάλλεται; Τοῦτο γὰρ τῆς ἀναστάσεως θαυµασιώτερον. Ἐκεῖ µὲν γὰρ καὶ τὸ αὐτὸ σπέρµα, καὶ τὸ αὐτὸ ὑπόκειται φυτὸν, καὶ ἡ συγγένεια πολλή· ἐνταῦθα δὲ εἰπέ µοι πῶς µίαν ἔχον ποιότητα καὶ µίαν φύσιν, εἰς τοσαῦτα τρέπεται; Ἐν ἀµπέλῳ γίνεται οἶνος, οὐχὶ οἶνος µόνον, ἀλλὰ καὶ φύλλα καὶ ὀπός· καὶ γὰρ οὐχ ὁ βότρυς µόνον, ἀλλὰ καὶ τὸ λοιπὸν τῆς ἀµπέλου αὐτῷ τρέφεται· πάλιν ἐν ἐλαίᾳ ἔλαιον, καὶ τὰ ἄλλα, ὅσα οὐκ ἔστιν εἰπεῖν. Καὶ τὸ θαυµαστὸν, ἐνταῦθα ὑγρὸν, ἐκεῖ ξηρὸν, ἐνταῦθα γλυκὺ, ἐκεῖ ὀξὺ, ἐκεῖ στῦφον, ἑτέρωθι πικρόν. Πῶς, εἰπέ µοι, τρέπεται εἰς τοσαῦτα; εἰπὲ τὸν λόγον· ἀλλ' οὐκ ἂν ἔχοις. Ἐπὶ δὲ σοῦ αὐτοῦ, εἰπέ µοι( ἐγγύτερον γὰρ), τοῦτο τὸ σπέρµα τὸ καταβαλλόµενον πῶς εἰς ὀφθαλµοὺς, πῶς εἰς ὦτα, πῶς εἰς χεῖρας, πῶς εἰς καρδίαν, πῶςεἰς τοσαῦτα ῥυθµίζεται καὶ διατυποῦται; οὐχὶ µυρίαι διαφοραὶ ἐν τῷ σώµατι, σχηµάτων, µεγεθῶν, ποιοτήτων, θέσεων, δυνάµεων, ῥυθµῶν; πῶς νεῦρα, καὶ φλέβες, καὶ σάρκες, καὶ ὀστᾶ, καὶ ὑµένες, καὶ ἀρτηρίαι, καὶ ἄρθρα, καὶ χόνδροι, καὶ ὅσα ἕτερα τούτων πλείονα παῖδεςἰατρῶν ἀκριβολογοῦνται, ἃ τὴν ἡµετέραν συνέχει φύσιν, καὶ ταῦτα ἀπὸ τοῦ ἑνὸς σπέρµατος; Ἆρα πολλῷ σοι δοκεῖ τούτων εἶναι τοῦτο ἀπορώτερον, πῶς τὸ ὑγρὸν καὶ µαλακὸν εἰς σκληρὸν καὶ ψυχρὸν πήγνυται, τὸ ὀστοῦν; πῶς εἰς θερµὸν καὶ ὑγρὸν, καὶ τὸ αἷµα, ἑνωθέν; πῶς εἰς ψυχρὸν καὶ µαλθακὸν τὸ νεῦρον; πῶς εἰς ψυχρὸν καὶ ὑγρὸν τὴν ἀρτηρίαν; πόθεν ταῦτα, εἰπέ µοι; ταῦτα οὐ διαπορεῖς; Οὐχὶ ὁρᾷς καθ' ἑκάστην ἡµέραν ἀνάστασιν καὶ θάνατον ἐν ταῖς ἡλικίαις γινόµενον; ποῦ ἡ νεότης ἀπῆλθεν; πόθεν τὸ γῆρας ἦλθε; πῶς ὁ γεγηρακὼς ἑαυτὸν µὲν νέον ποιῆσαι οὐ δύναται, ἕτερον δὲ παιδίον τίκτει νεώτατον, καὶ ὃ ἑαυτῷ οὐ δύναται παρασχεῖν, ἑτέρῳ παρέχει.
7.3
Τοῦτο καὶ ἐπὶ τῶν δένδρων καὶ ἐπὶ τῶν ζώων ἔστιν ἰδεῖν. Καίτοι τὸ ἑτέρῳ παρέχον, ἑαυτῷ πρότερον ὀφείλει παρασχεῖν. Ἀλλὰ ταῦτα µὲν ὁ λογισµὸς ὁ ἀνθρώπινος ἀπαιτεῖ· ὅταν δὲ ὁ Θεὸς δηµιουργῇ, πάντα ὑποχωρείτω. Εἰ ταῦτα οὕτως ἄπορα, καὶ µεθ' ὑπερβολῆς ἄπορα, ὑπεισῆλθέ µοι νῦν ἔννοια τῶν µαινοµένων, καὶ τὴν γέννησιν τὴν ἀσώµατον πολυπραγµονούντωντοῦ Υἱοῦ. Τὰ καθ' ἑκάστην ἡµέραν γινόµενα, καὶ χερσὶν ὑποβαλλόµενα, καὶ µυριάκις ζητηθέντα οὐδεὶς οὐδέπω εὑρεῖν δεδύνηται· πῶς οὖν τὴν ἄῤῥητον ἐκείνην καὶ ἄφραστον γέννησιν πολυπραγµονοῦσιν, εἰπέ µοι; οὐκ ἀπέκαµεν ἡ διάνοια τῶν τοιούτων κενεµβατοῦσα; οὐκ εἰς µυρίους ἰλίγγους περιετράπη; οὐχὶ ἀχανὴς γέγονε; Καὶ ὅµως οὐδὲ οὕτω παιδεύονται. Περὶ σταφυλῶν καὶ σύκων οὐδὲν εἰπεῖν δυνάµενοι, περὶ τοῦ Θεοῦ πολυπραγµονοῦσιν. Εἰπὲ γάρ µοι, πῶς τὸ γίγαρτον ἐκεῖνο ἀναλύεται εἰς φύλλα καὶ στελέχη; πῶς πρὸ τούτου οὐκ ἦν ἐν αὐτῷ, οὐδὲ ἑωρᾶτο; Ἀλλ' οὐ τὸ γίγαρτόν ἐστι, φησὶν, ἀλλὰ τῆς γῆς τὸ πᾶν. Καὶ πῶς χωρὶς τούτου οὐδὲν φέρει ἀφ' ἑαυτῆς; Ἀλλὰ µὴ ἀνοηταίνωµεν· οὔτε τῆς γῆς ἐστιν, οὔτε τῆς κέγχρου τὸ γινόµενον, ἀλλὰ τοῦ καὶ τῆς γῆς καὶ τῶν σπερµάτων Κυρίου.∆ ιὰ τοῦτο καὶ χωρὶς τούτων καὶ µετὰ τούτων ταῦτα ἐποίησε γίνεσθαι τὸ µὲν τὴν αὐτοῦ δύναµιν δεικνὺς, ἡνίκα ἔλεγεν, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου· τὸ δὲ, µετὰ τοῦ δεῖξαι τὴν αὐτοῦ δύναµιν, καὶ ἡµᾶς παιδεύων εἶναι φιλοπόνους καὶ φιλεργούς. Τί δὴ ταῦτα ἡµῖν εἴρηται; Οὐχ ἁπλῶς, ἀλλ' ἵνα καὶ τῇ ἀναστάσει πιστεύωµεν· καὶ ὅταν τι πάλιν λογισµοῖς βουλόµενοι καταλαβεῖν οὐκ ἰσχύωµεν, µὴ δυσχεραίνωµεν µηδὲ ἀγανακτῶµεν, ἀλλ' εὐγνωµόνως ὑποστρέφοντες, καὶ ἀναχαιτίζοντες τὸν λογισµὸν, καταφεύγωµεν ἐπὶ τὸ δυνατὸν τοῦ Θεοῦ καὶ εὐµήχανον. Ταῦτα οὖν εἰδότες, χαλινὸν ἐπιθῶµεν τοῖς λογισµοῖς· µὴ ὑπερβαίνωµεν τοὺς ὅρους καὶ τὰ µέτρα τὰ δεδοµένα τῆς γνώσεως ἡµῖν. Εἰ γάρ τις δοκεῖ, φησὶν, εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι. Οὐ λέγω περὶ Θεοῦ µόνον, ἀλλὰ περὶ παντὸς πράγµατος. Τί γὰρ βούλει µαθεῖν περὶ γῆς; τί οἶδας, εἰπέ µοι; πόσον τὸ µέτρον αὐτῆς; πηλίκον τὸ µέγεθος; ὁποία ἡ θέσις; τίς ἡ οὐσία; ποῖος ὁ τόπος; ποῦ ἕστηκε, καὶ ἐπὶ τίνος; Ἀλλ' οὐδὲν ἂν τούτων ἔχοις εἰπεῖν. Ἀλλ' ὅτι µέν ἐστι ψυχρὰ καὶ ξηρὰ καὶ µέλαινα, ταῦτα ἂν ἔχοις εἰπεῖν, περαιτέρω δὲ οὐδέν. Ἀλλὰ περὶ τῆς θαλάττης; Ἀλλ' ὁµοίως εἰς ἀµηχανίαν ἐµπεσῇ, οὐκ εἰδὼς ποῦ µὲν ἄρχεται, ποῦ δὲ λήγει, ἐπὶ τίνος δὲ φέρεται, τί τὸν πυθµένα αὐτῆς διαβαστάζει, ποῖος δὲ αὐτῇτόπος ἐστὶ, πότερον δὲ καὶ µετ' αὐτήν ἐστιν ἤπειρος, ἢ εἰς ὕδωρ τελευτᾷ καὶ ἀέρα. Ἀλλὰ τῶν ἐν αὐτῇ τί οἶδας; Ἀλλὰ τὸν ἀέρα εἴπω; ἀλλὰ τὰ στοιχεῖα; Ἀλλ' οὐδὲν ἐρεῖς. Ἀφῶ ταῦτα, Βούλει τῶν φυτῶν τὸ µικρότατον ἐκλεξώµεθα; τὴν χλόην τὴν ἄκαρπον, ἥνπερ ἅπαντες ἴσµεν, εἰπὲ πῶς τίκτεται; οὐχὶ ὕδωρ ἐστὶ τὸ ὑποκείµενον καὶ γῆ καὶ κόπρος; τί τὸ ποιοῦν αὐτὴν οὕτω καλὴν φαίνεσθαι, καὶ χρῶµα ἔχειν θαυµαστόν; πόθεν ἐκεῖνο τὸ κάλλος οὕτω µαραίνεται; Οὐκ ἔστιν ὕδατος, οὐκ ἔστι γῆς τὸ ἔργον. Ὁρᾷς ὅτι πανταχοῦ πίστεως χρεία; Πῶς ἡ γῆ τίκτει; πῶς ὠδίνει, εἰπέ µοι; Ἀλλ' οὐδὲν ἂν τούτων ἔχοις εἰπεῖν. Παιδεύθητι, ὦ ἄνθρωπε, ἐν τοῖς κάτω καὶ τοῖς ἐνταῦθα, καὶ µὴ περιεργάζου µηδὲ πολυπραγµόνει τὸν οὐρανὸν, καὶ εἴθε τὸν οὐρανὸν, καὶ µὴ τοῦ οὐρανοῦτὸν∆ εσπότην. Τὴν γῆν οὐκ οἶδας, εἰπέ µοι, ἀφ' ἧς ἐτέχθης, ἐν ᾗ ἐτράφης, ἣν οἰκεῖς, ἣν πατεῖς, ἧς ἄνευ οὐδὲ ἀναπνεῦσαι δύνασαι, καὶ τὰ τοσοῦτονἀφεστηκότα πολυπραγµονεῖς; Ὄντως ἄνθρωπος µαταιότης ἐστί. Κἂν µέν τίς σε εἰς βυθὸν κελεύῃ καταβαίνειν, καὶ ἐξιχνεύειν τὰ ἐν τῷ πυθµένι τῆς θαλάσσης, οὐκ ἀνέξῃ τοῦ ἐπιτάγµατος· οὐδενὸς δὲ ἀναγκάζοντος, αὐτὸς τὴν ἀνεξιχνίαστον ἄβυσσον βούλει καταλαβεῖν; Μὴ, παρακαλῶ· ἀλλ' ἄνω πλέωµεν, µὴ νηχόµενοι λογισµοῖς· ταχέως γὰρ ἀποκαµούµεθα, καὶ καταποντισθησόµεθα· ἀλλὰ ταῖς θείαις κεχρηµένοι Γραφαῖς, καθάπερ πλοίῳ τινὶ τὰ ἱστία τῆς πίστεως ἀναπετάσωµεν. Ἂν ἐν ταύταις πλέωµεν, καὶ κυβερνήτης ὑµῖν παρέσται ὁ λόγος τοῦ Θεοῦ· ἂν δὲ νηχώµεθα ἐν τοῖς λογισµοῖς τοῖς ἀνθρωπίνοις, οὐκέτι. Τίνι γὰρ τῶν οὕτω νηχοµένων κυβερνήτης παρέσται; Ὥστε διπλῇ ὁ κίνδυνος, τῷ τε µὴ πλοῖον εἶναι, τῷ τε κυβερνήτην ἀπεῖναι. Εἰ γὰρ καὶ τὸ σκάφος ἄνευ κυβερνήτου σφαλερὸν, ὅταν ἀµφότερα ἀπῇ, ποία σω τηρίας ἐλπίς; Μὴ δὴ ῥίπτωµεν ἑαυτοὺς εἰς κίνδυνον φανερὸν, ἀλλ' ἐπ' ἀσφαλοῦς βαίνωµεν, τῆς ἱερᾶς ἀγκύρας ἐξαρτήσαντες ἑαυτούς. Οὕτω γὰρ εἰς τὸν εὔδιον λιµένα καταπλευσόµεθα µετὰ πολλῆς µὲν τῆς ἐµπορίας, µετὰ πάσης δὲ τῆς ἀσφαλείας· καὶ τῶν ἀποκειµένων τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτύχωµεν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note