Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Timothy
John ChrysostomHom. 1 Tim. 10 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
10.0
Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυµεῖ.∆ εῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, µιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσµιον, φιλόξενον, διδακτικὸν, µὴ πάροικον, µὴ πλήκτην, µὴ αἰσχροκερδῆ, ἀλλ' ἐπιεικῆ, ἄµαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάµενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ µετὰ πάσης σεµνότητος.
10.1
Μέλλων κατιέναι εἰς τὸν περὶ τῆς ἐπισκοπῆς λόγον, δείκνυσι καθάπαξ ὁποῖον εἶναι χρὴ τὸν ἐπίσκοπον, οὐκ ἐν τάξει τῆς πρὸς τὸν Τιµόθεοναὐτὸ παραινέσεως ποιῶν, ἀλλ' ὡς πᾶσι διαλεγόµενος, καὶ δι' ἐκείνου πάντας ῥυθµίζων· καὶ τί φησιν; Εἴ τις ἐπισκοπῆς ὀρέγεται, οὐκ ἐγκαλῶ, φησί· προστασίας γὰρ ἔργον ἐστίν. Εἴ τις ταύτην ἔχει τὴν ἐπιθυµίαν, ὥστε µὴ τῆς ἀρχῆς καὶ τῆς αὐθεντίας ἐφίεσθαι µόνον, ἀλλὰ τῆς προστασίας, οὐκ ἐγκαλῶ· Καλοῦ γὰρ ἔργου ἐπιθυµεῖ, φησίν. Ἐπεὶ καὶ Μωϋσῆς ἐπεθύµησε τοῦ πράγµατος, ἀλλ' οὐ τῆς ἐξουσίας, καὶ οὕτως ἐπεθύµησεν, ὡς ἀκοῦσαι· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡµᾶς; Εἴ τις οὕτως ἐπεθύµησεν, ἐπιθυµείτω· ἐπισκοπὴ γὰρ εἴρηται, παρὰ τὸ ἐπισκοπεῖν ἅπαντας.∆ εῖ οὖν, φησὶ, τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, µιᾶς γυναικὸς ἄνδρα. Οὐ νοµοθετῶν τοῦτό φησιν, ὡς µὴ εἶναι ἐξὸν ἄνευ τούτου γίνεσθαι, ἀλλὰ τὴν ἀµετρίαν κωλύων· ἐπειδὴ ἐπὶ τῶν Ἰουδαίων ἐξῆν καὶ δευτέροις ὁµιλεῖν γάµοις, καὶ δύο ἔχειν κατὰ ταυτὸν γυναῖκας, Τίµιον γὰρ ὁ γάµος. Τινὲς δὲ, ἵνα µιᾶς γυναικὸς ἀνὴρ ᾖ, φασὶ τοῦτο εἰρῆσθαι. Ἀνεπίληπτον. Πᾶσαν εἶπεν ἀρετὴν, ἀνεπίληπτον εἰπών. Ὥστε εἴ τις σύνοιδεν ἑαυτῷ τινα ἁµαρτήµατα, οὐ καλῶς ποιεῖ, πράγµατος ἐπιθυµῶν, οὗ διὰ τῶν ἔργων ἑαυτὸν ἐξέβαλεν· οὐ γὰρ ἄρχειν, ἀλλὰ ἄρχεσθαι δεῖ τὸν τοιοῦτον. Τὸν γὰρ ἄρχοντα παντὸς λαµπτῆρος λαµπρότερον εἶναι δεῖ, καὶ βίον ἔχειν ἀκηλίδωτον, ὥστε πάντας πρὸς ἐκεῖνον ὁρᾷν, καὶ πρὸς τὸν αὐτοῦ βίοντὸν οἰκεῖον χαρακτηρίζειν. Ποιεῖ δὲ τοῦτο, οὐχ ἁπλῶς τοσαύτῃ κεχρηµένος τῇ παραινέσει· ἀλλ' ἐπειδὴ καὶ αὐτὸς ἔµελλεν ἐπισκόπους καθιστᾷν, ὅπερ καὶ Τίτῳ γράφων παρῄνει, καὶ ἐπειδὴ εἰκὸς ἦν πολλοὺς τοῦ πράγµατος ἐπιθυµεῖν, διὰ τοῦτοταῦτα παρεγγυᾷ. Νηφάλιον, φησὶ, τουτέστιν, διορατικὸν, µυρίους ἔχοντα πάντοθεν ὀφθαλµοὺς, ὀξὺ βλέποντα, καὶ µὴ ἀµβλύνοντα τὸ τῆς διανοίας ὄµµα. Πολλὰ γάρ ἐστι τὰ συµπίπτοντα, καὶ οὐκ ἐῶντα ὁρᾷν καθαρῶς καὶ ὡς ἔχει τὰ πράγµατα· καὶ γὰρ καὶ ἀθυµίαι καὶ φροντίδες καὶ πραγµάτων ὄχλος καὶ πολλὰ πάντοθεν ἐπιῤῥεῖ. Ἄγρυπνον τοίνυν αὐτὸν εἶναι χρὴ, οὐ τὰ ἑαυτοῦ µεριµνῶντα µόνον, ἀλλὰ καὶ τὰ τῶν λοιπῶν· διεγηγέρθαι χρὴ καὶ ζεῖν τῷ πνεύµατι, καὶ πῦρ πνέειν, ὡς εἰπεῖν, καὶ µᾶλλον στρατηγοῦ καὶ ἐν νυκτὶ καὶ ἐν ἡµέρᾳ τὸ στράτευµα περιιόντος κάµνεινκαὶ διακονεῖσθαι, καὶ τὴν ὑπὲρ ἁπάντων ἔχειν φροντίδα καὶ µέριµναν. Σώφρονα, κόσµιον, φιλόξενον. Ταῦτα ἐπειδὴ καὶ τῶν ἀρχοµένων ἔχουσιν οἱ πολλοὶ( δεῖ γὰρ καὶ αὐτοὺς εἰς τὰ τοιαῦτα τοῖς ἄρχουσιν ἴσους εἶναι), δεικνὺς τὸ τῶν ἐπισκόπωνἐξαίρετον, ἐπήγαγε,∆ ιδακτικόν· τοῦτο γὰρ οὐκέτι ὁ ἀρχόµενος ἀπαιτεῖται· µάλιστα δὲ τοῦτο πάντων προσεῖναι δεῖ τῷ ταύτην τὴν ἀρχὴν ἐγκεχειρισµένῳ. Μὴ πάροινον. Οὐ τὸν µέθυσον ἐνταῦθά φησιν, ἀλλὰ τὸν ὑβριστὴν, τὸν αὐθάδη· Μὴ πλήκτην. Οὐ τὸν µὴ πλήττοντά φησι ταῖς χερσί. Τί οὖν ἐστι, Μὴ πλήκτην; Ἐπειδὴ εἰσὶν ἀκαίρως τινὲς πλήττοντες τῶν ἀδελφῶν τὴν συνείδησιν, τούτους νῦν αἰνίττεσθαί µοι δοκεῖ. Μὴ αἰσχροκερδῆ, ἀλλ' ἐπιεικῆ, ἄµαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάµε νον, τέκνα ἔχοντα ἐν ὑποταγῇ µετὰ πάσης σεµνότητος. Εἰ τοίνυν ὁ γαµήσας µεριµνᾷ τὰ τοῦ κόσµου, τὸν δὲ ἐπίσκοπον οὐ δεῖ τὰ τοῦ κόσµου µεριµνᾷν, πῶς φησι, Μιᾶς γυναικὸς ἄνδρα; Τινὲς µὲν οὖν φασιν, ὅτι τὸν ἀπὸ γυναικὸς ᾐνίξατο µένοντα ἐλεύθερον· εἰ δὲ µὴ τοῦτο εἴη, ἔνεστι γυναῖκα ἔχοντα, ὡς µὴ ἔχοντα, εἶναι. Τότε µὲν γὰρ καλῶς τοῦτο συνεχώρησεν, ὡς πρὸς τὴν τοῦ πράγµατος φύσιν τὴν τότε οὖσαν. Ἔνεστι δὲ αὐτὸ µεταχειρίσασθαι καλῶς, εἴ τις βούλοιτο. Ὥσπερ γὰρ ὁ πλοῦτος δυσχερῶς εἰσάγει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, πολλαχοῦ δὲ οἱ πλουτοῦντες εἰσῆλθον· οὕτω καὶ ὁ γάµος. Τί δὲ λέγεις, εἰπέ µοι; περὶ ἐπισκόπου διαλεγόµενος ἔλεγεν, ὅτι δεῖ αὐτὸν µὴ µέθυσον εἶναι, ἀλλὰ φιλόξενον, δέον τὰ µείζονα τούτων εἰπεῖν.∆ ιὰ τί γὰρ οὐκ εἶπεν, ὅτι∆ εῖ δὲ τὸν ἐπίσκοπον ἄγγελον εἶναι, µηδενὶ πάθει ἀνθρωπίνῳ ὑποκεῖσθαι( ἐκεῖνα τὰ µεγάλα, ἃ Χριστὸς εἶπεν, ἃ καὶ τοὺςἀρχοµένους ἔχειν δεῖ, ἐσταυρῶσθαι, καὶ ἐν ταῖς χερσὶν ἀεὶ ἔχειν τὴν ψυχήν; ὃ καὶ ὁ Χριστὸς εἶπεν, Ὁ ποιµὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· καὶ πάλιν, Ἐὰν µή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήσῃ ὀπίσω µου, οὐκ ἔστι µου ἄξιος), ἀλλὰ, Μὴ πάροινον, φησί; Καλαὶ αἱ ἐλπίδες, εἰ περὶ τούτων ὀφείλει ὁ ἐπίσκοπος παραινεῖσθαι.∆ ιὰ τί γὰρ οὐκ εἶπες,∆ εῖ δὲ αὐτὸν ἤδη µεταστῆναι ἐκ τῆς γῆς; ἀλλὰ ἃ τοῖς κοσµικοῖς ἐπέταξας, ταῦτα τῷ ἐπισκόπῳ οὐκ ἐπιτάττεις. Τί δὲ ἐκείνοις, φησί; Νεκρώσατε τὰ µέλη ὑµῶν τὰ ἐπὶ τῆς γῆς· καὶ πάλιν, Ὁ δὲ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁµαρτίας· καὶ πάλιν, Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν· καὶ ὁ Χριστὸς πάλιν φησὶν, Ἐὰν µή τις ἀποτάξηται αὑτοῦ πᾶσι τοῖς ὑπάρχουσιν, οὐκ ἔστι µου ἄξιος. Τίνος οὖν ἕνεκεν ταῦτα οὐκ εἴρηκεν; Ὅτι τοιούτους ὀλίγους εὑρεθῆναι ἐνῆν, ἐπισκόπων δὲ ἔδει πολλῶν, καὶ καθ' ἑκάστην πόλιν τῶν προηγησοµένων.
10.2
Ἐπεὶ οὖν ἐνεδρεύεσθαι ἔµελλε τὰ τῶν Ἐκκλησιῶν, διὰ τοῦτο συµµεµετρηµένην εἶπεν ἀρετὴν, οὐκ ἐκείνην τὴν ἄνω, τὴν ὑψηλήν· τὸ γὰρ νηφάλιον εἶναι καὶ κόσµιον καὶ σώφρονα πολλῶν ἦν. Τέκνα ἔχοντα, φησὶν, ἐν ὑποταγῇ µετὰ πάσης σεµνότητος.∆ εῖ γὰρ οἴκοθεν παρέχεσθαι τὰ παραδείγµατα. Τίς γὰρ ἂν πιστεύσειεν, ὅτι τὸν ἀλλότριον ὑποτάξει ὁ τὸν υἱὸν µὴ ὑποτάξας; Τοῦ ἰδίου οἴκου καλῶς προϊστάµενον. Τοῦτο καὶ οἱ ἔξωθέν φασιν, ὅτι ὁ οἰκονοµικὸς καὶ πολιτικὸς ἂν γένοιτο ταχέως. Καὶ γὰρ τοῦτό ἐστιν ἡ Ἐκκλησία, ὡσανεὶ µικρὰ οἰκία· καὶ ὥσπερ ἐν τῇ οἰκίᾳ εἰσὶ παιδία, γυνὴ, οἰκέται, καὶ πάντων ὁ ἀνὴρ ἀνῄρηται τὴν ἀρχήν· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ οὐδὲν ἄλλο, ἢ τοῦτό ἐστι, παιδία, γυναῖκες, οἰκέται. Εἰ δὲ κοινωνοὺς ἔχει τῆς ἀρχῆς ὁ τῆς Ἐκκλησίας προεστὼς, ἀλλ' ἔχει κἀκεῖ ὁ ἀνὴρ κοινωνὸν τὴν γυναῖκα. Ἀλλὰ τὰ πρὸς διατροφὴν ἐνταῦθα τῶν χηρῶν καὶ τῶν παρθένων φροντίζειν δεῖ; Ἔχει κἀκεῖ ὁ ἀνὴρ τοὺς δούλους, τὰς θυγατέρας· ἄλλως δὲ καὶ εὐκολώτερον τῆς οἰκίας ἄρχειν. Ὁ τοίνυν ταῦτα καλῶς οὐκ οἰκονοµήσας, πῶς τὰ τῆς Ἐκκλησίας οἰκονοµῆσαι δυνήσεται; Εἶτα εἰπὼν, Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιµελήσεται; Μὴ νεόφυτον, φησίν. Οὐ τὸν νεώτερον ἐνταῦθα λέγει, ἀλλὰ τὸν νεοκατήχητον· Ἐγὼ γὰρ, φησὶν, ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανε. Τοῦτον οὖν δηλῶσαι βουλόµενος, τοῦτο εἶπεν. Ἐπεὶ τί ἐκώλυεν εἰπεῖν, µὴ νεώτερον; Τίνος οὖν ἕνεκεν αὐτὸς, φησὶ, τὸν Τιµόθεον νεώτερον ὄντα ἐποίει; καὶ µαρτυρεῖ τοῦτο, πρὸς αὐτὸν λέγων, Μηδείς σου τῆς νεότητος καταφρονείτω.[ Ὅτι πολλὴν τὴν ἀρετὴν αὐτῷ συνῄδει· ὅτι µεγάλην τὴν περὶ τὸν βίον ἀκρίβειαν· ὃ δὴ καὶ εἰδὼς, Ἐκ βρέφους, φησὶ γράφων, τὰ ἱερὰ Γράµµατα ἔµαθες. Ὅτι δὲ καὶ ἐπιτεταµένην εἶχε νηστείαν, δηλοῖ τὸ, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὰς πυκνάς σου ἀσθενείας· µετὰ τῶν ἄλλων καὶ περὶ τούτου γράψας αὐτῷ, ὡς, εἰ µὴ ταῦτα ὑπ' αὐτοῦ κατωρθωµένα ᾔδει, οὔτε ἂν ἔγραψεν, οὔτε τῷ µαθητῇ τοιαῦταπαρήγγειλεν.] Ἐπειδὴ οὖν ἐξ Ἑλλήνων πολλοὶ προσῄεσαν τότε καὶ ἐβαπτίζοντο, Μὴ εὐθέως, φησὶ, νεόφυτον εἰς τὸν τῆς ἀρχῆς ὄγκον ἄγετε, τουτέστι, νεοκατήχητον. Εἰ γὰρ, πρὶν ἢ γενέσθαι µαθητὴς, διδάσκαλος γένοιτο ταχέως, καὶ εἰς ἀπόνοιαν ἔρχεται· εἰ, πρὶν ἢ µαθεῖν ἄρχεσθαι, τῶν ἀρχόντων γένοιτο, φυσᾶται.∆ ιὰ τοῦτο ἐπήγαγεν· Ἵνα µὴ τυφωθεὶς εἰς κρῖµα ἐµπέσῃ τοῦ διαβόλου· τουτέστιν, εἰς τὴν καταδίκην τὴν αὐτὴν, ἣν ἐκεῖνος ἀπὸ τῆς ἀπονοίας ὑπέµεινε.∆ εῖ δὲ αὐτὸν καὶ µαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα µὴ εἰς ὀνειδισµὸν ἐµπέσῃ καὶ παγίδα τοῦ διαβόλου. Καλῶς· µέλλει γὰρ ὀνειδίζεσθαι παρ' αὐτῶν. Τάχα καὶ διὰ τοῦτο εἶπε, Μιᾶς γυναικὸς ἄνδρα, καίτοι λέγων ἀλλαχοῦ, Θέλω πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐµαυτὸν, τουτέστιν, ἐν ἐγκρατείᾳ. Ἵνα οὖν µὴ εἰς στενὸν περικλείσῃ τὸ πρᾶγµα, ἐὰν ἠκριβωµένην πολιτείαν ἀπαιτήσῃ, διὰ τοῦτο συµµεµετρηµένην ἐζήτησεν ἀρετήν. Ἔδει γὰρ καθίστασθαι καθ' ἑκάστην πόλιν τὸν προηγούµενον· ἄκουε γὰρ αὐτοῦ γράφοντος τῷ Τίτῳ, Ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάµην. Τί δὲ, ἂν µαρτυρίαν ἔχῃ καλὴν καὶ δόξαν ἀγαθὴν, µὴ ᾖ δὲ τοιοῦτος; Μάλιστα µὲν οὖν δύσκολον τοῦτο· ἀγαπητὸν γὰρ τοὺς ὀρθοὺς ὀρθὴν ἔχειν δόξαν παρὰ τοῖς ἐχθροῖς· νῦν δὲ οὐδὲ τοῦτο µόνον εἴασεν· οὐδὲ γὰρ εἶπε,∆ εῖ αὐτὸν µαρτυρίαν ἔχειν, ἀλλὰ,∆ εῖ αὐτὸν καὶ µαρτυρίαν ἔχειν, ὡς µετὰ τῶν ἄλλων καὶ ταύτην· οὐ γὰρ δὴ ταύτην µόνον. Τί οὖν, ἂν κακῶς λέγοιεν αὐτὸν εἰκῆ, καὶ βασκαίνοντες, καὶ µάλιστα ἐπειδὴ Ἕλληνές εἰσιν; Οὐκ ἔστι τοῦτο· τὸν γὰρ ἄληπτον ἔχοντα βίον κἀκεῖνοι αἰδοῦνται. Πῶς, φησίν; Ἄκουε αὐτοῦ περὶ ἑαυτοῦ λέγοντος,∆ ιὰ δυσφηµίας καὶ εὐφηµίας. Οὐ γὰρ τοῦ βίου αὐτῶν ἐπελαµβάνοντο, ἀλλὰ τοῦ κηρύγµατος· διὰ τοῦτό φησι,∆ ιὰ δυσφηµίας. Ὡς πλάνοι καὶ γόητες διεβάλλοντο διὰ τὸ κήρυγµα. Καὶ τοῦτο ἐποίουν, ἐπεὶ µὴ εἶχον τοῦ βίου αὐτῶν ἐπιλαµβάνεσθαι.∆ ιὰ τί γὰρ µηδεὶς εἶπε περὶ τῶν ἀποστόλων, ὅτι πόρνοι καὶ ἀσελγεῖς καὶ πλεονέκται, ἀλλὰ πλάνοι, ὃ τοῦ κηρύγµατος ἦν µόνον; ἆρα οὐχ ὅτι βίον ἄληπτον εἶχον; Εὔδηλον ὅτι. Οὕτω τοίνυν καὶ ἡµεῖς ζῶµεν, καὶ οὐδεὶς ἡµᾶς ἐρεῖ κακῶς, κἂν ἔχθρος ᾖ, κἂν ἄπιστος. Ὁ γὰρ βίον λάµποντα ἔχων, κἀκείνοις ἐστὶν αἰδέσιµος· ἡ γὰρ ἀλήθεια καὶ τοὺς ἐχθροὺς ἐπιστοµίζει. Εἰς παγίδα δὲ πῶς ἐµπίπτει; Τοῖς αὐτοῖς ἁµαρτήµασι πολλάκις περιπίπτων, οἷς κἀκεῖνοι. Εἰ γὰρ εἴη τοιοῦτος, ταχέως αὐτῷ καὶ ἄλλην παγίδα τίθησιν ὁ διάβολος, ταχέως αὐτὸν ἀναιροῦσιν ἐκεῖνοι. Εἰ δὲ τὴν παρ' ἐχθρῶν δεῖ µαρτυρίαν ἔχειν, πολλῷ µᾶλλον καὶ τὴν παρὰ τῶν φίλων. Ὅτι γὰρ οὐκ ἔνι κακῶς ἀκοῦσαι τὸν ἀνεπιλήπτῳ βίῳ κεχρηµένον, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Λαµψάτω τὸ φῶς ὑµῶν ἔµπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσι τὰ καλὰ ἔργα ὑµῶν, καὶ δοξάζωσι τὸν Πατέρα ὑµῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τί οὖν, ἂν συκοφαντῆται, φησὶ, καὶ ἐκ περιστάσεως τὴν διαβολὴν ὑποµένῃ; Ἐγχωρεῖ µὲν καὶ τοῦτο· δεῖ δὲ µηδὲ τοῦτον εἰς τὸ µέσον ἄγεσθαι· καὶ γὰρ πολὺ τὸ δέος.∆ εῖ τοίνυν, φησὶ, καὶ καλὴν µαρτυρίαν ἔχειν αὐτόν· Λαµψάτω γὰρ τὰ ἔργα ὑµῶν. Ὥσπερ οὖν οὐκ ἄν τις εἴποι τὸν ἥλιον σκοτεινὸν, οὐδὲ αὐτὸς ὁ τυφλός· αἰσχύνεται γὰρ ταῖς πάντων µάχεσθαι δόξαις· οὕτω τὸν σφόδρα καλὸν οὐκ ἄν τις µέµψαιτο· ἀλλὰ τῶν µὲν δογµάτων ἕνεκεν πολλάκις ἂν αὐτοὺς διαβάλλοιεν Ἕλληνες, βίου δὲ ὀρθοῦ οὐκ ἂν ἐπιλάβοιντο, ἀλλὰ καὶ µετὰ τῶν ἄλλων θαυµάζουσικαὶ ἐκπλήττονται.
10.3
Οὕτω τοίνυν ζῶµεν, ὥστε µὴ βλασφηµεῖσθαι τὸ ὄνοµα τοῦ Θεοῦ. Μήτε οὖν πρὸς δόξαν ἀνθρωπίνην βλέπωµεν, µήτε ὥστε πονηρὰν λαµβάνειν δόξαν, ἀλλ' ἐν ἑκατέρῳ τὴν συµµετρίαν τιµῶµεν. Ἐν οἷς φαίνεσθε, φησὶ, ὡς φωστῆρες ἐν κόσµῳ.∆ ιὰ τοῦτο γὰρ ἡµᾶς εἴασεν, ἵν' ὡς φωστῆρες ὦµεν, ἵνα διδάσκαλοι τῶν ἄλλων καταστῶµεν, ἵν' ὡς ζύµη γενώµεθα, ἵν' ὡς ἄγγελοι µετὰ τῶνἀνθρώπων περιπολῶµεν, ἵν' ὡς ἄνδρες µετὰ τῶν παίδων τῶν µικρῶν, ὡς πνευµατικοὶ µετὰ τῶν ψυχικῶν, ἵνα κερδαίνωσιν ἐκεῖνοι, ἵνα σπέρµατα ὦµεν, ἵνακαρπὸν πολὺν φέρωµεν. Οὐκ ἔδει λόγων, εἰ τοσοῦτον ἡµῶν ὁ βίος ἔλαµπεν· οὐκ ἔδει διδασκάλων, εἰ ἔργα ἐπεδεικνύµεθα. Οὐδεὶς ἂν ἦν Ἕλλην, εἰ ἡµεῖς ἦµεν Χριστιανοὶ, ὡς δεῖ· εἰ τὰ τοῦ Χριστοῦ ἐφυλάττοµεν, εἰ ἠδικούµεθα, εἰ ἐπλεονεκτούµεθα, εἰ λοιδορούµενοι εὐλογοῦµεν, εἰ κακῶς πάσχοντες εὐηργετοῦµεν, οὐδεὶς οὕτω θηρίονἦν, ὡς µὴ ἐπιδραµεῖν τῇ εὐσεβείᾳ, εἰ παρὰ πάντων ταῦτα ἐγίνετο. Καὶ ἵνα µάθητε, εἷς ἦν ὁ Παῦλος, καὶ τοσούτους ἐπεσπάσατο. Εἰ πάντες ἦµεν τοιοῦτοι, πόσας οἰκουµένας οὐκ ἂν ἐπεσπασάµεθα; Ἰδοὺ πλείους εἰσὶν οἱ Χριστιανοὶ τῶν ἐθνικῶν. Καὶ ἐν µὲν ταῖς ἄλλαις τέχναις εἷς ἑκατὸν ὁµοῦ παῖδας διδάξαι δύναται· ἐνταῦθα δὲ τῶν διδασκάλων πλειόνων ὄντων, καὶ τῶν µαθητῶν πολλῷ πλειόνων, οὐδεὶς πρόσεισιν. Οἱ γὰρ διδασκόµενοι πρὸς τὴν τῶν διδασκάλων ἀρετὴν ὁρῶσι· καὶ ὅταν ἴδωσι καὶ ἡµᾶς τῶν αὐτῶν ἐπιθυµοῦντας, τῶν αὐτῶν ἐφιεµένους, τοῦ ἄρχειν, τοῦ τιµᾶσθαι, πῶς δυνήσονται θαυµάσαι τὸν Χριστιανισµόν; Ὁρῶσι βίους ἐπιληψίµους, ψυχὰς γηΐνας· τὰ χρήµατα ὁµοίως αὐτοῖς θαυµάζοµεν, πολλῷ δὲ καὶ πλέον· τὸν θάνατον ὁµοίως αὐτοῖς πεφρίκαµεν, πενίαν ὁµοίως φοβούµεθα, πρὸς νόσους ὁµοίως δυσχεραίνοµεν, ὁµοίως δόξης ἐρῶµεν καὶ δυναστείας, ὑπὲρ φιλαργυρίας κατακόπτοντες ἑαυτοὺς, τοὺς καιροὺς θεραπεύοµεν. Πόθεν οὖν ἔχουσι πιστεῦσαι; ἀπὸ σηµείων; ἀλλ' οὐ γίνεται ταῦτα· ἀλλ' ἀπὸ τῆς ἀναστροφῆς; ἀλλ' ἀπόλωλεν· ἀλλ' ἀπὸ τῆς ἀγάπης; ἀλλ' οὐδαµοῦ οὐδὲ ἴχνος αὐτῆς ὁρᾶται.∆ ιὰ τοῦτο οὐ τῶν ἡµετέρων µόνον ἁµαρτηµάτων, ἀλλὰ καὶ τῆς ἑτέρων βλάβης ἡµεῖς λόγον ὑφέξοµεν. Ἀνανήψωµέν ποτε, γρηγορήσωµεν, δείξωµεν πολιτείαν ἐπὶ γῆς οὐράνιον, λέγωµεν, ὅτι Ἡµῶν τὸ πολίτευµα ἐν οὐρανῷ ὑπάρ χει, καὶ ἐπὶ γῆςτὴν ἄθλησιν ἐπιδειξώµεθα. Ἀλλ' ἐγένοντο, φησὶ, παρ' ἡµῖν ἄνδρες µεγάλοι. Πόθεν πιστεύσω, φησὶν ὁ Ἕλλην; οὐ γὰρ ὁρῶ ὑµᾶς τὰ αὐτὰ πράσσοντας ἐκείνοις. Ἐπεὶ εἰ δεῖ ταῦτα διηγεῖσθαι, ἔχοµεν καὶ ἡµεῖς, φησὶ, µεγάλους φιλοσόφους, καὶ θαυµαστοὺς βίου ἕνεκεν. Ἀλλὰ δεῖξόν µοι Παῦλον ἕτερον καὶ Ἰωάννην· ἀλλ' οὐκ ἂν ἔχοις. Πῶς οὖν οὐχὶ καὶ γελάσειεν οὕτω διαλεγοµένων ἡµῶν; πῶς οὐχὶ καὶ ἔτι καθῆσθαι ἐν ἀγνοίᾳ ἀνέξεται ὁρῶν οὐκ ἐν ἔργοις, ἀλλ' ἐν λόγοις φιλοσοφοῦντας, ἡµᾶς; Νῦν γὰρ ὑπὲρ ὀβολοῦ ἑνὸς καὶ ἀναιρεῖσθαι καὶ ἀναιρεῖν ἕτοιµοι ἕκαστος· ὑπὲρ κυάθου γῆς µυρία δικαστήρια συνιστᾷς· ὑπὲρ θανάτου παιδίου τὰ ἄνω κάτω ποιεῖς. Τὰ γὰρ ἄλλα ἀφίηµι τὰ πολλοῦ πένθους ἄξια, οἷον οἰωνισµοὺς, καὶ κλῃδονισµοὺς, παρατηρήσεις, γενέσεις, σύµβολα, περιάµµατα, µαντείας, ἐπῳδὰς, µαγείας. Ὄντως µεγάλα ταῦτα, καὶ ἱκανὰ τὴν ὀργὴν ἐκκαλέσασθαι τοῦ Θεοῦ, ὅτι καὶ µετὰ τὸ τὸν Υἱὸν ἀποστεῖλαι τὸν ἑαυτοῦ, τοιαῦτα τολµῶµεν. Τί ἐστιν ἄρα; Οὐδὲν ἕτερον, ἢ πενθεῖν χρή· τὸ γὰρ πολλοστὸν τοῦ κόσµου µόλις διασώζεται. Ἀλλ' οἱ ἀπολλύµενοι ἀκούοντες χαίρουσιν, ὡς οὐκ αὐτοὶ µόνοι τοῦτο ὑποµένοντες, ἀλλὰ µετὰ πλειόνων. Καὶ ποίας ταῦτα χαρᾶς; καὶ γὰρ αὐτῆς τῆς χαρᾶς τίσουσι δίκην. Μὴ γὰρ, ὡς ἐνταῦθα, νοµίσῃς, τὸ κοινωνοὺς εἶναι τῶν συµφορῶν φέρειν παραµυθίαν, οὕτω κἀκεῖ. Πόθεν τοῦτο δῆλον; Ἐγὼ ποιήσω φανερόν. Εἰπὲ γάρ µοι· εἴ τις κελευσθείη καυθῆναι, εἶτα καὶ τὸν παῖδα συγκαιόµενον αὐτῷ ἴδοι, καὶ κνίσσαν ἀπὸ τῶν κρεῶν ἀνιοῦσαν, οὐκ ἀποθανεῖται; Σφόδρα γε· καὶ πῶς, ἐγὼ λέγω. Εἰ γὰρ οἱ µὴ πάσχοντες, ταῦτα ὁρῶντες γινόµενα, ναρκῶσι καὶ ἐκλύονται, πολλῷ µᾶλλον οἱ κακούµενοι τοῦτο πείσονται. Καὶ µὴ θαυµάσῃς· ἄκουε γάρ τινος σοφοῦ λέγοντος, Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡµεῖς, ἐν ἡµῖν δὲ κατελογίσθης. Ἔχει γάρ πως φύσει τὸ συµπαθὲς τὸ ἀνθρώπινον, καὶ ταῖς τῶν ἑτέρων κατακλώµεθα συµφοραῖς. Εἰπὲ δή µοι, ἆρα ὁ πατὴρ τὸν υἱὸν ὁρῶν ἐν τῇ αὐτῇ κείµενον δίκῃ, παραµυθίαν ἢ προσθήκην λήψεται τῶν δεινῶν; τί δὲ ἀνὴρ τὴν γυναῖκα; τί δὲ ἄνθρωπος τὸν ἄνθρωπον; οὐχὶ τότε µᾶλλον κατακλώµεθα; Ναὶ, φησίν· ἀλλ' οὐκ ἔστιν ἐκεῖ ταῦτα τὰ πάθη, Οἶδα κἀγὼ, ἀλλ' µὴ ἐπιδραµεῖν τῇ εὐσεβείᾳ, εἰ παρὰ πάντων ταῦτα ἐγίνετο. Καὶ ἵνα µάθητε, εἷς ἦν ὁ Παῦλος, καὶ τοσούτους ἐπεσπάσατο. Εἰ πάντες ἦµεν τοιοῦτοι, πόσας οἰκουµένας οὐκ ἂν ἐπεσπασάµεθα; Ἰδοὺ πλείους εἰσὶν οἱ Χριστιανοὶ τῶν ἐθνικῶν. Καὶ ἐν µὲν ταῖς ἄλλαις τέχναις εἷς ἑκατὸν ὁµοῦ παῖδας διδάξαι δύναται· ἐνταῦθα δὲ τῶν διδασκάλων πλειόνων ὄντων, καὶ τῶν µαθητῶν πολλῷ πλειόνων, οὐδεὶς πρόσεισιν. Οἱ γὰρ διδασκόµενοι πρὸς τὴν τῶν διδασκάλων ἀρετὴν ὁρῶσι· καὶ ὅταν ἴδωσι καὶ ἡµᾶς τῶν αὐτῶν ἐπιθυµοῦντας, τῶν αὐτῶν ἐφιεµένους, τοῦ ἄρχειν, τοῦ τιµᾶσθαι, πῶς δυνήσονται θαυµάσαι τὸν Χριστιανισµόν; Ὁρῶσι βίους ἐπιληψίµους, ψυχὰς γηΐνας· τὰ χρήµατα ὁµοίως αὐτοῖς θαυµάζοµεν, πολλῷ δὲ καὶ πλέον· τὸν θάνατον ὁµοίως αὐτοῖς πεφρίκαµεν, πενίαν ὁµοίως φοβούµεθα, πρὸς νόσους ὁµοίως δυσχεραίνοµεν, ὁµοίως δόξης ἐρῶµεν καὶ δυναστείας, ὑπὲρ φιλαργυρίας κατακόπτοντες ἑαυτοὺς, τοὺς καιροὺς θεραπεύοµεν. Πόθεν οὖν ἔχουσι πιστεῦσαι; ἀπὸ σηµείων; ἀλλ' οὐ γίνεται ταῦτα· ἀλλ' ἀπὸ τῆς ἀναστροφῆς; ἀλλ' ἀπόλωλεν· ἀλλ' ἀπὸ τῆς ἀγάπης; ἀλλ' οὐδαµοῦ οὐδὲ ἴχνος αὐτῆς ὁρᾶται.∆ ιὰ τοῦτο οὐ τῶν ἡµετέρων µόνον ἁµαρτηµάτων, ἀλλὰ καὶ τῆς ἑτέρων βλάβης ἡµεῖς λόγον ὑφέξοµεν. Ἀνανήψωµέν ποτε, γρηγορήσωµεν, δείξωµεν πολιτείαν ἐπὶ γῆς οὐράνιον, λέγωµεν, ὅτι Ἡµῶν τὸ πολίτευµα ἐν οὐρανῷ ὑπάρ χει, καὶ ἐπὶ γῆςτὴν ἄθλησιν ἐπιδειξώµεθα. Ἀλλ' ἐγένοντο, φησὶ, παρ' ἡµῖν ἄνδρες µεγάλοι. Πόθεν πιστεύσω, φησὶν ὁ Ἕλλην; οὐ γὰρ ὁρῶ ὑµᾶς τὰ αὐτὰ πράσσοντας ἐκείνοις. Ἐπεὶ εἰ δεῖ ταῦτα διηγεῖσθαι, ἔχοµεν καὶ ἡµεῖς, φησὶ, µεγάλους φιλοσόφους, καὶ θαυµαστοὺς βίου ἕνεκεν. Ἀλλὰ δεῖξόν µοι Παῦλον ἕτερον καὶ Ἰωάννην· ἀλλ' οὐκ ἂν ἔχοις. Πῶς οὖν οὐχὶ καὶ γελάσειεν οὕτω διαλεγοµένων ἡµῶν; πῶς οὐχὶ καὶ ἔτι καθῆσθαι ἐν ἀγνοίᾳ ἀνέξεται ὁρῶν οὐκ ἐν ἔργοις, ἀλλ' ἐν λόγοις φιλοσοφοῦντας, ἡµᾶς; Νῦν γὰρ ὑπὲρ ὀβολοῦ ἑνὸς καὶ ἀναιρεῖσθαι καὶ ἀναιρεῖν ἕτοιµοι ἕκαστος· ὑπὲρ κυάθου γῆς µυρία δικαστήρια συνιστᾷς· ὑπὲρ θανάτου παιδίου τὰ ἄνω κάτω ποιεῖς. Τὰ γὰρ ἄλλα ἀφίηµι τὰ πολλοῦ πένθους ἄξια, οἷον οἰωνισµοὺς, καὶ κλῃδονισµοὺς, παρατηρήσεις, γενέσεις, σύµβολα, περιάµµατα, µαντείας, ἐπῳδὰς, µαγείας. Ὄντως µεγάλα ταῦτα, καὶ ἱκανὰ τὴν ὀργὴν ἐκκαλέσασθαι τοῦ Θεοῦ, ὅτι καὶ µετὰ τὸ τὸν Υἱὸν ἀποστεῖλαι τὸν ἑαυτοῦ, τοιαῦτα τολµῶµεν. Τί ἐστιν ἄρα; Οὐδὲν ἕτερον, ἢ πενθεῖν χρή· τὸ γὰρ πολλοστὸν τοῦ κόσµου µόλις διασώζεται. Ἀλλ' οἱ ἀπολλύµενοι ἀκούοντες χαίρουσιν, ὡς οὐκ αὐτοὶ µόνοι τοῦτο ὑποµένοντες, ἀλλὰ µετὰ πλειόνων. Καὶ ποίας ταῦτα χαρᾶς; καὶ γὰρ αὐτῆς τῆς χαρᾶς τίσουσι δίκην. Μὴ γὰρ, ὡς ἐνταῦθα, νοµίσῃς, τὸ κοινωνοὺς εἶναι τῶν συµφορῶν φέρειν παραµυθίαν, οὕτω κἀκεῖ. Πόθεν τοῦτο δῆλον; Ἐγὼ ποιήσω φανερόν. Εἰπὲ γάρ µοι· εἴ τις κελευσθείη καυθῆναι, εἶτα καὶ τὸν παῖδα συγκαιόµενον αὐτῷ ἴδοι, καὶ κνίσσαν ἀπὸ τῶν κρεῶν ἀνιοῦσαν, οὐκ ἀποθανεῖται; Σφόδρα γε· καὶ πῶς, ἐγὼ λέγω. Εἰ γὰρ οἱ µὴ πάσχοντες, ταῦτα ὁρῶντες γινόµενα, ναρκῶσι καὶ ἐκλύονται, πολλῷ µᾶλλον οἱ κακούµενοι τοῦτο πείσονται. Καὶ µὴ θαυµάσῃς· ἄκουε γάρ τινος σοφοῦ λέγοντος, Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡµεῖς, ἐν ἡµῖν δὲ κατελογίσθης. Ἔχει γάρ πως φύσει τὸ συµπαθὲς τὸ ἀνθρώπινον, καὶ ταῖς τῶν ἑτέρων κατακλώµεθα συµφοραῖς. Εἰπὲ δή µοι, ἆρα ὁ πατὴρ τὸν υἱὸν ὁρῶν ἐν τῇ αὐτῇ κείµενον δίκῃ, παραµυθίαν ἢ προσθήκην λήψεται τῶν δεινῶν; τί δὲ ἀνὴρ τὴν γυναῖκα; τί δὲ ἄνθρωπος τὸν ἄνθρωπον; οὐχὶ τότε µᾶλλον κατακλώµεθα; Ναὶ, φησίν· ἀλλ' οὐκ ἔστιν ἐκεῖ ταῦτα τὰ πάθη, Οἶδα κἀγὼ, ἀλλ' ἕτερα πολλῷ χαλεπώτερα· κλαυθµὸς γὰρ ἔσται ἀπαραµύθητος τότε, πάντων ἀλλήλους ὁρώντων, πάντων κοπτοµένων. Οἱ ἐν λιµῷ ὄντες, εἰπὲ, ἆρα παραµυθίαν λαµβάνουσι τῶν οἰκείων κακῶν ἐκ τῆς ἑτέρων κοινωνίας; τί δὲ, ὅταν ἢ καὶ παῖς, ἢ καὶ πατὴρ, καὶ γυνὴ, καὶ ἔγγονα τὴν αὐτὴν τίννυνται δίκην; τί δὲ, ὅταν φίλους ὁρῶµεν, ἆρα παραµυθίαν ἔχοµεν; Οὐκ ἔστιν, οὐκ ἔστιν, ἀλλὰ µᾶλλον ἐπιτείνεται ἡµῖν τὰ δεινά. Χωρὶς δὲ τούτων ἔστι κακὰ, ἃ µὴ ἔχει παραµυθίαν ἀπὸ τῶν κοινῶν διὰ τὴν χαλεπότητα· οἷόν τι λέγω· Ἔστω τις ἐν πυρὶ κείµενος, καὶ ἄλλος πάλιν· πῶς ἀλλήλους παραµυθήσονται; Εἰπέ µοι, παρακαλῶ, εἴ ποτε ἐν πυρετῷ γεγόναµεν σφοδρῷ, οὐχὶ πάντα τὰ τῆς παραµυθίας ἡµῖν ἐξέλιπεν; Εἰκότως· ὅταν γὰρ ἐπικρατῇ τὰ δεινὰ, οὐκέτι ἂν ἔχοι σχολὴν παραµυθεῖσθαι ἡ ψυχή. Ἢ οὐχ ὁρᾷς τὰς τοὺς ἄνδρας ἀποβαλούσας, πόσας ἔχουσιν ἀριθµεῖν ἑτέρας γυναῖκας τὸ αὐτὸ παθούσας; ἀλλ' οὐδὲν ἀπὸ τούτου τὸ πένθος ἔλαττον γίνεται. Μὴ δὴ ταύτῃ τρεφώµεθα τῇ ἐλπίδι, ἀλλὰ µίαν εὕρωµεν παραµυθίαν, τὸ µετανοεῖν ἐπὶ τοῖς ἡµαρτηµένοις, καὶ ἔχεσθαι τῆς ἀγαθῆς ὁδοῦ τῆς ἐπὶτὸν οὐρανὸν φερούσης, ἵνα τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτύχωµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note