Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Timothy
John ChrysostomHom. 1 Tim. 11 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
11.0
∆ ιακόνους ὡσαύτως σεµνοὺς, µὴ διλόγους, µὴ οἴνῳ πολλῷ προσέχοντας, µὴ αἰσχροκερδεῖς, ἔχοντας τὸ µυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. Καὶ οὗτοι δὲ δοκιµαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες.
11.1
∆ ιαλεγόµενος περὶ ἐπισκόπων, καὶ χαρακτηρίσας αὐτοὺς, καὶ εἰπὼν τίνα µὲν ἔχειν, τίνων δὲ ἀπέχεσθαι χρὴ, καὶ τὸ τῶν πρεσβυτέρων τάγµα ἀφεὶς, εἰςτοὺς διακόνους µετεπήδησε. Τί δήποτε; Ὅτι οὐ πολὺ τὸ µέσον αὐτῶν καὶ τῶν ἐπισκόπων. Καὶ γὰρ καὶ αὐτοὶ διδασκαλίαν εἰσὶν ἀναδεδεγµένοι, καὶ προστασίαν τῆς Ἐκκλησίας· καὶ ἃ περὶ ἐπισκόπων εἶπε, ταῦτα καὶ πρεσβυτέροις ἁρµόττει. Τῇ γὰρ χειροτονίᾳ µόνῃ ὑπερβεβήκασι, καὶ τούτῳ µόνον δοκοῦσι πλεονεκτεῖν τοὺς πρεσβυτέρους.∆ ιακόνους ὡσαύτως. Τουτέστι, τὰ αὐτὰ δεῖ, φησὶν, ἔχειν καὶ αὐτούς. Τί ἐστι τὰ αὐτά; Οἷον τὸ ἀνεπιλήπτους εἶναι, τὸ σώφρονας, τὸ φιλοξένους, τὸ ἐπιεικεῖς, ἀµάχους, ἀφιλαργύρους. Καὶ ὅτι τοιούτους αὐτοὺς εἶναι βουλόµενος εἶπε τὸ, Ὡσαύτως, ἐδήλωσε διὰ τῆς ἐπαγωγῆς λέγων, Σεµνοὺς, µὴ διλόγους· τουτέστι, µὴ ὑπούλους, µηδὲ δολερούς. Οὐδὲν γὰρ οὕτω ποιεῖν εἴωθεν ἀγεννεῖς, ὡς τὸ δολερόν· οὐδὲν οὕτως ἄχρηστον ἐν τῇ Ἐκκλησίᾳ, ὡς τὸ ὕπουλον. Μὴ οἴνῳ πολλῷ, φησὶ, προσέχοντας, µὴ αἰσχροκερδεῖς, ἔχοντας τὸ µυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. Ἰδοὺ ἐσήµανε τί ἐστιν ἀλήπτους εἶναι. Ὅρα δὲ πῶς τὸ, Μὴ νεόφυτον, καὶ ἐνταῦθα τίθησι. Τὸ γὰρ εἰπεῖν, Καὶ οὗτοι δοκιµαζέσθωσαν πρῶτον, ὡς περὶ τοῦ ἐπισκόπου τοῦτο εἰρηµένον αὐτῷ, οὕτω τὸν σύνδεσµον αὐτοῦ ἐπήγαγεν· οὐδὲν γὰρ τὸ µέσον µεταξύ.∆ ιὰ τοῦτο εἴρηται καὶ ἐκεῖ τὸ, Μὴ νεόφυτον. Πῶς γὰρ οὐκ ἄτοπον, εἰς µὲν οἰκίαν νεώνητον οἰκέτην µὴ πρότερον ἐγχειρίζεσθαί τι τῶν ἔνδον, πρὶν ἂν διὰ πολλῆς τῆς πείρας τῆς αὐτοῦ γνώµηςπολλὰ τεκµήρια δῷ, εἰς δὲ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἔξωθεν εἰσελθόντα εἰς τοὺς πρώτους εὐθέως κατατάττεσθαι; Γυναῖκας ὡσαύτως, διακόνους φησὶ, σεµνὰς, µὴ διλόγους, νηφαλίους, πιστὰς ἐν πᾶσι. Τινὲς ἁπλῶς περὶ γυναικῶν εἰρῆσθαι τοῦτό φασιν, οὐκ ἔστι δέ· τί γὰρ ἐβούλετο µεταξὺ τῶν εἰρηµένων παρεµβαλεῖν τι περὶ γυναικῶν; ἀλλὰ περὶ τῶν τὸ ἀξίωµα τῆς διακονίας ἐχουσῶν λέγει.∆ ιάκονοι ἔστωσαν µιᾶς γυναικὸς ἄνδρες. Ταῦτα καὶ περὶ γυναικῶν διακόνων ἁρµόττει εἰρῆσθαι. Σφόδρα γὰρ ἀναγκαῖον τοῦτο καὶ χρήσιµον καὶ κόσµιον ἐν τῇ Ἐκκλησίᾳ.∆ ιάκονοι ἔστωσαν µιᾶς γυναικὸς, φησὶν, ἄνδρες. Ὁρᾷς πῶς τὴν αὐτὴν ἀπαιτεῖ καὶ παρὰ διακόνων ἀρετήν; Εἰ γὰρ καὶ µὴ τῆς αὐτῆς εἰσιν ἀξίας τῷ ἐπισκόπῳ, ἀλλ' ὅµως ὁµοίως ἀνεπίληπτοι, ὁµοίως ἁγνοὶ ὀφείλουσιν εἶναι. Τέκνων καλῶς προϊστάµενοι καὶ τῶν ἰδίων οἴκων. Οἱ γὰρ καλῶς διακονήσαντες, βαθµὸν καλὸν ἑαυτοῖς περιποιοῦνται, καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. Πανταχοῦ τίθησι τὴν τῶν τέκνων προστασίαν, ἵνα µὴ ἀπὸ τούτου οἱ λοιποὶ σκανδαλίζωνται. Οἱ γὰρ καλῶς, φησὶ, διακονήσαντες, βαθµὸν καλὸν ἑαυτοῖς περιποιοῦνται· τουτέστι, προκοπὴν καὶ παῤῥησίαν πολλὴν τὴν ἐν πίστει Ἰησοῦ Χριστοῦ. Ὡσεὶ ἔλεγεν· Οἱ ἐν τοῖς κάτω δείξαντες ἑαυτοὺς διεγηγερµένους, ταχέως καὶ πρὸς ἐκεῖνα ἀνελεύσονται. Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον. Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωµα τῆς ἀληθείας. Ἵνα µὴ τὸ περὶ τοιούτων αὐτὸν διατάττεσθαι εἰς ἀθυµίαν ἐµβάλῃ τὸν µαθητὴν, φησίν· Οὐ διὰ τοῦτο ταῦτα γράφω, ὡς οὐκέτι ἥξων, ἀλλ' ἥξω µὲν, εἰ δὲ συµβῇ µε βραδῦναι, ἵνα µὴ ἀσχάλλῃς, φησί. Τούτῳ µὲν ὑπὲρ τοῦ παῦσαι τὴν ἀθυµίαν ταῦτα ἐπιστέλλει, τοῖς δὲ ἄλλοις ὑπὲρ τοῦ διεγεῖραι αὐτοὺς, καὶ ποιῆσαι σπουδαιοτέρους· ἡ γὰρ παρουσία αὐτοῦ καὶ ἐπαγγελλοµένη, µεγάλα ἠδύνατο. Μὴ θαυµάσῃς δὲ, εἰ πνεύµατι πάντα προορῶν, ἠγνόει τοῦτο λέγων, Ἐλπίζω ἐλθεῖν, ἐὰν δὲ βραδύνω· τοῦτο γὰρ ἀγνοοῦντός ἐστιν. Ἐπειδὴ γὰρ πνεύµατι ἤγετο, καὶ οὐκ οἰκείᾳ γνώµῃ ἔπραττεν ἅπερ ἔπραττε, καὶ τοῦτο εἰκότως ἠγνόει. Ἵνα εἰδῇς, φησὶ, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωµα τῆς ἀληθείας. Οὐχ ὡς ἐκεῖνος ὁ Ἰουδαϊκός. Τοῦτο γάρ ἐστι τὸ συνέχον τὴν πίστιν καὶ τὸ κήρυγµα· ἡ γὰρ ἀλήθειᾴ ἐστι τῆς Ἐκκλησίας καὶ στῦλος καὶ ἑδραίωµα. Καὶ ὁµολογουµένως, φησὶ, µέγα ἐστὶ τὸ τῆς εὐσεβείας µυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν πνεύµατι. Τουτέστιν, ἡ οἰκονοµία ἡ ὑπὲρ ἡµῶν. Μή µοι εἴπῃς τοὺς κώδωνας, µηδὲ τὰ Ἅγια τῶν ἁγίων, µηδὲ τὸν ἀρχιερέα· στῦλός ἐστι τῆς οἰκουµένης ἡ Ἐκκλησία. Ἐννόησον τὸ µυστήριον, καὶ φρίξαι ἔχεις· καὶ µυστήριόν ἐστι, καὶ µέγα, καὶ εὐσεβείας µυστήριον, καὶ ὁµολογουµένως, οὐ ζητουµένως· ἀναµφίβολον γάρ ἐστιν. Ἐπειδὴ περὶ ἱερέων διαταττόµενος οὐδὲν τοιοῦτον εἶπεν, οἷον ἐν τῷ Λευϊτικῷ, εἰς ἕτερον ἀνάγει τὸ πρᾶγµα, λέγων, Θεὸς ἐφανερώθη ἐν σαρκὶ, τουτέστιν, Ὁ δηµιουργὸς ὤφθη, φησὶν, ἐν σαρκί. Ἐδικαιώθη ἐν πνεύµατι. Ἤτοι τοῦτο λέγει· Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· ἢ ὅτι δόλον οὐκ ἐποίησεν· ὅπερ ὁ προφήτης λέγει, Ὃς ἁµαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόµατι αὐτοῦ. Ὤφθη ἀγγέλοις. Ὥστε καὶ ἄγγελοι µεθ' ἡµῶν εἶδον τὸν Υἱὸν τοῦ Θεοῦ, πρότερον οὐχ ὁρῶντες. Ὄντως µέγα τὸ µυστήριον. Ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσµῳ. Πανταχοῦ τῆς οἰκουµένης ἠκούσθη, καὶ ἐπιστεύθη· καὶ δηλοῖ λέγων ὁ προφήτης, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Τοῦτο µὴ δὴ νοµίσῃς ἁπλῶς ῥήµατα εἶναι ψιλά· οὐ γάρ ἐστιν, ἀλλὰ πραγµάτων ἀποῤῥήτων πεπλήρωται. Ἀνελήφθη ἐν δόξῃ· τουτέστιν, ἐπὶ νεφελῶν. Οὗτος, φησὶν, Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑµῶν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε. Ὅρα µοι τὴν σύνεσιν τοῦ µακαρίου Παύλου. Μέλλων παραινεῖν τοῖς τῆς διακονίας ἠξιωµένοις µὴ ἀνέδην ἐµφορεῖσθαι τοῦ οἴνου, οὐκ εἶπε µὴ µεθύειν, ἀλλὰ Μηδὲ οἴνῳ πολλῷ προσέχοντας. Εἰκότως· εἰ γὰρ οἱ εἰσιόντες εἰς τὸ ἱερὸν, οὐδὲ ὅλως µετελάµβανον οἴνου, πολλῷ µᾶλλον τούτους οὐ χρή. Παραφορὰν γὰρ ἐργάζεται, φησὶ, καὶ κἂν µὴ µέθην ἐργάσηται, διαχεῖ τὸ τῆς ψυχῆς εὔτονον, διαλύει τὸ συγκεκροτηµένον. Σκόπει δὲ πῶς πανταχοῦ µυστήριον καλεῖ τὴν ὑπὲρ ἡµῶν οἰκονοµίαν· εἰκότως· οὐ γάρ ἐστι πᾶσιν ἀνθρώποις δῆλον, µᾶλλον δὲ οὐδὲ ἀγγέλοις ἦν δῆλον· πῶς γὰρ, ὃ ἐφάνη διὰ τῆς Ἐκκλησίας;∆ ιὰ τοῦτό φησιν, Ὁµολογουµένως µέγα ἐστί. Καὶ γὰρ ὄντως µέγα· ἄνθρωπος γὰρ ἐγένετο ὁ Θεὸς, καὶ Θεὸς ὁ ἄνθρωπος· ἄνθρωπος ὤφθη ἀναµάρτητος· ἄνθρωπος ἀνελήφθη· ἐκηρύχθη ἐν κόσµῳ· µεθ' ἡµῶν εἶδον αὐτὸν οἱ ἄγγελοι. Μυστήριον τοίνυν ἐστί. Μὴ τοίνυν ἐκποµπεύωµεν τὸ µυστήριον, µὴ πανταχοῦ αὐτὸ προτιθῶµεν, ἀξίως τοῦ µυστηρίου τούτου ζῶµεν. Οἱ µυστήρια ἐµπεπιστευµένοι, µεγάλοι τινές εἰσιν. Εἰ βασιλεὺς ἡµῖν τι µυστήριον ἐνεπίστευσεν, εἰπέ µοι, ἆρα οὐ µεγάλης φιλίας τοῦτο τεκµήριον ἐποιούµεθα; Νῦν δὲ ὁ Θεὸς ἡµῖν τὸ µυστήριον αὐτοῦ ἐνεπίστευσε, καὶ ὡς µὴ µεγάλα εὐεργετηθέντες ἀχάριστοι περὶ τὸν εὐεργέτην γινόµεθα. Φρίξωµεν ἀναισθήτως ἔτι διακείµενοι πρὸς τὴν εὐεργεσίαν. Μυστήριόν ἐστιν ὃ πάντες ἴσασι· µᾶλλον δὲ ὃ πρὸ τούτου οὐ πάντες ᾔδεισαν, νῦν δὲ πᾶσι γέγονε δῆλον.
11.2
Ἀξιόπιστοι τοίνυν γενώµεθα περὶ τὴν τοῦ µυστηρίου φυλακήν. Αὐτὸς ἡµῖν τηλικοῦτον ἐπίστευσε µυστήριον· ἡµεῖς δὲ αὐτῷ οὐδὲ χρήµατα πιστεύοµεν. Ἀλλ' αὐτὸς µὲν λέγει· Ἀπόθεσθε αὐτὰ παρ' ἐµοὶ, οὐδεὶς αὐτὰ ἁρπάσαι δύναται, οὐδὲ σὴς οὐδὲ λῃστὴς λυµαίνεται, καὶ ἑκατονταπλασίονα δώσειν ὑπισχνεῖται, καὶ οὐ πειθόµεθα. Καίτοι γε παρ' οἷς ἂν παρακαταθώµεθα παρακαταθήκην, οὐδὲν ἀπολαµβάνοµεν πλέον, ἀλλὰ ἂν ὅλον ἀπολάβωµεν ὃ παρακατεθέµεθα, καὶ χάριν ἴσµεν. Κἂν κλέπτης ὑφέληται, φησὶν, ἐνταῦθα, ἐµοὶ τοῦτο λόγισαι· οὐ λέγω σοι· Λῃστὴς ἔλαβεν, οὐδὲ, Σὴς ἔφαγεν. Ἑκατονταπλασίονα ἐνταῦθα ἀποδίδωσι, καὶ ἐκεῖ ζωὴν αἰώνιον προσδίδωσι, καὶ οὐδεὶς παρακατατίθεται. Ἀλλὰ βραδέως µοι, φησὶν, ἀποδίδωσι. Καὶ τοῦτο τῆς µεγαλοδωρεᾶς αὐτοῦ σηµεῖον µέγιστον, τὸ µὴ ἐνταῦθα ἀποδιδόναι ἐν τῷ ἐπικήρῳ βίῳ τούτῳ· µᾶλλον δὲ καὶ ἐνταῦθα ἀποδίδωσιν ἑκατονταπλασίονα. Εἰπὲ γάρ µοι, ἐνταῦθα οὐχὶ σµίλην εἴασε Παῦλος; οὐχὶ κάλαµον καὶ ἄγκιστρον Πέτρος; οὐχὶ τελώνιον Ματθαῖος; οὐχὶ πᾶσα αὐτοῖς ἡ οἰκουµένη ἀνέῳκτο µᾶλλον, ἢ τοῖς βασιλεῦσιν; οὐ παρὰ τοὺς πόδας αὐτῶν ἐτίθεσαν πάντες τὰ χρήµατα; οὐκ ἐκείνους ἐποίουν διοικητὰς καὶ κυρίους; οὐχὶ καὶ τὰς ψυχὰς αὐτοῖς ἐνεχείριζον; οὐχὶ ὁλοκλήρους ἑαυτοὺς τῆς ἐκείνων βουλῆς ἐξήρτησαν; οὐχὶ καὶ ἑαυτοὺς δούλους κατέγραφον; Καὶ νῦν δὲ οὐ πολλὰ τοιαῦτα ὁρῶµεν γινόµενα; Πολλοὶ γὰρ πολλάκις ἀπὸ µικρῶν ὄντες καὶ εὐτελῶν, µάκελλαν µεταχειρίζοντες µόνον, καὶ οὐδὲ τῆς ἀναγκαίας µόνης εὐποροῦντες τροφῆς, προσηγορίαν µονάζοντος ἔχοντες, πάντων µᾶλλον ἐφάνησαν, καὶ παρὰ βασιλέων ἐτιµήθησαν. Ἀλλὰ µικρὰ ταῦτα; Ἀλλ' ἐννόησον ὅτι προσθήκη ταῦτα· τὸ δὲ κεφάλαιον ἐν τῷ µέλλοντι τεταµίευται χρόνῳ. Καταφρόνησον χρηµάτων, εἰ βούλει χρήµατα ἔχειν· εἰ βούλει πλουτῆσαι, γενοῦ πένης. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ παράδοξα· οὐ βούλεταί σε ἐκ τῆς οἰκείας σπουδῆς, ἀλλ' ἐκ τῆς αὐτοῦ χάριτος γενέσθαι πλούσιον. Ἐµοὶ ταῦτα, φησὶν, ἄφες· σὺ τὰ πνευµατικὰ µερίµνα, ἵνα µάθῃς µου καὶ τὴν δύναµιν· τὴν δουλείαν καὶ τὸν ζυγὸν τὸν ἀπὸ τῶν χρηµάτων φεῦγε. Ἕως ὅτε αὐτῶν ἀντέχῃ, πένης εἶ· ἐπειδὰν αὐτῶν καταφρονήσῃς, διπλῇ γίνῃ πλούσιος, τῷ τέ σοι πάντοθεν ταῦτα ἐπιῤῥεῖν, καὶ τῷ µηδενὸς δεῖσθαι ὧν οἱ πολλοί. Οὐ γὰρ τὸ πολλὰ κεκτῆσθαι πλουτοῦντος, ἀλλὰ τὸ µὴ πολλῶν δεῖσθαι. Ὥστε ἕως ἂν δέηται, οὐδὲν τοῦ πένητος ὁ βασιλεὺς διενήνοχε· πενία γὰρ τοῦτό ἐστι τὸ δεῖσθαι ἑτέρων. Ὥστε καὶ ὁ βασιλεὺς κατὰ τοῦτον τὸν λόγον πένης ἐστὶ, καθὸ δεῖται τῶν ἀρχοµένων. Ἀλλ' οὐχ ὁ ἐσταυρωµένος οὕτως· οὐδενὸς γὰρ δεῖται, ἀρκοῦσιν αὐτῷ πρὸς διατροφὴν αἱ χεῖρες· Ἐµοὶ γὰρ, φησὶ, καὶ τοῖς οὖσι µετ' ἐµοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Ταῦτα ἐκεῖνος ἔλεγεν ὁ λέγων, Ὡς µηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες· ἐκεῖνος ὁ θεὸς νοµισθεὶς παρὰ τῶν ἐν Λύστρᾳ κατοικούντων. Εἰ βούλει τῶν ἐν τῷ κόσµῳ τυχεῖν, ζήτει τὸν οὐρανόν· εἰ βούλει καὶ τῶν ἐνταῦθα ἀπολαῦσαι, καταφρόνησον αὐτῶν. Ζητεῖτε γὰρ, φησὶ, πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑµῖν. Τί τὰ µικρὰ θαυµάζεις; τί κέχηνας περὶ τὰ µηδενὸς ἄξια λόγου; µέχρι πότε πένης; µέχρι πότε πτωχός; Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, τὸν ἐκεῖ πλοῦτον ἐννόησον, καταγέλασον τοῦ χρυσοῦ, µάθε τὴν χρῆσιν αὐτοῦ, πόση τίς ἐστι. Μέχρι τοῦ παρόντος µένει ἡ ἀπόλαυσις, µέχρι τοῦ παρόντος βίου τοῦ ἐπικήρου ὅσον ψάµµος· µᾶλλον δὲ ὅσον σταγὼν πρὸς ἄβυσσον ἄµετρον, τοσοῦτον ὁ παρὼν βίος πρὸς τὰ µέλλοντα. Οὐκ ἔστι κτῆσις τοῦτο, χρῆσίς ἐστιν, οὐκ ἔστι κυρία· πῶς γὰρ, ὅταν σοῦ ἀποπνέοντος καὶ ἑκόντος καὶ ἄκοντος, ἕτεροι λαµβάνωσι πάντα τὰ ὄντα, καὶ αὐτοὶ πάλιν ἑτέροις δόντες, καὶ πάλιν ἐκεῖνοι ἑτέροις; Πάντες γὰρ πάροικοί ἐσµεν, καὶ ὁ κύριος τῆς οἰκίας τάχα µᾶλλον ὁ µισθωτός ἐστι τῆς οἰκίας· πολλάκις γὰρ ἐκείνου τελευτήσαντος, οὗτος ἔµεινε, πλέον ἀπολαύων τῆς οἰκίας. Εἰ δὲ οὗτος µετὰ µισθοῦ· ἀλλὰ κἀκεῖνος ὁ πρότερος µετὰ µισθοῦ· ᾠκοδόµησε γὰρ, καὶ ἐταλαιπωρήθη, καὶ ἐπεσκεύασε. Ῥήµατα µόνον ἐστὶν ἡ δεσποτεία· τῷ δὲ ἔργῳ πάντες τῶν ἀλλοτρίων ἐσµὲν κύριοι. Ἐκεῖνα µόνον ἐστὶν ἡµέτερα, ὅσα ἂν ἐκεῖ προπέµψωµεν· τὰ δὲ ἐνταῦθα οὐχ ἡµέτερα, ἀλλὰ τῶν ζώντων· µᾶλλον δὲ καὶ ζῶντας ἡµᾶς ἀπέλιπεν. Ἐκεῖνα µόνα ἐστὶν ἡµέτερα, ὅσα τῆς ψυχῆς ἐστι κατορθώµατα, ἐλεηµοσύνη καὶ φιλανθρωπία. Ταῦτα τὰ ἐκτὸς λέγεται καὶ παρὰ τοῖς ἔξωθεν· ἐκτὸς γὰρ ἡµῶν ἐστι. Ποιήσωµεν τοίνυν αὐτὰ τῶν ἐντός. Οὐ γὰρ δυνατὸν χρήµατα λαµβάνοντα ἀπελθεῖν, ἀλλὰ δυνατὸν ἐλεηµοσύνην λαµβάνοντα ἀπελθεῖν· µᾶλλον δὲ καὶ προπέµψωµεν αὐτὰ ὥστε ἑτοιµάσαι ἡµῖν σκηνὴν ἐν ταῖς αἰωνίαις µοναῖς.
11.3
Χρήµατα λέγεται παρὰ τὸ κεχρῆσθαι, οὐ παρὰ τὸ κυρίους εἶναι· καὶ τὰ κτήµατα δὲ αὐτὰ χρῆσίς ἐστιν, οὐ δεσποτεία. Εἰπὲ γάρ µοι, πόσων κυρίων ἕκαστος ἀγρὸς γέγονε, καὶ πόσων ἔσται; λέγεταί τις καὶ παροιµία σοφωτάτη( οὐ γὰρ τῶν δηµωδῶν παροιµιῶν δεῖ καταφρονεῖν, ἂν ἔχωσί τι σοφόν)· Ἀγρὲ, φησὶ, πόσων ἦς, καὶ πόσων ἔσῃ; Τοῦτο καὶ πρὸς οἰκίας, τοῦτο καὶ πρὸς χρήµατα λεκτέον ἡµῖν. Ἀρετὴ µόνον οἶδεν ἡµῖν συναποδηµεῖν, ἀρετὴ µόνη διαβαίνει πρὸς τὴν ζωὴν τὴν ἐκεῖ. Ἐκλύσωµέν ποτε, καὶ σβέσωµεν τῶν χρηµάτων τὸν πόθον, ἵνα ἀνάψωµεν τῶν ἐκεῖ τὴν ἐπιθυµίαν. Οὐ δύνανται οὗτοι οἱ δύο ἔρωτες µίαν κατέχειν ψυχήν· Ἢ γὰρ τὸν ἕνα, φησὶ, φιλήσει, καὶ τὸν ἕτερον µισήσει, ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Ὁρᾷς, εἰπέ µοι, ἄνδρα ἀκολούθους ἔχοντα πολλοὺς, σοβοῦντα διὰ τῆς ἀγορᾶς, σηρικὰ ἠµφιεσµένον ἱµάτια, ἵππῳ ὀχούµενον, τὸν αὐχένα τείνοντα; µὴ καταπλαγῇς, ἀλλὰ γέλασον· ὥσπερ, ὅταν τὰ παιδία ὁρᾷς ἄρχοντας παίζοντα, καταγελᾷς, οὕτω καὶ ἐπὶ τούτῳ. Οὐδὲν τοῦτο ἐκείνου διενήνοχε, µᾶλλον δὲ ἐκεῖνο καὶ τερπνότερον, ἅτε παρὰ παιδικῆς γινόµενον ἡλικίας µετὰ πολλῆς τῆς ἀφελείας. Ἐκεῖ καὶ γέλως ἐστὶ καὶ ἡδονή· ἐνταῦθα καταγέλαστός ἐστιν οὗτος, καὶ ἀσχηµοσύνης πλήρης.∆ όξασον τὸν Θεὸν, ὅτι σε τῆς σκηνῆς ταύτης καὶ τοῦ φυσήµατος ἀπήλλαξεν. Ἂν γὰρ θέλῃς σὺ ὁ χαµαὶ ἐρχόµενος, ὑψηλότερος ἔσῃ τοῦ καθηµένου τὸ ὄχηµα. Πῶς; Ὅτι ἐκεῖνος µὲν µικρὸν ἀνέστηκεν ἀπὸ τῆς γῆς τῷ σώµατι, τῇ δὲ ψυχῇ προσπέπηγεν· Ἐκολλήθη γὰρ, φησὶν, ἡ ἰσχύς µου τῇ σαρκί µου· σὺ δὲ τῷ φρονήµατι ἐν οὐρανῷ περιπατεῖς. Ἀλλ' ἀκολούθους ἔχει πολλοὺς σοβοῦντας; Καὶ τί µᾶλλον αὐτὸς, ἢ ὁ ἵππος τιµᾶται; Τί ταύτης τῆς ἀλογίας χεῖρον, ἀνθρώπους διώκειν, ἵνα τὸ κτῆνος µετ' εὐρυχωρίας παρέλθῃ; Ἀλλὰ τὸ ἵππῳ ὀχεῖσθαι σεµνόν; Ἀλλὰ καὶ δοῦλοι τούτου µετέχουσιν. Εἰσὶ δέ τινες, οἳ τοσοῦτον ἔχουσι τύφου, ὡς µηδὲν δεόµενοι, ὄπισθεν ποιεῖν ἀκολουθεῖν. Ἆρα τί τούτων ἐστὶν ἀλογώτερον; ἀπὸ ἵππων, καὶ πολυτελείας ἱµατίων καὶ ἀκολούθων βούλονται φαίνεσθαι. Τί ταύτης τῆς δόξης οὐδαµινέστερον, τῆς ἀπὸ ἵππων καὶ οἰκετῶν συνισταµένης; Ἐνάρετος εἶ; µηδενὶ τούτων κέχρησο· οἰκεῖον ἔχε τὸν κόσµον, µὴ τῇ ἑτέρου παρουσίᾳ καλλωπίζου. Ταῦτα καὶ πονηροὶ καὶ µιαροὶ καὶ ἄγροικοι καὶ πάντες ὅσοι πλούτου µετέχουσι, δύνανται ἔχειν. Καὶ µῖµοι καὶ ὀρχησταὶ ἐφ' ἵππων φέρονται, καὶ οἰκέτην προτρέχοντα ἔχουσιν· ἀλλ' ὅµως µῖµοί εἰσι καὶ ὀρχησταὶ, καὶ οὐ γεγόνασι σεµνοὶ ἀπὸ τῶν ἵππων καὶ τῶν ἀκολούθων. Ὅταν γὰρ µηδὲν τῶν ἐν ψυχῇ καλῶν προσῇ τῷ τοιούτῳ, ταῦτα, ἂν ἔξωθεν προστεθῇ, εἰκῆ καὶ µάτην· καὶ καθάπερ ἀσθενεῖ τοίχῳ ἢ διεφθορότι σώµατι, ὅσα ἄν τις περιθῇ, µένει ἀηδὲς ὂν καὶ διεφθορός· οὕτω δὴ καὶ ἐνταῦθα, οὐδεµίαν ἡ ψυχὴ ὄνησιν ἀπὸ τῶν ἐκτὸς προσλαµβάνει, ἀλλὰ µένει τοῦτο οὖσα, κἂν µυρία τις αὐτῇ περιθῇ χρυσία. Μὴ δὴ πρὸς ταῦτα ἐπτοηµένοι ὦµεν, ἀποστήσωµεν ἑαυτοὺς τῶν προσκαίρων, τῶν µειζόνων ἐχώµεθα, τῶν πνευµατικῶν, τῶν ὄντως αἰδεσίµουςποιούντων ἡµᾶς, ἵνα καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note