Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Timothy
John ChrysostomHom. 1 Tim. 12 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
12.0
Τὸ δὲ πνεῦµα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύµασι πλάνοις καὶ διδασκαλίαις δαιµόνων, ἐνὑποκρίσει ψευδολόγων, κεκαυτηριασµένων τὴν ἰδίαν συνείδησιν, κωλυόν των γαµεῖν, ἀπέχεσθαι βρωµάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς µετάληψιν µετὰ εὐχαριστίαςτοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ὅτι πᾶν κτίσµα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον µετὰ εὐχαριστίας λαµβανόµενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
12.1
Ὥσπερ οἱ τῆς πίστεως ἐχόµενοι ἐπ' ἀσφαλοῦς τῆς ἀγκύρας ἐρείδονται, οὕτως οἱ ταύτης ἐκπεσόντες οὐδαµοῦ στῆναι δύνανται, ἀλλὰ πολλοὺς ἄνω καὶκάτω πλανηθέντες πλάνους, τὸ τελευταῖον εἰς αὐτὰ τῆς ἀπωλείας φέρονται τὰ βάραθρα. Καὶ τοῦτο ἤδη µὲν ἐδήλωσεν εἰπὼν, ὅτι ἤδη ἐναυάγησάν τινες περὶ τὴν πίστιν. Καὶ νῦν δέ φησι· Τὸ δὲ Πνεῦµα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύµασι πλάνοις. Περὶ Μανιχαίων, καὶ Ἐγκρατιτῶν, καὶ Μαρκιωνιστῶν, καὶ παντὸς αὐτῶν τοῦ ἐργαστηρίου τὰ τοιαῦτά φησιν, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινεςτῆς πίστεως. Ὁρᾷς ὅτι πάντων αἴτιον τῶν µετὰ ταῦτα κακῶν τὸ τῆς πίστεως ἀποστῆναι; Τί δέ ἐστι, Ῥητῶς; Φανερῶς, σαφῶς, ὁµολογουµένως, ὡς µὴ ἀµφιβάλλειν. Μὴ θαυµάσῃς, φησὶν, εἰ νῦν ἀπὸ τῆς πίστεώς τινες ἀποστάντες ἔτι Ἰουδαΐζουσιν· ἔσται καιρὸς ὅτε χαλεπώτερον αὐτοὶ οἱ τῆς πίστεως µετεσχηκότες τοῦτο ἐργάσονται, οὐ µέχρι βρωµάτων, ἀλλὰ καὶ µέχρι γάµων, καὶ πάντων τῶντοιούτων τὴν ὀλέθριον συµβουλὴν εἰσάγον τες. Οὐ περὶ Ἰουδαίων λέγει ταῦτα· πῶς γὰρ τὸ, Ἐν ὑστέροις καιροῖς, καὶ τὸ, Ἀποστήσονταί τινες τῆς πίστεως, ἔχει χώραν; ἀλλὰ περὶ Μανιχαίων, καὶ τῶν ἀρχηγετῶν τούτων. Πνεύµατα δὲ πλάνης ἐκάλεσεν αὐτοὺς, εἰκότως· ὑπὸ γὰρ ἐκείνων ἐνεργούµενοι, ταῦτα ἐφθέγξαντο. Τί ἐστιν, Ἐν ὑποκρίσει ψευδολόγων; Αὐτὰ ἃ ψεύδονται, οὐ κατὰ ἄγνοιαν οὐδὲ οὐκ εἰδότες, ἀλλ' ὑποκρινόµενοι ψεύδονται, εἰδότες µὲν τὸ ἀληθὲς, τὸ δὲ συνειδὸς κεκαυτηριασµένοι, τουτέστι, πονηροῦ ὄντες βίου. Τί δήποτε δὲ µόνους τούτους τοὺς αἱρετικοὺς λέγει; Προεῖπεν ὁ Χριστὸς καὶ ἑτέρους λέγων, Ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα. Ἄλλως τε διὰ τῆς τοῦ σίτου σπορᾶς καὶ τῶν ζιζανίων τῆς βλάστης τούτους αὐτοὺς προεµήνυσε. Σὺ δέ µοι θαύµασον τοῦ Παύλου τὴν προφητείαν· πρὸ γὰρ τῶν χρόνων, ὧν ἔµελλεν ἔσεσθαι, ἐδήλου καὶ τὸν χρόνον αὐτόν. Μὴ θαυµάσῃς τοίνυν, εἰ νῦν, ὅτε τὴν ἀρχὴν ἔχει τὰ τῆς πίστεως, ταῦτά τινες ἐπιχειροῦσι παρεισφέρειν τὰ ὀλέθρια δόγµατα, ὅτι, ὅταν παγῇ µετὰχρόνον πολὺν, ἀποστήσονταί τινες τῆς πίστεως. Κωλυόντων, φησὶ, γαµεῖν, ἀπέχεσθαι βρωµάτων. Τί δήποτε καὶ τὰς ἄλλας αἱρέσεις οὐκ εἶπεν; Ἠνίξατο καὶ αὐτὰς εἰπὼν, Πνεύµασι πλάνοις καὶ διδασκαλίαις δαιµονίων. Οὐ γὰρ ἐβούλετο ἤδη κατασπεῖραι εἰς τὰς τῶν ἀνθρώπων ψυχὰς ταῦτα· ἀλλ' ὅπερ ἀρχὴν εἰλήφει, τοῦτο ἤδη παρέδειξε, τὸ τῶν βρωµάτων. Ἃὁ Θεὸς, φησὶν, ἔκτισεν εἰς µετάληψιν τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.∆ ιὰ τί µή φησι, Καὶ τοῖς ἀπίστοις; Πῶς τοῖς ἀπίστοις, ὁπότε νόµοις ἑαυτοὺς τούτων ἀπείργουσι; Τί οὖν; οὐ κεκώλυται ἡ τρυφή; Καὶ σφόδρα.∆ ιὰ τί, εἰ εἰς µετάληψιν ἔκτισται; Ὅτι καὶ ἄρτον ἔκτισε, καὶ κεκώλυται ἡ ἀµετρία, καὶ οἶνον ἔκτισε, καὶ κεκώλυται ἡ ἀµετρία. Οὐχ ὡς ἀκάθαρτον νῦν τὴν τρυφὴν παραιτεῖσθαι κελεύει, ἀλλ' ὡς ἐκλύουσαν διὰ τῆς ἀµετρίας τὴν ψυχήν. Ὅτι πᾶν κτίσµα Θεοῦ καλὸν, φησὶ, καὶ οὐδὲν ἀπόβλητον µετ' εὐχαριστίας λαµβανόµενον. Εἰ κτίσµα Θεοῦ, καλόν· Πάντα γὰρ καλὰ λίαν. Τῷ εἰπεῖν, Κτίσµα Θεοῦ, περὶ τῶν ἐδωδίµων ἁπάντων ᾐνίξατο· καὶ ἤδη προκατασπᾷ τὴν αἵρεσιν τὴν τῶν ἀγέννητον τὴν ὕλην εἰσαγόντων, καὶ ἐκείνης ταῦτα λεγόντων εἶναι. Οὐκοῦν εἰ καλὸν, τί ἐστιν ὅ φησι, τὸ, Ἁγιάζεται διὰ λόγου καὶ ἐντεύξεως; δῆλον γὰρ ὅτι ἀκάθαρτον ὂν ἁγιάζεται. Οὐ τοῦτο, ἀλλ' ἐνταῦθα πρὸς ἐκείνους φησὶ, τοὺς κοινά τινα νοµίζοντας ἐξ αὐτῶν εἶναι.∆ ύο τοίνυν τίθησι κεφάλαια, ἓν µὲν, ὅτι οὐδὲν κτίσµα κοινόν· δεύτερον δὲ, ὅτι εἰ καὶ γένοιτο κοινὸν, ἀλλ' ἔχεις τὸ φάρµακον· σφράγισον, εὐχαρίστησον, δόξασον τὸν Θεὸν, καὶ πᾶσα ἀκαθαρσία ἀπέπτη. Οὐκοῦν καὶ τὸ εἰδωλόθυτον, φησὶν, οὕτω δυνάµεθα καθαίρειν; Ἐὰν µὴ ᾔδεις, ὅτι εἰδωλόθυτόν ἐστιν· ἐὰν δὲ εἰδῇς λοιπὸν καὶ µεταλάβῃς, ἀκάθαρτος ἔσῃ, οὐχ ὅτι εἰδωλόθυτόν ἐστιν, ἀλλ' ὅτι προσταχθεὶς µὴ κοινωνεῖν δαίµοσιν, ἐκοινώνησας δι' ἐκείνου. Ὥστε οὔτε ἐκεῖνό ἐστι φύσει τοιοῦτον, ἀλλ' ἀπὸ τῆς προαιρέσεως γίνεται τῆς σῆς καὶ τῆς παρακοῆς. Τί δαί; οὐκ ἀκάθαρτον τὸ ὕειον; Οὐδαµῶς, ὅταν µετὰ εὐχαριστίας λαµβάνηται, ὅταν µετὰ σφραγῖδος, οὐδὲ ἄλλο οὐδέν. Ἀκάθαρτος ἡ προαίρεσις ἡ µὴ εὐχαριστοῦσα τῷ Θεῷ. Ταῦτα ὑποτιθέµενος τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόµενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας. Ταῦτα, ποῖα; Ἅπερ εἶπεν, ὅτι τὸ µυστήριον µέγα ἐστὶν, ὅτι τὸ τούτων ἀπέχεσθαι, δαιµόνων ἐστὶν, ὅτι διὰ λόγου καὶ ἐντεύξεως Θεοῦ τὰ βρώµατα καθαρίζεται. Ἐντρεφόµενος, φησὶ, τοῖς λόγοις τῆς πίστεως καὶ τῆς διδασκαλίας ᾗ παρηκολούθηκας. Τοὺς δὲ βεβήλους καὶ γραώδεις µύθους παραιτοῦ· γύµναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν. Ταῦτα ὑποτιθέµενος, φησίν. Ὁρᾷς οὐδαµοῦ τὴν αὐθεντίαν ἐνταῦθα, ἀλλὰ τὴν συγκατάβασιν; Ὑποτιθέµενος, φησίν. Οὐκ εἶπεν, ἐπιτάττων, οὐκ εἶπε, παραγγέλλων, ἀλλὰ, Ὑποτιθέµενος· τουτέστιν, ὡς συµβουλεύων ταῦτα ὑποτίθεσο, καὶ τοὺς λόγους ἀνακίνει τοὺς περὶ πίστεως. Ἐντρεφόµενος, φησὶ, τὸ διηνεκὲς τῆς εἰς τὰ τοιαῦτα προσοχῆς δηλῶν.
12.2
Ὥσπερ γὰρ τὴν τροφὴν ταύτην καθ' ἑκάστην ἡµέραν προσφερόµεθα, οὕτω, φησὶ, καὶ τοὺς περὶ πίστεως λόγους ἀεὶ λαµβάνωµεν, ἀεὶ τούτοις τρεφώµεθα. Τί ἐστιν, Ἐντρεφόµενος; Μηρυκώµενος, συνεχῶς τὰ αὐτὰ στρέφων, ἀεὶ τὰ αὐτὰ µελετῶν· τροφὴν γὰρ ἔχει οὐ τὴν τυχοῦσαν. Τοὺς δὲ βεβήλους καὶ γραώδεις µύθους παραιτοῦ. Τίνας ἐνταῦθα λέγει; Τὰς Ἰουδαίων παρατηρήσεις. Καὶ µύθους αὐτάς φησι; Καὶ πάνυ, ἢ διὰ τὰς παραποιήσεις, ἢ διὰ τὸ ἄκαιρον. Τὸ γὰρ ἐν καιρῷ, χρήσιµον· χωρὶς δὲ τοῦ καιροῦ, οὐ µόνον ἄχρηστον, ἀλλὰ καὶ βλαβερόν. Ἐννόησον γάρ µοι ἄνδρα µετὰ εἴκοσιν ἔτη τῷ µαστῷ προσάγοντα ἑαυτὸν τῆς τίτθης, πῶς ἐστι καταγέλαστος, διὰ τὸ ἄκαιρον. Ὁρᾷς πῶς καὶ ἀκάθαρτα αὐτὰ εἶπε, καὶ γραώδη; τὸ µὲν διὰ τὸ παλαιὸν, τὸ δὲ διὰ τὸ ἐµποδίζειν τῇ πίστει. Τὸ γὰρ ὑπὸ φόβον ἄγειν τὴν ἀνωτέρω τούτων γενοµένην ψυχὴν, τῶν ἀκαθάρτων ἐστὶ παραγγελµάτων. Γύµναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν, τουτέστι, πρὸς πίστιν καθαρὰν καὶ βίον ὀρθόν· τοῦτο γάρ ἐστιν εὐσέβεια. Γυµνασίας ἄρα χρεία ἡµῖν. Ἡ γὰρ σωµατικὴ γυµνασία, φησὶ, πρὸς ὀλίγον ἐστὶν ὠφέλιµος. Τινὲς περὶ τῆς νηστείας τοῦτό φασιν εἰρῆσθαι· ἀλλ' ἄπαγε, οὐκ ἔστι σωµατικὴ γυµνασία, ἀλλὰ πνευµατική. Εἰ γὰρ σωµατικὴ ἦν, τὸ σῶµα ἔτρεφεν ἄν· εἰ δὲ τήκει αὐτὸ καὶ λεπτύνει καὶ κατισχνοῖ, οὐκ ἔστι σωµατική. Οὐκ ἄρα περὶ τῆς τοῦ σώµατος ἀσκήσεώς φησιν. Ὥστε ἡµῖν δεῖ τῆς κατὰ ψυχὴν γυµνασίας· ἐκείνη γὰρ οὐκ ἔχει κέρδος, ἀλλ' ὀλίγον ὠφέλησε τὸ σῶµα· ἡ δὲ τῆς εὐσεβείας ἄσκησις τὸν καρπὸν καὶ ἐν τῷ µέλλοντι ἀποδίδωσι, καὶ ἐνταῦθα ἀνακτᾶται, καὶ ἐκεῖ. Πιστὸς ὁ λόγος. Τουτέστιν, ἀληθὴς, ὅτι καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ὅρα πῶς πανταχοῦ τοῦτο ἐπάγει· οὐ δεῖται κατασκευῆς, ἀλλ' ἀποφαίνεται· πρὸς γὰρ Τιµόθεον ἦν ὁ λόγος αὐτῷ. Ἄρα καὶ ἐνταῦθα ἐν ἐλπίσιν ἐσµὲν χρησταῖς. Ὁ γὰρ µηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, ὁ µυρία κατορθῶν, καὶ ἐνταῦθα γάννυται· ὥσπερ οὖν ὁ πονηρὸς οὐκ ἐκεῖ µόνον, ἀλλὰ καὶ ἐνταῦθα κολάζεται, φόβῳ συζῶν διηνεκῶς, οὐδενὶ µετὰ παῤῥησίας ἀντιβλέψαι τολµῶν, τρέµων, ὠχριῶν, ἀγωνιῶν. Ἢ οὐ τοιοῦτοι οἱ πλεονέκται, οἱ κλέπται, οὐ θαῤῥοῦντες ὑπὲρ ὧν ἔχουσιν; οἱ µοιχοὶ, οἱ ἀνδροφόνοι οὐ χαλεπωτάτην ζῶσι ζωὴν, µετὰ ὑποψίας τὸν ἥλιον ὁρῶντες αὐτόν; τοῦτο οὖν ζωή; Οὐδαµῶς, ἀλλὰ θάνατος χαλεπός. Εἰς τοῦτο γὰρ, φησὶ, κοπιῶµεν, καὶ ὀνειδιζόµεθα, ὅτι ἠλπίκαµεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτὴρ πάντων ἀνθρώπων, µάλιστα πιστῶν. Ὡσεὶ ἔλεγε· Τίνος γὰρ ἕνεκεν κόπτοµεν ἑαυτοὺς, εἰ µὴ τὰ µέλλοντα προσεδοκῶµεν; τίνος δὲ ἕνεκεν πάντες ἡµῖν ὀνειδίζουσιν; οὐ δεινὰ, φησὶ, τοσαῦτα πεπόνθαµεν; οὐχ ὕβρεις καὶ λοιδορίας καὶ µυρία κακά; εἰκῆ οὖν ταῦτα ὑπεµείναµεν; εἰ µὴ ἐπὶ Θεῷ ζῶντι ἠλπίκαµεν, τίνος ἕνεκεν ταῦτα ὑπεµείναµεν; Εἰ δὲ τοὺς ἀπίστους σώζει ἐνταῦθα, πολλῷ µᾶλλον τοὺς πιστοὺς ἐκεῖ. Ποίαν λέγει σωτηρίαν; Τὴν ἐκεῖ. Ὅς ἐστι, φησὶ, Σωτὴρ πάντων, µάλιστα πιστῶν. Τουτέστι, πλείονα σπουδὴν περὶ τοὺς πιστοὺς ἐνδείκνυται. Τέως τὴν ἐνταῦθά φησι. Καὶ πῶς τῶν πιστῶν ἐστι, φησὶ, Σωτήρ; Εἰ µὴ γὰρ Σωτὴρ ἦν, οὐδὲν ἂν ἐκώλυσεν ὑπὸ πάντων πολεµουµένους πάλαι διεφθάρθαι. Ἐνταῦθα καὶ παρορµᾷ αὐτὸν πρὸς τοὺς κινδύνους, ὥστε µὴ ἐκλυθῆναι Θεὸν ἔχοντα τοιοῦτον, µήτε τῆς παρ' ἑτέρων συµµαχίας δεῖσθαι, ἀλλ' ἑκοντὶπάντα φέρειν γενναίως· ἐπεὶ καὶ οἱ πρὸς τὰ βιωτικὰ κεχηνότες, πρὸς τὴν ἐλπίδα τοῦ κέρδους ὁρῶντες ἐγχειροῦσι τοῖς πράγµασιν. Ἄρα ἔσχατός ἐστι λοιπὸν ὁ καιρός. Ἐν ὑστέροις γὰρ καιροῖς, φησὶν, ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύµασι πλάνοις καὶ διδασκαλίαις δαιµόνων, ἐν ὑποκρίσειψευδολόγων, κεκαυτηριασµένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαµεῖν. Τί οὖν; ἡµεῖς οὐ κωλύοµεν, φησὶ, γαµεῖν; Οὐ κωλύοµεν, µὴ γένοιτο, βουλοµένους, ἀλλὰ τοὺς µὴ βουλοµένους γαµεῖν προτρέποµεν ἐπὶ τὴν παρθενίαν. Ἕτερόν ἐστι κωλῦσαι καὶ ἕτερον κύριον ἀφεῖναι τῆς προαιρέσεως· ὁ µὲν γὰρ κωλύων, καθάπαξ τοῦτο ποιεῖ· ὁ δὲ ὡς ἐπὶ µείζονα τὴν παρθενίαν ἐνάγων, οὐ κωλύων γαµεῖν τοῦτο ποιεῖ, ἀλλὰ προτρέπων παρθενεύειν. Κωλυόντων, φησὶν, γαµεῖν, ἀπέχεσθαι βρωµάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς µετάληψιν µετὰ εὐχαριστίας τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Καλῶς εἶπεν, Ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ἄρα τὰ πρότερα τύπος ἦν· οὐδὲν γὰρ φύσει ἀκάθαρτον, ἀλλὰ παρὰ τὴν συνείδησιν τοῦ µεταλαµβάνοντος γίνεται. Καὶ τίνος οὖν ἕνεκεν τῶν πολλῶν αὐτοὺς βρωµάτων ἀπήγαγε· Τὴν πολλὴν ἐκκόπτων τρυφήν. Ἀλλ' εἰ µὲν εἶπεν, ὅτι∆ ιὰ τρυφὴν µὴ ἐσθίετε, οὐκ ἂν ἠνέσχοντο· νῦν δὲ εἰς νόµου αὐτὸ κατέκλεισεν ἀνάγκην, ἵνα τῷ µείζονι φόβῳ µᾶλλον ἀπόσχωνται. Ἐπεὶ ὅτι τοῦ υἱὸς ἀκαθαρτότερόν ἐστιν ὁ ἰχθὺς, παντί που δῆλον· ἀλλ' ὅµως ἐκείνων οὐκ ἀπήγαγεν. Ὅσον δὲ αὐτοῖς χαλεπὸν ἦν ἡ τρυφὴ, ἄκουε καὶ τοῦ Μωϋσέως λέγοντος· Ἔφαγε, καὶ ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπηµένος. Ἔστι δὲ καὶ ἄλλη αἰτία. Ἵνα γὰρ στενοχωρηθέντες λοιπὸν ἐπὶ βόας ἔλθωσι, καὶ σφάττωσι πρόβατα, εἰκότως διὰ τὸν Ἆπιν καὶ τὸν µόσχον τῶν λοιπῶν ἀπεῖρξεν· ἀκάθαρτος γὰρ ἐκεῖνος, ἀχάριστος, µιαρὸς καὶ βέβηλος.
12.3
Ταῦτα ὑποτίθεσο, ταῦτα µελέτα· τὸ γὰρ, Ἐντρεφόµενος τοῖς λόγοις τῆς πίστεως, τοῦτό ἐστι. Μὴ τοῖς ἄλλοις µόνον παραίνει, φησὶν, ἀλλὰ καὶ αὐτὸς ἐν αὐτοῖς ἔχε τὴν µελέτην. Ἐντρεφόµενος γὰρ, φησὶ, τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας. Τοὺς δὲ βεβήλους καὶ γραώδεις µύθους παραιτοῦ.∆ ιὰ τί µὴ εἶπεν, Ἀνέχου τῶν τοιούτων, ἀλλὰ, Παραιτοῦ; Τὴν τελείαν ἀποφυγὴν αἰνιττόµενος διὰ τούτου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μηδὲ εἰς γυµνασίαν ποτὲ καθῇς σεαυτὸν διαλεγόµενος πρὸς ἐκείνους, ἀλλὰ ταῦτα τοῖς αὐτοῦ παραίνει. Οὐ γὰρ ἔστι πρὸς τοὺς διεστραµµένους µαχόµενον ὀνῆσαί τί ποτε, πλὴν εἴ ποτε οἰόµεθά τινα βλάβην γίνεσθαι, ὡς δι' ἀσθένειαν παραιτουµένων ἡµῶντὴν πρὸς ἐκείνους διάλεξιν. Γύµναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· τουτέστι, πρὸς βίον καθαρὸν, πρὸς πολιτείαν ἀρίστην. Ὁ δὲ γυµναζόµενος, καὶ καιροῦ µὴ ὄντος ἀγώνων, αὐτὸς ὡς ἀγωνιζόµενος ἅπαντα ποιεῖ, πάντων ἀπέχεται, ἐναγώνιός ἐστιν, ἱδρῶτας ἔχει πολλούς. Γύµναζε, φησὶ, σεαυτὸν πρὸς εὐσέβειαν. Ἡ γὰρ σωµατικὴ γυµνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιµος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιµός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς µελλούσης. Καὶ τίνος ἕνεκεν, φησὶν, ἐµνήσθη ταύτης τῆς σωµατικῆς γυµνασίας; Ἀπὸ συγκρίσεως τὴν ὑπερχὴν ταύτης δηλῶν, ὅτι ἐκείνη µὲν καὶ πόνους ἔχουσα πολλοὺς, οὐδὲν ἔχει τὸ κέρδος, οὐδὲ ἄξιον λόγου, αὕτη δὲ διηνεκὲςκαὶ ἄφθονον. Ὥσπερ ὅταν λέγῃ, Κοσµεῖν ἑαυτὰς µὴ ἐν πλέγµασιν, ἢ χρυσῷ, ἢ µαργαρίταις, ἢ ἱµατισµῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλοµέναις θεοσέβειαν, δι' ἔργων ἀγαθῶν. Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος. Εἰς τοῦτο γὰρ κοπιῶµεν καὶ ὀνειδιζόµεθα. Παῦλος ὠνειδίζετο, καὶ σὺ ἀσχάλλεις; Παῦλος ἐκοπία, καὶ σὺ τρυφᾷν βούλει; Ἀλλ' οὐκ ἂν ἐκεῖνος τρυφῶν τοσούτων ἐπέτυχεν ἀγαθῶν. Εἰ γὰρ τὰ βιωτικὰ πράγµατα καὶ ἐπίκηρα καὶ φθαρτὰ πόνων χωρὶς καὶ ἱδρώτων οὐδέποτε παραγίνεται τοῖς ἀνθρώποις, πολλῷ µᾶλλον τὰ πνευµατικά. Ναὶ, φησὶν, ἀλλ' ἀπὸ κληρονοµίας πολ λοῖς πολλάκις παρεγένετο. Ἀλλὰ κἂν αὐτὰ παραγίνηται, ἡ φυλακὴ ἡ τούτων καὶ ἡ σωτηρία πόνων οὐκ ἔστι χωρὶς, ἀλλὰ δεῖ πονεῖν καὶ ταλαιπωρεῖσθαι τῶν κεκτηµένων οὐχ ἧττον· καὶ οὔπω λέγω, ὅτι πολλὰ πονήσαντες, ἢ καὶ πολλοὶ ταλαιπωρηθέντες, ἐψεύσθησαν πρὸς αὐτὰ τοῦ λιµένος τὰ στόµατα, πνεύµατός ποθεν ἐµπεσόντος, καὶἐν αὐταῖς ταῖς ἐλπίσι τῶν ἀγαθῶν τὸ ναυάγιον ἐργασαµένου. Παρὰ δὲ ἡµῖν οὐδὲν τοιοῦτόν ἐστι· Θεὸς γάρ ἐστιν ὁ ἐπαγγελλόµενος, καὶ Ἡ ἐλπὶς οὐ καταισχύνει. Ἢ οὐκ ἴστε καὶ ὑµεῖς, ἅτε ἐν τοῖς βιωτικοῖς στρεφόµενοι πράγµασι, πόσοι µετὰ µυρίους πόνους οὐκ ἀπώναντο τῶν καρπῶν, ἢ θανάτουπολλάκις προαπενεγκόντος αὐτοὺς, ἢ πραγµάτων µεταβολῆς γενοµένης, ἢ νόσου προσπεσούσης, ἢ συκοφαντῶν ἐπιτεθέντων, ἢ καὶ ἄλλης τινὸς αἰτίας( πολλὰ δὲτὰ ἀνθρώπινα) κεναῖς αὐτοὺς ἀπαγαγούσης χερσί; Τί δὲ, φησὶ, τοὺς ἐπιτυγχάνοντας οὐχ ὁρᾷς, τοὺς δι' ὀλίγων πόνων µεγάλα κτησαµένους ἀγαθά; Ποῖα ἀγαθά; χρήµατα, καὶ οἰκίας, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, καὶ ἀνδραπόδων ἀγέλας, καὶ σταθµὸν ἀργυρίου καὶ χρυσίου; ταῦτα λέγεις ἀγαθὰ, καὶ οὐκ ἐγκαλύπτῃ οὐδὲ καταδύῃ, ἄνθρωπος περὶ οὐρανοῦ φιλοσοφεῖν προστεταγµένος, καὶ πρὸς τὰ τῆς γῆς κεχηνὼς πράγµατα, καὶ ἀγαθὰ καλῶν ἃ µηδενός ἐστιν ἄξια λόγου; Εἰ ταῦτα ἀγαθὰ, πάντως καὶ τοὺς κεκτηµένους αὐτὰ ἀγαθοὺς δεῖ καλεῖν· ὁ γὰρ ἀγαθόν τι ἔχων, πῶς οὐκ ἀγαθός; Τί οὖν, εἰπέ µοι; ὅταν οἱ κεκτηµένοι αὐτὰ πλεονεκτῶσιν, ἁρπάζωσιν, ἀγαθοὺς αὐτοὺς καλέσοµεν; Εἰ γὰρ ἀγαθὸν ὁ πλοῦτος, ἀπὸ δὲ πλεονεξίας συνάγεται, ὅσῳ ἂν αὔξηται, τοσούτῳ µᾶλλον τὸν ἔχοντα ἀγαθὸν ποιήσει νοµίζεσθαι. Ἄρα οὖν ἀγαθὸς ὁ πλεονεκτῶν; Εἰ δὲ ὁ πλοῦτος ἀγαθὸς, ὑπὸ δὲ πλεονεξίας αὔξεται, ὅσῳ ἂν πλεονεκτῇ, ἀγαθώτερος ἔσται. Εἶδες τὴν ἐναντίωσιν; Ἀλλὰ ἂν µὴ πλεονεκτῇ, φησί. Καὶ πῶς ἔνι γενέσθαι; ὀλέθριον γὰρ τὸ πάθος, καὶ οὐκ ἔστιν, οὐκ ἔστι µὴ ἀδικοῦντα πλουτεῖν. Τοῦτο καὶ ὁ Χριστὸς ἀπεφήνατο λέγων, Ποιήσατε ὑµῖν φίλους ἐκ τοῦ µαµωνᾶ τῆς ἀδικίας. Τί οὖν, φησὶν, ἂν παρὰ πατρὸς δέξηται τὸν κλῆρον; Τὰ ἐξ ἀδικίας συλλεγέντα ἐδέξατο. Οὐ γὰρ δὴ ἀπὸ τοῦ Ἀδὰµ ὁ πρόγονος ἐκείνου πλούσιος ἦν, ἀλλὰ πολλοὺς ἑτέρους εἰκὸς πρὸ ἐκείνου γεγενῆσθαι, εἶτα ἐν τοῖς πολλοῖς εὑρεθῆναί τιναἀδίκως τὰ τῶν ἄλλων εἰληφότα καὶ καρπούµενον. Τί οὖν; Ἀβραὰµ, φησὶν, ἄδικον πλοῦτον εἶχε; τί δὲ ὁ Ἰὼβ, ὁ ἄµεµπτος, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόµενος ἀπὸ παντὸς πονηροῦ πράγµατος; Ὁ πλοῦτος ἐκείνοις οὐκ ἐν χρυσῷ ἦν, οὐδὲ ἐν ἀργύρῳ, οὐδὲ ἐν οἰκοδοµήµασιν, ἀλλ' ἐν θρέµµασιν· ἄλλως δὲ καὶ θεόπλουτος οὗτος ἦν. Ὅτι γὰρ ἐν θρέµµασιν ἦν, εὔδηλον ἐκεῖθεν· καταλέγων γὰρ ὁ τὸ βιβλίον γράψας τὰ συµβεβηκότα τῷ µακαρίῳ ἐκείνῳ, καὶ λέγων, ὅτι ἀπέθανον αὐτῷ κάµηλοι, καὶ ἵπποι θήλειαι καὶ ὄνοι, οὐκ εἶπενὅτι καὶ χρυσίου θησαυροὺς ἐλθόντες ἀφήρπασαν. Ἄλλως δὲ, καὶ ὁ Ἀβραὰµ πλούσιος ἦν· ἀλλ' ἐν οἰκέταις. Τί οὖν; οὐκ ἠγόρασε τούτους; Οὐδαµῶς· διὰ τοῦτο εἶπεν ἡ Γραφὴ, ὅτι οἰκογενεῖς ἦσαν οἱ τριακόσιοι δέκα καὶ ὀκτώ. Καὶ πρόβατα καὶ βόες ἦσαν αὐτῷ. Πόθεν οὖν χρυσίον ἔπεµψε τῇ Ῥεβέκκᾳ; Ἀπὸ τῆς Αἰγύπτου δῶρα λαβὼν, οὐ βιασάµενος, οὐδὲ ἀδικήσας.
12.4
Εἰπὲ γάρ µοι, πόθεν σὺ πλουτεῖς; παρὰ τίνος λαβών; τί δὲ ἕτερος πόθεν; Παρὰ τοῦ πάππου, φησὶ, παρὰ τοῦ πατρός.∆ υνήσῃ οὖν µέχρι πολλοῦ τοῦ γένους ἀνιὼν, οὕτω δεῖξαι τὴν κτῆσιν δικαίαν οὖσαν; Ἀλλ' οὐκ ἂν ἔχοις, ἀλλ' ἀνάγκη τὴν ἀρχὴν αὐτῆς καὶ τὴν ῥίζαν ἀπὸ ἀδικίας εἶναί τινος. Πόθεν; Ὅτι ὁ Θεὸς ἐξ ἀρχῆς οὐ τὸν µὲν πλούσιον ἐποίησε, τὸν δὲ πένητα, οὐδὲ παραγαγὼν, τούτῳ µὲν ἔδειξε χρυσίου θησαυροὺς πολλοὺς, ἐκεῖνον δὲἀπεστέρησε τῆς ἐρεύνης, ἀλλὰ τὴν αὐτὴν πᾶσιν ἀνῆκε γῆν. Πόθεν οὖν κοινῆς οὔσης, σὺ µὲν ἔχεις πλέθρα τόσα καὶ τόσα, ὁ δὲ πλησίον οὐδὲ κύαθον γῆς; Ὁ πατήρ µοι, φησὶ, παρέδωκεν. Ἐκεῖνος δὲ παρὰ τίνος παρέλαβε; Παρὰ τῶν προγόνων. Ἀλλὰ ἀνάγκη πάντως ἀνιόντα εὑρεῖν τὴν ἀρχήν. Ἐγένετο πλούσιος ὁ Ἰακὼβ, ἀλλὰ τῶν πόνων λαβὼν τὸν µισθόν. Πλὴν ἀλλ' οὐδὲ ὑπὲρ τούτων ἀκριβολογοῦµαι· ἔστω δίκαιος ὁ πλοῦτος, καὶ πάσης ἁρπαγῆς ἀπηλλάχθω· οὐ γὰρ δὴ σὺ ὑπεύθυνος περὶ ὧν ὁ πατὴρ ἐπλεονέκτησεν· ἔχεις µὲν γὰρ τὰ ἐκ τῆς ἁρπαγῆς, ἀλλ' οὐχ ἥρπασας σύ. Πλὴν ἀλλὰ συγκεχωρήσθω µηδὲ ἐκεῖνον ἡρπακέναι, ἀλλά ποθεν ἀπὸ γῆς ἀναβλυσθέντα τὸν χρυσὸν ἔχειν· τί οὖν; παρὰ τοῦτο ἀγαθὸς ὁ πλοῦτος; Οὐδαµῶς. Ἀλλ' οὐδὲ πονηρὸς, φησίν. Ἐὰν µὴ πλεονεκτῇ, οὐ πονηρὸς, ἐὰν µεταδιδῷ τοῖς δεοµένοις· ἐὰν δὲ µὴ µεταδιδῷ, πονηρὸς καὶ ἐπίβουλος. Ἕως ἂν µὴ ποιῇ, φησὶ, κακὸν, οὐ κακὸς, κἂν ἀγαθὸν µὴ ἐργάζηται. Καλῶς· τοῦτο δὲ οὐ κακὸν τὸ µόνον ἔχειν τὰ∆ εσποτικὰ, τὸ µόνον ἀπολαύειν τῶν κοινῶν; ἢ οὐχὶ τοῦ Θεοῦ ἡ γῆ καὶ τὸ πλήρωµα αὐτῆς; Εἰ τοίνυν τοῦ∆ εσπότου τοῦ κοινοῦ τὰ ἡµέτερα, ἄρα καὶ τῶν συνδούλων τῶν ἡµετέρων· τὰ γὰρ τοῦ∆ εσπότου πάντα κοινά. Ἢ οὐχ ὁρῶµεν καὶ ἐν ταῖς µεγάλαις οἰκίαις οὕτω ταῦτα διατεταγµένα; οἷον, πᾶσιν ἐξ ἴσου τὸ σιτοµέτριον δίδοται· ἀπὸ τῶν δεσποτικῶν γὰρ ἔξεισι θησαυρῶν· ἡ οἰκία ἡ δεσποτικὴ πᾶσιν ἀνεῖται. Κοινὰ καὶ τὰ βασιλικὰ πάντα, αἱ πόλεις, αἱ ἀγοραὶ, οἱ περίπατοι πᾶσίν εἰσι κοινοὶ, πάντες τὸ ἴσον µετέχοµεν. Θέα γάρ µοι Θεοῦ οἰκονοµίαν· Ἐποίησεν εἶναί τινα κοινὰ, ἵνα κἂν ἀπ' ἐκείνων καταιδέσῃ τὸ ἀνθρώπινον γένος, οἷον τὸν ἀέρα, τὸν ἥλιον, τὸ ὕδωρ, τὴν γῆν, τὸν οὐρανὸν, τὴν θάλατταν, τὸ φῶς, τοὺς ἀστέρας, καθάπερ ἀδελφοῖς πάντα ἐξ ἴσης διανέµει. Ὀφθαλµοὺς πᾶσι τοὺς αὐτοὺς ἐδηµιούργησε, σῶµα τὸ αὐτὸ, ψυχὴν τὴν αὐτὴν, ὁµοίαν τὴν κατασκευὴν ἐν πᾶσιν, ἀπὸ γῆς τὰ πάντα, καὶ ἀπὸ ἑνὸςἀνδρὸς πάντας, ἐν τῇ αὐτῇ οἰκίᾳ πάντας. Ἀλλ' οὐδὲν τούτων ἡµᾶς ἐνέτρεψεν. Ἐποίησε καὶ ἄλλα κοινὰ, οἷον λουτρὰ, πόλεις, ἀγορὰς, περιπάτους. Καὶ θέα πῶς ἐν τοῖς κοινοῖς οὐδεµία µάχη, ἀλλὰ πάντα εἰρηνικά. Ὅταν δέ τις παρασπάσαι τι ἐπιχειρήσῃ, καὶ ἴδιον ποιήσῃ, τότε ἡ ἔρις ἐπεισέρχεται, ὥσπερ αὐτῆς τῆς φύσεως ἀγανακτούσης, ὅτι δὴ, πάντοθενἡµᾶς συνάγοντος τοῦ Θεοῦ, ἡµεῖς φιλονεικοῦµεν διαιρεῖν ἑαυτοὺς, καὶ ἀποσπᾷν ἐν τῷ ἰδιοποιεῖσθαι, καὶ λέγειν, Τὸ σὸν, καὶ Τὸ ἐµὸν, τὸ ψυχρὸν τοῦτο ῥῆµα· τότε γὰρ µάχη, τότε ἀηδία. Ἔνθα δὲ τοῦτο οὐκ ἔστιν, οὐδὲ µάχη οὐδὲ φιλονεικία τίκτεται· ὥστε τοῦτο µᾶλλον ἐκείνου συγκεκλήρωται ἡµῖν, καὶ κατὰ φύσιν ἐστί.∆ ιὰ τί µηδεὶς ὑπὲρ ἀγορᾶς ποτε δικάζεται; ἆρα οὐχ ὅτι κοινὴ πάντων ἐστίν; Ὑπὲρ δὲ οἰκίας πάντας ὁρῶµεν δικαζοµένους, ὑπὲρ χρηµάτων. Καὶ τὰ µὲν ἀναγκαῖα κοινὰ ἡµῖν πρόκειται· ἡµεῖς δὲ οὐδὲ ἐν τοῖς ἐλαχίστοις τὸ κοινὸν φυλάττοµεν. Καὶ µὴν διὰ τοῦτο ἡµῖν ἐκεῖνα ἀνῆκεν, ἵνα παιδευθῶµεν ἀπ' ἐκείνων καὶ ταῦτα ἔχειν κοινῶς· ἡµεῖς δὲ οὐδὲ οὕτω παιδευόµεθα. Ἀλλ' ὅπερ ἔφην, πῶς ὁ τὸν πλοῦτον ἔχων ἀγαθός; Οὐκ ἔνι τοῦτο, ἀλλ' ἀγαθὸς, ἐὰν ἑτέροις µεταδῷ· ὅταν µὴ ἔχῃ, τότε ἀγαθός· ὅταν ἑτέροις αὐτὸν δῷ, τότε ἀγαθός· ἕως δ' ἂν ἔχῃ, οὐκ ἂν εἴη ἀγαθός. Τοῦτο οὖν ἀγαθὸν, ὃ κατεχόµενον µὲν πονηροὺς δείκνυσιν, ἡ ἀπόκτησις δὲ ἀγαθούς; Οὐκ ἄρα τὸ ἔχειν χρήµατα ἀγαθὸν, ἀλλὰ τὸ µὴ ἔχειν ἀγαθὸν ποιεῖ φαίνεσθαι. Οὐκ ἄρα ὁ πλοῦτος ἀγαθόν. Ἂν δὲ καὶ παρὸν λαβεῖν, µὴ λάβῃς, πάλιν ἀγαθός. Εἰ τοίνυν καὶ ἔχοντες τοῦτον, ἂν τοῖς ἄλλοις µεταδοίηµεν, ἢ διδόµενον οὐ λαµβάνοντες, τότε ἐσµὲν ἀγαθοὶ, ἂν δὲ λάβωµεν ἢ κτησώµεθα, οὐκ ἀγαθοὶ, πῶς ἀγαθὸν ἂν γένηται ὁ πλοῦτος; Μὴ τοίνυν κάλει τοῦτο ἀγαθόν.∆ ιὰ τοῦτο αὐτὸν οὐκ ἔχεις, ἐπειδὴ ἀγαθὸν αὐτὸν νοµίζεις, ἐπειδὴ, ἐπτόησαι περὶ αὐτόν. Κάθαρόν σου τὴν διάνοιαν, τὴν κρίσιν ἔχε διηκριβωµένην, καὶ τότε ἔσῃ ἀγαθός· µάθε τίνα ἐστὶ τὰ ὄντως ἀγαθά. Τίνα δὲ ταῦτά ἐστιν; Ἀρετὴ, φιλανθρωπία· ταῦτα ἀγαθὰ, οὐκ ἐκεῖνος. Κατὰ τοῦτον τὸν κανόνα ἐὰν ᾖς ἐλεήµων, ὅσῳ ἂν ᾖς πλέον, τοσούτῳ ἀγαθὸς καὶ εἶ καὶ νοµίζῃ· ἂν δὲ πλούσιος ᾖς, οὐκέτι. Οὕτω γενώµεθα οὖν ἀγαθοὶ, ἵνα καὶ ὦµεν ἀγαθοὶ, καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, ἐν Ἰησοῦ Χριστῷ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατιδόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note