Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Timothy
John ChrysostomHom. 1 Tim. 13 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
13.0
Παράγγελλε ταῦτα καὶ δίδασκε. Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. Ἕως ἔρχοµαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. Μὴ ἀµέλει τοῦ ἐν σοὶ χαρίσµατος, ὃ ἐδόθη σοι διὰ προφητείας, µετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
13.1
Τῶν πραγµάτων τὰ µὲν διδασκαλίας δεῖται, τὰ δὲ ἐπιταγῆς. Ἂν τοίνυν ἐπιτάττῃς ὑπὲρ ὧν διδάσκειν χρὴ, καταγέλαστος ἔσῃ· πάλιν, ἂν διδάσκῃς ὑπὲρ ὧν ἐπιτάττειν χρὴ, τὸ αὐτὸ ὑποµένεις ὁµοίως. Οἷόν τι λέγω· Τὸ µὴ εἶναι πονηρὸν, ὑπὲρ τούτου οὐ διδάσκειν χρὴ, ἀλλ' ἐπιτάττειν, καὶ ἀπαγορεύειν µετὰ πλείονος αὐθεντίας· τὸ µὴ Ἰουδαΐζειν, ἐπιταγῆς δεῖται. Ἂν µέντοι λέγῃς, ὅτι δεῖ τὰ ὑπάρχοντα κενοῦν, ὅτι δεῖ παρθενεύειν, ἂν περὶ πίστεως διαλέγῃ, ἐνταῦθα διδασκαλίας χρεία.∆ ιὰ τοῦτο ἀµφότερα τίθησιν ὁ Παῦλος. Παράγγελλε καὶ δίδασκε, φησίν. Οἷον εἴ τις ἔχει περίαπτα, ἢ εἴ τι ἕτερον τοιοῦτον, ὅταν εἰδότες αὐτὰ πονηρὰ ὄντα πράττωσι, παραγγελίας δεῖ µόνης· ὅταν δὲ µὴ εἰδότες, διδασκαλίας. Μηδείς σου τῆς νεότητος καταφρονείτω, φησίν. Ὁρᾷς ὅτι καὶ ἐπιτάττειν χρὴ τὸν ἱερέα καὶ αὐθεντικώτερον διαλέγεσθαι, µὴ πάντα διδάσκειν; Εὐκαταφρόνητον γάρ πως πρᾶγµα ἡ νεότης ἀπὸ τῆς κοινῆς προλήψεως γέγονε· διὰ τοῦτό φησι, Μηδείς σου τῆς νεότητος καταφρονείτω.∆ εῖ γὰρ καὶ ἀκαταφρόνητον εἶναι τὸν διδάσκαλον. Ποῦ οὖν τὸ ἐπιεικὲς, φησί; ποῦ οὖν τὸ πρᾶον, ἂν µὴ καταφρονῆται; Ἐν µὲν τοῖς πρὸς ἑαυτὸν καταφρονείσθω καὶ φερέτω· οὕτω γὰρ ἡ διδασκαλία κατορθοῦται τῇ µακροθυµίᾳ· ἐν δὲ τοῖς πρὸς ἑτέρους, µηκέτι· τοῦτο γὰρ οὐκ ἔστιν ἐπιείκεια, ἀλλὰ ψυχρότης. Ἂν µὲν ὕβρεις ἐκδικῇ τὰς εἰς ἑαυτὸν, ἂν λοιδορίας, ἂν ἐπιβουλὰς, εἰκότως ἐγκαλεῖς· ἂν δὲ ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας, ἐπίταττε καὶ µετὰ αὐθεντίας προνόει. Ἐνταῦθα οὐκέτι ἐπιεικείας χρεία, ἀλλ' αὐθεντίας, ἵνα µὴ τῷ κοινῷ λυµαίνηται. Ἢ τοῦτό φησιν, ἢ ἐκεῖνο· Μηδεὶς διὰ τὴν νεότητα καταφρονήσῃ σου· ἕως γὰρ ἀντίῤῥοπον ἐπιδεικνύῃ βίον, οὐκέτι διὰ τὴν ἡλικίαν τις καταφρονήσει, ἀλλὰ καὶ θαυµάσει µᾶλλον.∆ ιὰ τοῦτο καὶ ἐπάγει λέγων, Ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ, περὶ πάντα σεαυτὸν παρεχόµενοςτύπον καλῶν ἔργων. Τουτέστι, τὸ ἀρχέτυπον τοῦ βίου αὐτὸς ἔσο, ὥσπερ εἰκὼν προκείµενος, ὥσπερ νόµος ἔµψυχος, ὥσπερ κανὼν καὶ ὅρος τῆς εὐζωΐας. Τὸν γὰρ διδάσκαλον τοιοῦτον εἶναι χρή. Ἐν λόγῳ, ὡς καὶ φθέγγεσθαι µετ' εὐκολίας· Ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ τῇ ὀρθῇ, ἐν σωφροσύνῃ· Ἕως ἔρχοµαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παραινέσει, τῇ διδασκαλίᾳ. Τιµοθέῳ κελεύει προσέχειν τῇ ἀναγνώσει. Ἀκούωµεν ἅπαντες, καὶ παιδευώµεθα µὴ ἀµελεῖν τῆς τῶν θείων Γραφῶν µελέτης. Ἰδοὺ πάλιν, Ἕως ἔρχοµαι, φησίν. Ὅρα πῶς αὐτὸν παραµυθεῖται· εἰκὸς γὰρ αὐτὸν ἀπορφανισθέντα ζητεῖν. Ἕως ἔρχοµαι, φησὶ, πρόσεχε τῇ ἀναγνώσει τῇ τῶν θείων Γραφῶν, τῇ παρακλήσει τῇ πρὸς ἀλλήλους, τῇ διδασκαλίᾳ τῇ πρὸς πάντας. Μὴ ἀµέλει τοῦ ἐν σοὶ χαρίσµατος, ὃ ἐδόθη σοι διὰ προφητείας. Τὴν διδασκαλίαν ἐνταῦθα προφητείαν λέγει. Μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. Οὐ περὶ πρεσβυτέρων φησὶν ἐνταῦθα, ἀλλὰ περὶ ἐπισκόπων· οὐ γὰρ δὴ πρεσβύτεροι τὸν ἐπίσκοπον ἐχειροτόνουν. Ταῦτα µελέτα, ἐν τούτοις ἴσθι. Ὅρα πῶς πολλάκις περὶ τῶν αὐτῶν αὐτῷ παρεγγυᾷ, δεῖξαι βουλόµενος, ὅτι µάλιστα πάντων ἐν τούτοις σπουδάζειν τὸν διδάσκαλον χρή. Ἔπεχε σεαυτῷ, φησὶ, καὶ τῇ διδασκαλίᾳ, ἐπίµενε αὐτοῖς. Τουτέστι, Πρόσεχε σεαυτῷ, καὶ δίδασκε καὶ τοὺς λοιπούς. Τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου. Καλῶς εἶπε, Καὶ σεαυτόν. Ὁ γὰρ τοῖς τῆς διδασκαλίας ἐντρεφόµενος λόγοις, πρότερον αὐτὸς καρποῦται τὴν ὠφέλειαν· ἐν τῷ γὰρ παραινεῖν ἑτέροις, καὶ ἑαυτὸν κατανύσσει. Οὐ γὰρ δὴ πρὸς Τιµόθεον ταῦτα εἴρηται, ἀλλὰ πρὸς πάντας. Εἰ δὲ τῷ νεκροὺς ἀνιστῶντι τοιαῦτα παραινεῖ, τί ἐροῦµεν ἡµεῖς; Καὶ ὁ Χριστὸς δὲ τὸ περὶ τῶν διδασκάλων αἰνίττεται λέγων· Ὁµοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὃς ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὑτοῦ καινὰ καὶ παλαιά. Καὶ πάλιν ὁ µακάριος Παῦλος τὸ αὐτὸ παραινῶν φησιν· Ἵνα διὰ τῆς ὑποµονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωµεν. Καὶ µάλιστα πάντων αὐτὸς τοῦτο ἔπραττε, παρὰ τοὺς πόδας Γαµαλιήλου παιδευόµενος τὸν πατρῷον νόµον, ὥστε καὶ µετὰ ταῦτα αὐτὸν εἰκὸς προσέχειντῇ ἀναγνώσει· ὁ γὰρ ἑτέροις ταῦτα παραινῶν, ἑαυτῷ προτέρῳ παρῄνεσεν ἄν. Ὁρᾷς γοῦν αὐτὸν συνεχῶς ταῖς τῶν προφητῶν κεχρηµένον µαρτυρίαις, καὶ θεωροῦντα τὰ ἐν αὐταῖς· Εἶτα Παῦλος µὲν προσέχει τῇ ἀναγνώσει( οὐ γάρ ἐστι µικρὰν ἀπὸ τῶν Γραφῶν ὠφέλειαν καρπώσασθαι)· ἡµεῖς δὲ ῥᾳθυµοῦµεν καὶ παρέργως ἀκούοµεν; καὶ πόσης οὐκ ἂν εἴηµεν κολάσεως ἄξιοι; Ἵνα σου γὰρ ἡ προκοπὴ φανερὰ ᾖ, φησὶν, ἐν πᾶσιν.
13.2
Ὁρᾷς ὅτι ἠβούλετο αὐτὸν καὶ ἐν τούτῳ µέγαν γενέσθαι καὶ θαυµαστόν;∆ ιὰ τοῦτο οὕτως εἶπε, δεικνὺς ὅτι ἐδεῖτο αὐτοῦ ἔτι. Τί ἐστιν, Ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσι; Μὴ ἐν τῷ βίῳ, φησὶ, µόνον, ἀλλὰ καὶ ἐν τῷ λόγῳ τῷ διδασκαλικῷ. Πρεσβυτέρῳ µὴ ἐπιπλήξῃς. Ἆρα τὸ ἀξίωµα νῦν φησιν; Οὐκ ἔγωγε οἶµαι, ἀλλὰ περὶ παντὸς γεγηρακότος. Τί οὖν ἂν δέηται διορθώσεως; Οὐκ ἐπιπλήξῃς, φησὶν, ἀλλ' ὡς ἂν εἰ πρὸς πατέρα, φησὶ, προσενεχθείης ἁµαρτόντα, οὕτω καὶ πρὸς ἐκεῖνον διαλέγου. Πρεσβυτέρας ὡς µητέρας, νεωτέρους ὡς ἀδελφοὺς, νεωτέρας ὡς ἀδελφὰς, ἐν πάσῃ ἁγνείᾳ. Αὐτὴ τοῦ πράγµατος ἡ φύσις φορτικόν τί ἐστι, τὸ ἐλέγχεσθαι λέγω, καὶ µάλιστα ὅταν καὶ εἰς γέροντα γένηται· ἂν δὲ καὶ παρὰ νέου, τριπλοῦν γίνεται τὸ τῆς προπετείας. Παραµυθεῖται οὖν αὐτὸ τῷ τρόπῳ καὶ τῇ προσηνείᾳ. Ἔνεστι γὰρ ἀνεπαχθῶς ἐλέγχειν, εἴ τις θέλει τοῦτο ἀσκεῖν· πολλῆς µὲν γὰρ συνέσεώς ἐστιν, ἔνεστι δέ. Νεωτέρους ὡς ἀδελφοὺς, φησί.∆ ιὰ τί καὶ ἐνταῦθα τοῦτο παρῄνεσε; Τὸ θρασὺ πάλιν διὰ τὴν ἡλικίαν αἰνιττόµενος.∆ εῖ τοίνυν καὶ ἐνταῦθα παραµυθεῖσθαι τὸ πρᾶγµα τῇ ἐπιεικείᾳ. Νεωτέρας, φησὶν, ὡς ἀδελφάς· καὶ προσέθηκεν, Ἐν πάσῃ ἁγνείᾳ. Μή µοι, φησὶ, τὴν τῆς µίξεως µόνον εἴπῃς ἁµαρτίαν, ἀλλὰ µηδὲ ὑποψίαν, φησὶ, δῷς. Ἐπειδὴ γὰρ αἱ πρὸς τὰς νεωτέρας γινόµεναι ὁµιλίαι δυσκόλως διαφεύγουσιν ὑποψίαν, δεῖ δὲ γενέσθαι παρὰ τοῦ ἐπισκόπου καὶ τοῦτο, διὰ τοῦτο, Ἐνπάσῃ ἁγνείᾳ, προστίθησι, δηλῶν ὅτι µετὰ πάσης ἁγνείας προσήκει τὰς πρὸς αὐτὰς ὁµιλίας ποιεῖν. Τί λέγεις, εἰπέ µοι; Τιµοθέῳ ταῦτα ἐπιτάττεις; Ναὶ, φησί· δι' αὐτοῦ γὰρ τῇ οἰκουµένῃ διαλέγοµαι. Εἰ δὲ Τιµοθέῳ ταῦτα ἐπιτάττει, ἐννοείτω ἕκαστος τῶν ἄλλων ὁποῖος εἶναι ὀφείλει, µήτε ὑποψίαν παρέχων, µήτε σκιὰν προφάσεως τοῖςδιαβάλλειν βουλοµένοις. Χήρας τίµα, τὰς ὄντως χήρας.∆ ιὰ τί µηδὲν περὶ παρθενίας διαλέγεται, µηδὲ λέγει, Παρθένους τίµα; Ὅτι µοι δοκοῦσι µηδὲ εἶναι τότε, ἢ καὶ ἐκπεπτωκέναι. Ἤδη γὰρ, φησὶ, τινὲς ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. Χήρας τίµα, τὰς ὄντως χήρας, φησίν. Ἄρα ἔστι µὴ ἔχειν µὲν ἄνδρα, µὴ εἶναι δὲ χήραν. Ὥσπερ γὰρ τὴν παρθένον οὐ τοῦτο ποιεῖ παρθένον, τὸ µὴ ὡµιληκέναι γάµῳ, ἀλλὰ πολλῶν καὶ ἑτέρων δεῖ, τοῦ ἀµέµπτου, τοῦ εὐπροσέδρου· οὕτω καὶ χήραν οὐχ ἡ τοῦ ἀνδρὸς ἐρηµία ποιεῖ ἁπλῶς, ἀλλ' ἡ µετὰ σωφροσύνης ὑποµονὴ, ἡ ἐκ πάντων µόνωσις. Τὰς τοιαύτας χήρας τιµᾷν παραινεῖ, εἰκότως· πολλῆς γὰρ δέονται τιµῆς µεµονωµέναι· ἄνδρας οὐκ ἔχουσι τοὺς προστησοµένους· τὸ πρᾶγµα ἐπονείδιστον εἶναι δοκεῖ καὶ δυσοιώνιστον παρὰ τοῖς πολλοῖς.∆ ιὰ τοῦτο πολλῆς αὐτὴν βούλεται παρὰ τοῦ ἱερέως ἀπολαύειν τιµῆς· οὐ διὰ τοῦτο δὲ µόνον, ἀλλ' ἐπειδὴ καὶ ἀξία ἐστίν. Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, µανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀµοιβὰς ἀποδιδόναι τοῖς προγόνοις. Ὅρα τοῦ Παύλου τὸ συνετὸν, πῶς πολλαχοῦ ἀπὸ ἀνθρωπίνων προτρέπει λογισµῶν. Οὐ γὰρ ἔθηκεν ἐνταῦθα µέγα τι καὶ ὑψηλὸν, ἀλλ' ὅπερ ἐστὶν εὐσυνείδητον· Καὶ ἀµοιβὰς, φησὶν, ἀποδιδόναι τοῖς προγόνοις. Πῶς; Τῆς ἀνατροφῆς, τῆς αὐξήσεως. Οἷον, ἀπέλαυσας πολλῆς τῆς ἐπιµελείας· ἀπῆλθον ἐκεῖνοι· οὐκ ἠδυνήθης αὐτοῖς ἀποδοῦναι τὴν ἀµοιβήν· οὐ γὰρ δὴ καὶ αὐτὴ ἐγέννησας αὐτοὺς, οὐδὲ ἀνέθρεψας· ἐν τοῖς ἐκγόνοις αὐτοῦ ἀµείβου, ἀποδίδου τὸ ὀφείληµα διὰ τῶν παίδων. Μανθανέτωσαν, φησὶν, πρῶτον τὸν οἶκον ἴδιον εὐσεβεῖν. Ἐνταῦθα τὸ εὖ ποιεῖν φησὶν ἁπλούστερον. Εἶτα ἵνα µᾶλλον ἐπάρῃ, ἐπήγαγε· Τοῦτο γάρ ἐστιν ἀποδεκτὸν ἐνώπιον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ εἶπε, Τὰς ὄντως χήρας, λέγει τίς ἐστιν ἡ ὄντως χήρα. Ἡ δὲ ὄντως χήρα καὶ µεµονωµένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσµένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡµέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Εἴ τις, φησὶ, µὴ κοσµικὸν ἐπανῄρηται βίον, καὶ ἐν χηρείᾳ οὖσα, αὕτη ὄντως χήρα ἐστίν· ἡ ἐπὶ τὸν Θεὸν ἐλπίζουσα ὡς χρὴ, ἡ δεήσει προσανέχουσα, καὶ προσκαρτεροῦσα νυκτὸς καὶ ἡµέρας, αὕτη χήρα ἐστίν· οὐχ ὡς καὶ τῆς τέκνα ἐχούσης οὐχὶ χήρας οὔσης· καὶ γὰρ καὶ ἐκείνην θαυµάζει τὴν παιδοτροφοῦσαν, ὡς χρή· ἀλλ' εἴ τις τέκνα µὴ ἔχει, τουτέστιν, ἡ µεµονωµένη οὖσα. Εἶτα παραµυθεῖται αὐτὴν, ὡς οὐκ ἔχουσαν τέκνα, εἰπὼν, ὅτι τοῦτό ἐστι χήραν µάλιστα εἶναι, ὅταν µὴ τῆς παρὰ τοῦ ἀνδρὸς παραµυθίας, ἀλλὰ καὶ τῆςπαρὰ τῶν τέκνων ἀπεστερηµένη οὖσα τύχῃ· ἔχει γὰρ τὸν Θεὸν ἀντὶ πάντων. Οὐ γὰρ µὴ ἔχουσα τέκνα ἐλάττων ἐστὶν, ἀλλὰ τὸ λεῖπον αὐτῇ διὰ τὴν τῶν παίδων ἀπουσίαν πληροῖ τῇ παραµυθίᾳ. Ὃ οὖν λέγει, τοιοῦτό ἐστι· Μὴ ἄλγει, ἐὰν ἀκούσῃς, ὅτι δεῖ παιδοτροφεῖν, ὡς οὐκ ἔχουσα τέκνα, ὡς ἐκ τούτου ἐλαττουµένου σοι τοῦ ἀξιώµατος· ὄντως εἶ· Ἡ χήρα δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν.
13.3
Ἐπειδὴ γὰρ πολλαὶ τέκνα ἔχουσαι τὴν χηρείαν αἱροῦνται, οὐχ ἵνα τοῦ βίου τὰς ἀφορµὰς περικόψωσιν, ἀλλ' ἵνα µᾶλλον αὐτὰς ἐξάψωσιν, ἵνα µετὰπλείονος αὐθεντίας ἅπαντα πράττωσι, καὶ κοσµικαῖς µᾶλλον ἐκδοῖεν ἑαυτὰς ἐπιθυµίαις, διὰ τοῦτό φησιν, Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε. Τί λέγεις; καὶ χήρα γυνὴ οὐκ ὀφείλει σπαταλᾷν; Οὒ, φησίν. Εἰ τοίνυν καὶ τῆς ἡλικίας, καὶ τῆς φύσεως ἀσθενούσης οὐδὲ οὕτως ἀναγκαία ἡ σπατάλη, ἀλλὰ θανάτου γίνεται πρόξενος, θανάτου τοῦ αἰωνίου, τί ἂνεἴποιεν ἄνδρες σπαταλῶντες; Εἰκότως δέ φησιν, Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Ἀλλ' ἵνα µάθῃς, φέρε ἴδωµεν τί τῶν ζώντων ἔργον ἐστὶ, καὶ τί τῶν τεθνηκότων, καὶ ποῦ τάξοµεν ταύτην. Οἱ ζῶντες τὰ τῆς ζωῆς ἐνεργοῦσι, τῆς µελλούσης, τῆς ὄντως ζωῆς. Τίνα δέ ἐστι τῆς µελλούσης ζωῆς, περὶ ἣν ἡµᾶς ἠσχολῆσθαι προσήκει τὸν ἅπαντα χρόνον, ἄκουε τοῦ Χριστοῦ λέγοντος·∆ εῦτε, κληρονοµήσατε τὴν ἡτοιµασµένην ὑµῖν βασιλείαν ἀπὸ καταβολῆς κόσµου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ µοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ µε. Οἱ ζῶντες οὐχὶ τούτῳ διεστήκασι τῶν νεκρῶν µόνον, τῷ τὸν ἥλιον ὁρᾷν, καὶ πνεῖν τὸν ἀέρα· οὐ τούτῳ φαµὲν, ἀλλὰ τῷ ἀγαθόν τι ποιεῖν· ἐπεὶ εἰ µὴ τοῦτο προσῇ, τῶν τεθνεώτων οὐδὲν κρείττονες ἔσονται. Καὶ ἵνα µάθῃς, ἄκουε πῶς ἔστι καὶ ἀποθανόντα ζῇν. Ὁ Θεὸς, φησὶν, οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων. Ἀλλὰ τοῦτο, φησὶν, αἴνιγµα πάλιν. Οὐκοῦν ἀµφότερα ἐπιλυσώµεθα. Τέθνηκέ τις ζῶν, ὅταν ἐν σπατάλῃ διάγῃ. Πῶς; Τῇ γαστρὶ ζῇ µόνῃ, ταῖς δὲ ἄλλαις αἰσθήσεσιν οὐδαµῶς· οἷόν πως, οὐχ ὁρᾷ ἃ χρὴ ὁρᾷν, οὐκ ἀκούει ἃ χρὴ ἀκούειν, οὐ φθέγγεται, ἃ δεῖ φθέγγεσθαι, οὐδὲ τὰ τῶν ζώντων ἐνεργεῖ· ἀλλ' ὥσπερ ἐκεῖνος ὁ τεταµένος ἐπὶ τῆς κλίνης τοὺς ὀφθαλµοὺς µύσας, καὶ τὰ ὄµµατα συνειληµµένος, τῶν ὄντων οὐδενὸς ἐπαισθάνεται, οὕτω καὶ οὗτος· µᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ πολλῷ χεῖρον. Ἐκεῖνος µὲν γὰρ καὶ τῶν ἀγαθῶν ὁµοίως, καὶ τῶν κακῶν ἀνεπαισθήτως ἔχει· οὗτος δὲ ἐκείνων αἰσθάνεται µόνων, τῶν κακῶν λέγω, πρὸς δὲ τὰ ἀγαθὰ τῷ κειµένῳ ὁµοίως ἐστὶν ἀκίνητος. Οὕτω µὲν οὖν καὶ τέθνηκεν. Οὐδὲν γὰρ αὐτὸν κινεῖ τῶν τῆς µελλούσης ζωῆς, ἀλλὰ καθάπερ εἰς κατάδυσίν τινα σκοτεινὴν καὶ ζοφώδη, καὶ ἄντρον πολλῆς ἀκαθαρσίας γέµον, λαβοῦσα εἰς τοὺς οἰκείους αὐτὸν κόλπους ἡ µέθη, διαπαντὸς ἐν σκότῳ ποιεῖ διατρίβειν, ὥσπερ τοὺς τεθνεῶτας. Ὅταν γὰρ τὸν πάντα χρόνον τὸν µὲν ἀριστῶν, τὸν δὲ µεθύων διατελῇ, οὐχὶ ἐν σκότῳ ἐστίν; οὐχὶ νεκρός ἐστι; Καὶ πρὸς αὐτὴν δὲ τὴν ἕω, ἣν δοκεῖ νήφειν, οὐκ ἔχει νῆψιν καθαρὰν, τῷ µήπω τὸν ἑσπερινὸν ἤδη κεκενῶσθαι οἶνον καὶ ἀπηντλῆσθαι, καὶ τοῦµέλλοντος σφόδρα τῇ ἐπιθυµίᾳ κατέχεσθαι, καὶ τῷ δείλης καὶ µεσηµβρίας ἐν κώµοις διάγειν, καὶ πᾶσαν τὴν νύκτα ἐν ὕπνῳ βαθεῖ, καὶ τοῦ ὄρθρου τὸ πλέον. Τοῦτον οὖν, εἰπέ µοι, µετὰ τῶν ζώντων ἀριθµήσοµεν; Τί ἄν τις εἴποι τὸν πολὺν χειµῶνα τὸν ἀπὸ τῆς τρυφῆς, τὸν εἰς τὴν ψυχὴν, τὸν εἰς τὰ σώµατα εἰσρεόµενον; Καθάπερ γὰρ ἡ συνεχὴς συννέφεια καὶ διηνεκὴς οὐκ ἀφίησι τὴν ἀκτῖνα διαλάµψαι ποτέ· οὕτως οἱ τῆς τρυφῆς καὶ τοῦ οἴνου ἀτµοὶ, καθάπερ τινὰ σκόπελον τὸν ἐγκέφαλον ἀπολαβόντες, καὶ πυκνὸν ἐκεῖ στήσαντες νέφος, τὸ λογικὸν οὐκἀφιᾶσιν ἐκταθῆναί ποτε, ἐν πολλῇ σκοτοµήνῃ κατέχοντες τὸν µεθύοντα. Πόσον οἴει λοιπὸν ἔνδον εἶναι τὸν χειµῶνα τοῦ ταῦτα παθόντος; πόσον τὸν θόρυβον; Καθάπερ γὰρ πληµµύρας γενοµένης, καὶ τοῦ ὕδατος τῶν ἐργαστηρίων τὰ πρόθυρα ὑπερπηδήσαντος, τοὺς ἐνοικοῦντας ὁρῶµεν ἀεὶ θορυβουµένους, καὶ καδίσκους καὶ ἀµφορέας καὶ σπόγγους, καὶ ἕτερα πολλὰ ἐπινοοῦντας, ὥστε ἀπαντλῆσαι, ἵνα µὴ καὶ τοὺς θεµελίους διασήψῃ, καὶ τὰ σκεύη ἅπανταἄχρηστα ἐργάσηται· οὕτω καὶ ἡ ψυχὴ, ὅταν ὑπέραντλος γένηται τῇ πολλῇ τρυφῇ, θορυβοῦνται µὲν ἔνδον οἱ λογισµοὶ, τὸ δὲ ἤδη συναχθὲν οὐκέτι κενῶσαι ἰσχύοντες, τῷπάλιν ἕτερον ἐπεισελθεῖν πολὺς ὁ χειµὼν τίκτεται. Μὴ γάρ µοι τὸ πρόσωπον ἴδῃς φαιδρὸν καὶ σεσηρὸς, ἀλλὰ τὰ ἔνδον ἐξέτασον, καὶ πολλῆς ὄψει γέµοντα τῆς κατηφείας· καὶ εἴ γε ἐνῆν τὴν ψυχὴν ἐκβαλόντα τοῖς τοῦ σώµατος ὀφθαλµοῖς ὑποβαλεῖν, εἶδες ἂν τὴν τοῦ σπαταλῶντος κατηφῆ, στυγνὴν, ὀδυνηρὰν, κατισχνωµένην. Ὅσῳ γὰρ ἂν τὸ σῶµα λιπαίνηται καὶ παχύνηται, τοσούτῳ µᾶλλον ἐκείνη κατισχνοῦται καὶ ἀσθενεστέρα γίνεται· καὶ ὅσῳ ἂν ἐκεῖνο θάλπηται, τοσούτῳ µᾶλλον αὕτη θάπτεται. Καὶ καθάπερ ἐπὶ τῆς κόρης τῶν ὀφθαλµῶν ἂν µὲν τοὺς ἔξωθεν ἐπικειµένους χιτωνίσκους ἔχῃ παχεῖς, οὐκ ἰσχύει τὸ διορατικὸν ἀφεῖναι καὶ ἀτενίσαι, τῆς ἀκτῖνος ἐκκρουοµένης ὑπὸ τῆς παχύτητος, καὶ σκότος γίνεται πολλάκις· οὕτω καὶ τὸ σῶµα, ἐπειδὰν λιπαίνηται συνεχῶς, πολλὴν εἰκὸς τὴν παχύτητα περικεῖσθαι. Ἀλλ' οἱ τεθνεῶτες, φησὶ, σήπονται καὶ διαφθείρονται, καὶ πολὺς ἀπ' αὐτῶν ἰχὼρ διαῤῥεῖ. Οὕτω καὶ ἐπὶ τῆς σπαταλώσης ἔστιν ἰδεῖν, τὸ ῥεῦµα, τὸ φλέγµα, κόρυζα, λὺγξ, ἔµετοι, ἐρυγαί· τὰ γὰρ ἄλλα, ἃ καὶ αἰσχρὸν εἰπεῖν, παρίηµι. Τοσαύτη γὰρ τῆς τρυφῆς ἡ τυραννὶς, ὅτι ἃ µηδὲ εἰπεῖν ἀνεχόµεθα, ταῦτα ποιεῖ αὐτὰς ὑποµένειν.
13.4
Ἔτι οὖν ἐρωτᾷς, πῶς διαῤῥεῖ τὸ σῶµα πάντοθεν; Ἀλλ' ἐσθίει καὶ πίνει; Ἀλλ' οὐκ ἔστι τοῦτο ζωῆς ἀνθρωπίνης τεκµήριον, ἐπεὶ καὶ τὰ ἄλογα ἐσθίει καὶ πίνει. Νεκρᾶς τοίνυν τῆς ψυχῆς κειµένης. τί τὸ ὄφελος τῆς βρώσεως καὶ τῆς πόσεως; Ὥσπερ γὰρ τοῦ σώµατος κειµένου νεκροῦ, εὐανθὲς ἱµάτιον περιβεβληµένον οὐδὲν ὀνίνησιν, οὕτω καὶ σῶµα περικείµενον εὐανθὲς νεκρᾷ ψυχῇ οὐδὲν ὠφελεῖ. Ὅταν γὰρ ἀεὶ περὶ µαγείρων, περὶ τραπεζοποιῶν, περὶ σιτοποιῶν ὁ λόγος αὐτῇ γίνηται, καὶ µηδὲν εὐσεβὲς φθέγγηται, οὐχὶ τέθνηκε; Τί γάρ ἐστιν ἄνθρωπος, ἴδωµεν. Οἱ ἔξωθέν φασι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήµης δεκτικόν· ἡµεῖς δὲ µὴ ἀπ' ἐκείνων τὸν ὅρον θώµεθα, ἀλλὰ πόθεν; Ἀπὸ τῆς θείας Γραφῆς. Ποῦ τοίνυν ἡ Γραφὴ ὅρον ἐξέθετο ἀνθρώπου; Ἄκουε λεγούσης αὐτῆς· Ἦν ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόµενος ἀπὸ παντὸς πονηροῦ πράγµατος. Τοῦτο ἄνθρωπος. Καὶ πάλιν ἕτερός φησι· Μέγα ἄνθρωπος, καὶ τίµιον ἀνὴρ ἐλεήµων. Τοὺς δὲ µὴ τοιούτους, κἂν νοῦ µετέχωσι, κἂν µυριάκις ἐπιστήµης ὦσι δεκτικοὶ, οὐκ οἶδεν ἡ Γραφὴ λέγειν ἀνθρώπους, ἀλλὰ κύνας, καὶ ἵππους, καὶ ἔχεις, καὶ ὄφεις, καὶ ἀλώπεκας, καὶ λύκους, καὶ εἴ τι τούτων ἀτιµότερον τῶν θηρίων· εἰ τοίνυν τοῦτο ἄνθρωπος, ὁ σπαταλῶν οὐκ ἄνθρωπος. Πῶς γὰρ, ὁ µηδὲν τούτων φροντίζων; οὐ γὰρ ἔνι σπατάλην ὁµοῦ καὶ νῆψιν συνελθεῖν· ταῦτα ἀλλήλων ἐστὶν ἀναιρετικά. Τοῦτο καὶ οἱ ἔξωθέν φασιν, ὅτι Παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον. Οἶδε καὶ ἀψύχους ἀνθρώπους ἡ Γραφὴ καλεῖν· Οὐ µὴ µείνῃ τὸ πνεῦµά µου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Καίτοι γε καὶ ψυχὴν εἶχον, ἀλλὰ ἐπειδὴ νεκρὰν αὐτὴν περιέφερον, σάρκας αὐτοὺς εἶπεν. Ὥσπερ γὰρ περὶ τῶν ἐναρέτων, κἂν ἔχωσι σῶµα, ὅµως φαµὲν, Ὅλος ψυχή ἐστιν, ὅλος πνεῦµά, ἐστιν, οὕτω καὶ περὶ τῶν οὐ τοιούτων τὰ ἐναντία. Οὕτω καὶ Παῦλος ἔλεγεν· Ὑµεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἐπειδὴ µὴ τὰ τῆς σαρκὸς ἐπετέλουν. Οὕτως οἱ σπαταλῶντες οὐκ εἰσὶν ἐν ψυχῇ, οὐδὲ ἐν πνεύµατι. Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε, φησίν. Ἀκούσατε αἱ πάντα τὸν χρόνον ἐν κώµοις διατρίβουσαι καὶ µέθαις, αἱ τοὺς µὲν πένητας περιορῶσαι ὑπὸ λιµοῦ τηκοµένους καὶ ἀποθνήσκοντας, διηνεκῶςδὲ ὑµεῖς ὑπὸ τῆς τρυφῆς ἀποθνήκουσαι.∆ ύο γὰρ θανάτους ἐργάζεσθε, τὸν τῶν θλιβοµένων, καὶ τὸν ὑµῶν αὐτῶν, ἀµφοτέρους ἐξ ἀµετρίας. Εἰ δὲ ἐκεράσατε τὴν ὑµετέραν πλησµονὴν ἐκείνῃ τῇ ἐνδείᾳ, δύο ζωὰς ἂν εἰργάζεσθε. Τί διασπᾷς τὴν γαστέρα τὴν σὴν τῇ πλησµονῇ; τί κατατήκεις τὴν τοῦ πένητος ἐν ἐνδείᾳ; Ταύτην πλέον τοῦ µέτρου καταπιαίνεις· ἐκείνην ὑπὲρ τὸ µέτρον ξηραίνεις. Ἐννόησον τίνα ἐστὶ τὰ ἀπὸ τῶν σιτίων, ποῦ µεταβάλλεται, καὶ τί γίνεται. Ἆρα οὐ δυσχεραίνεις καὶ πρὸς τὴν ἀκοήν; τί τοίνυν, ὥστε πλείονα ἐκεῖνα ἀποθέσθαι, σπουδά ζεις; Οὐδὲν ἄλλο ἐστὶ τὸ πλέον τῆς τρυφῆς. ἢ κόπρου πλεονασµός. Ἔχει γὰρ ἡ φύσις µέτρα, καὶ τὸ πλέον ἐκείνων οὐκέτι γίνεται τροφὴ, ἀλλὰ λύµη καὶ κόπρος πλείων. Θρέψον τὸ σῶµα, µὴ ἀποκτείνῃς.∆ ιὰ τοῦτο τροφὴ κέκληται, οὐχ ἵνα ἀπολλύωµεν αὐτὸ, ἀλλ' ἵνα τρέφωµεν· διὰ τοῦτο οἶµαι καὶ τὴν τροφὴν εἰς τοῦτο ἐκκρίνεσθαι, ἵνα µὴ τῆς τρυφῆς ὦµεν ἐρασταί· ὡς εἰ µὴ τοῦτο ἦν, µηδὲ εἰς ἄχρηστον ἦγε, µηδὲ ἐλυµαίνετο τῷ σώµατι, οὐκ ἂν ἐπαυσάµεθα ἀλλήλους καταπίνοντες. Εἰ γὰρ ὅσον ἐβουλόµεθα δεχοµένη ἡ γαστὴρ τὸ πᾶν εἰργάζετο, καὶ τῷ σώµατι παρέπεµπε, µυρίους ἂν εἶδες πολέµους καὶ µάχας. Εἰ γὰρ καὶ νῦν τῶν µὲν εἰς κόπρον ἐκκρινοµένων, τῶν δὲ εἰς αἷµα καὶ φλέγµα ἄχρηστον καὶ νόθον, ὅµως ἐγκείµεθα τῇ τρυφῇ, καὶ πολλάκιςοὐσίας ὁλοκλήρους ἐν τραπέζῃ µιᾷ καταναλίσκοµεν· εἰ µὴ τοιοῦτον ἦν τὸ τέλος τῆς τρυφῆς, τί οὐκ ἂν ἐπράξαµεν; Πλείονος δυσωδίας πληροῦµεν ἑαυτοὺς, ὅταν µᾶλλον τρυφήσωµεν, καθάπερ ἀσκοῦ τινος, τοῦ σώµατος πάντοθεν διαῤῥέοντος. Ἐρεύγεταί τις τοιοῦτον, ὡς καὶ τὸν ἐγκέφαλον λυµήνασθαι τῶν ἔξωθεν· ἀτµοὶ πάντοθεν ἀπὸ τοῦ σώµατος ζοφώδεις προΐενται, καθάπερ ἀπὸ καµίνου τῆς θερµότητος σαπείσης ἔνδον. Εἰ δὲ οἱ ἔξωθεν οὕτω δυσχεραίνουσι, τί οἴει παθεῖν τὸν ἐγκέφαλον ἔνδον, πληττόµενον συνεχῶς ὑπὸ τῶν ἀτµῶν; τί δὲ τοὺς ὀχετοὺς τοῦ αἵµατος ζέοντος καὶ ἐµφραττοµένου; τί δὲ τὰς δεξαµενὰς ἐκείνας, τὸ ἧπαρ, τὸν σπλῆνα; τί δὲ αὐτὰς τὰς ἀµάρας τῆς κόπρου; Καὶ τὸ χαλεπὸν, ὅτι ταύτας µὲν τὰς ἀµάρας τῆς κόπρου προνοούµεθα, ὅπως µὴ ἐµφραγῶσι, καὶ τὴν κόπρον εἰς τὰ ἄνω πέµψωσι, καὶ πάντα ὑπὲρτούτου πράττοµεν, κοντοῖς ὠθοῦντες, µακέλλαις σύροντες· τὰς δὲ ἀµάρας τῆς ἡµετέρας γαστρὸς οὐ διακαθαίροµεν, ἀλλ' ἐµφράττοµεν καὶ πιλοῦµεν· καὶ τῆς κόπρου ἀνιούσης ἄνω, ἔνθα ὁ βασιλεὺς αὐτὸς κάθηται, τὸν ἐγκέφαλον λέγω, οὐδεµίαν ποιούµεθα πρόνοιαν.∆ ιά τοι τοῦτο οὐχ ὡς βασιλέα ἔχοντες κόσµιον, οὕτω πάντα πράττοµεν, ἀλλ' ὡς κύνα τινὰ ἀκάθαρτον.∆ ιὰ τοῦτο ὁ Θεὸς πόῤῥω ἀπῴκισεν ἐκεῖνα τὰ µέλη, ὥστε µηδεµίαν ἐξ αὐτῶν δέχεσθαι λύµην. Ἀλλ' οὐκ ἐῶµεν ἡµεῖς, ἀλλὰ πάντα διαφθείροµεν τῇ ἀµετρίᾳ. Τί δ' ἄν τις εἴποι τὰ ἄλλα κακά; Ἀπόφραξον τοὺς ὀχετοὺς τῶν ἀµαρῶν, καὶ ὄψει λοιµὸν εὐθέως τικτόµενον. Εἶτα ἡ µὲν ἔξωθεν προσπεσοῦσα δυσωδία λοιµὸν τίκτει, ἡ δὲ ἔνδον οὖσα, καὶ πάντοθεν ἐµπεφραγµένη τῷ στεγανῷ τοῦ σώµατος, καὶ µὴ ἔχουσαπόθεν διαφορηθῇ, µυρίας οὐκ ἐργάζεται νόσους καὶ τῷ σώµατι καὶ τῇ ψυχῇ; Καὶ τὸ δεινὸν, ὅτι πρὸς µὲν τὸν Θεὸν πολλοὶ δυσχεραίνουσι, Τί ποτε τοῦτό ἐστι; λέγοντες· κόπρον βαστάζειν ἡµᾶς ἐνοµοθέτησεν· αὐτοὶ δὲ τὴν κόπρον αὔξουσι.∆ ιὰ τοῦτο ὁ Θεὸς ἐνοµοθέτησεν, ἵνα κἂν οὕτω τῆς τρυφῆς ἀπαλλάξῃ, ἵνα κἂν οὕτω πείσῃ µὴ προσηλῶσθαι τοῖς βιωτικοῖς. Σὺ δὲ οὐδὲ οὕτως ἀνέχῃ παύσασθαι τῆς τρυφῆς, ἀλλὰ µέχρι τοῦ φάρυγγος, µέχρι τοῦ καιροῦ τῆς τραπέζης, µᾶλλον δὲ οὐδὲ µέχρι τότε τῆςἡδονῆς παραµενούσης, ἐπιµένεις τῇ τρυφῇ. Ἢ οὐχ ἅµα µὲν παρέδραµε τὴν γλῶτταν καὶ τὸν αὐχένα, καὶ ἔσβεσται τὰ τῆς ἡδονῆς; Ἡ γὰρ αἴσθησις ἐν τῇ γεύσει, µετὰ δὲ ταῦτα οὐκέτι, ἀλλὰ πολλὴ ἡ ἀηδία, ἢ µὴ κατεργαζοµένου τοῦ στοµάχου, ἢ µετὰ πολλῆς τῆς δυσκολίας τοῦτο ποιοῦντος. Εἰκότως ἄρα ἔλεγεν, Ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν. Οὐδὲν γὰρ οὐκ ἔστιν οὔτε ἀκοῦσαι, οὔτε εἰπεῖν τὴν σπαταλῶσαν ψυχήν· µα λακὴ γίνεται, ἀγεννὴς, ἄνανδρος, ἀνελευθέρα, δειλὴ, θρασύτητος, κολακείας, ἀµαθίας πλήρης, θυµοῦ, ἀκροχολίας, πάντων τῶν κακῶν µεστὴ, τῶν δὲ ἐναντίων ἀγαθῶν ἔρηµος.∆ ιὰ τοῦτό φησι· Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν. Ὁρᾷς ὅτι νοµοθεσίας τὸ πρᾶγµά ἐστιν; Οὐ τῇ προαιρέσει ἐπιτρέπει αὐτό· παράγγελλε, φησὶ, µὴ τρυφᾷν, ὡς ὡµολογηµένου ὄντος κακοῦ, ὡς οὐκ ἐνὸν οὐδὲ ἐγχωροῦν τὸν τρυφῶντα µυστηρίων µετέχειν. Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσι, φησίν. Ὁρᾷς ὅτι ἐν τοῖς ἁµαρτήµασι κεῖται τὸ πρᾶγµα; Τὸ γὰρ ἐν τῇ προαιρέσει ὂν, κἂν µὴ πραχθῇ, οὐδὲν κωλύει ἀνεπίληπτον εἶναι. Οὐκοῦν τῷ Παύλῳ πειθόµενοι καὶ ἡµεῖς παραγγέλλωµεν τὰς σπαταλώσας τῶν χηρῶν ἐκτὸς εἶναι τοῦ καταλόγου τῶν χηρῶν. Εἰ γὰρ στρατιώτης λουτροῖς καὶ θεάτροις προσανέχων καὶ πραγµατείαις, καθάπερ τις λειποτάκτης κρίνεται, πολλῷ µᾶλλον αἱ χῆραι. Μὴ ζητῶµεν ἐνταῦθα τὴν ἄνεσιν, ἵνα ἐκεῖ αὐτὴν εὕρωµεν· µὴ σπαταλῶµεν ἐνταῦθα, ἵνα ἐκεῖ σπαταλήσωµεν τὴν ὄντως σπατάλην, τὴν ὄντως τρυφὴν, τὴν οὐδὲν τίκτουσαν κακὸν, τὴν µυρία ἀγαθὰ ἔχουσαν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, ἐν Ἰησοῦ Χριστῷ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note