Homilies on First Timothy
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
14.0
Εἰ δέ τις τῶν ἰδίων, καὶ µάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.
14.1
Πολλοὶ νοµίζουσιν ἀρκεῖν ἑαυτοῖς πρὸς σωτηρίαν τὴν οἰκείαν ἀρετήν· κἂν τὰ κατὰ τὸν ἑαυτῶν βίον καλῶς διάθωνται, µηδὲν αὐτοῖς ἔτι λείπειν πρὸς σωτηρίαν ἡγοῦνται. Οὐ µὴν ὀρθῶς οἴονται. Καὶ τοῦτο δείκνυσι µὲν καὶ ὁ τὸ τάλαντον κατορύξας τὸ ἕν· οὐ γὰρ δὴ µειώσας αὐτὸ προσήνεγκεν, ἀλλ' ὁλόκληρον, καὶ τοιοῦτον, οἶον ὁ παρακαταθέµενος ἔδωκεν.∆ είκνυσι δὲ καὶ ἐνταῦθα ὁ µακάριος Παῦλος οὕτω λέγων· Εἰ δέ τις τῶν ἰδίων οὐ προνοεῖ. Πρόνοιαν πᾶσαν λέγει, τὴν κατὰ ψυχὴν, τὴν κατὰ σῶµα· ἐπεὶ καὶ αὕτη πρόνοιά ἐστιν. Ὁ δὲ τῶν ἰδίων, καὶ µάλιστα τῶν οἰκείων, τουτέστι, τῶν πρὸς γένος διαφερόντων µὴ προνοῶν, ἀπίστου, φησὶν, ἐστὶ χείρων. Ὃ λέγει καὶ Ἡσαΐας ὁ τῶν προφητῶν κορυφαῖος· Τοὺς οἰκείους τοῦ σπέρµατός σου οὐχ ὑπερόψει. Εἰ γάρ τις τοὺς γένει προσήκοντας καὶ ἡνωµένους ὑπὸ ἀγχιστείας περιίδοι, πῶς ἔσται περὶ τοὺς ἄλλους φιλόστοργος; οὐχὶ κενοδοξίαν τὸ πρᾶγµα πάντες ἐροῦσιν, ὅταν τοὺς ἀλλοτρίους εὖ ποιῶν, τῶν αὑτοῦ καταφρονῇ καὶ µὴ φείδηται; τί δὲ, ὅταν ἄλλους κατηχῶν, τούτους ἐν πλάνῃ περιορᾷ, καίτοι πλείονα ἔχων εὐκολίαν καὶ µεῖζον δικαίωµα ἐν τῷ εὖ ποιεῖν; Σφόδρα γε· οὐ γὰρ ἐροῦσι, Φιλόστοργοι οἱ Χριστιανοὶ οἱ τοὺς ἑαυτῶν περιορῶντες; Καὶ ἔστι, φησὶν, ἀπίστου χείρων.∆ ιὰ τί; Ὅτι ἐκεῖνος, εἰ καὶ µὴ τοὺς ἀλλοτρίους, τοὺς γοῦν ἐγγὺς οὐ περιορᾷ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Καὶ τὸν τοῦ Θεοῦ νόµον, καὶ τὸν τῆς φύσεως ἀδικεῖ ὁ τῶν ἰδίων καταµελῶν. Εἰ δὲ ὁ µὴ προνοῶν τῶν οἰκείων τὴν πίστιν ἤρνηται, καὶ ἀπίστου χείρων ἐστὶν, ὁ καὶ ἀδικῶν τοὺς οἰκείους, ποῦ τετάξεται; µετὰ τίνος στήσεται; Πῶς δὲ τὴν πίστιν ἤρνηται; Θεὸν, φησὶν, ὁµολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Τί δὲ ἐπέταξεν ὁ πιστευθεὶς Θεός; Τοὺς οἰκείους τοῦ σπέρµατος µὴ ὑπερορᾷν. Πῶς δὲ πιστεύει ἀρνησίθεος ὁ τοιοῦτος γεγονώς; Ἐννοήσωµεν ὅσοι χρηµάτων φειδόµενοι τῶν οἰκείων καταφρονοῦµεν· ὁ Θεὸς διὰ τοῦτο καὶ τὴν ἀπὸ τῆς συγγενείας ἐπενόησεν ἕνωσιν, ἵνα πολλὰς ἔχωµεν ὑποθέσεις τοῦ ἀλλήλους εὖ ποιεῖν. Ὅταν τοίνυν, ὅπερ ὁ ἄπιστος ποιεῖ, σὺ µὴ ποιῇς, οὐχὶ ἤρνησαι τὴν πίστιν; Ἄρα οὐ τοῦτο πίστεως, τὸ ὁµολογίᾳ µόνον πιστεύειν. ἀλλὰ καὶ τὸ ἔργα ἐπιδείκνυσθαι ἄξια. Καὶ καθ' ἕκαστον ἔστι πιστεύειν, καὶ µὴ πιστεύειν. Ἐπειδὴ γὰρ περὶ τρυφῆς διελέχθη καὶ σπατάλης, Οὐ κατὰ τοῦτο µόνον, φησὶν, ἀπόλωλε, καθὸ τρυφᾷ ἀλλ' ὅτι καὶ τοὺς οἰκείους ἀναγκάζεται περιορᾷν. Εἰκότως τοῦτό φησιν· ἡ γὰρ τῇ γαστρὶ ζῶσα, καὶ κατὰ τοῦτο ἀπόλωλε, τὴν πίστιν ἀρνουµένη. Πῶς δέ ἐστιν ἀπίστου χείρων; Ὅτι οὐκ ἴσον τὸν οἰκεῖον περιορᾷν, καὶ τὸν πόῤῥω· πῶς γάρ; ἀλλὰ µεῖζον ἐνταῦθα τὸ ἔγκληµα, τὸν γνώριµον ἢ τὸν ἀγνῶτα, τὸν φίλον ἢ τὸν οὐ φίλον περιορᾷν. Χήρα καταλεγέσθω µὴ ἔλαττον ἐτῶν ἑξήκοντα, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνὴ, ἐν ἔργοις καλοῖς µαρτυρουµένη. Εἶπε, Μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀµοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· εἶπεν, Ἡ σπαταλῶσα ζῶσα τέθνηκεν· εἶπεν, ὅτι Τῶν οἰκείων εἰ µὴ προνοεῖ, ἀπίστου χείρων ἐστίν· εἶπεν ἅπερ µὴ ἔχουσα ἀνάξιός ἐστι τοῦ καταλόγου τῶν χηρῶν· λέγει ἐνταῦθα τί δεῖ ἔχειν λοιπόν. Τί οὖν; ἀπὸ τῶν χρόνων αὐτὴν ἐγκρινοῦµεν; καὶ ποῖον τοῦτο κατόρθωµα; οὐ γὰρ αὐτῆς ἐστι τὸ ἑξήκοντα γεγονέναι ἐτῶν. Οὐκ ἀπὸ τῆς ἡλικίας, φησὶ, µόνον, ὡς ἂν εἰ καὶ ἐκείνην παρέλθοι τὴν ἡλικίαν, φησὶ, µὴ ἔχουσα τὰ ἔργα, µηδὲ τότε καταλεγέσθω. Τί δήποτε δὲ ὑπὲρ τῆς ἡλικίας ἀκριβολογεῖται, τὴν αἰτίαν ὕστερον τίθησιν, οὐ παρ' ἑαυτοῦ, ἀλλὰ παρ' αὐτῶν εἰσενηνεγµένην τῶν χηρῶν. Τέως δὲ τῶν ἑξῆς ἀκούσωµεν· Ἐν ἔργοις, φησὶ, καλοῖς µαρτυρουµένη. Ποίοις ἔργοις; Εἰ ἐτεκνοτρόφησεν. Οὐ µικρὸν ὄντως τὸ ἔργον τοῦτο, τὸ παιδοτροφεῖν. Τὸ παιδοτροφεῖν δὲ οὐ τοῦτό ἐστιν ἁπλῶς τὸ τρέφειν µόνον τοὺς παῖδας, ἀλλὰ καὶ τὸ τρέφειν ὡς δεῖ, καθάπερ ἄνω φησίν· Ἐὰν ἐπιµείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασµῷ. Ὁρᾷς πῶς πανταχοῦ τῶν οἰκείων τὰς εὐεργεσίας τῶν ἀλλοτρίων προτίθησι; Πρῶτον γάρ φησιν, Εἰ ἐτεκνοτρόφησε, καὶ τότε, Εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβοµένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Τί οὖν, ἂν πένης ᾖ; Οὐδὲ οὕτω τοῦ παιδοτροφεῖν, οὐδὲ τοῦ ξενοδοχεῖν, οὐδὲ τοῦ θλιβοµένοις ἐπαρκεῖν ἀπεστέρηται. Οὐκ ἔστι τῆς τοὺς δύο ὀβολοὺς καταβαλούσης ἀπορωτέρα· κἂν πένης ᾖ, οἰκίαν ἔχει· οὐ γὰρ δὴ αἴθριος µένει. Εἰ ἁγίων πόδας, φησὶν, ἔνιψεν. Οὐκ ἔστι τοῦτο δαπάνης. Εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Οἷον ἐπίταγµα λέγει ἐνταῦθα; Τὴν σωµατικὴν ὑπηρεσίαν εἰσφέρειν προτρέπεται· πρὸς γὰρ θεραπείαν µάλιστα ἐπιτηδείως ἔχουσιν αἱ γυναῖκες, κλίνην στρῶσαι, ἀναπαῦσαι.
14.2
Βαβαὶ, πόσην ἀκρίβειαν ἀπαιτεῖ παρὰ τῆς χήρας! ὅσην σχεδὸν καὶ παρ' αὐτοῦ τοῦ τὴν ἐπισκοπὴν ἔχον τος. Τὸ γὰρ, Εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε, τοῦτο δηλοῦντός ἐστιν, ὅτι εἰ καὶ µὴ αὐτὴ αὐτὸ ἐργάσασθαι ἠδυνήθη, ἀλλ' ὅµως ἐκοινώνησεν, ὑπούργησε. Τὴν σπατάλην ἐκκόπτων, προνοητικὴν αὐτὴν εἶναι βούλεται, οἰκονοµικὴν, εὐχαῖς διαπαντὸς προσκαρτερεῖν. Τοιαύτη ἦν ἡ Ἄννα. Ὅρα πόσην ἀπαιτεῖ τὴν ἀκρίβειαν παρὰ τῆς χήρας, ὅσην οὐδὲ παρὰ τῶν παρθένων· καὶ µὴν καὶ ἐκείνας πολλὴν ἀπῄτησε τὴν ἀκρίβειαν, καὶ ἄκραν τὴν ἀρετήν. Τὸ γὰρ εἰπεῖν, Εὔσχηµον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως, ἐν κεφαλαίῳ πως περιλαµβάνει τὴν ἀρετὴν ἅπασαν. Ὁρᾷς ὅτι οὐ τὸ µὴ δευτέροις ὁµιλῆσαι γάµοις ἀρκεῖ δεῖξαι τὴν χήραν, ἀλλ' ἑτέρων δεῖ πολλῶν;∆ ιὰ τί γὰρ, εἰπέ µοι, δευτέροις οὐχ ὁµιλῆσαι γάµοις προτρέπει; Ἆρα κατέγνω τοῦ πράγµατος; Οὐδαµῶς· τοῦτο γὰρ αἱρετικῶν· ἀλλ' ἀπησχολῆσθαι βουλόµενος λοιπὸν αὐτὴν ἐν τοῖς πνευµατικοῖς, καὶ πρὸς τὴν ἀρετὴν µετατάξασθαι· οὐ γὰρ ἀκαθαρσίας, ἀλλὰ ἀσχολίας ὁ γάµος· ἐπεὶ καὶ ὅταν λέγῃ, Ἵνα σχολάσωσιν, οὐ λέγει, Ἵνα καθαρθῶσι. Πολλῆς γὰρ ἀσχολίας ὄντως ὁ γάµος αἴτιος. Εἰ τοίνυν διὰ τοῦτο µὴ γαµῇ, ἵνα σχολάζῃς τῷ φόβῳ τοῦ Θεοῦ, µὴ σχολάζεις δὲ, οὐδέν σοι τοῦ πράγµατος ὄφελος, ἵνα τὴν θεραπείαν πᾶσαν περὶ ξένους, περὶ ἁγίους ἐπιδείκνυσαι. Ὅταν οὖν ταῦτα µὴ ποιῇς, ὡς τοῦ πράγµατος καταγνοῦσα µᾶλλον ἀπέσχου τοῦ γάµου. Οὕτω καὶ ἡ παρθένος ἡ µὴ µετὰ ἀκριβείας ἐσταυρωµένη, τῷ τοῦ γάµου κατεγνωκέναι ὡς µιαροῦ καὶ ἀκαθάρτου, τοῦτον παρῃτήσατο. Ὁρᾷς ὅτι ξενοδοχίαν λέγει, οὐ τὴν ἁπλῶς φιλοφροσύνην, ἀλλὰ τὴν µετὰ σπουδῆς, τὴν µετὰ προαιρέσεως ἱλαρᾶς, τὴν µετὰ προθυµίας, τὴν οὕτω τὸπρᾶγµα µετιοῦσαν, ὡς αὐτὸν δεχοµένην τὸν Χριστόν; Οὐ γὰρ δὴ ταῖς θεραπαινίσι βούλεται τὴν εἰς τούτους θεραπείαν ἐπιτάττεσθαι, ἀλλ' αὐτὰς δι' ἑαυτῶν ταῦτα ποιεῖν· Εἰ γὰρ ἐγὼ, φησὶν, ἔνιψα τοὺς πόδας ὑµῶν ὁ διδάσκαλος, πολλῷ µᾶλλον ὑµεῖς ὀφείλετε τοῦτο ποιεῖν ἀλλήλοις. Κἂν γὰρ µυριάκις ᾖ τις πλουτοῦσα, κἂν ἐν περιφανείᾳ τινὶ µεγίστῃ τυγχάνῃ οὖσα, καὶ ἐπὶ εὐγενείᾳ προγόνων µέγα φρονῇ, οὐκ ἔστι τοσοῦτον τὸ µέσον, ὅσον τοῦ Θεοῦ καὶ τῶν µαθητῶν. Εἰ ὡς τὸν Χριστὸν δέχῃ, µηδὲν ἐπαισχυνθῇς, µᾶλλον δὲ καὶ σεµνύνου ἐπὶ τῷ πράγµατι· εἰ δὲ µὴ ὡς τὸν Χριστὸν δέχῃ, µηδὲ δέξῃ. Ὁ δεχόµενος, φησὶν, ὑµᾶς, ἐµὲ δέχεται. Ἐὰν µὴ οὕτω δέχῃ, οὐδὲ µισθὸν ἔχεις. Ἀνθρώπους παριόντας ὁδίτας, ὡς ἐνόµιζεν, ὁ Ἀβραὰµ ἐδέχετο, καὶ οὐ πάντα τοῖς οἰκέταις ἐπέτρεπεν ἐξευτρεπίζειν τὰ πρὸς ὑποδοχὴν, ἀλλὰ τὸ πλέοντῆς διακονίας καὶ αὐτὸς δι' ἑαυτοῦ ἔπραττε, καὶ τῇ γυναικὶ τὰ ἄλευρα φυρᾷν ἐπέταττε, καίτοι τριακοσίους δεκαοκτὼ ἔχων οἰκογενεῖς, ὧν εἰκὸς καὶ θεραπαινίδας εἶναι· ἀλλ' αὐτὸς ἐβούλετο τὸν µισθὸν ἔχειν µετὰ τῆς γαµετῆς, οὐ τῆς δαπάνης µόνης, ἀλλὰ καὶ τῆς διακονίας. Οὕτω δεῖ φιλοξενίαν ἐπιδείκνυσθαι, δι' ἑαυτῶν πάντα πράττοντας, ἵν' ἡµεῖς ἁγιαζώµεθα, ἵν' αἱ χεῖρες αἱ ἡµέτεραι εὐλογῶνται. Κἂν πένησι διδῷς, µὴ ἀπαξιώσῃς διὰ σεαυτοῦ δοῦναι· οὐ γὰρ τῷ πένητι δίδως, ἀλλὰ τῷ Χριστῷ. Τίς δὲ οὕτως ἄθλιος, ὡς ἀπαξιοῦν αὐτὸν τὴν χεῖρα ὀρέγειν τῷ Χριστῷ; Τοῦτο φιλοξενία, τοῦτο ὄντως διὰ τὸν Θεόν ἐστι ποιῆσαι. Ἂν δὲ µετὰ τύφου ἐπιτάττῃς, κἂν τῶν πρωτείων κελεύῃς ἀπολαύειν, οὐκ ἔστι φιλοξενία τὸ τοιοῦτον, οὐδὲ διὰ τὸν Θεόν ἐστι. Πολλῆς ὁ ξένος δεῖται τῆς θεραπείας, πολλῆς τῆς παρακλήσεως· ἀγαπητὸν γὰρ καὶ µετὰ τοσαῦτα τὸ µὴ ἐρυθριᾷν. Ἐπειδὴ τὸ πρᾶγµα φύσιν ἔχει τοιαύτην, ὥστε τὸν εὖ παθόντα αἰσχύνεσθαι, τῇ ὑπερβολῇ τῆς θεραπείας τὰ τῆς αἰσχύνης χρὴ περιαιρεῖν, καὶ δεικνύναι καὶ ῥήµασικαὶ πράγµασιν, ὅτι οὐκ εὖ ποιεῖ ὁ εὖ ποιῶν, ἀλλ' εὖ πάσχει αὐτὸς καὶ εὐεργετεῖται µᾶλλον ἢ εὐεργετεῖ. Οὕτω πλεονάζεται τὸ γινόµενον ἀπὸ τῆς προαιρέσεως. Ὥσπερ γὰρ ὁ ἡγούµενος ζηµιοῦσθαι, πάντα ἀπώλεσεν, καὶ ὁ ἡγούµενος εὖ ποιεῖν πάντα ἀπώλεσεν· οὕτως ὁ ἡγούµενος εὖ πάσχειν, πλέον ἔλαβεν· Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ὥστε χάριν ὀφείλεις µᾶλλον τῷ πένητι τοῦ λαβεῖν. Εἰ µὴ γὰρ πένητες ἦσαν, οὐκ ἂν τὸ πολὺ τῶν ἁµαρτηµάτων ὑπετέµου· ἰατροὶ τῶν τραυµάτων εἰσὶ τῶν σῶν· φάρµακά σοι παρέχουσι τὰς ἑαυτῶν χεῖρας. Οὐχ οὕτως ἰατρὸς χεῖρας ἐκτείνων, καὶ φάρµακον ἐπιτιθεὶς τὴν ἰατρείαν παρέχει, ὡς πένης χεῖρα ἐκτείνων καὶ τὰ παρὰ σοῦ λαµβάνων, ἐκµαγεῖον τῶνσῶν ἐστι κακῶν. Ἔδωκας τὸ ἀργύριον, συνεξῆλθε καὶ τὰ ἁµαρτήµατα. Τοιοῦτοι καὶ οἱ ἱερεῖς· Ἁµαρτίας, φησὶ, λαοῦ µου φάγονται. Ὥστε µείζονα λαµβάνεις, ἢ δίδως, εὐεργετῇ µᾶλλον, ἢ εὐεργετεῖς· Θεῷ δανείζεις, οὐκ ἀνθρώποις· αὔξεις τὸν πλοῦτον, οὐ µειοῖς· µειοῖς δὲ, ἐὰν µὴ ἐλαττώσῃς, ἐὰν µὴ δῷς. Εἰ ἐξενοδόχησε, φησὶν, εἰ ἁγίων πόδας ἔνιψε. Ποίων δὴ τούτων; Τῶν θλιβοµένων, οὐχ ἁπλῶς ἁγίων· ἔνεστι γὰρ ἁγίους εἶναι, καὶ πολλῆς ἀπολαύειν θεραπείας παρὰ πάντων. Μὴ τούτους δίωκε τοὺς ἐν ἀφθονίᾳ ὄντας, ἀλλὰ τοὺς ἐν θλίψει, τοὺς ἀγνῶτας, τοὺς οὐ παρὰ πολλῶν γνωριζοµένους. Ὃς ἐποίησεν ἑνὶ, φησὶ, τούτων τῶν ἐλαχίστων, ἐµοὶ ἐποίησε.
14.3
Μὴ δῷς τοῖς προεστῶσι τῆς Ἐκκλησίας διανεῖµαι· σὺ διακόνησον αὐτὴ, ἵνα µὴ τοῦ ἀναλίσκειν, ἀλλὰ καὶ τοῦ ὑπηρετῆσαι ἔχῃς τὸν µισθόν· οἰκείαις χερσὶ δός· σὺ σπεῖρον τὴν αὔλακα. Οὐκ ἔνι ἄροτρον ἐνταῦθα πήξασθαι, οὐδὲ βοῦν ζεῦξαι, οὐδὲ καιρὸν ἀναµεῖναι, οὐδὲ γῆν ἀνατεµεῖν, οὐδὲ κρυµῷ παλαῖσαι· πάσης ταύτης τῆς περιεργασίας ἀπήλλακται οὗτος ὁ σπόρος. Εἰς γὰρ τὸν οὐρανὸν σπείρεις, ἔνθα οὐ κρυµὸς, οὐδὲ χειµὼν, οὐκ ἄλλο οὐδέν· εἰς ψυχὰς σπείρεις, ἔνθα οὐδεὶς τὸ βαλλόµενον αἴρει, ἀλλὰ κατέχεται σφοδρῶς, καὶ µετὰ πολλῆς τῆς ἀκριβείας, καὶ µετὰ πολλῆς τῆς σπουδῆς. Σὺ σπεῖρον.∆ ιὰ τί σαυτὸν ἀποστερεῖς τοῦ µισθοῦ; Μέγας µισθὸς τὸ δύνασθαι καὶ τὰ τῶν ἄλλων οἰκονοµεῖν. Οὐ τοῦ δοῦναι µόνον µισθός ἐστιν, ἀλλὰ καὶ τοῦ καλῶς οἰκονοµῆσαι τὰ διδόµενα.∆ ιὰ τί µὴ σὺ λαµβάνεις τὸν µισθόν; ὅτι γὰρ καὶ τούτου ἐστὶ µισθὸς, ἄκουσον· Κατέστησαν, φησὶν, οἱ ἀπόστολοι τοὺς περὶ Στέφανον εἰς τὴν τῶν χηρῶν διακονίαν. Γενοῦ σὺ οἰκονόµος τῶν σαυτοῦ· αὐτή σε χειροτονεῖ ἡ φιλανθρωπία, ὁ τοῦ Θεοῦ φόβος. Τοῦτο καὶ κενοδοξίας ἀπήλλακται, τοῦτο καὶ ψυχὰς ἀναπαύει, τοῦτο καὶ χεῖρας ἁγιάζει, τοῦτο καὶ φρόνηµα κατασπᾷ, τοῦτο καὶ φιλοσοφίαν διδάσκει, τοῦτο προθυµότερον ἐργάζεται, τοῦτό σε τὰς εὐλογίας ποιεῖ λαβεῖν· ἄπεισιν ἡ κεφαλή σου δεχοµένη πάσας τὰς παρὰ τῶν χηρῶν εὐλογίας. Προθυµότερος γενοῦ ἐν ταῖς εὐχαῖς, περιεργάζου καὶ ἁγίους ἄνδρας, τοὺς ὄντως ἁγίους, τοὺς ἐν ταῖς ἐρηµίαις καθηµένους, τοὺς οὐ δυναµένους ἐπαιτεῖν, τοὺς προσανέχοντας τῷ Θεῷ βάδιζε µακρὰν ὁδὸν, δίδου διὰ σαυτοῦ· πολλὰ γὰρ ἔστι δι' ἑαυτοῦ ὠφελῆσαι, ἐὰν δῷς. Ὁρᾷς σκηνὴν, καὶ καταγώγιον; ὁρᾷς ἐρηµίαν; ὁρᾷς µόνωσιν; Πολλάκις ἀπελθὼν δοῦναι χρήµατα, ἔδωκας τὴν ψυχὴν ὁλόκληρον, καὶ κατεσχέθης, καὶ γέγονας συναιχµάλωτος ἐκείνου, συνεξενίτευσας τῷ κόσµῳ. Μέγα πρᾶγµα καὶ πένητας ὁρᾷν. Ἀγαθὸν, φησὶν, εἰσελθεῖν εἰς οἰ κίαν πένθους, ἢ εἰς οἰκίαν γέλωτος. Ἐντεῦθεν ἡ ψυχὴ φλεγµαίνει. Ἂν µὲν γὰρ ἔχῃς ὁµοίως τρυφᾷν, προτροπὴν ἔλαβες εἰς σπατάλην· ἂν δὲ µὴ ἔχῃς, λύπην ἐδέξω. Εἰς δὲ τὴν οἰκίαν τοῦ πένθους οὐδὲν τοιοῦτον, ἀλλὰ κἂν µὴ ἔχῃς τρυφᾷν, οὐκ ἤλγησας, κἂν ἔχῃς, καταστέλλῃ. Ὄντως οἰκία πένθους τὰ µοναστήρια, ἔνθα σάκκος καὶ σποδὸς, ἔνθα µόνωσις, ἔνθα γέλως οὐδεὶς, οὐδὲ βιωτικῶν πραγµάτων ὄχλος, ἔνθα νηστεία, ἔνθα χαµευνία, πάντα καθαρὰ κνίσσης, αἱµάτων, θορύβου, ταραχῆς, πολυοχλίας. Λιµήν ἐστιν εὔδιος· ὥσπερ λαµπτῆρές εἰσιν ἀφ' ὑψηλοῦ τοῖς πόῤῥωθεν ἐπιβαίνουσι φαίνοντες, ἐπὶ λιµένος καθήµενοι, καὶ πρὸς γαλήνην τὴν αὐτῶν ἅπαντας ἕλκοντες, οὐκ ἐῶντες γενέσθαι ναυάγια τοῖς εἰς αὐτοὺς ὁρῶσιν, οὐκ ἐῶντες ἐν σκότῳ διάγειν τοὺς ἐκεῖ βλέποντας. Ἄπιθι πρὸς αὐτοὺς, φιλοφρόνησον, πρόσιθι, ἅψαι ποδῶν ἁγίων· πολλῷ γὰρ ἐντιµότερον τῶν ἐκείνων ἅπτεσθαι ποδῶν, ἢ τῆς ἑτέρων κεφαλῆς. Εἰπὲ γάρ µοι, εἰ ἀνδριάντων πόδας κατέχουσί τινες, ἐπειδὴ ὅλως τύπον ἔχουσι βασιλικὸν, σὺ τὸν αὐτὸν ἔχοντα τὸν Χριστὸν ἐν ἑαυτῷ, οὐ καθέξεις ἀπὸτῶν ποδῶν, καὶ σωθήσῃ; Ἅγιοί εἰσιν οἱ πόδες, κἂν εὐτελεῖς ὦσι· τῶν δὲ βεβήλων οὐδὲ ἡ κεφαλὴ τιµία· πόδες γὰρ ἁγίων µεγάλα ἴσχυσαν.∆ ιόπερ καὶ κολάζουσιν, ὅταν ἐξ ἑαυτῶν τὸν κονιορτὸν ἐκτινάξωσιν. Ὅταν ἅγιος ᾖ παρ' ἡµῖν, µηδὲν ἐπαισχυνώµεθα τῶν αὐτῶν. Ἅγιοι δέ εἰσι πάντες, ὅσοι πίστιν ὀρθὴν µετὰ βίου ἔχουσι· κἂν σηµεῖα µὴ ἐργάζωνται, κἂν δαίµονας µὴ ἐκβάλλωσιν, ἅγιοί εἰσιν. Ἄπιθι πρὸς τὰς τῶν ἁγίων σκηνάς· ὥσπερ ἀπὸ γῆς εἰς τὸν οὐρανὸν, οὕτως ἐστὶν εἰς µοναστήριον ἀνδρὸς ἁγίου καταφυγεῖν. Οὐχ ὁρᾷς ἐκεῖ ταῦτα ἅπερ ἐν τῇ οἰκίᾳ· πάντων καθαρὸς ὁ χορὸς ἐκεῖνος· σιγὴ καὶ ἡσυχία πολλή· τὸ Ἐµὸν οὐκ ἔνι καὶ τὸ Σὸν ἐκεῖ. Ἂν δὲ καὶ ἡµέραν µίαν µείνῃς, ἢ καὶ δευτέραν, τότε πλέον αἰσθήσῃ τῆς ἡδονῆς. Ἡµέρα γίνεται, µᾶλλον δὲ πρὸ ἡµέρας ἀλεκτρυὼν ἐφώνησε. Καὶ οὐκ ἔστιν, ὥσπερ ἐπὶ τῆς οἰκίας, ῥέγχουσιν οἱ οἰκέται, αἱ θύραι κεκλεισµέναι, πάντες νεκροῖς ἐοίκασι καθεύδοντες, ὁ ὀρεοκόµος τοὺς κώδωνας σείει. Οὐδὲν τοιοῦτον ἐκεῖ, ἀλλ' εὐθέως ἅπαντες µετὰ εὐλαβείας τὸν ὕπνον ἀποθέµενοι διανίστανται, τοῦ προεστῶτος αὐτοὺς διεγείροντος, καὶ ἑστήκασι τὸνἅγιον στησάµενοι χορὸν, καὶ τὰς χεῖρας εὐθέως ἀνατείναντες, τοὺς ἱεροὺς ᾄδουσιν ὕµνους. Οὐ γὰρ δὴ, ὥσπερ ἡµεῖς, πολλῶν ὡρῶν δέονται πρὸς τὸ τὸν ὕπνον ἀποτινάξασθαι καὶ τὴν καρηβαρίαν. Ἡµεῖς µὲν γὰρ ἅµα διαναστάντες, καθήµεθα ἐπὶ πολὺ διατεινόµενοι, πρὸς χρείαν ἀπερχόµεθα, εἶτα νιπτόµεθα τὴν ὄψιν, τὰς χεῖρας· µετὰ τοῦτο ὑποδήµατα καὶ ἐνδύµατα λαµβάνοµεν, καὶ πολὺς ἀναλίσκεται καιρός.
14.4
Ἐκεῖ δὲ τοιοῦτον οὐδέν· οὐδεὶς οἰκέτην καλεῖ· ἕκαστος γὰρ ἀρκεῖ ἑαυτῷ· οὐ δεῖται ἱµατίων πολλῶν, οὐ δεῖται τοῦ τὸν ὕπνον ἀποτινάξασθαι, ἀλλ' ἅµα τοὺς ὀφθαλµοὺς ἀνέῳξε, καὶ τῷ πολὺν ἐγρηγορότι χρόνον προσέοικετῆς νήψεως ἕνεκεν. Ὅταν γὰρ ἡ καρδία µὴ βαρηθεῖσα τοῖς σιτίοις βαπτίζηται κάτω, οὐ δεῖται πολλοῦ τοῦ καιροῦ πρὸς τὸ ἀνενεγκεῖν, ἀλλ' εὐθέως ἐστὶν ἐν νήψει· χεῖρες ἀεὶ καθαραί· καὶ γὰρ ὁ ὕπνος εὔτακτος. Οὐδεὶς ἀκούει ῥεγχόντων ἐκεῖ, οὐδεὶς ἀσθµαινόντων, οὐδὲ ῥιπταζόµενον ὁρᾷ κατὰ τὸν ὕπνον, οὐδὲ γυµνούµενον, ἀλλὰ καθεύδουσι τῶνἐγρηγορότων εὐσχηµονέστερον κείµενοι. Τοῦτο δὲ ὅλον ἀπὸ τῆς εὐταξίας γίνεται τῆς ἐν τῇ ψυχῇ. Ὄντως ἅγιοι οὗτοι, καὶ ἐν ἀνθρώποις ἄγγελοι. Καὶ µὴ θαυµάσῃς ἀκούων ταῦτα· ὁ γὰρ πολὺς φόβος ὁ τοῦ Θεοῦ οὐκ ἀφίησι πρὸς τὰ βάθη τοῦ ὕπνου κατελθεῖν, καὶ βαπτίσαι τὴν διάνοιαν αὐτῶν, ἀλλ' ἐξ ἐπιπολῆς ἐπίκειταιδιαναπαύων αὐτοὺς µόνον. Τοιούτου δὲ αὐτοῖς ὄντος τοῦ ὕπνου, τοιαῦτα εἶναι αὐτῶν ἀνάγκη καὶ τὰ ὀνείρατα, οὐ φαντασιώδη, οὐδὲ τερατώδη. Ἀλλ', ὅπερ ἔφην, ἀλεκτρυὼν ἐφώνησε, καὶ εὐθέως ἐλθὼν ὁ προεστὼς, καὶ τῷ ποδὶ τὸν κείµενον ἁπλῶς ὑπονύξας, πάντας ἀνέστησεν· οὐδὲ γὰρ γυµνοὺς ἐκεῖ καθεύδειν θέµις. Εἶτα διαναστάντες, εὐθέως ἑστήκασιν, ὕµνους ᾄδοντες προφητικοὺς µετὰ πολλῆς τῆς συµφωνίας, µετ' εὐρύθµων µελῶν. Οὔτε κιθάρα, οὔτε σύριγγες, οὔτε οὐδὲν ἄλλο ὄργανον µουσικὸν τοιαύτην ἀφίησι φωνὴν, οἵαν ἔστιν ἀκοῦσαι ἐν ἡσυχίᾳ βαθείᾳ, καὶ ἐν ἐρηµίᾳ τῶνἁγίων ᾀδόντων ἐκείνων. Καὶ αὐτὰ δὲ τὰ ᾄσµατα πρόσφορα, καὶ φιλίας γέµοντα τῆς πρὸς τὸν Θεόν. Ἐν ταῖς νυξὶ, φησὶν, ἐπάρατε τὰς χεῖρας ὑµῶν πρὸς τὸν Θεόν· καὶ πάλιν, Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦµά µου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγµατά σου ἐπὶ τῆς γῆς. Καὶ τὰ ᾄσµατα τὰ∆ αυϊδικὰ πολλὰς πηγὰς κινοῦντα δακρύων. Ὅταν γὰρ ᾄδῃ λέγων· Ἐκοπίασα ἐν τῷ στεναγµῷ µου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην µου, ἐν δάκρυσί µου τὴν στρωµνήν µου βρέξω· καὶ πάλιν, ὅτι Σποδὸν ὡσεὶ ἄρτον ἔφαγον· καὶ πάλιν, Τί ἐστιν ἄνθρωπος, ὅτι µιµνήσκῃ αὐτοῦ; Ἄνθρωπος µαταιότητι ὡµοιώθη, καὶ αἱ ἡµέραι ἡµῶν ὡσεὶ σκιὰ παράγουσι· καὶ, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· καὶ πάλιν, Ὁ κατοικίζων µονοτρόπους ἐν οἴκῳ· καὶ, Ἑπτάκις τῆς ἡµέρας ᾔνεσά σε ἐπὶ τὰ κρίµατα τῆς δικαιοσύνης σου· καὶ πάλιν, Μεσονύκτιον ἐξηγειρόµην τοῦ ἐξοµολογεῖσθαί σοι ἐπὶ τὰ κρίµατα τῆς δικαιοσύνης σου· καὶ, Ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν µου ἐκ χειρὸς ᾅδου· καὶ, Ἐὰν πορευθῶ ἐν µέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσοµαι κακὰ, ὅτι σὺ µετ' ἐµοῦ εἶ· καὶ πάλιν, Οὐ φοβηθήσοµαι ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετοµένου ἡµέρας, ἀπὸ πράγµατος ἐν σκότει διαπορευοµένου, ἀπὸ συµπτώµατος, καὶ δαιµονίου µεσηµβρινοῦ· καὶ πάλιν, Ἐλογίσθηµεν, ὡς πρόβατα σφαγῆς· τὴν εἰς Θεὸν αὐτῶν διάπυρον ἀγάπην ἐνδείκνυται. Ὅταν δὲ πάλιν µετὰ τῶν ἀγγέλων ᾄδωσι( καὶ γὰρ καὶ ἄγγελοι τότε ᾄδουσιν), Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, λέγοντες, ἡµῶν χασµωµένων, κνωµένων, ῥεγχόντων, ἢ καὶ ὑπτίων ἁπλῶς κειµένων, καὶ µυρίας λογιζοµένων ἀπάτας· οἷόν ἐστιν ἐκείνους ἐν τούτῳ τὸ πᾶν τῆς νυκτὸς ἀναλίσκειν; Ἐπειδὰν δὲ ἡµέρα µέλλῃ γίνεσθαι, διαναπαύονται λοιπόν· καὶ ὅταν ἡµεῖς ἀρξώµεθα τῶν ἔργων, ἐκεῖνοι καιρὸν ἔχουσι τῆς ἀναπαύσεως. Ἡµέρας δὲ γενοµένης, ἡµῶν µὲν ἕκαστος καλεῖ τὸν ἕτερον, τὸν λόγον ποιεῖ τῶν ἐξοδιαζοµένων· εἰ εἰς ἀγορὰν ἐµβάλλει, ἄρχοντι παρίσταται, τρέµει, δέδοικε τὰς εὐθύνας· ἕτερος ἐπὶ τῆς σκηνῆς, ἄλλος πρὸς τὸ ἐπιτήδευµα τὸ ἑαυτοῦ. Ἐκεῖνοι δὲ πάλιν εὐχὰς ἑωθινὰς ἐπιτελέσαντες καὶ ὕµνους, πρὸς τὴν τῶν Γραφῶν ἀνάγνωσιν τρέπονται· εἰσὶ δὲ οἱ καὶ βιβλία γράφειν µεµαθηκότες. Ἕκαστος οἴκηµα ἀποτεταγµένον ἓν λαβὼν, ἡσυχίαν διαπαντὸς ἀσκεῖ, οὐδενὸς φλυαροῦντος, οὐδενὸς οὐδὲν λέγοντος. Εἶτα τρίτην, ἕκτην, ἐννάτην, καὶ τὰς ἑσπερινὰς εὐχὰς ἐπιτελοῦσι, καὶ εἰς τέσσαρα µέρη τὴν ἡµέραν διανείµαντες, καθ' ἕκαστον µέροςπληρούµενον, ψαλµῳδίαις, ὕµνοις γεραίρουσι τὸν Θεόν. Πάντων δὲ ἀριστώντων τῶν ἄλλων, γελώντων, παιζόντων, διαῤῥηγνυµένων ὑπὸ τῆς γαστριµαργίας, οὗτοι τοῖς ὕµνοις προσανέχουσιν. Οὐδαµοῦ τραπέζης καιρὸς, οὐδὲ τῶν αἰσθητῶν τούτων. Πάλιν µετὰ τὸ ἄριστον τῶν αὐτῶν ἔχονται, ὕπνῳ πρότερον ἑαυτοὺς ἐκδεδωκότες. Οἱ µὲν οὖν κοσµικοὶ καὶ τὴν ἡµέραν καθεύδουσιν· ἐκεῖνοι δὲ καὶ τὴν νύκτα ἐγρηγόρασιν. Ὄντως υἱοὶ φωτός εἰσιν. Εἶτα ἐκεῖνοι τὸ πλέον ἀναλώσαντες ἐν τῷ ὕπνῳ τῆς ἡµέρας προΐασι βεβαρηµένοι· οὗτοι δὲ ἔτι νήφουσιν, ἄσιτοι µένοντες ἕως ὀψὲ, καὶ τοῖς ὕµνοις προσανέχοντες. Ἑσπέρας δὲ πάλιν καταλαβούσης, οἱ µὲν εἰς λουτρὰ καὶ ἀνέσεις σπεύδουσιν· ἐκεῖνοι δὲ τῶν πόνων ἀπολύσαντες ἑαυτοὺς, τότε τῇ τραπέζῃ προσανέχουσιν, οὐκ οἰκετῶν πλῆθος ἐγείροντες, οὐδὲ περιτρέχοντες τὴν οἰκίαν, οὐδὲ θορυβοῦντες, οὐδὲ ὄψα πολλὰ παρατιθέµενοι, οὐδὲ κνίσσης γέµοντα, ἀλλ' οἱ µὲν ἄρτον µόνον καὶ ἅλας, οἱ δὲ ἔλαιον προστιθέντες, ἕτεροι δὲ, ὅσοιἀσθενέστεροί εἰσι, καὶ λαχάνων ἔχονται καὶ ὀσπρίων. Εἶτα µικρὸν καθίσαντες, µᾶλλον δὲ ὕµνοις τὸ πᾶν κατακλείσαντες, διαναπαύονται ἐπὶ στιβάδος ἕκαστος πρὸς ἀνάπαυσιν µόνον πεποιηµένης, οὐ τρυφήν. Οὐκ ἔστι φόβος ἀρχόντων ἐκεῖ, οὐκ ἔστι δεσποτῶν ἀπόνοια, οὐκ ἔστι δούλων φόβος, οὐκ ἔστι γυναικῶν θόρυβος, οὐκ ἔστι παίδων ταραχὴ, οὐκ ἔστικιβωτίων πλῆθος, οὐδὲ ἱµατίων ἀπόθεσις περιττὴ, οὐ χρυσίον, οὐκ ἀργύριον· οὐκ εἰσὶν ἐκεῖ φυλακαὶ καὶ προφυλακαί· οὐκ ἔστι ταµεῖον, οὐκ ἄλλο τοιοῦτον οὐδέν· ἀλλὰ πάντα εὐχῆς γέµει, πάντα ὕµνων, πάντα εὐωδίας πνευµατικῆς, οὐδὲν ἐκεῖ σαρκικόν. Λῃστῶν ἐφόδους οὐ δεδοίκασιν· οὐ γὰρ ἔχουσιν ὅτου ζηµιωθῶσι· χρήµατα οὐκ ἔστι, σῶµά ἐστι καὶ ψυχή· ἂν ταύτην ἀφέλωνται, οὐκ ἐζηµίωσαν, ἀλλ' ὤνησαν. Ἐµοὶ γὰρ τὸ ζῇν, φησὶ, Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Ἀπέλυσαν τῶν δεσµῶν ἑαυτοὺς πάντων. Ὄντως Φωνὴ ἀγαλλιάσεως ἐν σκηναῖς δικαίων.
14.5
Οὐκ ἔστιν ἐκεῖ ὀλολυγῆς ἀκοῦσαί ποτε οὐδὲ κωκυτοῦ· καθαρὸς τούτων τῶν ἀηδιῶν ὁ ὄροφος, καθαρὸς τῆς κραυγῆς ταύτης. Ἀποθνήσκουσι µὲν γὰρ καὶ ἐν αὐτοῖς· οὐ γάρ εἰσιν ἀθάνατοι τὸ σῶµα· ἀλλ' οὐκ ἴσασι θάνατον τὸν θάνατον. Μεθ' ὕµνων προπέµπουσι τοὺς ἀπελθόντας· προποµπὴν τὸ τοιοῦτον καλοῦσιν, οὐκ ἐκφοράν. Κἂν ἀπαγγελθῇ, ὅτι ὁ δεῖνα τετελεύτηκε, πολλὴ ἡ εὐφροσύνη, πολλὴ ἡ ἡδονή· µᾶλλον δὲ οὐδὲ τολµᾷ τις εἰπεῖν, ὅτι ὁ δεῖνα τετελεύτηκεν, ἀλλ' ὁ δεῖνα τετελείωται. Εἶτα εὐχαριστία, δόξα πολλὴ, εὐφροσύνη, ἑκάστου εὐχοµένου τέλος τοιοῦτον λαβεῖν, οὕτω τὸν ἀγῶνα τοῦτον ἐξελθεῖν, ἀναπαύσασθαι τῶν πόνων καὶτῶν ἀγώνων, ἰδεῖν τὸν Χριστόν. Κἂν ἀῤῥωστήσῃ, οὐ δάκρυα, οὐ θρῆνος, ἀλλ' εὐχαὶ πάλιν· οὐκ ἰατρῶν χεῖρες, ἀλλὰ πίστις µόνη πολλάκις ἀπήλλαξε τὸν ἄῤῥωστον. Εἰ δὲ καὶ ἰατρῶν δεηθείη, πολλὴ καὶ ἐνταῦθα ἡ φιλοσοφία, πολλὴ ἡ καρτερία· οὐ παρέστηκε γυνὴ λύουσα τὰς τρίχας, οὐδὲ παιδία τὴν οὐδέπω γενοµένην ὀρφανίαν ἀποδυρόµενα, οὐδὲ οἰκέται παρακαλοῦντες τὸν ἀποπνέονταµετὰ ἀσφαλείας αὐτοὺς τινὶ παρακαταθέσθαι· ἀλλὰ πάντων τούτων ἀπηλλαγµένη ἡ ψυχὴ, ἓν σκοπεῖ µόνον εἰς τὴν ἐσχάτην ἀναπνοὴν, ὅπως ἀπέλθῃ τῷ Θεῷ φίλη. Κἂν γένηται δὲ νόσος, οὐ γίνεται ἀπὸ γαστριµαργίας, οὐδὲ ἀπὸ καρηβαρίας, ἀλλὰ καὶ αὐταὶ αἱ τῶν νόσων ὑποθέσεις ἐγκωµίων γέµουσιν, οὐχὶκατηγορίας, ὡς αὗται· ἢ γὰρ ἀγρυπνίας, ἢ νηστείας ἐπίτασις, ἤ τι τῶν τοιούτων τὰς νόσους ἐργάζεται· ὅθεν καὶ εὐαπάλλακτοι γίνονται· ἀρκεῖ γὰρ µηκέτι καµόντας ὁµοίως πάντων ἀπηλλάχθαι τῶν δεινῶν. ὰ
14.ς
Εἰπὲ οὖν µοι, φησὶν, εἰ ἁγίων τις πόδας ἔνιψεν ἐν τῇ ἐκκλησίᾳ, εἰ ἔνεστι καὶ ἐνταῦθα τοιούτους εὑρεῖν. Ἔνεστι, καὶ πάνυ ἔνεστι· µόνον µὴ, ἐπειδὴ ἐκείνων τὸν βίον διηγησάµεθα, τῶν ἐν ταῖς ἐκκλησίαις καταφρονῶµεν. Πολλοὶ πολλάκις τοιοῦτοι καὶ ἐν µέσαις ταῖς ἐκκλησίαις εἰσὶν, ἀλλ' ἐν τῷ λανθάνοντι. Μὴ γὰρ ἐπειδὴ οἰκίας περινοστοῦσι, µηδὲ ἐπειδὴ εἰς ἀγορὰν ἐµβάλλουσι, µηδὲ ἐπειδὴ προΐστανται, καταφρονῶµεν αὐτῶν. Καὶ τοῦτο ὁ Θεὸς ἐπέταξε· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ, καὶ δικαιώσατε χήραν. Πολλαὶ τῆς ἀρετῆς αἱ ὁδοὶ, ὥσπερ οὖν καὶ τῶν µαργαριτῶν πολλὴ ἡ διαφορὰ, καίτοι πάντες µαργαρῖται λέγονται, ἀλλ' ὁ µέν ἐστι λαµπρὸς καὶστρογγύλος πάντοθεν, ἕτερος δὲ τοῦτο µὲν οὐκ ἔχει τὸ κάλλος, ἕτερον δέ. Ποῖον δὴ τοῦτο; Ὥσπερ ἀπό τινος τέχνης τὸ κοράλλιον ἐπιµήκη ἔχει τὴν γραµµὴν, καὶ τὰς γωνίας ἐκτετορευµένας, καὶ τοῦ λευκοῦ χρώµατος ἕτερον ἐπιτερπέστερον, τὸδὲ πράσινον πολὺ πάσης χλωρότητος ἐπιτερπέστερον· ἄλλος τοῦ αἵµατος τὸ ἀνθηρὸν παρέχεται τῷ εὐανθεῖ, ἄλλος τῆς θαλάττης ἐστὶ κυανώτερος, ἄλλος τῆς ἁλουργίδος στιλβότερος· καὶ ἄλλα δὲ µυρία ἄν τις εὕροι τοῖς ἄνθεσιν ἁµιλλώµενα κατὰ τὸ ποικίλον, ἢ τοῖς τοῦ ἡλίου χρώµασιν ἐξισούµενα· τοιοῦτοι δὴ καὶ οἱ ἅγιοι· οἱ µὲν ἑαυτοὺς ἀσκοῦσιν, οἱ δὲ καὶ τὰς ἐκκλησίας. Καλῶς ἄρα ἔλεγεν, Εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβοµένοις ἐπήρκεσεν. Ὥστε γὰρ πάντας ἐπᾶραι πρὸς µίµησιν, διὰ τοῦτο οὕτως εἶπεν. Οὐκοῦν καὶ ἡµεῖς ἐπιδράµωµεν τῷ πράγµατι, ἵνα ἔχωµεν καυχᾶσθαι ἐκεῖ, ὅτι ἐνίψαµεν πόδας ἁγίων. Εἰ δὲ πόδας αὐτῶν νίπτειν δεῖ, πολλῷ µᾶλλον καὶ ἐκ χειρὸς ἐπιδιδόναι αὐτοῖς τὰ χρήµατα, καὶ σπουδάζειν λανθάνειν. Μὴ γνώτω, φησὶν, ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου. Τί µυρίους παραλαµβάνεις µάρτυρας; µηδὲ οἰκέτης ἰδέτω, εἰ δυνατὸν, µηδὲ γυνή. Πολλὰ τὰ σκάνδαλα τοῦ δολίου· πολλάκις ἡ µηδέποτε ἐµποδίσασα, τότε ἐµποδίζει ἢ ὑπὸ κενοδοξίας, ἢ ὑπὸ ἑτέρου τινός. Ἐπεὶ καὶ ὁ Ἀβραὰµ, καίτοι θαυµαστὴν ἔχων γυναῖκα, τὸν υἱὸν µέλλων ἀναφέρειν, ἔκρυπτε, καίτοι γε οὐκ εἰδὼς τὸ ἐκβησόµενον, ἀλλὰ πεπεισµένος, ὅτι πάντως ἀναιρήσει. Τί οὖν ἔµελλε λέγειν, εἴ τις ἦν ἄνθρωπος τῶν πολλῶν; οὐκ ἂν εἶπε, Τίς ἐστιν οὗτος ὁ ταῦτα διαπραττόµενος; οὐκ ἂν ἐπὶ ἀπηνείᾳ αὐτὸν διέβαλε καὶ ἀγροικίᾳ; Οὐδὲ ἰδεῖν κατηξιώθη τὸ παιδίον τὸ ἑαυτῆς ἡ γυνὴ, οὐδὲ ὑστέρας ἀκοῦσαι φωνῆς, οὐδὲ σπαῖρον θεάσασθαι, ἀλλ' ὥσπερ αἰχµάλωτον λαβὼν, οὕτως ἀπήγαγεν. Ἀλλ' οὐδὲν τούτων ἐνενόησεν ὁ δίκαιος ἐκεῖνος, µεθύων τῷ πόθῳ. Οὐδὲν γὰρ ἄλλο ἑώρα, ἀλλὰ τὸ προσταττόµενον ὅπως ἐργάσαιτο, οὐδὲ παῖς ἦν ἐκεῖ, οὐδὲ γυνή· µᾶλλον δὲ οὐδὲ αὐτὸς ᾔδει τὸ ἐκβησόµενον· οὕτω πάντοθεν ἐσπούδαζε καθαρὸν τὸ ἱερεῖον ἀναγαγεῖν, µὴ δάκρυσιν αὐτὸ, µὴ ἀντιλογίᾳ µολῦναι. Ὅρα δὲ µεθ' ὅσης ἡµερότητος ὁ Ἰσαὰκ ἐρωτᾷ, καὶ τί φησι πρὸς αὐτόν· Ἰδοὺ τὰ ξύλα καὶ τὸ πῦρ, ποῦ τὸ πρόβατον; Τί οὖν ὁ Πατήρ; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Λέγεται δὲ τοῦτο καὶ ὡς προφητεία, ὅτι τὸν Υἱὸν ὄψεται ἑαυτῷ Θεὸς εἰς ὁλοκάρπωσιν· καὶ ἅµα καὶ τότε ἐκβέβηκε. Τί καὶ αὐτὸν κρύπτεις, εἰπὲ, τὸν σφαγιασθησόµενον; Ναὶ, φησὶ, δέδοικα µὴ ναρκήσῃ, δέδοικα µὴ ἀνάξιος ὀφθῇ. Εἶδες πῶς µετὰ πολλῆς τῆς ἀκριβείας ἅπαντα ἔπραττεν; Ἄρα καλῶς εἶπεν ἡ Γραφὴ, Μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου· τουτέστι, Κἂν ὡς οἰκεῖον µέλος ἔχωµέν τινα, µὴ σπουδάζωµεν αὐτῷ δεικνύναι, πλὴν εἰ µὴ ἀνάγκη εἴη. Πολλὰ γὰρ ἀπὸ τούτου γίνεται τὰ δεινά. Εἰς κενοδοξίαν τις αἴρεται, κώλυµα γίνεται πολλάκις.∆ ιὰ δὴ τοῦτο καὶ ἑαυτοὺς λανθάνωµεν, εἰ δυνατὸν, ἵνα τύχωµεν τῶν ἐπηγγελµένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν ἸησοῦΧριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.