Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Timothy
John ChrysostomHom. 1 Tim. 15 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
15.0
Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαµεῖν θέλουσιν, ἔχουσαι κρῖµα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ἅµα δὲ καὶ ἀργαὶ µανθάνουσι περιερχόµεναι τὰς οἰκίας· οὐ µόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ µὴ δέοντα. Βούλοµαι οὖν νεωτέρας χήρας γαµεῖν, οἰκοδεσποτεῖν, µηδεµίαν ἀφορµὴν διδόναι τῷ ἀντικειµένῳ λοιδορίας χάριν. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.
15.1
Πολὺν ὑπὲρ τῶν χηρῶν ὁ Παῦλος ποιησάµενος λόγον, καὶ χρόνον αὐτῶν διορίσας τῷ λέγειν, Χήρα καταλεγέσθω µὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, καὶ τὴν ποιότητα διδάξας τῆς χήρας τῷ εἰπεῖν, Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε. πάλιν ἐνταῦθά φησι· Νεωτέρας δὲ χήρας παραιτοῦ. Περὶ δὲ τῶν παρθένων, καίτοι γε πολὺ φορτικωτέρου τοῦ πράγµατος ὄντος, οὐδὲν τοιοῦτον αἰνίττεται· εἰκότως.∆ ιὰ τί; Ὅτι ἐπὶ µείζοσιν ἀπεγράψαντο, καὶ ἀπὸ µείζονος τῆς διανοίας ἐκεῖ τὸ ἔργον προέβη τοῦτο. Τὸ µὲν οὖν, Εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε, καὶ πάντα τὰ τοιαῦτα, διὰ τοῦ εὐπροσέδρου παρέσησε, καὶ τοῦ λέγειν, Ἡ δὲ ἄγαµος µεριµνᾷ τὰτοῦ Κυρίου. Εἰ δὲ χρόνων ἕνεκεν οὐδὲν ἀκριβολογεῖται, µὴ θαυµάσῃς· µάλιστα µὲν γὰρ ἀπὸ τούτου κἀκεῖνο δῆλον. Ἄλλως δὲ εἶπον, ὅτι ἀπὸ µείζονος διανοίας ἐκεῖναι τὴν παρθενίαν εἵλοντο. Πρὸς δὲ τούτοις, ἐνταῦθα ἤδη πτώµατα γέγονε, καὶ αὗται παρεῖχον τὴν ἀφορµὴν τῆς τοιαύτης νοµοθεσίας· ἐκεῖ δὲ τοιοῦτον οὐδὲν ἦν. Ὅτι γὰρ ἐξέπεσόν τινες ἤδη, ἀπὸ τούτου δῆλον, ἀπὸ τοῦ λέγειν, Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαµεῖν θέλουσι· καὶ πάλιν, Ἤδη γὰρ ἐξετράπησάν τινες ὀπίσω τοῦ Σατανᾶ. Νεωτέρας δὲ χήρας παραιτοῦ.∆ ιὰ τί; Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαµεῖν θέλουσι. Τί ἐστιν, Ὅταν καταστρηνιάσωσιν; Ὅταν ἀκκισθῶσιν, ὅταν θρύπτωνται· καθάπερ ὅταν ἐπὶ ἀνδρός τις ἐπιεικοῦς λέγῃ· Ἄφες αὐτὴν, ὅτι ἑτέρου γέγονε.∆ είκνυσι τοίνυν ὅτι καὶ τὴν χηρείαν ἁπλῶς εἵλοντο, οὐ κρίνασαι. Ἄρα καὶ ἡ χήρα τῷ Χριστῷ ἁρµόζεται ἐν τῇ χηρείᾳ· ἐγὼ γὰρ, φησὶ, προστάτης τῶν χηρῶν, καὶ πατὴρ τῶν ὀρφανῶν.∆ είκνυσιν ὅτι οὐδὲ τὴν χηρείαν ὀρθῶς αἱροῦνται, ἀλλὰ καταστρηνιῶσιν· ἀλλ' ὅµως φέρει. Καὶ µὴν ἀλλαχοῦ φησιν· Ἡρµοσάµην ὑµᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὅταν ὀνοµασθῶσιν αὐτῷ, φησὶ, Γαµεῖν θέλουσιν, ἔχουσαι κρῖµα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Πίστιν τὴν συνθήκην λέγει, τὴν ἀλήθειαν· ὡσεὶ ἔλεγεν· Ἐψεύσαντο αὐτὸν, παρέβησαν τὰς συνθήκας. Ἅµα δὲ καὶ ἀργαὶ µανθάνουσιν. Οὐκ ἄρα ἀνδράσι µόνον ἐπιτάττει τὸ ἐργάζεσθαι, ἀλλὰ καὶ γυναιξί· πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία. Οὐ τούτῳ, φησὶ, τῷ κρίµατι µόνον εἰσὶν ὑπεύθυνοι, ἀλλὰ καὶ ἑτέροις ἁρµατήµασιν. Εἰ ἄρα ἀνάρµοστον γυναικὶ τὸ περιιέναι τὰς οἰκίας, πολλῷ µᾶλλον παρθένῳ. Οὐ µόνον δὲ, φησὶν, ἀργαὶ µανθά νουσιν, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ µὴ δέοντα. Βούλοµαι οὖν νεωτέρας χήρας γαµεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Τί οὖν συµβαίνει ὅταν καὶ ἡ τοῦ ἀνδρὸς µέριµνα ἀποστῇ, καὶ ἡ τοῦ Θεοῦ µὴ κατέχῃ; Εἰκότως ἀργαὶ, λάλοι, περίεργοι γίνονται. Ὁ γὰρ τὰ ἑαυτοῦ µὴ µεριµνῶν, τὰ ἑτέρου µεριµνήσει πάντως· ὥσπερ ὁ τὰ ἑαυτοῦ φροντίζων, τῶν ἑτέρων οὐδένα ποιήσεται λόγον, οὐδεµίαν ἕξει φροντίδα. Λαλοῦσαι τὰ µὴ δέοντα. Οὐδὲν οὕτως ἀνάρµοστον γυναικὶ, ὡςτὸ τὰ ἑτέρων περιεργάζεσθαι µάλιστα, οὐ µόνον δὲ γυναικὶ, ἀλλὰ καὶ ἀνδρί· ἀναισχυντίας γὰρ καὶ ἰταµότητος τεκµήριον τοῦτο µέγιστον. Βούλοµαι οὖν. Ἐπειδὴ αὗται βούλονται, βούλοµαι κἀγὼ νεωτέρας χήρας γαµεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, οἰκουρεῖν· πολλῷ γὰρ τοῦ ποιεῖν ἐκεῖνα τοῦτο βέλτιον. Ἔδει µὲν οὖν τὰ τοῦ Θεοῦ µεριµνᾷν, ἔδει τὴν πίστιν φυλάττειν· ἐπειδὴ δὲ ἐκεῖνα οὐ γίνεται, βέλτιον ταῦτα γενέσθαι, ἢ ἐκεῖνα· οὔτε γὰρ ὁ Θεὸς ἀθετεῖται, οὔτε αὗται ταῦτα µανθάνουσι. Ἀπὸ µὲν γὰρ τῆς χηρείας ἐκείνης οὐδὲν χρηστὸν ἔσται· ἀπὸ δὲ τοῦ γάµου τούτου πολλὰ ἀγαθά· ἐντεῦθεν τὸ κεχηνὸς καὶ ῥᾴθυµον τῆς διανοίας αὐτῆς ἐπιστρέψαι δυνήσεται. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπεν, Ἐπειδὴ χῆραι ἐξέπεσον, πολλῆς αὐτὰς ἐπιµελείας δεῖ ἀπολαύειν, ὥστε µὴ παθεῖν ἅπερ εἶπον, ἀλλ' ἐπέταξε γάµον; Ὅτι οὐ κεκώλυται, ὅτι ἐν ἀσφαλείᾳ καθίστησι· διὸ καὶ ἐπάγει· Μηδεµίαν διδόναι ἀφορµὴν τῷ ἀντικειµένῳ λοιδορίας χάριν, µηδὲ λαβήν τινα. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. Κωλύει τοίνυν τὰς χήρας τὰς τοιαύτας, οὐ βουλόµενος µὴ εἶναι χήρας νεωτέρας, ἀλλὰ µὴ βουλόµενος µοιχαλίδας εἶναι, µὴ βουλόµενος ἀργὰς εἶναικαὶ περιέργους, λαλούσας τὰ µὴ δέοντα, µὴ βουλόµενος τὸν διάβολον ἀφορµὴν λαµβάνειν· ὡς εἰ µὴ τοιοῦτον ἐγίνετο, οὐκ ἂν ἐκώλυσεν. Εἰ δέ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ µὴ βαρείσθω ἡ Ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκῇ. Ὁρᾷς πῶς πάλιν ὄντως χήρας λέγει ἐκείνας τὰς µεµονωµένας, τὰς οὐδαµόθεν ἐχούσας παραµυθίαν; Οὕτω γὰρ βέλτιον ἦν.∆ ύο γὰρ ἐγίνετο τὰ µέγιστα, καὶ ἐκεῖναι ἀφορµὴν ἐλάµβανον τοῦ εὖ ποιεῖν, καὶ αὗται διετρέφοντο καλῶς, καὶ ἡ Ἐκκλησία οὐκ ἐβαρεῖτο. Καλῶς προσέθηκεν, Εἴ τις πιστός· παρὰ γὰρ τῶν ἀπίστων οὐκ ἔδει τὰς πιστὰς τρέφεσθαι, ἵνα µὴ δόξωσι δεῖσθαι αὐτῶν. Καὶ ὅρα πῶς παραµυθητικῶς· Οὐκ εἶπε, Πολυτέλειάν τινα χορηγείτω, ἀλλ', Ἐπαρκείτω αὐταῖς. Ἵνα ἡ Ἐκκλησία, φησὶ, ταῖς ὄντως χήραις ἐπαρκῇ. Ἄρα καὶ ταύτης τὸν µισθὸν αὕτη ἔχει τῆς βοηθείας· ἡ γὰρ βοηθοῦσα ταύτῃ, οὐ ταύτῃ βοηθεῖ µόνον, ἀλλὰ καὶ ἐκείναις, µετ' εὐρυχωρίας ἀφεῖσα αὐτὰς τρέφεσθαι. Βούλοµαι νεωτέρας, τί; τρυφᾷν; ἀλλὰ σπαταλᾷν; οὐδὲν τοιοῦτον, ἀλλὰ, Γαµεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Ἵνα γὰρ µὴ νοµίσῃς αὐτὸν εἰς τρυφὴν αὐτὰς προτρέπειν, ἐπήγαγε· Μηδεµίαν διδόναι ἀφορµὴν τῷ ἀντικειµένῳ λοιδορίας χάριν. Ἔδει µὲν γὰρ αὐτὰς εἶναι ἀνωτέρας τῶν βιωτικῶν· ἐπειδὴ δὲ κατώτεραι γεγόνασι, κἂν ἐν αὐτοῖς στηκέτωσαν. Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιµῆς ἀξιούσθωσαν, µάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Λέγει γὰρ ἡ Γραφή· Βοῦν ἀλοῶντα οὐ φιµώσεις· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ µισθοῦ αὐτοῦ.
15.2
Τιµὴν ἐνταῦθα τὴν θεραπείαν λέγει, τὴν τῶν ἀναγκαίων χορηγίαν. Τὸ γὰρ ἐπαγαγεῖν, Οὐ φιµώσεις βοῦν ἀλοῶντα, καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ µισθοῦ αὐτοῦ, τοῦτο δηλοῖ. Ἄρα καὶ ὅταν λέγῃ, Χήρας τίµα, τοῦτο λέγει περὶ τῆς τῶν ἀναγκαίων τροφῆς, Ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ, φησί· καὶ πάλιν, Τίµα τὰς ὄντως χήρας· τουτέστι, τὰς ἐν πενίᾳ· ὅσῳ γὰρ ἄν τις ἐν πενίᾳ ᾖ, τοσούτῳ µᾶλλόν ἐστι χήρα. Τίθησι τὸ τοῦ νόµου, τίθησι τὸ τοῦ Χριστοῦ, ἀµφότερα συµφωνοῦντα. Ὁ µὲν γὰρ νόµος φησὶν, Οὐ φιµώσεις βοῦν ἀλοῶντα. Ὁρᾷς πῶς βούλεται κάµνειν τὸν διδάσκαλον; Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄλλος πόνος τοιοῦτος, ὡς ὁ ἐκείνου. Ἀλλ' ἐκεῖνο µὲν τοῦ νόµου· πῶς δὲ καὶ τὸ τοῦ Χριστοῦ τίθησιν; Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ µισθοῦ αὑτοῦ. Μὴ τῷ µισθῷ τοίνυν προσέχωµεν µόνῳ, ἀλλὰ καὶ πῶς προσέταξε· φησὶ γὰρ, Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ ἐστιν. Ὥστε εἴ τις τρυφᾷ καὶ ἀνίεται, οὐκ ἔστιν ἄξιος· εἰ µή τίς ἐστι βοῦς ἀλοῶν, καὶ πρὸς πνῖγος καὶ πρὸς ἀκάνθας τὸ ζεῦγος ἀνέχων ἕλκει, καὶ οὐ πρότερον ἀφίσταται, ἕως ταῖς ἀποθήκαις τοὺςκαρποὺς εἰσκοµίσει, οὐκ ἔστιν ἄξιος. Ἄρα δεῖ µετὰ ἀφθονίας ἐπιῤῥέειν τοῖς διδασκάλοις τὴν τῶν ἀναγκαίων χορηγίαν, ἵνα µὴ κάµνωσι µήτε ἐκλύωνται, µηδὲ περὶ τὰ µικρὰ σχολάζοντεςτῶν µεγάλων ἀποστερῶσιν ἑαυτούς· ἵνα τὰ πνευµατικὰ ἐργάζωνται, µηδένα τῶν βιωτικῶν ποιούµενοι λόγον. Τοιοῦτοι ἦσαν οἱ Λευῗται· οὐδὲν αὐτοῖς ἔµελε τῶν βιωτικῶν, ὅτι τοῖς λαϊκοῖς ἔµελε τῆς αὐτῶν προνοίας, καὶ νόµῳ ἐτέτακτο τὰ τῶν προσόδων, οἷον αἱ δεκάται, τὰ ἀπὸ τῶν χρυσίων, αἱ ἀπαρχαὶ, αἱ εὐχαὶ, καὶ πολλὰ ἕτερα. Ἀλλ' ἐκείνοις µὲν εἰκότως ταῦτα ἐνοµοθέτει, ἅτε τὰ παρόντα ζητοῦσιν· ἐγὼ δὲ πλέον οὐδὲν λέγω τοῦ δεῖν τοὺς προεστῶτας ἔχειν τροφὰς καὶ σκεπάσµατα, ἵνα µὴ περιέλκωνται εἰς ταῦτα. Τί δέ ἐστι,∆ ιπλῆς τιµῆς;∆ ιπλῆς τῆς πρὸς τὰς χήρας, ἢ τῆς πρὸς τοὺς διακόνους, ἢ ἁπλῶς διπλῆς τιµῆς πολλῆς φησι. Μὴ τοῦτο τοίνυν µόνον σκοπῶµεν, ὅτι διπλῆς αὐτοὺς τιµῆς ἠξίωσεν, ἀλλ' ὅτι προσέθηκε, Τοὺς καλῶς προεστῶτας. Τί δέ ἐστι, Καλῶς προεστῶτας; Ἀκούσωµεν τοῦ Χριστοῦ λέγοντος· Ὁ ποιµὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ἄρα τοῦτό ἐστι καλῶς προεστάναι, µηδενὸς φείδεσθαι τῆς ἐκείνων κηδεµονίας ἕνεκεν. Μάλιστα, φησὶν οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες µὴ δεῖν λόγου, µηδὲ διδασκαλίας; ὅπου γε καὶ Τιµοθέῳ τοσαῦτα παραινεῖ λέγων, Ταῦτα µελέτα, ἐν τούτοις ἴσθι· καὶ πάλιν, Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντας. Καὶ τούτους µάλιστα πάντων τῶν ἄλλων τιµᾶσθαι βούλεται· καὶ τὴν αἰτίαν τίθησιν, ὅτι πολὺν πόνον ὑποµένουσι, φησίν. Εἰκότως. Ὅταν γὰρ ὁ µὲν ἕτερος µήτε ἀγρυπνῇ, µήτε φροντίζῃ, ἀλλὰ ἁπλῶς συνεδρεύῃ ἐν ἀδείᾳ καὶ ἀµεριµνίᾳ, ἐκεῖνος δὲ κόπτηται φροντίζων, µελετῶν, καὶ µάλιστα, ὅταν ἄπειρος ᾖ καὶ λόγων τῶν ἔξωθεν, πῶς οὐ δεῖ µάλιστα τιµῆς ἀπολαύειν καὶ πρὸ τῶν ἄλλων ἁπάντων αὐτὸν εἰς τοσούτους πόνους ἑαυτὸν ἀφιέντα; Μυρίαις γὰρ γλώσσαις ἐστὶν ὑπεύθυνος· ὁ δεῖνα ἐµέµψατο, ἕτερος ἐπῄνεσεν, ἄλλος ἔσκωψεν, ἄλλος διέβαλε τὴν µνήµην καὶ τὴν σύνθεσιν· καὶ δεῖ αὐτῷ πολλῆς ἰσχύος, ὥστε ταῦτα φέρειν. Μέγα γὰρ τοῦτο, µέγα πρὸς Ἐκκλησίας οἰκοδοµὴν, καὶ πολὺ συντελεῖ τὸ διδακτικοὺς εἶναι τοὺς προεστῶτας· κἂν τοῦτο µὴ παρῇ, πολλὰ τῶν ἐν ταῖς Ἐκκλησίαις οἴχεται.∆ ιὰ τοῦτο µετὰ τῶν ἄλλων, µετὰ τοῦ φιλοξένου καὶ τοῦ ἐπιεικοῦς, µετὰ τοῦ ἀλήπτου, καὶ τοῦτο ἀριθµεῖ λέγων, διδακτικόν. Ἐπεὶ διὰ τί διδάσκαλος λέγεται; Ναὶ, φησὶν, ἵνα τῷ βίῳ διδάσκῃ φιλοσοφίαν. Ὥστε ταῦτα περιττὰ, καὶ οὐ δεῖ τῆς ἀπὸ τῶν λόγων διδασκαλίας εἰς προκοπήν. Καὶ πῶς ὁ Παῦλός φησι, Μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ; ὅταν γὰρ περὶ δογµάτων ᾖ λόγος, ποῖος βίος ἐνταῦθα ἰσχὺν ἔχει; Τίνα λόγον δέ φησιν; Οὐ τὸν κοµπώδη, οὐδὲ τὸν τὴν κοµψείαν ἔχοντα τὴν ἔξωθεν, ἀλλὰ τὸν ἰσχὺν πολλὴν κεκτηµένον τοῦ πνεύµατος, τὸν συνέσεως γέµοντα καὶ φρονήσεως. Οὐ κατασκευῆς οὖν αὐτῷ καὶ φράσεως δεῖ, ἀλλὰ νοηµάτων, οὐδὲ συνθήκης, ἀλλὰ φρενῶν. Κατὰ πρεσβυτέρου κατηγορίαν µὴ παραδέχου, ἐκτὸς εἰ µὴ ἐπὶ δύο ἢ τριῶν µαρτύρων. Κατὰ γὰρ νεωτέρου δεῖ ἐκτὸς µαρτύρων κατηγορίαν δέχεσθαι; κατὰ δὲ ὅλως τινὸς, καὶ οὐχὶ µετὰ ἀκριβείας πάντοτε δεῖ τὰς κρίσεις ποιεῖσθαι; Τί οὖν ἐστιν ὃ λέγει; Οὐδὲ ἐπὶ ἄλλων, φησὶ, µάλιστα δὲ κατὰ πρεσβυτέρου. Πρεσβύτερον γὰρ ἐνταῦθά φησιν, οὐχὶ τὸ ἀξίωµα, ἀλλὰ τὴν ἡλικίαν, ἐπειδήπερ εὐκολώτερον ἁµαρτάνουσιν οἱ νέοι τῶν πρεσβυτέρων.∆ ῆλον δέ ἐστιν ἐντεῦθεν, ὅτι Ἐκκλησίαν λοιπὸν ἦν ἐµπεπιστευµένος ὁ Τιµόθεος, ἢ καὶ ἔθνος ὁλόκληρον τὸ τῆς Ἀσίας· διὸ καὶ περὶ πρεσβυτέρων αὐτῷ διαλέγεται. Τοὺς ἁµαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. Τουτέστι, Μὴ ταχέως ἔκκοπτε, ἀλλὰ µετὰ πολλῆς τῆς ἀκριβείας ἅπαντα περιεργάζου· ὅταν µέντοι µάθῃς σαφῶς, σφοδρῶς ἐπέξιθι, ἵνα οἱ ἄλλοι σωφρονισθῶσιν. Ὥσπερ γὰρ τὸ ἁπλῶς κατακρίνειν βλαβερὸν, οὕτω τὸ µὴ ἐπεξιέναι τοῖς φανεροῖς ἁµαρτήµασιν, ὁδόν ἐστι δοῦναι τοῖς ἄλλοις τοῦ τὰ αὐτὰ ποιεῖν καὶ τολµᾷν. Ἔλεγχε δὲ, εἶπε, δηλῶν ὅτι οὐχ ἁπλῶς, ἀλλὰ µετὰ ἀποτοµίας· οὕτω γὰρ καὶ οἱ λοιποὶ φόβον ἕξουσι. Πῶς οὖν φησιν ὁ Χριστὸς, Ὕπαγε, ἔλεγξον αὐτὸν µεταξὺ σοῦ καὶ αὐτοῦ µόνου, ἐὰν εἰς σὲ ἁµάρτῃ; Πλὴν κἀκεῖνον συγχωρεῖ ἐν τῇ ἐκκλησίᾳ ἐλέγχεσθαι.
15.3
Τί οὖν; οὐχὶ σκανδαλίζει µᾶλλον τὸ ἐνώπιον πάντων ἐλέγχεσθαι; Πῶς; Ὅταν γὰρ τὸ ἁµάρτηµα ὦσιν εἰδότες, τὴν δὲ κόλασιν οὐκέτι, µᾶλλον σκανδαλίζονται. Ὥσπερ γὰρ ἀτιµωρήτων µενόντων τῶν ἁµαρτανόντων, πολλοὶ οἱ πληµµελοῦντες· οὕτω κολαζοµένων, πολλοὶ οἱ κατορθοῦντές εἰσιν. Οὕτω καὶ ὁ Θεὸς ἐποίησε· τὸν Φαραὼ εἰς µέσον ἀγαγὼν ἐκόλασε, καὶ τὸν Ναβουχοδονόσορ, καὶ πολλοὺς ἑτέρους καὶ κατὰ πόλιν, καὶ κατὰ ἄνθρωπον ὁρῶµεν δίκην δεδωκότας. Ἄρα βούλεται πάντας φόβον ἔχειν παρὰ τοῦ ἐπισκόπου, καὶ πᾶσιν αὐτὸν ἐφίστησιν. Ἐπειδὴ γὰρ πολλὰ ἀπὸ ὑπονοίας κρίνεται, δεῖ, φησὶν, εἶναι τοὺς µαρτυροῦντας, καὶ διελέγχοντας αὐτὸν κατὰ τὸν παλαιὸν νόµον. Ἐπὶ γὰρ δύο ἢ τριῶν µαρτύρων σταθήσεται πᾶν ῥῆµα. Κατὰ πρεσβυτέρου, φησὶ, κατηγορίαν µὴ παραδέχου. Οὐκ εἶπε, µὴ κατακρίνῃς, ἀλλὰ, µηδὲ δέξῃ κατηγορίαν, µηδὲ ὅλως εἰς κρίσιν καταθῇς. Τί οὖν, ἂν καὶ οἱ δύο ψεύδωνται; Τοῦτο σπανιάκις συµβαίνει· ἔνι δὲ ἀπὸ τῆς κρίσεως ἐξεταζόµενον καὶ τοῦτο γενέσθαι δῆλον. Τὰ γὰρ ἁµαρτήµατα ἀγαπητὸν καὶ δύο µάρτυρας ἔχειν, διὰ τὸ λάθρα γίνεσθαι καὶ κεκρυµµένως· ὥστε πολλῆς δοκιµασίας σηµεῖον τοῦτο. Τί οὖν, ἂν µὲν ὡµολογηµένα ᾖ τὰ ἁµαρτήµατα, µάρτυρας δὲ µὴ ἔχῃ, ἀλλὰ πονηρὰν ὑπόνοιαν; Εἶπον ἄνω, φησὶ,∆ εῖ δὲ αὐτὸν καὶ µαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν. Μετὰ φόβου τοίνυν ἀγαπῶµεν τὸν Θεόν· δικαίῳ µὲν γὰρ νόµος οὐ κεῖται· οἱ δὲ πολλοὶ καὶ τὴν ἀρετὴν ἀνάγκῃ µετερχόµενοι, καὶ οὐ προθέσει, µεγάλα ἀπὸ τοῦ φόβου καρποῦνται, πολλάκις τὰς ἐπιθυµίας ἐκκόπτοντες τὰς ἑαυτῶν.∆ ιὰ τοῦτο περὶ γεέννης ἀκούωµεν, ἵνα πολύ τι καρπωσώµεθα ἀπὸ τῆς ἀπειλῆς καὶ τοῦ φόβου τούτου. Εἰ γὰρ µέλλων ἐµβάλλειν εἰς αὐτὴν τοὺς ἁµαρτάνοντας, µὴ προεῖπε ταύτης τὴν ἀπειλὴν, πολλοὶ ἐνέπεσον ἂν εἰς αὐτήν. Εἰ γὰρ νῦν τοῦ φόβου κατασείοντος ἡµῶν τὰς ψυχὰς, εἰσί τινες οἱ οὕτω ῥᾳδίως ἁµαρτάνοντες, ὡς οὐδὲ οὔσης αὐτῆς· εἰ µηδὲν τούτων εἴρητο µήτε ἠπείλητο, τί οὐκ ἂν εἰργασάµεθα δεινόν; Ὥστε, ἅπερ ἀεί φηµι, τῆς βασιλείας οὐχ ἧττον ἡ γέεννα τοῦ Θεοῦ τὴν κηδεµονίαν δείκνυσιν. Ἡ γέεννα γὰρ τῇ βασιλείᾳ συµπράττει, τοὺς ἀνθρώπους τῷ φόβῳ ὠθοῦσα πρὸς αὐτήν. Μὴ οὖν ἀπηνείας µηδὲ ὠµότητος εἶναι τὸ πρᾶγµα νοµίσωµεν, ἀλλὰ ἐλέου καὶ φιλανθρωπίας πολλῆς καὶ κηδεµονίας καὶ φίλτρου τοῦ περὶ ἡµᾶς. Εἰ µὴ ἠπειλήθη καταστροφὴ ἐπὶ Ἰωνᾶ, οὐκ ἂν ἐκωλύθη ἡ καταστροφή· εἰ µὴ εἶπεν, ὅτι Καταστραφήσεται Νινευῒ, οὐκ ἂν ἔστη Νινευΐ· εἰ µὴ ἠπειλήθη γέεννα, ἅπαντες ἂν εἰς γέενναν ἐνεπέσοµεν· εἰ µὴ ἠπειλήθη πῦρ, οὐδεὶς ἂν διέφυγε τὸ πῦρ. Ἐναντία ὧν βούλεται πράττειν λέγει, ἵνα πράττῃ ἃ βούλεται. Οὐ βούλεται τὸν θάνατον τοῦ ἁµαρτωλοῦ, καὶ λέγει τὸν θάνατον τοῦ ἁµαρτωλοῦ, ἵνα µὴ ἐµβάλῃ εἰς θάνατον· οὐκ εἶπε ῥήµατι µόνον, ἀλλὰ καὶ τὸ ἔργον δείκνυσιν, ἵνα φεύγωµεν. Ἵνα δὲ µή τις νοµίσῃ ἀπειλὴν εἶναι τὸ πρᾶγµα µόνον, ἀλλὰ καὶ ὄντως εἶναι, ἀπὸ τῶν ἐνταῦθα γεγονότων δῆλον τοῦτο ἐποίησεν. Ἢ οὐ δοκεῖ σοι τῆς γεέννης εἶναι σύµβολον ὁ κατακλυσµὸς, ὁ τῆς παντελοῦς πανωλεθρίας τοῦ ὑετοῦ τοῦ πυρός; Ὥσπερ γὰρ, φησὶν, ἐν ταῖς ἡµέραις Νῶε ἦσαν γαµοῦντες καὶ ἐκγαµίζοντες, οὕτω καὶ νῦν. Προεῖπε πρὸ πλείονος χρόνου τότε, καὶ νῦν προλέγει πρὸ ἐτῶν τετρακοσίων, ἢ καὶ πλειόνων, ἀλλ' οὐδεὶς ὁ προσέχων· πάντες µύθους τὸ πρᾶγµα εἶναι νοµίζουσι, πάντες γέλωτα, οὐδένα φόβος ἔχει, οὐδεὶς δακρύει, οὐδεὶς πατάσσει τὸ στῆθος. Ὁ ποταµὸς τοῦ πυρὸς ἀναβράσσεται, ἡ φλὸξ ἐκκαίεται, καὶ ἡµεῖς γελῶµεν καὶ τρυφῶµεν καὶ ἁµαρτάνοµεν ἀδεῶς. Οὐδεὶς εἰς νοῦν τὴν ἡµέραν ἐκείνην λαµβάνει ποτὲ, οὐδεὶς ἐννοεῖ, ὅ τι παρέρχεται τὰ παρόντα, ὅτι πρόσκαιρα ταῦτα, καίτοι τῶν πραγµάτων καθ' ἑκάστην ἡµέραν βοώντων, καὶ φωνὴν ἀφιέντων. Οἱ ἄωροι θάνατοι, αἱ τῶν πραγµάτων µεταβολαὶ, καὶ ζώντων ἡµῶν γινόµεναι, οὐ παιδεύουσιν ἡµᾶς, αἱ ἀῤῥωστίαι καὶ τὰ λοιπὰ νοσήµατα. Οὐκ ἐν τοῖς ἡµετέροις δὲ σώµασι τὰς µεταβολὰς µόνον, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς στοιχείοις ἴδοι τις ἄν· καὶ ἐν ταῖς ἡλικίαις δὲ καθ' ἑκάστην ἡµέραν τὸν θάνατον µελετῶµεν, καὶ ἐν πᾶσι τὸ ἄστατον πανταχοῦ διὰ τῶν πραγµάτων χαρακτηρίζεται. Οὐδέποτε χειµὼν ἔµεινεν, οὐδέποτε θέρος, οὐδὲ ἔαρ, οὐδὲ µετόπωρον, ἀλλὰ πάντα τρέχει καὶ ἀφίπταται καὶ ῥεῖ. Ἀλλὰ τί βούλει εἴπω τὰ ἄνθη, τὰ ἀξιώµατα, τοὺς βασιλεῖς τοὺς νῦν ὄντας, καὶ αὔριον οὐκ ὄντας; ἀλλὰ τοὺς πλουτοῦντας; ἀλλὰ τὰ οἰκοδοµήµατα τὰ λαµπρά; ἀλλὰ νύκτα καὶ ἡµέραν; ἀλλὰ τὸν ἥλιον; ἀλλὰ τὴν σελήνην; οὐ φθίνει καὶ αὐτή; καὶ αὐτὸς δὲ ὁ ἥλιος οὐκ ἐκλείπει πολλάκις, οὐ σκοτίζεται, οὐ νέφος αὐτὸν κρύπτει; Μή τι τῶν ὁρωµένων παραµένει διαπαντός; Οὐδὲν, ἀλλ' ἡ ψυχὴ µόνη τῶν ἐν ἡµῖν, καὶ ταύτης ἀµελοῦµεν. Τῶν µὲν ἀλλοιουµένων, ὡς µενόντων πολλὴν ποιούµεθα πρόνοιαν· τῆς δὲ µενούσης, ἀεὶ ὡς παρερχοµένης οὐδένα ἔχοντες λόγον. Ὁ δεῖνα µεγάλα δύναται; Ἀλλ' ἕως αὔριον, µετὰ δὲ ταῦτα ἀπολεῖται· καὶ δῆλον ἐκ τῶν µείζονα δυνηθέντων, καὶ νῦν οὐδαµοῦ φαινοµένων. Σκηνή τίς ἐστιν ὁ βίος, καὶ ὄναρ. Καθάπερ γὰρ ἐπὶ τῆς σκηνῆς τοῦ σκήνους ἀρθέντος αἱ ποικιλίαι διαλύονται, καὶ τὰ ὀνείρατα τῆς ἀκτῖνος φανείσης πάντα ἀφίπταται· οὕτω καὶ νῦν τῆς συντελείας γενοµένης, καὶ τῆς κοινῆς καὶ τῆς ἑνὸς ἑκάστου, πάντα λύεται καὶ ἀφανίζεται. Καὶ ξύλον µὲν, ὃ ἐφύτευσας, µένει, καὶ ἡ οἰκία, ἣν οἰκοδοµεῖς, καὶ αὐτὴ µένει· ὁ δὲ τεχνίτης καὶ ὁ γεωργὸς ἀπάγονται καὶ διαφθείρονται. Καὶ τούτων γινοµένων, οὐδὲ οὕτως ἐντρεπόµεθα, ἀλλ' ὡς ἀθάνατοι ταῦτα πάντα κατασκευάζοµεν, τρυφῶντες καὶ σπαταλῶντες.
15.4
Ἄκουσον τί φησιν ὁ Σολοµῶν, ὁ ἔργῳ πεῖραν λαβὼν τῶν παρόντων πραγµάτων· Ὠκοδόµησά µοι οἰκίας, φησὶν, ἐφύτευσα κήπους καὶ παραδείσους, ἀµπελῶνας καὶ κολυµβήθρας ὑδάτων, ἀργύριον καὶ χρυσίον ἐγένετό µοι, ἐποίησάµοι ᾄδοντας καὶ ᾀδούσας, ποίµνια καὶ βουκόλια. Οὐδεὶς γὰρ οὕτως ἐγένετο τρυφηλὸς, οὐδεὶς οὕτως ἔνδοξος, οὐδεὶς οὕτω σοφὸς, οὐδεὶς οὕτως ἄρχων, οὐδεὶς οὕτω κατὰ νοῦν πάντα εἶδεναὐτῷ προκεχωρηκότα. Τί οὖν; Οὐδὲν τούτων ἀπώνατο· ἀλλὰ τί φησι µετὰ ταῦτα πάντα; Ματαιότης γὰρ, φησὶ, µαταιοτήτων, τὰ πάντα µαταιότης· οὐχ ἁπλῶς µαταιότης, ἀλλὰ καθ' ὑπερβολήν. Πεισθῶµεν αὐτῷ, παρακαλῶ, τῷ διὰ πείρας ἥκοντι· πεισθῶµεν αὐτῷ, καὶ ἐπιλαβώµεθα πραγµάτων, ἔνθα οὐκ ἔτι µαταιότης, ἔνθα ἀλήθεια, ἔνθα πάντα πάγια καὶ βέβαια, ἔνθα πάντα ἐπὶ τῆςπέτρας ᾠκοδόµηται, ἔνθα γῆρας οὐκ ἔνι, οὐδὲ πάροδος, ἔνθα πάντα ἀνθεῖ, ἔνθα πάντα ἀκµάζει, ἔνθα παλαιούµενον οὐδὲν, οὐδὲ γηράσκον, οὐδὲ ἐγγὺς ἀφανισµοῦ. Ποθήσωµεν, παρακαλῶ, γνησίως τὸν Θεὸν, µὴ φόβῳ γεέννης, ἀλλ' ἐπιθυµίᾳ βασιλείας. Τί γὰρ, εἰπέ µοι, τοῦ τὸν Χριστὸν ἰδεῖν ἴσον; Οὐδὲν οὐκ ἔστι. Τί δὲ τοῦ ἀπολαῦσαι τῶν ἀγαθῶν ἐκείνων ἴσον; Οὐκ ἔστιν οὐδέν· εἰκότως. Οὔτε γὰρ ὀφθαλµὸς εἶδε, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίµασεν ὁ Θεὸς, φησὶ, τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκείνων ἐπιτυχεῖν σπουδάσωµεν, καταφρονήσωµεν τούτων. Οὐχὶ µυριάκις αὐτῶν κατηγοροῦµεν, ὅτι οὐδὲν ὁ βίος ὁ ἀνθρώπινος; Τί σπουδάζεις περὶ τὸ µηδέν; τί πόνους ὑφίστασαι περὶ τὸ µηδέν; Ἀλλ' ὁρᾷς οἰκοδοµὰς λαµπρὰς, καὶ τούτων ἀπατᾷ σε ἡ θέα; Ἀλλ' εὐθέως ἴδε εἰς τὸν οὐρανὸν, ἀνάβλεψον ἀπὸ τῶν λίθων καὶ κιόνων πρὸς ἐκεῖνο τὸ κάλλος, καὶ ὄψει ταῦτα ὅτι µυρµήκων καὶ κωνώπων ἐστὶν ἔργα. Ἐµφιλοσόφησον τῇ θέᾳ· ἄνιθι πρὸς τὰ ἐν τῷ οὐρανῷ· ἐκεῖθεν κατάµαθε τὰς λαµπρὰς οἰκοδοµὰς, καὶ ὄψει οὐδὲν οὔσας, ἀλλὰ παίδων ἀθύρµατα µικρῶν. Εἶδες πῶς λεπτότερος, πῶς κουφότερος, πῶς καθαρώτερος καὶ διαυγέστερος ὁ ἀὴρ, ὅσῳ ἂν ἀναβαίνῃς εἰς ὕψος; Ἐκεῖ οἱ τὴν ἐλεηµοσύνην ἐργαζόµενοι τὰς οἰκίας ἔχουσι, τὰς σκηνάς. Ταῦτα ἐν τῇ ἀναστάσει καταλύεται, µᾶλλον δὲ πρὸ τῆς ἀναστάσεως χρόνος ἐπελθὼν διέφθειρε καὶ ἠφάνισε καὶ διέλυσε· καὶ πρὸ τοῦ χρόνου δὲ ἐν αὐτῇ πολλάκις τῇ ἀκµῇ καὶ τῇ ὥρᾳ ἢ σεισµὸς κατήνεγκεν, ἢ καὶ ἐµπρησµὸς τὸ πᾶν ἐλυµήνατο. Οὐ γὰρ δὴ ἐν ταῖς ἡλικίαις τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐν ταῖς οἰκοδοµαῖς εἰσιν ἄωροι θάνατοι· καὶ πολλάκις τὰ µὲν σαθρὰ τῷ χρόνῳ γενόµενα, τῆς γῆς τιναχθείσης, ἔµεινεν ἀκλινῆ· τὰ δὲ ἀπαστράπτοντα, καὶ πεπηγότα, καὶ νεοκατασκεύαστα, ὑπὸ βροντῆς µόνης κατεσείσθη καὶ ἀπώλετο· καὶ τοῦτο τοῦ Θεοῦ οἰκονοµοῦντος, οἶµαι, ἵνα µὴ µέγα φρονῶµεν ἐν ταῖς οἰκοδοµαῖς. Βούλει καὶ ἑτέρως µὴ ἀθυµεῖν, ἐπὶ τὰ κοινὰ ἐλθὲ οἰκοδοµήµατα, ὧν ἴσον µετέχεις καὶ σύ. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οἰκία, κἂν σφόδρα ᾖ λαµπρὰ, τῶν δηµοσίων οἰκοδοµηµάτων λαµπροτέρα. Ἐνδιάτριψον ὅσον χρόνον θέλεις ἐκεῖ· σά ἐστιν ἐκεῖνα, σά ἐστι µετὰ τῶν ἄλλων· κοινά ἐστι, καὶ οὐκ ἴδια. Ἀλλ' οὐ τέρπει ταῦτα, φησίν. Οὐ τέρπει, πρῶτον µὲν τῇ συνηθείᾳ, δεύτερον δὲ τῇ πλεονεξίᾳ. Ἄρα τὸ τερπνὸν ἡ πλεονεξία ἐστὶν, οὐχὶ τὸ κάλλος· ἄρα ἡ τέρψις ἡ πλεονεξία ἐστὶ, καὶ τὸ τὰ πάντων βούλεσθαι ἰδιοποιεῖσθαι. Μέχρι τίνος τούτοις προσηλώµεθα; µέχρι τίνος τῇ γῇ προσπεπήγαµεν, καὶ καθάπερ οἱ σκώληκες, περὶ τὸν βόρβορον ἐγκαλινδούµεθα; Τὸ σῶµα ἡµῖν ἔδωκεν ὁ Θεὸς ἀπὸ γῆς, ἵνα καὶ αὐτὸ εἰς οὐρανὸν ἀναγάγωµεν, οὐχ ἵνα δι' αὐτοῦ καὶ τὴν ψυχὴν εἰς γῆν κατασπῶµεν· γεῶδές ἐστιν, ἀλλ', ἐὰν θέλω, οὐράνιον γίνεται. Ὅρα πόσῃ τετίµηκεν ἡµᾶς τιµῇ, τοιοῦτον ἔργον ἐπιτρέψας ἡµῖν. Ἐποίησα, φησὶν, ἐγὼ γῆν καὶ οὐρανόν· δίδωµι καὶ σοὶ δηµιουργίαν, ποίησον τὴν γῆν οὐρανόν· δύνασαι γάρ. Ὁ ποιῶν πάντα, καὶ µετασκευάζων αὐτὰ, περὶ τοῦ Θεοῦ εἴρηται. Ἀλλὰ ταύτην καὶ τοῖς ἀνθρώποις ἔδωκε τὴν ἐξουσίαν· καθάπερ τις πατὴρ φιλόστοργος ζωγραφῶν οὐκ αὐτὸς µόνος, ἀλλὰ καὶ τὸ παιδίον βούλεται ἄγειν εἰς τὴν ἴσην µάθησιν. Ἐποίησα, φησὶν, ἐγὼ σῶµα καλόν· δίδωµι σοὶ τοῦ κρείττονος τὴν δηµιουργίαν· ποίησον σὺ ψυχὴν καλήν. Εἶπον ἐγὼ, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, καὶ πᾶν ξύλον κάρπιµον· εἰπὲ καὶ σὺ, Ἐξαγαγέτω ἡ γῆ αὕτη καρπὸν τὸν ἴδιον, καὶ ἐξελεύσεται ὃ ἐὰν θέλῃς ἐνεργῆσαι. Ποιῶ θέρος καὶ ὁµίχλην, στερεῶ βροντὴν, καὶ κτίζω πνεῦµα, ἔπλασα δρά κοντα ἐµπαίζειν αὐτῷ, τουτέστι, τὸν διάβολον. Οὐδὲ σοὶ ταύτης ἐφθόνησα τῆς ἐξουσίας· ἔµπαιξον καὶ σὺ, εἰ θέλεις· δύνασαι γὰρ ὡς στρουθίον δῆσαι αὐτόν. Ἀνατέλλω τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς· µίµησαι καὶ σὺ, µετάδος τῶν σῶν καὶ ἀγαθοῖς καὶ πονηροῖς. Ὑβριζόµενος φέρω καὶ εὐεργετῶ τοὺς ὑβρίζοντας· µίµησαι καὶ σύ· δύνασαι γάρ. Εὖ ποιῶ, οὐκ ἐπὶ ἀντιδόσει· µίµησαι καὶ σὺ, καὶ µὴ εὖ ποιήσῃς ἐπὶ ἀντιδόσει, µηδὲ ἐπὶ ἀµοιβῇ. Ἀνῆψα φωστῆρας εἰς τὸν οὐρανόν· ἄναψον καὶ σὺ τούτων λαµπροτέρους, δύνασαι γάρ· τοὺς ἐν πλάνῃ φώτισον· µείζων ἡ εὐεργεσία ἐκείνη τοῦ τὸν ἥλιον ὁρᾷν τὸ ἐµὲ ἐπιγινώσκειν. Ἄνθρωπον οὐ δύνασαι ποιῆσαι, ἀλλὰ δίκαιον δύνασαι ποιῆσαι καὶ εὐάρεστον τῷ Θεῷ. Ἐγὼ τὴν οὐσίαν εἰργασάµην· σὺ καλλώπισον τὴν προαίρεσιν. Ὅρα πῶς σε φιλῶ, καὶ ἐν τοῖς µείζοσί σοι ἔδωκα τὴν ἰσχύν. Ὁρᾶτε, ἀγαπητοὶ, πῶς τετιµήµεθα· καί τινες τῶν ἀλογίστων καὶ ἀγνωµόνων λέγουσι,∆ ιὰ τί τῆς προαιρέσεώς ἐσµεν κύριοι; Ταῦτα πάντα ὅσα διήλθοµεν, ἐν οἷς δυνάµεθα µιµεῖσθαι τὸν Θεὸν, εἰ µὴ προαίρεσις ἦν, οὐκ ἂν ἦν ἡµῖν δυνατὸν µιµήσασθαι. Ἄρχω, φησὶν, ἀγγέλων ἐγὼ, καὶ σὺ διὰ τῆς ἀπαρχῆς. Ἐπὶ θρόνου κάθηµαι βασιλικοῦ· καὶ σὺ συγκάθησαι διὰ τῆς ἀπαρχῆς· Συνήγειρε, φησὶν, καὶ συνεκάθισεν ἡµᾶς ἐν δεξιᾷ τοῦ Πατρός. Προσκυνεῖ σε τὰ Χερουβὶµ καὶ τὰ Σεραφὶµ, πᾶσα ἡ ἀγγελικὴ δύναµις, ἀρχαὶ, ἐξουσίαι, θρόνοι, κυριότητες διὰ τῆς ἀπαρχῆς. Μὴ κατηγόρει τοῦ σώµατος, ὃ τοσαύτης ἀπολαύει τιµῆς, ὃ τρέµουσι καὶ αἱ ἀσώµατοι δυνάµεις. Ἀλλὰ τί εἴπω; οὐ τούτοις τὸ φίλτρον ἐπιδείκνυµαι µόνοις, ἀλλὰ καὶ οἷς ἔπαθον.∆ ιὰ σὲ ἐνεπτύσθην, ἐῤῥαπίσθην, τὴν δόξαν ἐκένωσα, τὸν Πατέρα εἴασα, καὶ πρὸς σὲ ἦλθον τὸν µισοῦντά µε καὶ ἀποστρεφόµενον, καὶ οὐδὲἀκοῦσαι βουλόµενον τὸ ὄνοµά µου· κατεδίωξα καὶ ἐπέδραµον, ἵνα σε κατάσχω· ἥνωσά σε καὶ συνῆψα ἐµαυτῷ· Φάγε µε, εἶπον, πίε µε. Καὶ ἄνω σε ἔχω, καὶ κάτω συµπλέκοµαί σοι. Οὐκ ἀρκεῖ σοι, ὅτι σου τὴν ἀπαρχὴν ἔχω ἄνω; οὐ παραµυθεῖται τοῦτο τὸν πόθον; καὶ κάτω πάλιν κατέβην, οὐχ ἁπλῶς µίγνυµαί σοι, ἀλλὰ συµπλέκοµαι, τρώγοµαι, λεπτύνοµαι κατὰ µικρὸν, ἵνα πολλὴ ἡ ἀνάκρασις γένηται καὶ ἡ µίξις καὶἡ ἕνωσις. Τὰ γὰρ ἑνούµενα ἐν οἰκείοις ἕστηκεν ὅροις· ἐγὼ δὲ συνυφαίνοµαί σοι. Οὐ βούλοµαι λοιπὸν εἶναί τι µέσον· ἓν εἶναι βούλοµαι τὰ ἀµφότερα. Ταῦτα οὖν εἰδότες, καὶ τὴν πολλὴν περὶ ἡµᾶς αὐτοῦ κηδεµονίαν, ἅπαντα πράττωµεν, ἅπερ ἂν ἡµᾶς µὴ ἀναξίους δύναται δεικνύναι τῶν µεγάλωναὐτοῦ δωρεῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note