Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Timothy
John ChrysostomHom. 1 Tim. 16 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
16.0
∆ ιαµαρτύροµαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίµατος, µηδὲν ποιῶνκατὰ πρόσκλισιν. Χεῖρας ταχέως µηδενὶ ἐπιτίθει, µηδὲ κοινώνει ἁµαρτίαις ἀλλοτρίαις. Σεαυτὸν ἁγνὸν τήρει. Μηκέτι ὑδρο πότει, ἀλλ' οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόµαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
16.1
∆ ιαλεχθεὶς περὶ ἐπισκόπων, περὶ διακόνων, ἀνδρῶν, γυναικῶν, περὶ χηρῶν, περὶ πρεσβυτέρων, περὶ τῶν ἄλλων ἁπάντων, καὶ δείξας ὅσων ἐστὶν ὁἐπίσκοπος κύριος, ὅτε περὶ κρίσεως ἔλεγεν, ἐπήγαγε·∆ ιαµαρτύροµαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίµατος, µηδὲνποιῶν κατὰ πρόσκλισιν. Καὶ φρικτῶς παραγγέλλει λοιπόν· οὐ γὰρ ἐπειδὴ Τιµόθεος ἦν τὸ τέκνον τὸ ἀγαπητὸν, ᾐδέσθη. Ὁ γὰρ περὶ ἑαυτοῦ µὴ αἰσχυνθεὶς εἰπεῖν, Φοβοῦµαι µή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιµος γένωµαι, πολλῷ µᾶλλον περὶ Τιµοθέου οὐκ ἂν ᾐδέσθηοὐδὲ ᾐσχύνθη. Ἀλλὰ τὸν µὲν Πατέρα καὶ τὸν Υἱὸν καλῶς παραλαµβάνει εἰς µαρτυρίαν· τοὺς µέντοι ἐκλεκτοὺς ἀγγέλους τίνος ἕνεκεν; Ἀπὸ πολλῆς ἐπιεικείας· ἐπεὶ καὶ Μωϋσῆς οὕτω φησί·∆ ιαµαρτύροµαι ὑµῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, διὰ τὴν πολλὴν ἐπιείκειαν τοῦ∆ εσπότου· καὶ πάλιν, Ἀκούσατε, φάραγγες, θεµέλια τῆς γῆς. Καλεῖ δὲ µάρτυρα τὸν Πατέρα καὶ τὸν Υἱὸν τῶν λεχθέντων, εἰς τὴν µέλλουσαν ἡµέραν ἀπολογούµενος αὐτοῖς, εἴ τι γένοιτο παρὰ τὸ δέον, ὡς τὸπᾶν ἀποδυσάµενος. Ἵνα ταῦτα, φησὶ, φυλάξῃς χωρὶς προκρίµατος, µηδὲν ποιῶν κατὰ πρόσκλισιν. Τουτέστιν, ἵνα κοινὸς ᾖς καὶ ἴσος τοῖς δικαζοµένοις, τοῖς ἐπὶ σοῦ κρινοµένοις, ἵνα σε µηδεὶς προκαταλάβῃ, µηδὲ προοικειώσηται. Τίνες δέ εἰσιν οἱ ἐκλεκτοὶ ἄγγελοι; Ἄρα ὡς ὄντων τινῶν οὐ τοιούτων. Ἐπεὶ καὶ ὁ Ἰακὼβ τὸν Θεὸν λαµβάνει ἰδίᾳ µάρτυρα, καὶ τὸν βουνόν. Οὕτω καὶ ἡµεῖς πολλάκις καὶ ὑπερέχοντα καὶ ἐλάττονα πρόσωπα εἰς µαρτυρίαν λαµβάνοµεν· οὕτω µέγα ἐστὶν ἡ µαρτυρία, ὡς ἂν εἰ ἔλεγε· Μάρτυρα καλῶ τὸν Θεὸν καὶ τὸν Υἱὸν αὐτοῦ καὶ τοὺς δούλους αὐτοῦ, ὅτι παρήγγειλά σοι· ἐπ' αὐτῶν ἰδού σοι παραγγέλλω. Φοβεῖ τὸν Τιµόθεον. Εἶτα τοῦτο εἰπὼν, ὃ πάντων µάλιστα καιριώτατον ἦν, ἐπήγαγε καὶ ὃ µάλιστα συνέχει τὴν Ἐκκλησίαν, τὸ τῶν χειροτονιῶν. Χεῖρας γὰρ, φησὶ, ταχέως µηδενὶ ἐπιτίθει, µηδὲ κοινώνει ἁµαρτίαις ἀλλοτρίαις. Τί ἐστι, Ταχέως; Μὴ ἐκ πρώτης δοκιµασίας, µηδὲ δευτέρας, µηδὲ τρίτης, ἀλλὰ πολλάκις περισκεψάµενος καὶ ἀκριβῶς ἐξετάσας· οὐ γὰρ ἀκίνδυνον τὸ πρᾶγµα. Τῶν γὰρ ἡµαρτηµένων ἐκείνῳ καὶ σὺ δίκην ὑφέξεις ὁ τὴν ἀρχὴν παρασχὼν, καὶ τῶν παρελθουσῶν ἁµαρτιῶν καὶ τῶν γενησοµένων. Ἀφεὶς γὰρ τὰς πρώτας ἀκαίρως, ὑπεύθυνος ἔσῃ καὶ τῶν ἐσοµένων, τούτων µὲν ὡς αἴτιος ὢν σὺ τοῦτον ἐπὶ τὴν ἀρχὴν ἀγαγὼν, τῶν δὲ παρελθουσῶν ὡςοὐκ ἀφεὶς αὐτὰς πενθῆσαι, οὔτε ἐν κατανύξει γενέσθαι. Ὥσπερ γὰρ τῶν κατορθωµάτων κοινωνεῖς, οὕτω καὶ τῶν ἁµαρτηµάτων. Σεαυτὸν ἁγνὸν τήρει. Περὶ σωφροσύνης φησὶν ἐνταῦθα. Μηκέτι ὑδροπότει, ἀλλ' οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόµαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ ἀνδρὶ µέχρι τοσούτου νηστείαις προσεσχηκότι, καὶ ἐπὶ τοσοῦτον ὕδατι χρησαµένῳ, ὡς καὶ ἀσθενεῖν, καὶ πυκνῶς ἀσθενεῖν, παραγγέλλει σωφρονεῖν, καὶ οὐκ ἀναίνεται ἐκεῖνος· πολλῷ µᾶλλον ἡµεῖς, ὅταν ἀκούσωµεν νουθεσίαν παρά τινος, οὐκ ὀφείλοµεν δυσχεραίνειν. Τί δήποτε δὲ οὐκ ἔῤῥωσεν αὐτοῦ τὸν στόµαχον; Οὐχ ὡς ἀδυνατῶν, ἀλλὰ µέγα τι καὶ ἐντεῦθεν οἰκονοµῶν· οὗ γὰρ τὰ ἱµάτια νεκροὺς ἀνίστη, εὔδηλον ὅτι καὶ τοῦτο ἐδύνατο. Τίνος οὖν ἕνεκεν; Ἵνα, κἂν νῦν ἴδωµεν ἄνδρας µεγάλους καὶ ἐναρέτους ἀσθενοῦντας, µὴ σκανδαλιζώµεθα· καὶ γὰρ ἐκεῖνο συµφερόντως ἐγένετο. Εἰ γὰρ αὐτῷ ἐδόθη ἄγγελοςΣατᾶν, ἵνα µὴ ὑπεραίρηται, πολλῷ µᾶλλον Τιµοθέῳ· ἱκανὰ γὰρ ἦν τὰ σηµεῖα εἰς ἀπόνοιαν ἆραι.∆ ιὰ τοῦτο νόµῳ ἰατρείας ἀφίησιν αὐτὸν δουλεῦσαι, ἵνα καὶ αὐτὸς µετριάζῃ, καὶ οἱ ἄλλοι µὴ σκανδαλίζωνται, καὶ µάθωσιν, ὅτι τῆς φύσεως ὄντες κἀκεῖνοιτῆς ἡµετέρας, οὕτω κατώρθουν ἅπερ κατώρθουν.∆ οκεῖ δέ µοι καὶ ἄλλως ἐπίνοσος εἶναι, καὶ τοῦτο δείκνυσι λέγων·∆ ιὰ τὰς πυκνάς σου ἀσθενείας, ἀπό τε σοῦ στοµάχου, ἀπό τε τῶν ἄλλων µερῶν. Οὐ µὴν ἀνῆκεν αὐτὸν ἀνέδην ἐµφορεῖσθαι τοῦ οἴνου, ἀλλ' ὅσον πρὸς ὑγείαν, οὐ πρὸς τρυφήν. Τινῶν ἀνθρώπων αἱ ἁµαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Ἐπειδὴ περὶ χειροτονιῶν ἔλεγε, Μὴ κοινώνει, φησὶν, ἁµαρτίαις ἀλλοτρίαις, τί οὖν, ἂν ἀγνοῶ, φησί; Τινῶν αἱ ἁµαρτίαι πρόδηλοί εἰσι, προάγουσαι αὐτοὺς εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσι. Τινῶν µὲν, φησὶ, δῆλοί εἰσιν, ὅτι προλαµβάνουσι· τινῶν δὲ οὒ, ἀλλ' ἐπακολουθοῦσιν. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται. Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας ἀξίους πάσης τιµῆς ἡγείσθωσαν, ἵνα µὴ τὸ ὄνοµα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφηµῆται. Πάσης τιµῆς ἀξίους, φησὶν, ἡγείσθωσαν. Μὴ γὰρ, ἐπειδὴ πιστὸς εἶ, νοµίσῃς ἐλεύθερος εἶναι· τοῦτό ἐστιν ἐλευθερία τὸ µᾶλλον δουλεύειν. Ὁ γὰρ ἄπιστος, ἂν µὲν ἴδῃ διὰ τὴν πίστιν αὐθαδῶς προσφεροµένους, βλασφηµήσει πολλάκις ὡς στάσιν ἐµποιοῦν τὸ δόγµα· ὅταν δὲ ἴδῃ πειθοµένους, µᾶλλον πεισθήσεται, µᾶλλον προσέξει τοῖς λεγοµένοις. Καὶ γὰρ καὶ ὁ Θεὸς καὶ τὸ κήρυγµα µέλλει βλασφηµεῖσθαι, µὴ πειθοµένων. Τί οὖν, φησὶν, ἂν ἄπιστοι ὦσιν οἱ δεσπόται; Καὶ οὕτως ὑπείκειν χρὴ διὰ τὸ τοῦ Θεοῦ ὄνοµα. Οἱ γὰρ πιστοὺς ἔχοντες, φησὶ, δεσπότας, µὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ µᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆςεὐεργεσίας ἀντιλαµβανόµενοι.
16.2
Ὡσεὶ ἔλεγεν, Εἰ τοσαύτης ἠξιώθητε τιµῆς, φησὶν, ὡς ἀδελφοὺς ἔχειν τοὺς δεσπότας, διὰ τοῦτο µάλιστα ὀφείλετε εἴκειν. Προάγουσαι, φησὶν, εἰς κρίσιν· τουτέστι, τῶν πονηρῶν, φησὶ, πράξεων αἱ µὲν λανθάνουσιν ὧδε, αἱ δὲ οὔ· ἐκεῖ δὲ οὐδὲ τὰ κακὰ, οὐδὲ τὰ καλὰ λαθεῖν δύναται. Τί ἐστι, Προάγουσαι εἰς κρίσιν, Οἷον ὅταν τις ἁµαρτάνῃ τὰ ἤδη αὐτὸν κατακρίνοντα, ὅταν τις ἀδιόρθωτος ᾖ, ὅταν τις ἐλπίζηται διορθώσασθαι, µηδὲνδὲ τοιοῦτον πράξῃ. Τί οὖν, καὶ πρὸς τί τοῦτο εἴρηται; Ὅτι κἂν ἐνταῦθά τινες λάθωσιν, ἀλλ' ἐκεῖ οὐ λήσονται· ἐκεῖ πάντα γυµνά ἐστιν. Αὕτη δὲ µεγίστη παραµυθία τοῖς κατορθοῦσιν. Εἶτα ἐπειδὴ εἶπε, Μηδὲν κατὰ πρόσκλησιν, ἀναγκαίως ἑρµηνεύων αὐτὸ ἐπήγαγε τὸ, Ὅσοι εἰσὶ ὑπὸ ζυγὸν δοῦλοι. Καὶ τί τοῦτο πρὸς τὸν ἐπίσκοπον, φησί; Καὶ πάνυ, ἵνα παραινῇ, ἵνα καὶ τούτους διδάσκῃ. Καλῶς δὲ καὶ ἐνταῦθα περὶ τούτων διατάττεται. Καὶ γὰρ ὁρῶµεν αὐτὸν πανταχοῦ τοῖς δούλοις µᾶλλον, ἢ τοῖς δεσπόταις ἐπιτάττοντα, καὶ τρόπους ὑποταγῆς ὑποδεικνύντα, καὶ πολὺν αὐτῶνποιούµενον λόγον. Ἐκείνοις µὲν οὖν µετὰ πολλῆς τῆς ἐπιεικείας ὑποτάττεσθαι παραινεῖ, τοῖς δὲ δεσπόταις ἀνεῖναι τὸν φόβον παρακαλεῖ, Ἀνιέντες, λέγων, τὴν ἀπειλήν. Καὶ τί δήποτε ταῦτα διατάττεται; ἐπὶ µὲν γὰρ τῶν ἀπίστων, εἰκότως· οὐ γὰρ εἶχε λόγον διαλέγεσθαι τοῖς µὴ προσέχουσιν· ἐπὶ δὲ τῶν πιστῶν, τίνος ἕνεκεν; Ὅτι µείζονα παρὰ τῶν δεσποτῶν εἰσφέρεται τοῖς δούλοις, ἢ παρὰ τῶν οἰκετῶν τοῖς δεσπόταις. Ἐκεῖνοι γάρ εἰσιν οἱ καὶ χρυσίον καταβάλλοντες, καὶ ὑπὲρ τῆς τῶν ἀναγκαίων εὐπορίας, καὶ ὑπὲρ τῶν ἐνδυµάτων, καὶ τῶν ἄλλων µεριµνῶντες ἁπάντων. Ὥστε µείζονα αὐτοῖς δουλείαν εἰσάγουσιν οἱ δεσπόται· ὅπερ καὶ ἐνταῦθα ᾐνίξατο εἰπὼν, ὅτι Πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαµβανόµενοι. Κόπτονται καὶ ταλαιπωροῦνται ὑπὲρ τῆς ὑµετέρας ἀναπαύσεως, καὶ οὐκ ὀφείλουσι πολλῆς ἀπολαύειν τιµῆς παρὰ τῶν οἰκετῶν; Εἰ δὲ τοῖς δούλοις οὕτως ἐπέταττε τοσαύτῃ κεχρῆσθαι τῇ ὑπακοῇ, ἐννοήσατε πῶς ἡµᾶς πρὸς τὸν∆ εσπότην διακεῖσθαι χρὴ, τὸν ἐκ τοῦ µὴ ὄντος εἰς τὸεἶναι ἡµᾶς παραγαγόντα, τὸν τρέφοντα, τὸν ἐνδιδύσκοντα. Εἰ καὶ µηδαµῶς οὖν ἑτέρως, κἂν ὡς οἱ οἰκέται οἱ ἡµέτεροι, δουλεύσωµεν αὐτῷ. Οὐχὶ πᾶσαν τὴν ζωὴν εἰς τοῦτο κατεστήσαντο ἐκεῖνοι εἰς τὸ ἀναπαύεσθαι τοὺς δεσπότας αὐτῶν, καὶ τοῦτο ἔργον αὐτοῖς ἐστι, καὶ οὗτος ὁ βίος τὰδεσποτικὰ µεριµνᾷν; οὐχὶ τὰ τοῦ δεσπότου πᾶσαν τὴν ἡµέραν µεριµνῶσι, τὰ δὲ αὐτῶν πολλάκις µικρὸν ἑσπέρας µέρος; Ἡµεῖς δὲ τοὐναντίον, τὰ µὲν ἡµέτερα διαπαντὸς, τὰ δὲ τοῦ∆ εσπότου οὐδὲ µικρὸν µέρος, καὶ ταῦτα οὐ δεοµένου τῶν ἡµετέρων, καθάπερ οἱ δεσπόταιτῶν δούλων, ἀλλὰ καὶ τούτων αὐτῶν πάλιν εἰς ἡµέτερον προχωρούντων κέρδος. Ἐκεῖ µὲν γὰρ ἡ διακονία τοῦ οἰκέτου τὸν δεσπότην ὠφελεῖ· ἐνταῦθα δὲ ἡ διακονία τοῦ δούλου τὸν µὲν∆ εσπότην οὐδὲν, πάλιν δὲ αὐτὸν τὸν οἰκέτην ὀνίνησι. Τῶν ἀγαθῶν γάρ µου, φησὶν, οὐ χρείαν ἔχεις. Εἰπὲ γάρ µοι, τί τῷ Θεῷ κέρδος, ἐὰν ἐγὼ δίκαιος ὦ; ποία δὲ βλάβη, ἐὰν ἄδικος; οὐχὶ ἀκήρατος ἡ φύσις ἐκείνη; οὐχὶ ἀβλαβής; οὐχὶ παντὸς ἀνωτέρα πάθους; Οἱ οἰκέται οὐδὲν ἴδιον ἔχουσιν, ἀλλὰ πάντα δεσποτικὰ, κἂν µυριάκις πλουτῶσιν· ἡµεῖς δὲ πολλὰ ἴδια ἔχοµεν, οὐχ ἁπλῶς τοσαύτης τιµῆς ἀπολαύοµεν παρὰ τοῦ τῶν ὅλων βασιλέως. Ποῖος δεσπότης ὑπὲρ οἰκέτου τὸν υἱὸν ἔδωκε τὸν ἑαυτοῦ; Οὐδείς· ἀλλὰ πάντες ἂν ἕλοιντο µᾶλλον τοὺς οἰκέτας ὑπὲρ τῶν παίδων δοῦναι. Ἐνταῦθα δὲ τοὐναντίον· τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡµῶν πάντων παρέδωκεν αὐτὸν, ὑπὲρ τῶν ἐχθρῶν, τῶν µισούντων αὐτόν. Οἱ οἰκέται, κἂν βαρέα τινὰ ἐπιτάττωνται, οὐδὲ οὕτω δυσχεραίνουσι, καὶ µάλιστα ἂν ὦσιν εὐγνώµονες· ἡµεῖς δὲ ἀποδυσπετοῦµεν µυρία. Τοῖς οἰκέταις οὐδὲν ἐπαγγέλλεται τοιοῦτον ὁ δεσπότης, οἷον ἡµῖν ὁ Θεός· ἀλλὰ τί; ἐλευθερίαν τὴν ἐνταῦθα, τὴν πολλάκις τῆς δουλείας χαλεπωτέραν. Πολλάκις γὰρ κατέλαβε λιµὸς, καὶ πικροτέρα δουλείας αὕτη ἡ ἐλευθερία γέγονε· καὶ τὸ δῶρον τοῦτο τὸ µέγιστον. Παρὰ δὲ τῷ Θεῷ οὐδὲν ἐπίκαιρον, οὐδὲν φθαρτὸν, ἀλλὰ τί; Βούλει µαθεῖν; ἄκουε. Οὐκ ἔτι λέγω ὑµᾶς δούλους, φησίν· ὑµεῖς φίλοι µού ἐστε. Αἰσχυνθῶµεν, ἀγαπητοὶ, φοβηθῶµεν· κἂν ὡς οἰκέται ἡµῖν δουλεύουσι, δουλεύσωµεν ἡµεῖς τῷ∆ εσπότῃ· µᾶλλον δὲ πρὸς τὸ πολλοστὸν µέρος τὴν δουλείαν ἡµεῖς ἐπιδεικνύµεθα; Ἐκεῖνοι διὰ τὴν ἀνάγκην φιλοσοφοῦσι, σκεπάσµατα µόνον ἔχουσι καὶ τροφάς· ἡµεῖς δὲ µυρία, τὰ µὲν ἔχοντες, τὰ δὲ ἐλπίζοντες, ὑβρίζοµεν τῇ τρυφῇ εἰς τὸν εὐεργέτην. Εἰ µηδαµόθεν ἄλλοθεν, κἂν παρ' ἐκείνων δεχώµεθα τῆς φιλοσοφίας τοὺς κανόνας. Οἶδε γὰρ ἡ Γραφὴ οὐχὶ πρὸς οἰκέτας, ἀλλὰ καὶ πρὸς ἄλογα πέµπειν τοὺς ἀνθρώπους· οἷον ὅταν τὴν µέλισσαν, ὅταν τοὺς µύρµηκας κελεύῃ µιµεῖσθαι. Ἐγὼ δὲ κἂν τοὺς οἰκέτας µιµήσασθαι παραινῶ· ὅσα ἐκεῖνοι διὰ τὸν φόβον τὸν ἡµέτερον πράττουσι, κἂν τοσαῦτα διὰ τὸν τοῦ Θεοῦ φόβον ἡµεῖς πράττωµεν· οὐ γὰρ εὑρίσκοµεν πράττοντας ὑµᾶς. Ἐκεῖνοι διὰ τὸν ἡµέτερον φόβον ὑβρίζονται µυριάκις, καὶ παντὸς φιλοσόφου µᾶλλον ἑστήκασι σιγῶντες· ὑβρίζονται καὶ δικαίως καὶ ἀδίκως, καὶ οὐκ ἀντιλέγουσιν, ἀλλὰ παρακαλοῦσιν, ἀδικοῦντες οὐδὲν πολλάκις. Οὐδὲν ἐκεῖνοι πλέον τῆς χρείας λαµβάνοντες, πολλάκις δὲ καὶ ἔλαττον στέργουσι· καὶ ἐπὶ στιβάδος καθεύδοντες, καὶ ἄρτου µόνον πληρούµενοι, καὶ τὴν ἄλλην πᾶσαν δίαιταν ἔχοντες εὐτελῆ, οὐκ ἐγκαλοῦσιν, οὐδὲ δυσχεραίνουσιν ἐκεῖνοιδιὰ τὸν παρ' ἡµῶν φόβον· ἐµπιστευόµενοι χρήµατα, πάντα ἀποδιδόασι( µὴ γάρ µοι τοὺς µοχθηροὺς εἴπῃς τῶν οἰκετῶν, ἀλλὰ τοὺς µὴ λίαν κακούς)· ἂν ἀπειλήσωµεν, εὐθέως συστέλλονται. Ἆρα οὐ φιλοσοφίας ταῦτα; Μὴ γὰρ ὅτι ἀνάγκῃ γίνεται εἴπῃς, ὅτι καὶ ἐπὶ σοὶ ἀνάγκη τῆς γεέννης ἐπίκειται, καὶ οὐδὲ οὕτω σωφρονεῖς, οὐδὲ τοσαύτην παρέχεις τιµὴν τῷ Θεῷ, ὅσης ἀπολαύεις παρὰ τῶν οἰκετῶν· ἔχει ἕκαστος τῶν οἰκετῶν οἴκηµα τὸ νενοµοθετηµένον, καὶ οὐκ ἐπεµβαίνει τῷ τοῦ πλησίον, οὐδὲ λυµαίνεται τῇ ἐπιθυµίᾳ τοῦ πλείονος. Καὶ ταῦτα ἴδοι τις ἂν ἐν οἰκέταις διὰ τὸν τῶν δεσποτῶν φόβον φυλαττόµενα· καὶ σπανίως ἂν ἴδοις οἰκέτην τὰ τοῦ οἰκέτου ἁρπάζοντα, ἢ λυµαινόµενον. Παρὰ δὲ ἀνθρώποις ἐλευθέροις τὰ ἐναντία τούτων γίνεται· ἀλλήλους δάκνοµεν, κατεσθίοµεν, οὐ δεδοίκαµεν τὸν∆ εσπότην, τὰ τῶν συνδούλων ἁρπάζοµεν, κλέπτοµεν, τύπτοµεν, ὁρῶντος αὐτοῦ· τοῦτο δὲ οὐκ ἂν ποιήσειεν οἰκέτης, ἀλλὰ κἂν τύπτῃ, µὴ ὁρῶντος τοῦ δεσπότου, κἂν ὑβρίζῃ, µὴ ἀκούοντος· ἡµεῖς δὲ τοῦ Θεοῦ πάντα καὶ ὁρῶντος καὶ ἀκούοντος, τολµῶµεν. Φόβος ὁ τοῦ δεσπότου πρὸ τῶν ὀφθαλµῶν ἐκείνων διαπαντός· ἡµῶν δὲ οὗτος οὐδέποτε.∆ ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, πάντα συγκέχυται καὶ διέφθαρται· καὶ αὐτοὶ µὲν οὐδὲ εἰς νοῦν λαµβάνοµεν τὰ ἡµαρτηµένα ἡµῖν, τῶν δὲ οἰκετῶν τῶν ἡµετέρων ἁµαρτανόντων µετὰ ἀκριβείας ἅπαντα ἐξετάζοµεν, καὶτὰ µικρότατα. Ταῦτα λέγω, οὐχὶ τοὺς οἰκέτας ὑπτίους ποιῆσαι βουλόµενος, ἀλλὰ τὸ ἡµέτερον ὕπτιον ἐπιστρέψαι, τὸ ῥᾴθυµον διεγεῖραι, ἵνα κἂν οὕτω δουλεύωµεν τῷΘεῷ, ὡς ἡµῖν οἱ οἰκέται, οὕτω τῷ πεποιηκότι ἡµᾶς, ὡς ἡµῖν οἱ ὁµοούσιοι, καὶ µηδὲν τοιοῦτον ἔχοντες παρ' ἡµῶν. Ἐλεύθεροι τῇ φύσει καὶ οὗτοί εἰσιν· Ἀρχέτωσαν τῶν ἰχθύων, καὶ τούτοις εἴρηται. Οὐκ ἔστιν αὕτη φύσεως ἡ δουλεία, ἀλλ' αἰτίας ἐστὶ καὶ περιστάσεως· ἀλλ' ὅµως πολλὴν ἡµῖν παρέχουσι τὴν τιµήν. Ἡµεῖς δὲ τούτοις µὲν µετὰ πάσης ἀκριβείας ἐπιτιθέµεθα τῆς ἡµετέρας ἕνεκεν διακονίας· τῷ δὲ Θεῷ οὐδὲ τὸ πολλοστὸν παρέχοµεν µέρος, καὶ ταῦτα πάλιν εἰς ἡµᾶς στρεφοµένης τῆς ὠφελείας. Ὅσῳ γὰρ ἂν σπουδαιότερον δουλεύσωµεν τῷ Θεῷ, τοσούτῳ µᾶλλον ἑαυτοὺς ὀνήσοµεν, καὶ αὐτοὶ µᾶλλον κερδανοῦµεν. Μὴ δὴ τοσαύτης ἀποστερήσωµεν ὠφελείας ἡµᾶς αὐτούς· ὁ µὲν γὰρ Θεὸς αὐτάρκης ἐστὶ καὶ ἀνενδεὴς, ἡ δὲ ἀµοιβὴ καὶ τὸ κέρδος πάλιν εἰς ἡµᾶς ἀνατρέχει. Ὡς οὖν οὐ τὸν Θεὸν θεραπεύοντες, ἀλλ' ἡµᾶς αὐτοὺς, οὕτω διακεώµεθα, παρακαλῶ, καὶ δουλεύσωµεν αὐτῷ µετὰ φόβου καὶ τρόµου, ἵνα τύχωµεντῶν ἐπηγγελµένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note