Homilies on First Timothy
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
17.0
Ταῦτα δίδασκε καὶ παρακάλει. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ µὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, µηδὲν ἐπιστάµενος, ἀλλὰ νοσῶν περὶζητήσεις καὶ λογοµαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφηµίαι, ὑπόνοιαι πονηραὶ, διαπα ρατριβαὶ διεφθαρµένωνἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερηµένων τῆς ἀληθείας, νοµιζόντων πορισµὸν εἶναι τὴν εὐσέβειαν. Ἀφίστασο ἀπὸ τῶν τοιούτων. Ἔστι δὲ πορισµὸς µέγας ἡ εὐσέβεια µετὰ αὐταρκείας. Οὐδὲν γὰρ εἰσηνέγκαµεν εἰς τὸν κόσµον τοῦτον· δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάµεθα.
17.1
Οὐκ αὐθεντίας δεῖ τῷ διδασκάλῳ µόνον, ἀλλὰ καὶ προσηνείας πολλῆς, ὥσπερ οὐ προσηνείας µόνον, ἀλλὰ καὶ αὐθεντίας. Καὶ ταῦτα πάντα διδάσκει ὁ µακάριος Παῦλος, ποτὲ µὲν λέγων· Παράγγελλε ταῦτα καὶ δίδασκε, ποτὲ δὲ, Ταῦτα δίδασκε καὶ παρακάλει. Εἰ γὰρ ἰατροὶ τοὺς κάµνοντας παρακαλοῦσιν, οὐχ ἵνα αὐτοὶ τῆς ὑγείας ἐπιτύχωσιν, ἀλλ' ἵνα ἐκείνους ἀπαλλάξωσι τῆς ἀσθενείας καὶ κειµένους ἀναστήσωσι· πολλῷ µᾶλλον ἡµᾶς τούτῳ πρὸς τοὺς διδασκοµένους τῷ ἤθει κεχρῆσθαι χρὴ παρακαλοῦντας. Οὐδὲ γὰρ δοῦλος αὐτῶν εἶναι παραιτεῖται ὁ µακάριος Παῦλος, λέγων· Οὐ γὰρ ἑαυτοὺς κηρύσσοµεν, φησὶν, ἀλλὰ Χριστὸν Ἰησοῦν, ἑαυτοὺς δὲ δούλους ὑµῶν διὰ Ἰησοῦν· καὶ πάλιν, Πάντα ὑµῶν ἐστιν, εἴτε Παῦλος, εἴτε Ἀπολλώς. Καὶ δουλεύει τὴν δουλείαν ταύτην µετὰ προθυµίας· οὐ γάρ ἐστι δουλεία, ἀλλ' ἐλευθερίας βελτίων. Ἐκεῖνος γάρ ἐστι, φησὶ, δοῦλος ὁ ποιῶν τὴν ἁµαρτίαν. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ µὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, µηδὲν ἐπιστάµενος. Οὐκ ἄρα ἐκ τοῦ εἰδέναι τὸ εἰς ἀπόνοιαν αἴρεσθαι συµβαίνει, ἀλλ' ἐκ τοῦ µὴ εἰδέναι. Ὁ γὰρ εἰδὼς τοὺς κατ' εὐσέβειαν λόγους, οὗτος µάλιστα καὶ µετριάζειν οἶδεν· ὁ τοὺς ὑγιαίνοντας ἐπιστάµενος λόγους, οὐ νοσεῖ. Ὅπερ γὰρ ἐπὶ σωµάτων φλεγµονὴ, τοῦτο ἐν ταῖς ψυχαῖς ἀπόνοια· ὥσπερ ἐκεῖ τὸ φλεγµαῖνον οὐ φαµὲν ὑγιαίνειν, οὕτως οὐδὲ ἐνταῦθα τοὺς ἀλαζόνας. Ἄρα ἔστιν εἰδότα τι µηδὲν εἰδέναι· ὁ γὰρ µὴ εἰδὼς ἅπερ εἰδέναι χρὴ, οὐδὲν οἶδε. Καὶ ὅτι ἐκ τοῦ µηδὲν εἰδέναι ὑπερηφανία γίνεται, δῆλον ἐκεῖθεν· ὁ Χριστὸς ἐκένωσεν ἑαυτόν· ὁ τοῦτο τοίνυν εἰδὼς οὐ µέγα φρονήσει ποτέ· οὐδὲν γὰρ ἔχει ἄνθρωπος, εἰ µὴ παρὰ τοῦ Θεοῦ· οὐκοῦν οὐ µέγα φρονήσει. Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Αὐτὸς τοὺς πόδας ἔνιψε τῶν µαθητῶν. Ὁ τοῦτο εἰδὼς, πῶς ἐπαρθήσεται;∆ ιὰ τοῦτό φησιν, Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσµεν. Ὁ τελώνης ἀπὸ µόνης ταπεινοφροσύνης εὐδοκίµησεν, ὁ Φαρισαῖος ἐξ ἀλαζονείας ἀπώλετο. Ὁ τοίνυν τετυφωµένος οὐδὲν τούτων ἐπίσταται. Αὐτὸς πάλιν ὁ Χριστός φησιν· Εἰ κακῶς ἐλάλησα, µαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί µε δέρεις; Ἀλλὰ νοσῶν, φησὶ, περὶ ζητήσεις. Ἄρα νοσεῖν ἐστι τὸ ζητεῖν. Καὶ λογοµαχίαι· εἰκότως. Ὅταν γὰρ ὑπὸ τῶν λογισµῶν ἡ ψυχὴ πυρέττῃ, ὅταν χειµάζηται, τότε ζητεῖ, ὅταν δὲ ἐν ὑγείᾳ ᾖ, τότε οὐ ζητεῖ, ἀλλὰ τὴν πίστιν δέχεται. Ἀπὸ δὲ ζητήσεως καὶ λογοµαχίας οὐδὲν ἔστιν εὑρεῖν. Ἃ γὰρ ἡ πίστις ἐπαγγέλλε ται µόνη, ἡ ζήτησις ἐπειδὰν ἀναδέξηται, οὔτε δείκνυσιν, οὔτε συνιέναι ἀφίησιν. Οὐδὲ γὰρ εἴ τις µύσας τοὺς ὀφθαλµοὺς, βούλεται εὑρεῖν τι τῶν ζητουµένων, δυνήσεται, ἢ αὖ πάλιν, εἰ τούτων ἀνεῳγµένων, κατορύξας ἑαυτὸν, καὶ τὴνἀκτῖνα ἀποστραφεὶς, ἐκεῖ ζητοίη, δυνήσεταί τι εὑρεῖν. Οὕτω πίστεως χωρὶς οὐδὲν εὑρίσκεται, ἀλλὰ µάχας ἀνάγκη τίκτεσθαι. Ἐξ ὧν γίνονται βλασφηµίαι, ὑπόνοιαι πονηραί. Τουτέστι, δόξαι καὶ δόγµατα πονηρὰ ἀπὸ τῶν ζητήσεων. Τότε περὶ Θεοῦ ἃ µὴ δεῖ ὑποπτεύοµεν, ὅταν εἰς ζητήσεις ἐµπέσωµεν.∆ ιαπαρατριβαί· τουτέστι, σχολὴ, ἢ διατριβή. Ἢ τοῦτό φησι, διαπαρατριβαί· καθάπερ τὰ ψωραλέα τῶν προβάτων παρατριβόµενα νόσου καὶ τὰ ὑγιαίνοντα ἐµπίπλησιν, οὕτω καὶ οὗτοι οἱ πονηροὶ ἄνδρες. Καὶ ἀπεστερηµένων, φησὶ, τῆς ἀληθείας, νοµιζόντων πορισµὸν εἶναι τὴν εὐσέβειαν. Ὁρᾷς πόσα τίκτειν φησὶ τὰς λογοµαχίας; αἰσχροκέρδειαν, ἄγνοιαν, ἀπόνοιαν· τὴν γὰρ ἀπόνοιαν ἡ ἄγνοια τίκτει. Ἀπὸ τούτων, φησὶν, ἀφίστασο. Οὐκ εἶπεν, Ὁµόσε χώρει, ἀλλ', Ἀφίστασο, τουτέστιν, ἐκτρέπου. Αἱρετικὸν γὰρ, φησὶν, ἄνθρωπον µετὰ µίαν ἢ δευτέραν νουθεσίαν παραιτοῦ.∆ είκνυσιν αὐτοὺς οὐκ ἀπὸ ἀγνοίας τοσοῦτον, ὅσον ἀπὸ ῥᾳθυµίας καὶ αὐτὴν τὴν ἄγνοιαν ἔχοντας. Ἀνθρώπους γὰρ χρηµάτων ἕνεκεν µαχοµένους πότε δυνήσῃ πεῖσαι; Ἄλλως οὐ πείσεις τοὺς τοιούτους, ἂν µὴ δῷς πάλιν, καὶ οὐδὲ οὕτως αὐτῶν τὴν ἐπιθυµίαν ἐµπλήσεις. Πλεονέκτου γὰρ ὀφθαλµὸς, φησὶν, οὐκ ἐµπίπλαται µερίδι.∆ εῖ τοίνυν αὐτοὺς ἀδιορθώτως ἔχοντας ἐκτρέπεσθαι. Εἰ δὲ τῷ τοῦ µάχεσθαι πολλὴν ἔχοντι τὴν ἀνάγκην παραινεῖ µὴ ὁµόσε χωρεῖν µηδὲ συµπλέκεσθαι, πολλῷ µᾶλλον τοῖς µαθητευοµένοις ἡµῖν, τοῖς ἐντάξει µαθητῶν οὖσιν. Εἰπὼν δὲ ὅτι νοµίζουσι πορισµὸν εἶναι τὴν εὐσέβειαν, ἐπήγαγεν· Ἔστι δὲ πορισµὸς µέγας ἡ εὐσέβεια µετὰ αὐταρκείας, οὐχ ὅταν χρήµατα ἔχῃ, ἀλλ' ὅταν µὴ ἔχῃ. Ἵνα γὰρ µὴ καταπέσῃ εἰς ἀθυµίαν διὰ τὴν πενίαν, ἀνίστησιν αὐτὸν καὶ ἀνορθοῖ· Νοµίζουσι, φησὶν, ὅτι πορισµός ἐστιν. Ἔστι µὲν γὰρ, ἀλλ' οὐχ οὕτως, ἀλλὰ µειζόνως. Εἶτα πρότερον καταβαλὼν ἐκείνην, τότε ταύτην ἐπαίρει. Ὅτι γὰρ οὐδέν ἐστιν ὁ πορισµὸς οὗτος, δῆλον ἐκ τοῦ µένειν ἐνταῦθα, µηδὲ συµµεθίστασθαι ἡµῖν, µηδὲ συναποδηµεῖν. Πόθεν τοῦτο δῆλον; Ὅτι οὐδὲν ἔχοντες ἤλθοµεν εἰς τὸν βίον· οὐκοῦν οὐδὲν ἀπελευσόµεθα ἔχοντες· γυµνὴ γὰρ παρεγένετο ἡ φύσις, γυµνὴ καὶ ἄπεισιν. Οὐ τοίνυν ἡµῖν δεῖ τῶν περιττῶν· εἰ µηδὲν εἰσηνέγκαµεν, µηδὲ ἔχοντες ἀπελευσόµεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσµατα, τούτοις ἀρκεσθησόµεθα. Τοσαῦτα ἐσθίειν χρὴ καὶ τοιαῦτα, ἃ θρέψαι ἀρκεῖ· τοιαῦτα ἀµφιέννυσθαι, ἃ σκεπάσαι µόνον ἡµᾶς ὀφείλει καὶ περιστεῖλαι τὴν γύµνωσιν, µηδὲν περιττόν· τοῦτο δὲ καὶ τὸ τυχὸν ποιῆσαι δύναται ἱµάτιον. Εἶτα ἀπὸ τῶν ἐνταῦθα προτρέπει· Οἱ δὲ βουλόµενοι, φησὶ, πλουτεῖν.
17.2
Οὐχ ἁπλῶς εἶπεν, Οἱ πλουτοῦντες, ἀλλ', Οἱ βουλόµενοι. Ἔστι γάρ τινα καὶ χρήµατα ἔχοντα καλῶς οἰκονοµεῖν, καταφρονοῦντα αὐτῶν, καὶ εἰς πένητας διανέµοντα. Οὐκ ἄρα τοὺς τοιούτους, ἀλλὰ τοὺς ἐπιθυµοῦντας διαβάλλει. Οἱ δὲ βουλόµενοι, φησὶ, πλουτεῖν, ἐµπίπτουσιν εἰς πειρασµὸν καὶ παγίδα τοῦ διαβόλου καὶ ἐπιθυµίας πολλὰς καὶ ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους. Καλῶς εἶπε, Βυθίζουσιν, ὡς µηδὲ ἀνενεγκεῖν δύνασθαι. Εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόµενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ περιέπειραν ἑαυτοὺς ὀδύναις πολλαῖς. Ἰδοὺ δύο τίθησιν, ἀλλ' ὃ µᾶλλον αὐτοῖς ἰσχυρότερον εἶναι δοκεῖ, τοῦτο ἐνταῦθα ὕστερον τέθεικε, τὸ, Ὀδύναις πολλαῖς. Καὶ ταῦτα ἑτέρως οὐκ ἔστι µαθεῖν, ἢ τοῖς πλουσίοις παροικοῦντα, πόσα ἀποδύρονται, πόσα θρηνοῦσι. Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ. Μέγα ἀξίωµα· πάντες µὲν γὰρ ἄνθρωποι τοῦ Θεοῦ, ἀλλὰ κυρίως οἱ δίκαιοι, οὐ κατὰ τὸν τῆς δηµιουργίας λόγον µόνον, ἀλλὰ καὶ κατὰ τὸν τῆς οἰκειώσεως. Εἰ τοῦ Θεοῦ ἄνθρωπος, φησὶν, εἶ, µὴ ζήτει τὰ περιττὰ, καὶ οὐκ ἄγοντα πρὸς τὸν Θεόν· ἀλλὰ Ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην. Ἀµφότερα µετ' ἐπιτάσεως. Οὐκ εἶπεν, Ἀφίστασο, καὶ πρόσιθι, ἀλλὰ, Φεῦγε, καὶ δίωκε δικαιοσύνην, ὥστε µὴ πλεονεκτεῖν. Εὐσέβειαν, τὴν τῶν δογµάτων· πίστιν, ἥπερ ἐστὶν ἐναντία τῇ ζητήσει· ἀγάπην, ὑποµονὴν, πραότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς. Ἰδοὺ καὶ ὁ µισθός. Εἰς ἣν ἐκλήθης, καὶ ὡµολόγησας τὴν καλὴν ὁµολογίαν, ἐπὶ ἐλπίδι ζωῆς αἰωνίου, ἐνώπιον πολλῶν µαρτύρων. Τουτέστι, µὴ καταισχύνῃς τὴν παῤῥησίαν ἐκείνην· τί ἀνόνητα κάµνεις; Ποῖον δὲ πειρασµὸν καὶ παγίδα φησὶν ὑποµένειν τοὺς βουλοµένους πλουτεῖν; Τῆς γὰρ πίστεως αὐτοὺς ἀποπλανᾷ, κινδύνοις αὐτοὺς περιβάλλει, καὶ ἀτολµοτέρους ἐργάζεται. Καὶ ἐπιθυµίας ἀνοήτους, φησί. Πῶς γὰρ οὐκ ἀνόητος ἐπιθυµία, ὅταν µωροὺς ἔχωσιν, ὅταν νάνους, οὑ φιλανθρωπίας ἕνεκεν, ἀλλὰ τέρψεως; ὅταν ἰχθῦς ἀποκλείωσιν ἐν ταῖς αὐλαῖς, ὅταν θηρία τρέφωσιν, ὅταν περὶ κύνας ἠσχόληνται, ὅταν ἵππους κοσµῶσι, καὶ τῶν παίδων οὐχ ἧττον περὶαὐτοὺς διακέωνται; Πάντα ταῦτα ἀνόητα καὶ περιττὰ, οὐδὲν ἀναγκαῖον, οὐδὲν χρήσιµον. Ἐπιθυµίας, φησὶν, ἀνοήτους καὶ βλαβεράς. Ποῖαι βλαβεραί; Ὅταν ἐρῶσιν ἔρωτας ἀτόπους, ὅταν τῶν τοῦ πλησίον ἐφίενται, ὅταν τῇ τρυφῇ προσπαλαίωσιν, ὅταν µέθης ὀρέγωνται, ὅταν σφαγῆς καὶ τῆςἑτέρων ἀπωλείας. Πολλοὶ δὲ ἀπὸ τῶν τοιούτων ἐρώτων καὶ τυραννίδι ἐπέθεντο, καὶ ἀπώλοντο. Ὄντως ὁ τοιοῦτος κάµνει εἰς ἀνόνητα, µᾶλλον δὲ καὶ βλαβερά. Καὶ καλῶς εἶπεν, Ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως· οὐ γὰρ ἀφίησιν αὐτοὺς τὴν ὁδὸν ἰδεῖν ἀνθέλκουσα τοὺς ὀφθαλµοὺς πρὸς ἑαυτὴν ἡ φιλαργυρία, καὶ κατὰ µικρὸν ὑποκλέπτουσα. Καθάπερ γάρ τις εὐθεῖαν ὁδὸν βαδίζων, καὶ πρὸς ἕτερόν τι τὸν νοῦν ἐσχηκὼς, βαδίζει µὲν, οὐκ εἰδὼς δὲ παρέρχεται τὴν πόλιν πολλάκις ἐκείνην, εἰςἣν ἔσπευδεν, ἑλκοµένων αὐτῷ τῶν ποδῶν ἁπλῶς καὶ µάτην· τοιοῦτόν τι καὶ ἡ φιλαργυρία ἐστί. Καὶ περιέπειραν ἑαυτοὺς ὀδύναις πολλαῖς. Ὁρᾷς, τῷ Περιέπειραν τί ᾐνίξατο; Ὃ δὲ βούλεται δηλοῦν διὰ τῆς ἐµφάσεως, τοῦτό ἐστιν· ἄκανθαί εἰσιν αἱ ἐπιθυµίαι, καὶ καθάπερ ἐν ἀκάνθαις, ὅθεν ἄν τις ἅψηται αὐτῶν, ᾕµαξε τὰς χεῖρας καὶ τραύµατα ἐργάζεται· οὕτω καὶ ἀπὸ τῶν ἐπιθυµιῶν τὸ αὐτὸ πείσεται ὁ ταύταις ἐµπεσὼν, καὶ τὴν ψυχὴν ἀλγηδόσι περιβαλεῖ. Πόσας ἔχουσι φροντίδας, πόσας ὀδύνας οἱ περι παρέντες, εἰπέ µοι; Οὐκ ἔστιν εἰπεῖν.∆ ιὰ τοῦτό φησι, Ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑποµονὴν, πραότητα. Ἀπὸ γὰρ τῆς ἀγάπης ἡ πραότης. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα. Ἐνταῦθα αὐτοῦ τὴν παῤῥησίαν καὶ τὴν ἀνδρείαν ἐπαινεῖ· ὅτι µετὰ παῤῥησίας, φησὶν, ἐπὶ πάντων ὡµολόγησας. Ἀναµιµνήσκει δὲ καὶ τῆς κατηχήσεως αὐτόν· Ἐπιλαβοῦ, φησὶ, τῆς αἰωνίου ζωῆς. Οὐκ ἄρα ὁµολογίας χρεία µόνον, ἀλλὰ καὶ ὑποµονῆς, ὥστε διαπαντὸς ἐµµένειν τῇ ὁµολογίᾳ, καὶ ἀγῶνος σφοδροῦ καὶ µυρίων ἱδρώτων εἰκότως, ὥστεµὴ περιτραπῆναι· πολλὰ γὰρ τὰ σκάνδαλα, πολλὰ τὰ κωλύµατα.∆ ιὰ τοῦτο στενὴ καὶ τεθλιµµένη ἡ ὁδός. Πάντοθεν οὖν χρὴ συνεστράφθαι, πάντοθεν χρὴ εὔζωνον εἶναι· µυρίαι πανταχόθεν φαίνονται ἡδοναὶ ἕλκουσαι τῆς ψυχῆς τοὺς ὀφθαλµοὺς, αἱ τῶν σωµάτων, αἱ τῶν χρηµάτων, αἱ τῆς τρυφῆς, αἱ τῆς ῥᾳθυµίας, αἱ τῆςδόξης, αἱ τῆς ὀργῆς, αἱ τῆς δυναστείας, αἱ τῆς φιλαρχίας, καὶ φαίνονται λαµπρὰς ὄψεις ἔχουσαι καὶ ἐπεράστους, ἱκανὰς ἐπισπάσασθαι τοὺς ἐπτοηµένους, τοὺςµὴ σφόδρα τῆς ἀληθείας ἐρῶντας· αὕτη µὲν γὰρ ἀπεσκληκυῖά ἐστι, καὶ οὐδὲν ἐπιτερπὲς ἔχουσα. Τί δήποτε; Ὅτι πᾶσαν τὴν ἡδονὴν ἐν τῷ µέλλοντι ὑπισχνεῖται· ἐκεῖναι δὲ προτείνουσιν ἤδη τιµὰς, ἡδονὰς, ἀναπαύσεις οὐκ ἀληθεῖς, ἀλλ' ἐπικεχρωσµένας. Ἂν τοίνυν βάναυσος ᾖ τις καὶ µαλακὸς καὶ ἄνανδρος, ἐκείνων ἀνθέξεται, ἐκλυθεὶς πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους. Οὕτω καὶ ἐπὶ τῶν ἀγώνων τῶν ἔξωθεν τῷ µὲν µὴ σφόδρα ἐρῶντι τῶν στεφάνων, ἔξεστιν ἐκ πρώτης συµποσίοις καὶ µέθαις προσανέχειν· οὕτω γοῦν οἱ δειλοὶ καὶ ἄνανδροι τῶν πυκτευόντων ποιοῦσιν· οἱ δὲ πρὸς τὸν στέφανον ὁρῶντες, µυρίας αἴρουσι πληγάς· τῇ γὰρ ἐλπίδι τῶν µελλόντων τρέφονται καὶ διανίστανται.
17.3
Φύγωµεν τοίνυν τὴν ῥίζαν τῶν κακῶν, καὶ πάντα φευξόµεθα. Ἡ φιλαργυρία, φησὶν, ἐστὶ ῥίζα, Παῦλος ἐφθέγξατο, µᾶλλον δὲ ὁ Χριστὸς διὰ Παύλου. Ἴδωµεν δὲ τοῦτο πῶς. Καὶ αὐτὴ τῶν πραγµάτων µαρτυρεῖ ἡ πεῖρα. Τί γὰρ κακὸν οὐ διὰ τὰ χρήµατα, µᾶλλον δὲ οὐ διὰ τὰ χρήµατα, ἀλλὰ διὰ τὴν κακὴν προαίρεσιν τῶν οὐκ εἰδότων αὐτοῖς κεχρῆσθαι; Ἐπεὶ ἐξῆν τοῖς χρήµασιν εἰς δέον κεχρῆσθαι, ἐξῆν καὶ βασιλείαν δι' αὐτῶν κληρονοµεῖν· νυνὶ δὲ ἅπερ ἐδόθη εἰς ἐπικουρίαν τῶν πενήτων, εἰς παραµυθίαν τῶν ἡµαρτηµένων ἡµῖν, εἰς εὐδοκίµησιν καὶ ἀρέσκειαν Θεοῦ, τούτοις κεχρήµεθα κατὰτῶν ἀθλίων πενήτων, µᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν ψυχῆς, καὶ εἰς προσκρουσµὸν τοῦ Θεοῦ. Τὸν µὲν γὰρ χρήµατα ἀφείλετό τις, καὶ πενίᾳ περιέβαλεν, ἑαυτὸν δὲ θανάτῳ· καὶ τοῦτον µὲν ἐνταῦθα τῇ πενίᾳ κατατήκει, ἑαυτὸν δὲ τῇ διηνεκεῖ τιµωρίᾳ. Ἆρα µὴ ἴσον ἐστί; Τί τοίνυν κακὸν οὐ διὰ ταῦτα; οὐχὶ πλεονεξίαι; οὐχ ἁρπαγαί; οὐκ ὀλοφυρµοί; οὐκ ἔχθραι; οὐ µάχαι; οὐ φιλονεικίαι; οὐχὶ µέχρι τῶν νεκρῶν τὰς χεῖρας ἐξέτειναν; οὐχὶ καὶ µέχρι πατέρων καὶ ἀδελφῶν; οὐχὶ φύσεως νόµους, καὶ Θεοῦ προστάγµατα, καὶ πάντα ἁπλῶς ἀνέστρεψαν, ὑπὸ τῆς ἐπιθυµίας ἐκείνης κατεχόµενοι; τὰ δικαστήρια οὐ τούτων ἕνεκεν; Ἄνελε τοίνυν τὴν φιλοχρηµατίαν, καὶ πέπαυται πόλεµος, πέπαυται µάχη, πέπαυται ἔχθρα, πέπαυται ἔρις καὶ φιλονεικία. Ὥσπερ λυµεῶνας καὶ λύκους ἐλαύνεσθαι τοὺς τοιούτους ἐκ τῆς οἰκουµένης ἐχρῆν. Καθάπερ γὰρ ἀνεµοί τινες ἐναντίοι καὶ σφοδροὶ εἰς γαληνὸν ἐµπνέοντες πέλαγος ἐκ βάθρων αὐτὸ ἀναστρέφουσιν, ὡς καὶ τὴν βύθιον ἄµµον τοῖςἄνω µίγνυσθαι κύµασιν· οὕτως οἱ φιλοχρήµατοι πάντα ἄνω καὶ κάτω ποιοῦσιν. Οὐδένα οἶδεν ὁ φιλοχρήµατος φίλον· τί δὲ λέγω φίλον; οὐδὲ αὐτὸν τὸν Θεὸν ἐπίσταται· ὑπὸ γὰρ τῆς ἐπιθυµίας ἐκείνης κατεχόµενος, µέµηνεν. Οὐχ ὁρᾶτε τοὺς Τιτᾶνας ξιφήρεις προϊόντας; Ἐκεῖνα µανίας ἐστὶν ὑπόκρισις. Οὗτοι δὲ οὐ τοιοῦτοι, ἀλλ' ἀληθῶς µαινόµενοι καὶ ἐξεστηκότες· κἂν ἀποδύσῃς αὐτῶν τὴν ψυχὴν, οὕτως εὑρήσεις ἐσκευασµένην, οὐχ ἓν ξίφος οὐδὲ δύο, ἀλλὰ µυρία κατέχουσαν, οὐδένα ἐπιγινώσκουσαν, ἀλλὰ κατὰπάντων λυττῶσαν, πᾶσιν ἐπιπηδῶσαν καὶ ὑλακτοῦσαν κατὰ πάντων, οὐ κύνας σφάζουσαν, ἀλλὰ ψυχὰς ἀνθρώπων, καὶ εἰς τὸν οὐρανὸν αὐτὸνµεγάλα βλασφηµοῦσαν. Ὑπὸ τούτων πάντα ἀνατέτραπται, πάντα διόλωλεν ἀπὸ τῆς τῶν χρηµάτων µανίας. Τίνας γὰρ, τίνας αἰτιάσοµαι, οὐκ οἶδα· οὕτως οὗτος ὁ λοιµὸς πάντας κατέχει, τοὺς µὲν ἐκ πλείονος, τοὺς δὲ ἐξ ἐλάττονος µοίρας, πάντας δὲ ὅµως. Καὶ καθάπερ πυρά τις εἰς ὕλην ἐµπεσοῦσα καταστρέφει πάντα καὶ ἐρηµοῖ, οὕτω καὶ αὕτη τὴν οἰκουµένην ἀνέστρεψε· βασιλεῖς, ἄρχοντες, ἰδιῶται, πένητες, γυναῖκες, ἄνδρες, παῖδες ἐξ ἴσης πάντες κατέχονται τῷ κακῷ. Καθάπερ ζόφου τινὸς τὴν οἰκουµένην ἐπιπνέοντος, οὐδεὶς ἀνανήφει· ἀλλὰ κατηγορίαι µὲν µυρίαι κατὰ πλεονεξίας καὶ ἰδίᾳ καὶ δηµοσίᾳ γίνονται, διόρθωσις δὲ οὐδαµοῦ. Τί οὖν ἂν γένοιτο; πῶς σβέσοµεν τὴν φλόγα; Ἔνεστι γὰρ, κἂν πρὸς αὐτὸν ἀρθῇ τὸν οὐρανόν· θελῆσαι δεῖ µόνον, καὶ πάντως περιεσόµεθα τῆς πυρᾶς. Ὥσπερ γὰρ ἀπὸ τοῦ θέλειν ηὐξήθη, οὕτω καὶ ἀπὸ τοῦ θέλειν καθαιρηθήσεται. Οὐχὶ ἡ προαίρεσις ἡ ἡµετέρα αὐτὴν ἐποίησεν; Οὐκοῦν δυνήσεται καὶ ἡ προαίρεσις σβέσαι· µόνον βουληθῶµεν. Πῶς δὲ τὸ θέλειν ἐγγενήσεται; Ἂν ἴδωµεν αὐτῆς τὸ µάταιον καὶ περιττόν· ὅτι ἐκεῖ ἡµῖν συναπελθεῖν οὐ δυνήσεται, ὅτι καὶ ἐνταῦθα ἡµᾶς ἀφίησιν· ὅτι αὐτὴ µὲν ὧδε µένει, τὰ δὲ ἐξ αὐτῆς ἡµῖν τραύµατα συναπέρχεται· ἂν ἴδωµεν, ὅτι πολὺς ἐκεῖ πλοῦτός ἐστιν· ἂν πρὸς ἐκεῖνον τοῦτον παραβάλωµεν, καὶ βορβόρου εὐτελέστερος φανεῖται· ἂν ἴδωµεν, ὅτι µυρίους ἔχει κινδύνους, ὅτι ἡδονὴν πρόσκαιρον, ὅτι ἡδονὴν ἀναµεµιγµένην ἀθυµίαις· ἂν ἐκεῖνον τὸν πλοῦτον καλῶς περισκεψώµεθα τὸν τῆς αἰωνίου ζωῆς, οὕτω δυνησόµεθα τούτου καταφρονεῖν· ἂν ἴδωµεν, ὅτι οὐδὲν ἡµᾶς ὀνίνησιν, οὐ πρὸς δόξαν, οὐ πρὸς ὑγείαν, οὐ πρὸς ἄλλο οὐδὲν, ἀλλὰ τοὐναντίον καὶ βυθίζει εἰς ὄλεθρον καὶ ἀπώλειαν· ἂν µάθῃς ὅτι ἐνταῦθα πλουτεῖς καὶ πολλοὺς ἔχεις ὑπὸ σαυτὸν, ἐκεῖ δὲ ἀπελθὼν, ἔρηµος ἀπελεύσῃ καὶ γυµνός. Ἂν ταῦτα ἐπᾴδωµεν συνεχῶς, καὶ παρὰ τῶν ἄλλων ἀκούωµεν, ἴσως ἔσται τις ὑγεία, ἔσται τις ἀπαλλαγὴ τῆς κολάσεως ταύτης τῆς χαλεπῆς. Καλὸν ὁ µαργαρίτης; ἀλλ' ἐννόησον ὅτι ὕδωρ ἐστὶ θαλάττιον, ὅτι ἐν τοῖς κόλποις αὐτῆς τὸ πρότερον ἦν ἐῤῥιµµένος. Καλὸν τὸ χρυσίον καὶ τὸ ἀργύριον; ἀλλ' ἐννόησον, ὅτι γῆ καὶ σποδὸς καὶ ἦν καὶ ἔστι. Καλὰ τὰ σηρικὰ ἱµάτια; ἀλλὰ σκωλήκων ἐστὶν ὕφασµα· ὑπόληψίς ἐστι καὶ πρόληψις ἀνθρωπίνη, οὐκ ἐν τῇ φύσει τὸ κάλλος ἔχει. Τὰ γὰρ ἐν τῇ φύσει τὸ κάλλος ἔχοντα οὐ δεῖται τῶν διδασκόντων. Σὺ δὲ ἂν ἴδῃς νόµισµα χαλκοῦν ἁπλῶς ἀνακεχρωσµένον χρυσῷ, πρῶτον µὲν θαυµάζεις, χρυσὸν αὐτὸν ὀνοµάζων· ὅταν δὲ οἱ περὶ ταῦτα δεινοὶ τὴν ἀπάτην σε διδάξωσι, συνεξῆλθε τὸ θαῦµα µετὰ τῆς ἀπάτης. Ὁρᾷς ὅτι οὐκ ἐν τῇ φύσει ἔχει τὸ καλόν; Ἀλλ' οὐδὲ ὁ ἄργυρος· καὶ γὰρ ἂν ἴδῃς κασσίτερον, θαυµάζεις ὡς ἄργυρον, ὥσπερ τὸν χαλκὸν ὡς χρυσόν· καὶ χρεία τῶν διδασκόντων ποῖα χρὴ θαυµάζειν. Οὕτως οὐκ ἀρκοῦσιν ἡµῖν οἱ ὀφθαλµοὶ πρὸς τὴν διάγνωσιν. Τὰ δὲ ἄνθη οὐ τοιαῦτα, ἀλλ' ἐκείνων βελτίω πολλῷ. Ῥόδον ἂν ἴδῃς, οὐ χρεία τῶν διδασκόντων, ἀλλ' οἶδας ἀφ' ἑαυτοῦ τὴν ἀνεµώνην διαιρεῖν καὶ ἴα· οὕτω καὶ κρίνα, καὶ ἕκαστον ἄνθος. Οὐδὲν οὖν ἕτερον ἢ πρόληψις τὸ γινόµενον. Καὶ ὅτι προλήψεώς ἐστι τὸ ὀλέθριον τοῦτο πάθος, φέρε, εἰπέ µοι, εἰ ἔδοξε τῷ βασιλεῖ τιµιώτερον νοµοθετῆσαι τοῦ χρυσοῦ τὸ ἀργύριον, οὐ µετεθήκατε ἂντὸ θαῦµα καὶ τὸ φίλτρον; οὕτω πανταχοῦ τῆς πλεονεξίας ἐσµὲν καὶ τῆς ὑπονοίας. Καὶ ὅτι οὕτως ἐστὶ, καὶ τῷ σπανίῳ τιµᾶται, ἀλλ' οὐ τῇ φύσει· εἰσὶν καρποὶ παρ' ἡµῖν εὐτελεῖς, ἐν δὲ τῇ Καππαδοκῶν χώρᾳ τίµιοι, καὶ τῶν παρ' ἡµῖν τιµίων πολυτελέστεροι πάλιν ἐν τῇ Σηρῶν χώρᾳ ἕτεροι, ὅθεν τὰἱµάτια ταῦτα. Ἐν δὲ τῇ ἀρωµατοφόρῳ Ἀραβίᾳ καὶ Ἰνδίᾳ, ἔνθα εἰσὶν οἱ λίθοι, πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν. Οὕτω πρόληψίς ἐστιν, οὕτως ὑπόνοιά ἐστιν ἀνθρωπίνη τὰ τοιαῦτα· καὶ οὐδὲν κρίσει πράττοµεν, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν. Ἀνανήψωµεν τοίνυν ποτὲ ἐκ τῆς µέθης ταύτης· ἴδωµεν τὸ ὄντως καλὸν, τὸ φύσει καλὸν, τὴν εὐσέβειαν, τὴν δικαιοσύνην, ἵνα ἐπιτύχωµεν τῶν ἐπηγγελµένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦΚυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.