Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Timothy
John ChrysostomHom. 1 Tim. 18 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
18.0
Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ µαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴνὁµολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον µέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ· ἣν καιροῖς ἰδίοις δείξει ὁ µακάριος καὶ µόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ µόνος ἔχων ἀθανασίαν, φῶςοἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται ᾧ τιµὴ καὶ κράτος αἰώνιον. Ἀµήν.
18.1
Πάλιν τὸν Θεὸν µαρτύρεται, πρὸ µικροῦ τοῦτο ποιήσας, ὁµοῦ καὶ τὸν φόβον αὔξων καὶ ἀσφαλέστερον. 50] καθιστὰς τὸν µαθητὴν, καὶ δεικνὺς, ὡςοὐκ ἀνθρώπινα τὰ παραγγέλµατα, ἵνα ὡς παρ' αὐτοῦ τοῦ∆ εσπότου λαµβάνων τὴν παραγγελίαν, ἵνα ἀεὶ τὸν µάρτυρα ἐν διανοίᾳ ἔχων ἀφ' οὗ ἤκουσε, κατασείηταιτὴν διάνοιαν τῇ µνήµῃ. Παραγγέλλω σοι, φησὶν, ἐνώπιον τοῦ Θεοῦ ζωοποιοῦντος τὰ πάντα. Ἐνταῦθα καὶ παράκλησίς ἐστι πρὸς τοὺς κινδύνους, καὶ τῆς ἀναστάσεως ὑπόµνησις. Καὶ Χριστοῦ Ἰησοῦ, φησὶ, τοῦ µαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου. Πάλιν ἀπὸ τοῦ διδασκάλου ἡ προτροπή. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὥσπερ ἐκεῖνος ἐποίησεν, οὕτω, φησὶ, καὶ ὑµᾶς χρὴ ποιεῖν.∆ ιὰ τοῦτο γὰρ ἐµαρτύρησεν, ἵνα κατ' ἴχνος αὐτοῦ βαίνωµεν τὴν καλὴν ὁµολογίαν· ὅπερ καὶ ἐν τῇ πρὸς Ἑβραίους ποιεῖ λέγων· Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειµένης αὐτῷ χαρᾶς ὑπέµεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷτε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικε· καὶ πάλιν, Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑποµεµενηκότα ὑπὸ τῶν ἁµαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα µὴ κάµνητε ταῖς ψυχαῖς ὑµῶν ἐκλυόµενοι. Τοῦτο καὶ νῦν ποιεῖ πρὸς τὸν µαθητήν· ὡς ἂν εἰ ἔλεγε, Μὴ δείσῃς τὸν θάνατον· Θεοῦ γὰρ εἶ δοῦλος τοῦ τὰ πάντα δυναµένου ζωογονεῖν. Ποίαν δὲ λέγει καλὴν ὁµολογίαν; Ἣν ἀνερωτῶντος Πιλάτου, Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἐγὼ εἰς τοῦτο γεγέννηµαι, ἔφη. Καὶ πάλιν, Ἐγὼ ἦλθον µαρτυρῆσαι τῇ ἀληθείᾳ. Ἴδε οὗτοί µου ἤκουσαν. Ἢ οὖν διὰ τοῦτό φησιν, ἢ ὅτι εἶπεν, ἐρωτώµενος εἰ Υἱὸς Θεοῦ ἐστι, Σὺ λέγεις ὅτι Υἱὸς Θεοῦ εἰµι ἐγώ. Καὶ πολλὰ ἕτερα ἐµαρτύρησε καὶ ὡµολόγησε. Τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον καὶ ἀνεπίληπτον µέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ· τουτέστι, µέχρι τῆς σῆς τελευτῆς, µέχρι τῆς ἐξόδου. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ, Μέχρι τῆς ἐπιφανείας, εἶπεν, ἵνα µᾶλλον αὐτὸν διεγείρῃ. Τί ἐστι, Τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον; Μήτε δογµάτων ἕνεκεν, µήτε βίου, κηλῖδά τινα προστριψάµενον. Ἣν καιροῖς ἰδίοις δείξει, φησὶν, ὁ µακάριος καὶ µόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ µόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον. Περὶ τίνος ταῦτα εἴρηται; ἆρα περὶ τοῦ Πατρός; ἆρα περὶ τοῦ Υἱοῦ; Περὶ τοῦ Υἱοῦ πάντως. Ἣν καιροῖς ἰδίοις δείξει ὁ µακάριος καὶ µόνος δυνάστης. Καὶ ταῦτα πάλιν εἰς παραµυθίαν, ἵνα µὴ θαυµάζῃ, µὴ δεδοίκῃ τοὺς ἐνταῦθα βασιλεῖς. Καιροῖς ἰδίοις· τουτέστι, τοῖς προσήκουσι, τοῖς ὀφειλοµένοις· ὥστε µὴ ἀσχάλλειν, ὅτι οὐδέπω γέγονε. Καὶ πόθεν δῆλον ὅτι δείξει; Ἐκ τοῦ εἶναι δυνάστην· µόνος γάρ ἐστι δυνάστης. Οὐκοῦν δείξει ὁ µακάριος, ἡ αὐτοµακαριότης. Τοῦτο δὲ λέγει δηλῶν ὅτι οὐδὲν ἐκεῖ λυπηρὸν, οὐδὲν ἀηδές. Τὸ δὲ, Μόνος, ἢ πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρώπων, ἣ διὰ τὸ ἀγέννητον εἴρηκεν· ὃ καὶ ἡµεῖς λέγοµεν πολλάκις περὶ ἀνθρώπων, οὓς ἐξαιρεῖν βουλόµεθα. Ὁ µόνος ἔχων ἀθανασίαν, φησί. Τί οὖν; ὁ Υἱὸς οὐκ ἔχει; οὐκ αὐτοαθανασία ἐστί; καὶ πῶς, τῆς αὐτῆς ὢν οὐσίας τῷ Πατρί; Φῶς οἰκῶν ἀπρόσιτον, φησίν. Ἄλλο τὸ φῶς αὐτὸς, καὶ ἄλλο ὃ οἰκεῖ; οὐκοῦν καὶ τόπῳ ἐµπεριείληπται; Ἄπαγε. Οὐχ ἵνα τοῦτο νοήσωµεν, ἀλλ' ἵνα τὸ ἀκατάληπτον τῆς θείας φύσεως παραστήσῃ, φῶς οἰκεῖν αὐτὸν εἶπεν ἀπρόσιτον, οὕτω θεολογήσας ὡς ἦν αὐτῷ δυνατόν. Ὁρᾷς καὶ ὅταν µέγα τι φθέγξασθαι βουληθείη ἡ γλῶττα, πῶς ἐξασθενεῖ; Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, φησὶν, οὐδὲ ἰδεῖν δύναται· ὥσπερ οὖν τὸν Υἱὸν οὔτε εἶδέ τις, οὔτε ἰδεῖν δύναται· ᾧ τιµὴ καὶ κράτος αἰώνιον. Ἀµήν. Καλῶς ἐθεολόγησεν ἐνταῦθα, καὶ ἀναγκαίως. Ἐπειδὴ γὰρ µάρτυρα αὐτὸν ἤγαγε, πολλὰ περὶ τοῦ µάρτυρος διαλέγεται, ὥστε µᾶλλον τὸν µαθητὴν ἐντρέψαι. Τουτέστι, δόξα αὐτῷ· τοῦτο µόνον δυνάµεθα λέγειν, τοῦτο µόνον ποιεῖν, οὐ περιεργάζεσθαι τίς ἐστιν. Εἰ τοίνυν τὸ κράτος αὐτοῦ αἰώνιον, µὴ δεήσῃς· κἂν νῦν µὴ γένηται, ἀεὶ τιµὴ αὐτῷ, ἀεὶ κράτος αὐτῷ. Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε µὴ ὑψηλοφρονεῖν. Καλῶς εἶπεν, Ἐν τῷ νῦν αἰῶνι· εἰσὶ γὰρ καὶ ἄλλοι πλούσιοι ἐν τῷ µέλλοντι. Ταῦτα δὲ παραινεῖ, εἰδὼς ὅτι οὐδὲν οὕτω τίκτει τῦφον καὶ ἀπόνοιαν καὶ ἀλαζονείαν, ὡς χρήµατα. Εἶτα εὐθέως αὑτοὺς κατέσπακεν, εἰπών· Μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι. Ἀπὸ γὰρ τούτου ἡ ἀπόνοια· ὡς ὅγε εἰς Θεὸν ἐλπίζων, οὐκ ἐπαίρεται. Τί ἐλπίζεις ἐπὶ τὸ ἀθρόον µεθιστάµενον; τοῦτο γὰρ ὁ πλοῦτος· καὶ πῶς εἰς ἐκεῖνον ἐλπίζεις ὑπὲρ οὗ θαῤῥῆσαι οὐκ ἔστι; Πῶς δὲ δυνήσονται µὴ ὑψηλοφρονεῖν, φησίν; Ἂν ἴδωσιν ὅτι οὗτος ἄστατος, ἀβέβαιος· ἂν ἴδωσιν ὅτι µείζων τοῦ πλούτου ἡ ἐλπὶς ἡ παρὰ τοῦ Θεοῦ· ἂν ἴδωσιν ὅτι καὶ τούτου αὐτοῦ αἴτιος ὁ Θεός. Ἀλλ' ἐπὶ τῷ Θεῷ, φησὶ, τῷ ζῶντι, τῷ παρέχοντι ἡµῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν. Καλῶς εἶπε, Πάντα πλουσίως, τὰς ἐτησίους τροπὰς αἰνιττόµενος, τὸν ἀέρα, τὸ φῶς, τὸ ὕδωρ, τὰ ἄλλα πάντα. Ὁρᾷς πῶς πλουσίως παρέχει καὶ µετὰ πολλῆς τῆς ἀφθονίας; Εἰ πλοῦτον ζητεῖς, ἐκεῖνον ζήτει τὸν µένοντα, τὸν βέβαιον, τὸν ἀπὸ τῶν ἔργων γινόµενον τῶν ἀγαθῶν. Τοῦτο καὶ αὐτὸς δηλῶν, Ἀγαθοεργεῖν, φησὶ, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐµεταδότους εἶναι, κοινωνικούς· τὸ µὲν τῶν χρηµάτων, τὸ δὲ τῆς ἀγάπης. Κοινωνικοὺς ὁµιλητικούς φησι, προσηνεῖς. Ἀποθησαυρίζοντας ἑαυτοῖς θεµέλιον καλὸν εἰς τὸ µέλλον. Ἐκεῖ οὐδὲν ἄδηλον· ἔνθα δὲ βέβαιος ὁ θεµέλιος, οὐδὲν ἄστατον, ἀλλὰ πάντα βέβαια, ἀκίνητα, πάγια, µόνιµα. Ἵνα ἐπιλάβωνται, φησὶ, τῆς αἰωνίου ζωῆς. Ἡ γὰρ τῶν ἀγαθῶν ἔργων πρᾶξις τὴν ἐκείνης ἡµῖν ἀπόλαυσιν προξενῆσαι δύναται. Ὢ Τιµόθεε, τὴν παρακαταθήκην φύλαξον. Μὴ µειώσῃς· οὐκ ἔστι σὰ, τὰ ἀλλότρια ἐνεπιστεύθης· µηδὲν ἐλαττώσῃς. Ἐκτρεπόµενος, φησὶ, τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύµου γνώσεως.
18.2
Καλῶς οὕτως εἶπεν. Ὅταν γὰρ πίστις µὴ ᾖ, γνῶσις οὐκ ἔστιν· ὅταν ἐκ τῶν οἰκείων λογισµῶν τίκτηταί τι, γνῶσις οὐκ ἔστιν. Ἢ τάχα τοῦτό φησι, διότι τινὲς ἑαυτοὺς ἐκάλουν τότε Γνωστικοὺς, ὡς πλέον τι τῶν ἄλλων εἰδότες. Ἥν τινες ἐπαγελλόµενοι, φησὶ, περὶ τὴν πίστιν ἠστόχησαν. Ὁρᾷς πῶς πάλιν κελεύει µηδὲ ὁµόσε χωρεῖν πρὸς τοὺς τοιούτους; Ἐκτρεπόµενος, φησὶ, τὰς ἀντιθέσεις. Ἄρα εἰσὶν ἀντιθέσεις, πρὸς ἃς οὐδὲ ἀποκρίνεσθαι χρή.∆ ιὰ τί; Ὅτι τῆς πίστεως ἐκβάλλουσιν, ὅτι οὐκ ἀφιᾶσιν ἑστάναι βεβαίως οὐδὲ πεπηγέναι. Μὴ δὴ ταύτης ἐχώµεθα, ἀλλὰ τῆς πίστεως, τῆς πέτρας τῆς ἀῤῥαγοῦς. Οὔτε γὰρ ποταµοὶ, οὔτε ἄνεµοι προσπεσόντες δυνήσονταί τι λυµήνασθαι ἡµῖν· ἑστήκαµεν γὰρ ἐπὶ τῆς πέτρας ἀπαρασάλευτοι. Οὕτω καὶ ἐπὶ τοῦ βίου τούτου, ἂν ἐκεῖνον ἑλώµεθα τὸν ὄντως θεµέλιον, ἑστήκαµεν πάλιν οὐδὲν πάσχοντες δεινόν. Ὁ τὸν πλοῦτον αἱρούµενος ἐκεῖνον, οὐδὲν πείσεται δεινὸν, ὁ τὴν εὐδοκίµησιν, ὁ τὴν δόξαν, ὁ τὴν τιµὴν, ὁ τὴν ἡδονήν· πάντα ἐκεῖνα βέβαια, µεταβολὴ οὐδεµία· πάντα τὰ ἐνταῦθα ἀλλοιοῦται καὶ ὑπὸ τροπὴν κεῖται, πάντα µεταβάλλεται. Τί γὰρ βούλει; δόξαν; Οὐ συγκαταβήσεται, φησὶν, ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ· πολλάκις δὲ οὐδὲ ζῶντι παραµένει. Ἀλλ' οὐ τὰ τῆς ἀρετῆς τοιαῦτα, ἀλλὰ πάντα µένει. Ὁ ἐνταῦθα ἔνδοξος ἀπὸ τῆς ἀρχῆς, ἑτέρου τὴν ἀρχὴν διαδεξαµένου, γέγονεν εὐτελὴς, καὶ τῶν ἀρχοµένων εἷς· ὁ πλούσιος, ἢ λῃστῶν ἐπιθεµένων, ἢ συκοφαντῶν καὶ ἐπιβούλων, ἄφνω γέγονε πένης. Ἀλλ' οὐ τὰ παρ' ἡµῖν οὕτως· ὁ σώφρων ἐὰν ἑαυτῷ προσέχῃ, οὐδεὶς αὐτοῦ τὴν σω φροσύνην ἀφελέσθαι δυνήσεται· τὸν ἄρχοντα ἑαυτοῦ καὶ κρατοῦντα οὐδεὶς ἰδιώτην, οὐδὲ ἀρχόµενον ἐργάσεται. Ὅτι γὰρ αὕτη µείζων ἐκείνης ἡ ἀρχὴ, ἀπὸ τῆς ἐξετάσεως µάνθανε. Τί γὰρ ὄφελος, εἰπέ µοι, ἐθνῶν ὁλοκλήρων ἄρχειν, καὶ δοῦλον εἶναι τῶν παθῶν; Ποία δὲ βλάβη µηδενὸς ἀνθρώπων ἄρχειν, καὶ τῆς τῶν παθῶν τυραννίδος ἀνώτερον εἶναι; Τοῦτο ἐλευθερία, τοῦτο ἀρχὴ, τοῦτο βασιλεία καὶ δυναστεία· ἐκεῖνα δουλεία, κἂν µυρία τις διαδήµατα περικέηται. Ὅταν γὰρ ἔνδοθεν ἄρχῃ αὐτοῦ τῶν δεσποτῶν τὸ πλῆθος, τὴν φιλαργυρίαν λέγω, τὴν φιληδονίαν, τὴν ὀργὴν, τὰ ἄλλα πάθη, τί τοῦ διαδήµατος ὄφελος; Μείζων ἡ τυραννὶς τῶν παθῶν, ὅταν µηδὲ ὁ στέφανος αὐτὸν ἰσχύῃ ταύτης ἐξελέσθαι τῆς ὑποταγῆς. Ὥσπερ ἂν εἰ παρὰ βαρβάροις βασιλεύς τις γενόµενος ἐδούλευεν, εἶτα ἐκεῖνοι βουλόµενοι µείζονα δεῖξαι τὴν ἀρχὴν, µήτε τὴν ἁλουργίδα, µήτε τὸδιάδηµα ἀφέλοιντο, ἀλλὰ µετ' ἐκείνων καὶ ὑδροφορεῖν, καὶ µαγειρεύειν, καὶ τὰ ἄλλα πάντα διακονεῖσθαι προστάττοιεν, ὥστε αὐτοῖς µὲν µείζονα τὴν τιµὴν, ἐκείνῳδὲ τὴν αἰσχύνην γενέσθαι· οὕτω καὶ νῦν, παντὸς βαρβάρου βαρβαρικώτερον ταῦτα τὰ πάθη ἡµῖν προσφέρεται. Ὁ µὲν γὰρ τούτων καταφρονῶν, καὶ τῶν βαρβάρων καταγελάσεται· ὁ δὲ τούτοις ὑποκύπτων, πολλῷ δεινότερα πείσεται, ἢ παρὰ τῶν βαρβάρων. Ὁ βάρβαρος, ὅταν µεγάλα ἰσχύσῃ, τὸ σῶµα αἰκίζεται, αὗται δὲ τὴν ψυχὴν βασανίζονται καταξαίνουσαι πάντοθεν· ὁ βάρβαρος ὅταν µεγάλα ἰσχύσῃ, θανάτῳ τούτῳ παρέδωκεν, αὗται δὲ τῷ µέλλοντι. Ὥστε µόνος ἐλεύθερος ἐκεῖνος ὁ τὴν ἐλευθερίαν οἴκοθεν ἔχων, ὥσπερ καὶ δοῦλος ἐκεῖνος ὁ τοῖς ἀλόγοις πάθεσιν ὑποκύπτων. Οὐδεὶς ἐπιτάττει δεσπότης, κἂν σφόδρα ἀπηνὴς ᾖ, τοιαῦτα ὠµὰ καὶ ἀπηνῆ προστάγµατα· Καταίσχυνόν σου, φησὶ, τὴν ψυχὴν εἰκῆ καὶ µάτην, πρόσκρουσον τῷ Θεῷ, τὴν φύσιν αὐτὴν ἀγνόησον, κἂν πατὴρ ᾖ, κἂν µήτηρ, µηδεµίαν ἔχε αἰδὼ, στῆθικατ' αὐτῶν. Τοιαῦτα γὰρ τῆς φιλαργυρίας τὰ ἐπιτάγµατα. Θῦσόν µοι, φησὶ, µὴ µόσχους, ἀλλὰ ἀνθρώπους. Καὶ ὁ µὲν προφήτης, Θύσατε, φησὶν, ἀνθρώπους· οἱ µόσχοι γὰρ ἐκλελοίπασιν· αὕτη δὲ οὐ τοῦτό φησιν, ἀλλὰ, µόσχων ὄντων, Θῦσον ἀνθρώπους, κατάθυσον τοὺς µηδὲν ἠδικηκότας· κἂν εὐηργετηµένος ᾖς, ἀπόκτεινον. Πάλιν, Ἔσο πολέµιος, κοινὸς ἐχθρὸς ἁπάντων περιέρχου, καὶ τῆς φύσεως αὐτῆς, καὶ τοῦ Θεοῦ· σύναγε χρυσίον, οὐχ ἵνα ἀπολαύσῃς, ἀλλ' ἵνα φυλάξῃς, ἵνα µείζονα ἐργάσῃ τὴν βάσανον. Οὐ γὰρ ἔνι τὸν φιλάργυρον καὶ ἀπολαυστικὸν εἶναι· δέδοικε γὰρ µὴ ἐλαττωθῇ τὸ χρυσίον, µὴ πενιχροὶ γένωνται οἱ θησαυροί. Ἀγρύπνει, φησὶ, πάντας ἔχε δι' ὑποψίας, καὶ οἰκέτας καὶ φίλους· ἔσο φύλαξ τῶν ἀλλοτρίων. Ἂν ἴδῃς πένητα λιµῷ φθειρόµενον, µὴ µεταδῷς, ἀλλ', εἰ δυνατὸν, καὶ τὸ δέρµα αὐτὸν ἀπόδυσον. Ἐπιόρκει, ψεύδου, ὄµνυε, κατηγόρει, συκοφάντει, κἂν εἰς πῦρ ἐµβῆναι δέῃ, µὴ παραιτήσῃ, κἂν µυρίους ὑποστῆναι θανάτους, κἂν λιµῷ διαφθαρῆναι, κἂν προσπαλαῖσαι νόσῳ. Ἢ οὐχὶ ταῦτα νοµοθετεῖ ἡ φιλαργυρία; Ἰταµὸς ἔσο καὶ ἀναίσχυντος, ἀνειδὴς καὶ θρασὺς, µιαρὸς καὶ µοχθηρὸς, ἀγνώµων, ἀναίσθητος, ἄφιλος, ἄσπονδος, ἄστοργος, πατραλοίας, θηρίον µᾶλλονἢ ἄνθρωπος. Παρέλασον πάντα ὄφιν τῇ πικρίᾳ, πάντα λύκον τῇ ἁρπαγῇ, ὑπέρβηθι καὶ τῆς φύσεως ἐκείνης τὴν θηριωδίαν· κἂν εἰς δαίµονος ἐλθεῖν κακίαν δέῃ, µὴ παραιτήσῃ· ἀγνόησον τὸν εὐεργέτην. Οὐχὶ ταῦτα λέγει, καὶ ἀκούεται; Ὁ δὲ Θεὸς τὰ ἐναντία· Ἔσο πᾶσι φίλος, ἔσο ἐπιεικὴς, παρὰ πάντων ἀγαπώµενος, µηδενὶ πρόσκρουε εἰκῆ καὶ µάτην, τίµα τὸν πατέρα, τίµα τὴν µητέρα, δόξης ἀπόλαυε χρηστῆς, ἔσο µὴ ἄνθρωπος, ἀλλὰ ἄγγελος· µηδὲν ἀναίσχυντον εἴπῃς, µηδὲν ψευδὲς, ἀλλὰ µηδὲ ἐννοήσῃς· ἐπικούρει τοῖς δεοµένοις, µὴ ἀναγκάζου πράγµατα ἔχειν ἁρπάζων, µὴ ἔσο ὑβριστὴς µηδὲ θρασύς· καὶ οὐδεὶς ὁ ἀκούων. Ἆρα οὐ δικαίως ἡ γέεννα; οὐκ εἰκότως τὸ πῦρ; ὁ σκώληξ ὁ ἀτελεύτητος; Μέχρι τίνος κατὰ κρηµνῶν ὠθοῦµεν ἑαυτούς; µέχρι τίνος ἐπὶ τῶν ἀκανθῶν βαδίζοµεν; µέχρι τίνος ἥλοις διαπείροµεν ἑαυτοὺς, καὶ χάριν ἔχοµεν; Ὠµοῖς τυράννοις ὑποκείµεθα, τὸν προσηνῆ∆ εσπότην παραιτούµεθα, τὸν οὐδὲν ἐπαχθὲς λέγοντα, οὐδὲ βάρβαρον, οὐδὲ φορτικὸν, οὐδὲ ἀνόνητον, ἀλλὰπάντα χρήσιµα καὶ ἐπικερδῆ καὶ ὠφέλειαν ἡµῖν µεγάλην παρέχοντα.∆ ιαναστῶµέν ποτε, συστρέψωµεν ἑαυτοὺς, συγκροτήσωµεν, ἀγαπήσωµεν, ὡς δεῖ, τὸν Θεὸν, ἵνα καταξιωθῶµεν τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖςἀγαπῶσιν αὑτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰςτοὺς αἰῶνας τῶν αἰώνων.

Intertext edge

Open linked passage

Note