Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Timothy
John ChrysostomHom. 1 Tim. 6 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
6.0
Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεή σεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐνὑπεροχῇ ὄντων, ἵνα ἤρεµον καὶ ἡσύχιον βίον διάγωµεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεµνό τητι. Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡµῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
6.1
Ὥσπερ κοινός τίς ἐστι πατὴρ τῆς οἰκουµένης ἁπάσης ὁ ἱερεύς. Πάντων τοίνυν ἄξιον αὐτὸν κήδεσθαι, καθάπερ καὶ ὁ Θεὸς, ᾧ ἱερᾶται· διὰ τοῦτό φησι, Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς.∆ ύο γὰρ ἐντεῦθεν γίνεται τὰ ἀγαθὰ, τό τε ἔχθος ὃ πρὸς τοὺς ἔξω ἔχοµεν καταλύεται· οὐδεὶς γὰρ πρὸς τοῦτον ἀπεχθῶς ἔχειν δυνήσεται, ὑπὲρ οὗ δεήσεις ποιεῖται· αὐτοί τε ἐκεῖνοι βελτίους γίνονται τῷ τε εὐχὰς ὑπὲρ αὐτῶν γίνεσθαι, τῷ τε µὴ ἐκθηριοῦσθαι πρὸς ἡµᾶς. Οὐδὲν γὰρ οὕτω πρὸς διδασκαλίαν ἐπαγωγὸν, ὡς τὸ φιλεῖν καὶ φιλεῖσθαι. Ἐννόησον δὲ ὅσον ἦν ἀκούειν τοὺς ἐπιβουλεύοντας, τοὺς µαστίζοντας, τοὺς ἐλαύνοντας, τοὺς ἀποκτιννύντας, ὅτι οἱ τὰ τοιαῦτα πάσχοντες ὑπὲρ τῶντὰ τοιαῦτα δρώντων προσευχὰς πρὸς τὸν Θεὸν ποιοῦνται ἐκτενεῖς. Ὁρᾷς πῶς ἀνώτερον εἶναι βούλεται τὸν Χριστιανὸν πάντων; Καθάπερ γὰρ ἐπὶ τῶν παίδων τῶν νηπίων, κἂν βασταζόµενον τὸ παιδίον τύπτῃ τοῦ πατρὸς τὴν ὄψιν, οὐδὲν ὑποτέµνεται τῆς φιλοστοργίας· οὕτω κἂν τυπτώµεθα παρὰ τῶν ἔξωθεν, οὐδὲν ὀφείλοµεν ἐλαττοῦν τῆς εὐνοίας τῆς πρὸς αὐτούς. Τί δέ ἐστι τὸ, Πρῶτον πάντων; Τουτέστιν, ἐν τῇ λατρείᾳ τῇ καθηµερινῇ. Καὶ τοῦτο ἴσασιν οἱ µύσται πῶς καθ' ἑκάστην ἡµέραν γίνεται, καὶ ἐν ἑσπέρᾳ καὶ ἐν πρωΐᾳ· πῶς ὑπὲρ παντὸς τοῦ κόσµου, καὶ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων ποιούµεθα τὴν δέησιν. Ἀλλ' ἴσως ἐρεῖ τις, ὅτι οὐχ ὑπὲρ πάντων εἶπεν, ἀλλ' ὑπὲρ τῶν πιστῶν. Τί οὖν, ὅταν λέγῃ, Ὑπὲρ βασιλέων; οὐ γὰρ δὴ τότε θεοσεβεῖς ἦσαν βασιλεῖς, ἀλλὰ µέχρι πολλοῦ προῆλθον, ἀσεβεῖς ἀσεβεῖς διαδεχόµενοι. Εἶτα, ἵνα µὴ κολακεία τὸ πρᾶγµα ᾖ, προλαβὼν εἶπεν· Ὑπὲρ πάντων, καὶ τότε, Ὑπὲρ βασιλέων. Εἰ γὰρ εἶπεν, Ὑπὲρ βασιλέων µόνων, ἴσως ἄν τις τοῦτο ὑπέλαβεν. Εἶτα ἐπειδὴ εἰκὸς ἦν τὴν τοῦ Χριστιανοῦ ψυχὴν ναρκᾷν ταῦτα ἀκούουσαν, καὶ µὴ προσίεσθαι τὴν παραίνεσιν, εἴ γε ὑπὲρ τοῦ Ἕλληνος ἐν τῷ τῶνµυστηρίων δεῖ καιρῷ δεήσεις προσφέρειν, ὅρα τί φησι, καὶ πῶς τίθησι τὸ κέρδος, ἵνα κἂν οὕτω δέξῃ τὴν παραίνεσιν. Ἵνα ἤρεµον, φησὶ, καὶ ἡσύχιον βίον διάγωµεν. Τουτέστιν, ἡ ἐκείνων σωτηρία ἡµῶν ἀµεριµνία ὑπάρχει· ὥσπερ καὶ ἐν τῇ πρὸς Ῥωµαίους Ἐπιστολῇ, προτρέπων αὐτοὺς πείθεσθαι τοῖς ἄρχουσι, φησίν· Εἰ µὴ διὰ τὴν ἀνάγκην, ἀλλὰ διὰ τὴν συνείδησιν. Ὁ γὰρ Θεὸς εἰς τὸ κοινῇ χρήσιµον τὰς ἀρχὰς διετάξατο. Πῶς οὖν οὐκ ἄτοπον αὐτοὺς µὲν ὑπὲρ τούτου στρατεύεσθαι, καὶ τὰ ὅπλα τίθεσθαι, ἵν' ἡµεῖς ἐν ἀδείᾳ ὦµεν· ἡµᾶς δὲ µηδὲ ὑπὲρ τῶν κινδυνευόντων καὶ στρατευοµένων ποιεῖσθαι δεήσεις; ὥστε οὐ κολακεία ἐστὶ τὸ πρᾶγµα, ἀλλὰ κατὰ τὸν τοῦ δικαίου γίνεται λόγον. Εἰ γὰρ µὴ ἐσώζοντο, µηδὲ εὐδοκίµουν ἐν τοῖς πολέµοις, ἀνάγκη καὶ τὰ ἡµέτερα ἐν ταραχαῖς εἶναι καὶ θορύβοις· ἢ γὰρ καὶ αὐτοὺς ἡµᾶς στρατεύεσθαι ἔδει, κατακοπέντων ἐκείνων, ἢ φεύγειν πανταχοῦ καὶ πλανᾶσθαι. Καθάπερ γὰρ πρόβολοί τινές εἰσι, φησὶ, προβεβληµένοι, καὶ τοὺς ἔνδον ἐν εἰρήνῃ φυλάττοντες.∆ εήσεις, φησὶ, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας.∆ εῖ γὰρ εὐχαριστεῖν τῷ Θεῷ καὶ ὑπὲρ τῶν εἰς ἄλλους γενοµένων ἀγαθῶν, οἶον ὅτι τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, ὅτι βρέχει ἐπὶ δικαίουςκαὶ ἀδίκους. Ὁρᾷς ὅτι οὐ µόνον διὰ τῆς εὐχῆς, ἀλλὰ καὶ διὰ τῆς εὐχαριστίας ἑνοῖ καὶ συγκολλᾷ ἡµᾶς; Ὁ γὰρ ἀναγκαζόµενος εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν τοῦ πέλας ἀγαθῶν, ἀναγκάζεται καὶ φιλεῖν αὐτὸν καὶ οἰκείως πρὸς αὐτὸν διακεῖσθαι. Εἰ δὲ ὑπὲρ τῶν τοῦ πέλας εὐχαριστεῖν δεῖ, πολλῷ µᾶλλον ὑπὲρ τῶν εἰς ἡµᾶς καὶ τῶν λάθρα γινοµένων, καὶ ἑκόντων καὶ ἀκόντων, καὶ ὑπὲρ τῶνδοκούντων εἶναι λυπηρῶν· καὶ γὰρ πρὸς τὸ ἀγαθὸν ὁ Θεὸς ἡµῖν ἅπαντα οἰκονοµεῖ.
6.2
Πᾶσα τοίνυν ἡµῖν εὐχὴ εὐχαριστίαν ἐχέτω. Εἰ δὲ καὶ ὑπερεύχεσθαι τῶν πέλας οὐχὶ πιστῶν µόνον, ἀλλὰ καὶ ἀπίστων προσταττόµεθα, ἐννόησον ὅσον ἐστὶ κακὸν κατεύχεσθαι τῶν ἀδελφῶν. Τί λέγεις; ἐκεῖνός σε ὑπὲρ ἐχθρῶν ἐκέλευσεν εὔχεσθαι, σὺ δὲ τοῦ ἀδελφοῦ κατεύχῃ; Οὐκ ἐκείνου κατεύχῃ, ἀλλὰ σαυτοῦ· τὸν γὰρ Θεὸν παροξύνεις, ἐκεῖνα τὰ ἀνόσια φθεγγόµενος ῥήµατα· οὕτω δεῖξον αὐτῷ, οὕτω ποίησον αὐτῷ, βάλε αὐτὸν, ἀνταπόδος αὐτῷ. Πόῤῥω ταῦτα τῶν τοῦ Χριστοῦ µαθητῶν, τῶν ἐπιεικῶν καὶ προσηνῶν. Τοῦ στόµατος τοῦ ἠξιωµένου τοιαύτης µυσταγωγίας µηδὲν πικρὸν ἐκβαλλέτω, µηδὲν ἀηδὲς, ἡ τῷ θείῳ σώµατι προσοµιλοῦσα γλῶσσα· καθαρὰν αὐτὴν φυλάττωµεν, µὴ ἀρὰς προσφέρωµεν δι' αὐτῆς. Εἰ γὰρ λοίδοροι οὐ κληρονοµήσουσι βασιλείαν, πολλῷ µᾶλλον οἱ κατευχόµενοι· ἀνάγκη γὰρ καὶ ὑβρίζειν τὸν κατευχόµενον· ὕβρις δὲ καὶ εὐχὴ ἀλλήλων ἀπεσχοίνισται· ἀρὰ καὶ εὐχὴ πολὺ τὸ µέσον ἔχει· κατηγορία καὶ εὐχὴ πολὺ τὸ µέσον ἔχουσι. Προσεύχῃ τὸν Θεὸν ἵλεων ποιῆσαι, καὶ ἑτέρου κατεύχῃ; Ἐὰν µὴ ἀφῇς, οὐκ ἀφεθήσεταί σοι· καὶ αὐτὸς οὐ µόνον οὐκ ἀφίης, ἀλλὰ καὶ τὸν Θεὸν µὴ ἀφεῖναι παρακα λεῖς; Εἶδες ὑπερβολὴν κακίας; Εἰ τῷ µὴ ἀφιέντι οὐκ ἀφίεται, τῷ καὶ τὸν∆ εσπότην παρακαλοῦντι µὴ ἀφεῖναι, πῶς ἀφεθήσεται; Οὐκ ἐκεῖνον βλάπτεις, ἀλλὰ σαυτόν. Τί δήποτε; Εἰ γὰρ καὶ ἀκούεσθαι ἔµελλες ὑπὲρ τῶν σαυτοῦ, διὰ ταῦτα οὐδέποτε εἰσακουσθήσῃ, ὅτι µιαρῷ στόµατι τὰς εὐχὰς ποιεῖς· µιαρὸν γὰρ ὄντως τὸ τοιοῦτον στόµα καὶ ἀκάθαρτον, πάσης δυσωδίας ἐµπεπλησµένον, πάσης ἀκαθαρσίας.∆ έον σε ὑπὲρ τῶν σῶν τρέµειν ἁµαρτηµάτων, καὶ τὸν ἀγῶνα πάντα ὑπὲρ τούτων ποιεῖσθαι, σὺ δὲ προσέρχῃ τὸν Θεὸν κινήσων κατὰ τοῦ ἀδελφοῦ; οὐ γὰρ δέδοικας καὶ µεριµνᾷς τὰ σαυτοῦ; οὐχ ὁρᾷς τί διαπράττῃ; Μίµησαι κἂν τὰ παιδία τὰ εἰς διδασκαλεῖον φοιτῶντα, ἅπερ ἐπειδὰν τὴν ἑαυτῶν συµµορίαν ἔνδον ἴδῃ τῶν µαθηµάτων ἀπαιτουµένην τὰς εὐθύνας, καὶδιὰ τὴν ῥᾳθυµίαν ἅπαντας τυπτοµένους, καὶ καθ' ἕνα ἕκαστον ἐξεταζόµενον πικρῶς καὶ κοπτόµενον ὑπὸ τῶν πληγῶν, ἀποτέθνηκεν ὑπὸ τοῦ δέους· κἂν µυρία τις αὐτὰ πλήξῃ τῶν συµφοιτητῶν, οὐκ ἀνέχεται ὀργισθῆναι, τοῦ φόβου τὴν ψυχὴν κατέχοντος, οὐδὲ ἐντυχεῖν τῷ διδασκάλῳ, ἀλλ' εἰς ἓν µόνονὁρᾷ τὸ εἰσελθεῖν καὶ ἀπαλλαγῆναι πληγῶν χωρὶς, καὶ πρὸς ἐκεῖνον τὸν καιρὸν σκοπεῖ· κἂν ἐξέλθῃ, εἴτε πληγὰς λαβὼν εἴτε µὴ λαβὼν, οὐδὲ εἰς νοῦν ἐκεῖνα λοιπὸν βάλλεται ὑπὸ τῆς ἡδονῆς. Σὺ δὲ ἑστὼς καὶ µεριµνῶν ὑπὲρ τῶν ἁµαρτηµάτων τῶν σῶν, οὐ φρίττεις τῶν ἑτέρων µνηµονεύων; καὶ πῶς τὸν Θεὸν παρακαλεῖς;∆ ι' ὧν γὰρ αὐτὸν κατ' ἐκείνου ἀξιοῖς, διὰ τούτων καὶ τὰ σαυτοῦ πικρότερα ἐργάζῃ, οὐκ ἀφιεὶς αὐτὸν συγγνώµην δοῦναι τοῖς σοῖς. Πῶς γὰρ, εἰ θέλεις µε γίνεσθαι, φησὶν, ἐξεταστὴν ἀκριβῆ τῶν εἰς σὲ πεπληµµεληµένων, πῶς τῶν παρὰ σοῦ εἰς ἐµὲ γεγενηµένων ἀξιοῖς γενέσθαιτὴν συγχώρησιν; Μάθωµέν ποτε εἶναι Χριστιανοί· εἰ εὔχεσθαι οὐκ ἴσµεν, ὅπερ ἐστὶν εὔκολον καὶ σφόδρα ῥᾴδιον, τί τῶν ἄλλων εἰσόµεθα; Μάθωµεν εὔχεσθαι ὡς Χριστιανοί· Ἑλλήνων εἰσὶν ἐκεῖναι αἱ εὐχαὶ, Ἰουδαίων ἐκεῖναι αἱ δεήσεις· τοῦ Χριστιανοῦ δὲ ἐναντίαι, ἄφεσιν καὶ ἀµνηστίαν αἰτεῖν τῶν εἰς ἡµᾶς πεπληµµεληµένων. Λοιδορούµενοι, φησὶν, εὐλογοῦµεν, διωκόµενοι ἀνεχόµεθα, βλασφηµούµενοι παρακαλοῦµεν. Ἄκουε τοῦ Στεφάνου λέγοντος, Κύριε, µὴ στήσῃς αὐτοῖς τὴν ἁµαρτίαν ταύτην. Οὐ µόνον οὐ κατηύχετο, ἀλλὰ καὶ ὑπερηύχετο· σὺ δὲ οὐ µόνον οὐχ ὑπερηύξω, ἀλλὰ καὶ κατηύξω. Ὥσπερ οὖν θαυµάσιος ἐκεῖνος, οὕτω σὺ κάκιστος. Τίνα θαυµάζοµεν, εἰπέ µοι; τοὺς ὑπὲρ ὧν ηὔξατο, ἢ τὸν ὑπερευχόµενον; Τοῦτον δηλονότι· εἰ δὲ ἡµεῖς, πολλῷ µᾶλλον ὁ Θεός. Βούλει πλήττεσθαι τὸν ἐχθρόν; εὖξαι ὑπὲρ αὐτοῦ, ἀλλὰ µὴ τοιαύτῃ διανοίᾳ, µὴ ὡς πλήττων· τοῦτο µὲν γὰρ γίνεται, σὺ δὲ µὴ τούτῳ ποίει τῷ σκοπῷ. Καίτοι ὁ µακάριος ἐκεῖνος ἀδίκως πάντα ἔπασχε, καὶ ὑπερηύχετο· ἡµεῖς δὲ πολλὰ καὶ δικαίως πάσχοµεν παρὰ τῶν ἐχθρῶν. Εἰ δὲ ὁ ἀδίκως παθὼν οὐκ ἐτόλµησε µὴ ὑπερεύξασθαι, οἱ δίκαια πάσχοντες, καὶ µὴ µόνον οὐχ ὑπερευχόµενοι, ἀλλὰ καὶ κατευχόµενοι, τίνος οὐκ ἐσµὲνἄξιοι τιµωρίας;∆ οκεῖς µὲν ἐκείνῳ διδόναι τὴν πληγὴν, τὸ δὲ ἀληθὲς κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, οὐκ ἀφιεὶς τὸν δικαστὴν ἐν τοῖς σοῖς ἁµαρτήµασι γενέσθαι ἥµερον, δι' ὧν αὐτὸν κατὰ ἑτέρων παροξύνεις. Ὧ γὰρ µέτρῳ µετρεῖτε, ἀντιµετρηθήσεται ὑµῖν, φησὶ, καὶ ᾧ κρίµατι κρίνετε, κριθήσεσθε. Γενώµεθα τοίνυν συγγνωµονικοὶ, ἵνα τοιούτου τύχωµεν τοῦ Θεοῦ.
6.3
Ταῦτα οὐκ ἀκούειν ὑµᾶς µόνον βούλοµαι, ἀλλὰ καὶ φυλάττειν. Νῦν δὲ µέχρι ῥηµάτων ἡ µνήµη µόνον, τάχα δὲ οὐδὲ µέχρι τούτων· ἀλλὰ διαλυθέντων ἡµῶν, ἂν ἐρωτήσῃ τις τῶν µὴ παραγεγονότων, τί διελέχθηµεν, οἱ µὲν οὐδὲ ἐροῦσιν, οἱ δὲ εἰδότες ἐροῦσι τὴν ὑπόθεσιν, εἰς ἣνεἰρήκαµεν µόνον, ὅτι ὡµίλησεν εἰς τὸ µὴ δεῖν µνησικακεῖν, ἀλλὰ καὶ ὑπερεύχεσθαι, εἶτα ἀφέντες εἰπεῖν τὰ λεχθέντα πάντα( οὐ γὰρ οἷόν τε µεµνῆσθαι), οἱ δὲµικρῶν µέµνηνται, ἀλλ' ἐνίων.∆ ιὸ παρακαλῶ, εἰ µηδὲν κερδαίνετε ἐκ τῶν λεγοµένων, µηδὲ προσέχειν τῇ ἀκροάσει. Τί γὰρ τὸ ὄφελος; µεῖζον τὸ κρῖµα γίνεται, χαλεπωτέρα ἡ τιµωρία, ὅτι µετὰ µυρίας παραινέσεις τοῖς αὐτοῖς ἐπιµένοµεν.∆ ιὰ τοῦτο εὐχὴν ἡµῖν ὥρισεν ὁ Θεὸς, ἵνα µηδὲν βιωτικὸν µηδὲ ἀνθρώπινον αἰτῶµεν. Ἴστε δὴ οἱ πιστοὶ τίνα δεῖ εὔχεσθαι, πῶς πᾶσα κοινή ἐστιν ἡ εὐχή. Ἀλλ' οὐκ εἴρηται, φησὶν, ὑπὲρ τῶν ἀπίστων εὔχεσθαι ἐκεῖ. Ἐπειδὴ µὴ ἴστε τῆς εὐχῆς τὴν δύναµιν, µηδὲ τὸ βάθος καὶ τὸν θησαυρὸν αὐτῆς ἐπιγινώσκετε· εἰ γάρ τις αὐτὴν ἀναπτύξειεν, εὑρήσει καὶ τοῦτο κείµενον ἐν αὐτῇ. Ὅταν γὰρ λέγῃ ὁ εὐχόµενος, Γενηθήτω τὸ θέληµά σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, οὐδὲν ἄλλο ἢ τοῦτο αἰνίττεται. Πῶς; Ὅτι ἐν οὐρανῷ οὐδεὶς ἄπιστος, οὐδεὶς προσκρούων. Εἰ τοίνυν περὶ τῶν πιστῶν µόνων ἦν, οὐκ εἶχε λόγον τὸ λεγόµενον. Εἰ γὰρ οἱ πιστοὶ ἔµελλον τὸ θέληµα αὐτοῦ ποιεῖν, οἱ δὲ ἄπιστοι οὐχὶ, οὐκέτι ὡς ἐν οὐρανῷ τὸ θέληµα αὐτοῦ ἦν, ἀλλὰ τί; Ὥσπερ ἐν οὐρανῷ, φησὶν, οὐδεὶς πονηρὸς, οὕτω µηδὲ ἐπὶ τῆς γῆς ἔστω· ἀλλὰ πάντας, φησὶν, εἰς τὸν φόβον ἕλκυσον τὸν σαυτοῦ, πάντας ἀγγέλους ποίησον τοὺς ἀνθρώπους, κἂν ἐχθροὶ ἡµῶν ὦσι, κἂν πολέµιοι. Οὐχ ὁρᾷς πόσα καθ' ἑκάστην ἡµέραν ὁ Θεὸς βλασφηµεῖται; πόσα ὑβρίζεται καὶ παρὰ τῶν ἀπίστων, καὶ παρὰ τῶν πιστῶν; καὶ διὰ ῥηµάτων, καὶ διὰ πραγµάτων; Τί οὖν; ἔσβεσε διὰ τοῦτο τὸν ἥλιον; ἐκοίµισε τὴν σελήνην; κατέῤῥαξε τὸν οὐρανόν; ἀνετάραξε τὴν γῆν; ἐξήρανε τὴν θάλασσαν; ἠφάνισε τῶν ὑδάτων τὰς πηγάς; συνέχεε τὸν ἀέρα; Οὐδαµῶς, ἀλλὰ πᾶν τοὐναντίον· ἀνατέλλει τὸν ἥλιον, βρέχει τὸν ὑετὸν, δίδωσι καρποὺς, δίδωσι τροφὰς ἐτησίους τοῖς βλασφήµοις, τοῖς ἀνοήτοις, τοῖς µιαροῖς, τοῖς διώκταις, οὐ µίανἡµέραν οὐδὲ δευτέραν οὐδὲ τρίτην, ἀλλὰ πάντα τὸν βίον. Τοῦτον µίµησαι καὶ σὺ, τοῦτον ζήλωσον κατὰ δύναµιν ἀνθρωπίνην. Οὐ δύνασαι τὸν ἥλιον ἀνατεῖλαι; µὴ κακηγορήσῃς. Οὐ δύνασαι ὑετὸν δοῦναι; µὴ λοιδορήσῃς. Οὐ δύνασαι θρέψαι; µὴ παροινήσῃς. Ἀρκεῖ ταῦτα παρὰ σοῦ δῶρα· παρὰ τοῦ Θεοῦ δι' ἔργων γίνεται εἰς τοὺς ἐχθροὺς ἡ εὐεργεσία· σὺ κἂν διὰ λόγων ποίησον, ὑπέρευξαι τοῦ ἐχθροῦ· οὕτως ἔσῃ ὅµοιος τῷ Πατρί σου τῷ ἐν οὐρανοῖς. Μυριάκις ὑπὲρ τούτων διελέχθηµεν, καὶ διαλεγόµενοι οὐ παυόµεθα· µόνον γινέσθω τι πλέον. Ἡµεῖς οὐ ναρκῶµεν οὐδὲ ἀποκάµνοµεν, ἡµεῖς οὐ περικακοῦµεν λέγοντες· µόνον ὑµεῖς µὴ ἀκούοντες δόξητε ἐνοχλεῖσθαι.∆ οκεῖ δέ τις ἐνοχλεῖσθαι, ὅταν µὴ ποιῇ τὰ λεγόµενα· ὁ γὰρ ποιῶν, συνεχῶς βούλεται τὰ αὐτὰ ἀκούειν, ὥσπερ οὐκ ἐνοχλούµενος, ἀλλ' ἐγκωµιαζόµενος. Ὥστε οὐδαµόθεν ἄλλοθεν τοῦτο γίνεται, ἀλλ' ἐκ τοῦ µὴ ποιεῖν τὰ λεγόµενα· ἐκεῖθεν καὶ ὁ λέγων φορτικός ἐστιν. Ἐάν τις ἐλεηµοσύνην, εἰπέ µοι, ποιῇ, εἶτα ἄλλος περὶ ἐλεηµοσύνης διαλέγηται, οὐ µόνον οὐκ ἀποκναίει πρὸς τὴν ἀκρόασιν, ἀλλὰ καὶ γάννυται, ἀκούωντῶν οἰκείων κατορθωµάτων λεγοµένων καὶ ἀνακηρυττοµένων. Οὕτως οὖν καὶ ἡµεῖς, ἐπειδὴ οὐδὲν πρὸς ἀνεξικακίαν ἔχοµεν κοινὸν, οὐδὲ κατώρθωται ἡµῖν τοῦτο, διὰ τοῦτο δοκοῦµεν εἶναι καὶ πρὸς τὰ ῥήµατα δυσχερεῖς· εἰ δὲ τὰ πράγµατα ἦν, οὐκ ἂν λόγος ἡµᾶς ἐλύπησεν. Εἰ τοίνυν µὴ βούλεσθε ἡµᾶς φορτικοὺς εἶναι µηδὲ ἐπαχθεῖς, οὕτω ποιήσατε, δι' ἔργων ἐπιδείξασθε τὸ πρᾶγµα· ὡς οὐδέποτε παυσόµεθα ὑπὲρ τῶν αὐτῶν ὑµῖν διαλεγόµενοι, ἕως ἂν κατορθωθῇ ἐν ὑµῖν. Μάλιστα µὲν γὰρ καὶ κηδεµονίᾳ καὶ φιλοστοργίᾳ τῇ πρὸς ὑµᾶς τοῦτο πράττοµεν· ἔπειτα δὲ καὶ διὰ τὸν ἐπικείµενον ἡµῖν κίνδυνον. Τὸν γὰρ σαλπίζοντα, κἂν µηδεὶς εἰς πόλεµον ἐξίῃ, σαλπίζειν δεῖ, τὸ αὑτοῦ πληροῦντα. Οὐ τοίνυν µείζονα ὑµῖν τὴν κόλασιν ἐργάσασθαι βουλόµενοι, τοῦτο πράττοµεν, ἀλλὰ τὸ καθ' ἑαυτοὺς ἀποδύσασθαι. Μετὰ δὲ τούτου, καὶ ἡ ὑµετέρα ἡµᾶς ἀγάπη κατέχει· ἀποσπώµεθα γὰρ τὰ σπλάγχνα καὶ δακνόµεθα, εἴ τι τοιοῦτο συµβαίη. Ἀλλὰ µὴ γένοιτο. Οὐκ ἔστι δαπάνης, ὅπερ εἴποµεν νῦν, οὐκ ἔστιν ἐπιζηµίας χρηµάτων, οὐκ ἔστιν ὁδοῦ µακρᾶς· θελῆσαι δεῖ µόνον, ῥῆµά ἐστι, προαίρεσίς ἐστι. Φυλάττωµεν ἡµῶν τὸ στόµα, θύραν καὶ µοχλὸν ἐπιθῶµεν, ἵνα µηδὲν τῶν µὴ δοκούντων τῷ Θεῷ φθεγγώµεθα. Ὑπὲρ ἡµῶν αὐτῶν γίνεται τοῦτο, οὐχ ὑπὲρ ὧν εὐχόµεθα. Τοῦτο ἀεὶ λογιζώµεθα, ὅτι καὶ ὁ εὐλογῶν τὸν ἐχθρὸν, ἑαυτὸν εὐλογεῖ, καὶ ὁ καταρώµενος, ἑαυτὸν καταρᾶται, καὶ ὁ εὐχόµενος ὑπὲρ τοῦ ἐχθροῦ, ὑπὲρἑαυτοῦ εὔχεται, οὐχ ὑπὲρ ἐκείνου. Ἂν οὕτω ταῦτα ποιῶµεν, δυνησόµεθα τὸ κατόρθωµα τοῦτο εἰς ἔργον ἀγαγεῖν, καὶ τυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦΚυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note