Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Timothy
John ChrysostomHom. 1 Tim. 7 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
7.0
Ἵνα ἤρεµον καὶ ἡσύχιον βίον διάγωµεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεµνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡµῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
7.1
Εἰ τοὺς κοινοὺς βούλεται λύεσθαι πολέµους καὶ τὰς µάχας καὶ τὰς ταραχὰς, καὶ διὰ τοῦτο ὑπὲρ βασιλέων καὶ ὑπὲρ ἀρχόντων παρακαλεῖ τὸν ἱερωµένονεὐχὰς ποιεῖσθαι, πολλῷ µᾶλλον καὶ τοὺς ἰδιώτας τοῦτο χρὴ ποιεῖν. Τῶν πολέµων γάρ ἐστιν εἴδη τρία τὰ χαλεπώτερα· εἷς µὲν οὗτος ὁ κοινὸς, ὅταν οἱ παρ' ἡµῖν στρατιῶται πολεµῶνται παρὰ βαρβάρων· δεύτερος, ὅταν, καὶ εἰρήνης οὔσης, ἡµεῖς πρὸς ἀλλήλους πολεµῶµεν· τρίτος, ὅταν ἕκαστος πρὸς ἑαυτὸν πολεµῇ. Οὗτος δὴ καὶ πάντων ἐστὶ χαλεπώτατος. Ἐκεῖνος µὲν γὰρ ὁ παρὰ τῶν βαρβάρων οὐδὲν µέγα ἡµᾶς βλάψαι δυνήσεται· τί γὰρ, εἰπέ µοι; ἔσφαξε καὶ ἀνεῖλεν, ἀλλ' οὐδὲν τὴν ψυχὴν ἐλυµήνατο. Ἀλλ' οὐδὲ ὁ δεύτε ρος, ἐὰν µὴ βουλώµεθα, βλάψαι τι ἡµᾶς δυνήσεται. Κἂν γὰρ ἕτεροι πρὸς ἡµᾶς πολεµῶσιν, ἔξεστιν ἡµῖν εἶναι εἰρηνικοῖς· ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Ἀντὶ τοῦ ἀγαπᾷν µε, ἐνδιέβαλόν µε, ἐγὼ δὲ προσηυχόµην· καὶ πάλιν, Μετὰ τῶν µισούντων τὴν εἰρήνην ἤµην εἰρηνικός· καὶ πάλιν, Ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέµουν µε δωρεάν. Τὸν δὲ τρίτον οὐκ ἔνι ἀκινδύνως διαφυγεῖν. Ὅταν γὰρ ἡµῖν διαστασιάζῃ τὸ σῶµα πρὸς τὴν ψυχὴν, καὶ χαλεπὰς ἐπιθυµίας ἐγείρῃ, καὶ τὰς ἡδονὰς ὁπλίζῃ τῶν σωµάτων, τῆς ὀργῆς, τοῦ φθόνου, οὐκἔνι, µὴ τοῦ πολέµου τούτου λυθέντος, ἐπιτυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν, ἀλλ' ἀνάγκη τὸν µὴ καταστέλλοντα ταύτην τὴν ταραχὴν, πεσεῖν καὶ τραύµαταλαβεῖν, ἐκεῖνον τὸν θάνατον τίκτοντα τὸν ἐν τῇ γεέννῃ.∆ εῖ τοίνυν ἡµῖν καθ' ἑκάστην ἡµέραν µερίµνης καὶ φροντίδος πολλῆς, ὥστε µήτε ἐγείρεσθαι ἐν ἡµῖν τοῦτον τὸν πόλεµον, µήτε διεγερθέντα µένειν, ἀλλὰ καταστέλλεσθαι καὶ κοιµίζεσθαι. Τί γὰρ ἂν ὄφελος γένοιτο, ὅταν ἡ µὲν οἰκουµένη βαθείας ἀπολαύῃ εἰρήνης, σὺ δὲ πρὸς ἑαυτὸν πολεµῇς; Ταύτην δεῖ τὴν εἰρήνην ἔχειν· ἂν ταύτην ἔχωµεν, οὐδὲν ἡµᾶς τῶν ἔξωθεν βλάψαι δυνήσεται. Συντελεῖ δὲ πρὸς ταύτην οὐ µικρὸν καὶ ἡ κοινὴ εἰρήνη· διὰ τοῦτό φησιν, Ἵνα ἤρεµον καὶ ἡσύχιον βίον διάγωµεν. Εἰ δέ τις, ἡσυχίας οὔσης, ταράττεται, σφόδρα ἄθλιός ἐστιν. Ὁρᾷς ὅτι ταύτην λέγει τὴν εἰρήνην, ἢν ἐγώ φηµι τὴν τρίτην;∆ ιὰ τοῦτο εἰπὼν, Ἵνα ἤρεµον καὶ ἡσύχιον βίον διάγωµεν, οὐκ ἔστη µέχρι τούτου, ἀλλὰ προσέθηκεν, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεµνότητι. Ἐν δὲ εὐσεβείᾳ καὶ σεµνότητι εἶναι οὐκ ἔνι, µὴ τῆς εἰρήνης ἐκείνης κατορθωθείσης. Ὅταν γὰρ λογισµοὶ ζητητικοὶ ταράσσωσιν ἡµῶν τὴν πίστιν, ποία εἰρήνη; ὅταν ἀσελγείας πνεύµατα, ποία εἰρήνη; Ἵνα γὰρ µὴ νοµίσῃς ὅτι τοῦτον ἁπλῶς λέγει τὸν βίον, ὃν πάντες ζῶσιν ἄνθρωποι, εἰπὼν, Ἵνα ἤρεµον καὶ ἡσύχιον βίον διάγωµεν, ἐπάγει, Ἐν πάσῃεὐσεβείᾳ καὶ σεµνότητι· ἐπειδὴ ἔνεστι τὸν ἤρεµον καὶ ἡσύχιον βίον διάγειν καὶ Ἕλληνας, καὶ ἀκολάστους καὶ σπαταλῶντας καὶ τρυφῶντας εὕροις ἂν τοῦτον τὸν βίον ζῶντας. Ἵνα οὖν µάθῃς ὅτι οὐ τοῦτόν φησι, προστίθησι τὸ, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεµνότητι. Ἐκεῖνος γὰρ ὁ βίος ἐπιβουλὰς ἔχει καὶ µάχας, τῆς ψυχῆς καθ' ἑκάστην ἡµέραν τιτρωσκοµένης ὑπὸ τῶν θορύβων τῶν ἐν τοῖς λογισµοῖς. Ὅτι δὲ τὸν βίον τοῦτον δηλοῦν βούλεται, δῆλον µὲν ἀπὸ τῆς ἐπαγωγῆς, δῆλον δὲ καὶ ἀπὸ τοῦ µὴ ἁπλῶς ἐν εὐσεβείᾳ εἰπεῖν, ἀλλὰ µετὰ προσθήκης τοῦ, Πάσῃ. Τοῦτο γὰρ εἰπὼν, ἔοικεν οὐ τὴν ἀπὸ τῶν δογµάτων µόνον ἀπαιτεῖν πολιτείαν, ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ βίου ἀσφαλιζοµένην· καὶ γὰρ ἐν ἀµφοτέροις τὴν εὐσέβειαν δεῖ ζητεῖν. Τί γὰρ ὄφελος ἐν τῇ πίστει εὐσεβοῦντας διὰ τοῦ βίου ἀσεβεῖν; Ὅτι γὰρ ἔστι διὰ τοῦ βίου ἀσεβεῖν, ἄκουε τοῦ µακαρίου τούτου πάλιν ἀλλαχοῦ λέγοντος· Θεὸν ὁµολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· καὶ πάλιν, Τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων· καὶ πάλιν, Ἐάν τις ἀδελφὸς ὀνοµαζόµενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ὁ τοιοῦτος οὐ τιµᾷ τὸν Θεόν· καὶ πάλιν, Ὁ τὸν ἀδελφὸν αὑτοῦ µισῶν, τὸν Θεὸν ἀγνοεῖ. Ὁρᾷς πόσοι ἀσεβείας τρόποι;∆ ιὰ τοῦτό φησιν, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεµνότητι. Ἄσεµνος γὰρ οὐκ ἔστιν ὁ πόρνος µόνον, ἀλλὰ καὶ ὁ πλεονέκτης ἄσεµνος ἂν λέγοιτο καὶ ἀκόλαστος· καὶ γὰρ καὶ τοῦτο ἐπιθυµία οὐχ ἥττων τῆς τῶν σωµάτων. Ὁ τοίνυν µὴ κολάζων αὐτὴν, ἀκόλαστος λέγεται· διὰ γὰρ τὸ µὴ κολάζειν τὴν ἐπιθυµίαν ἀκόλαστοι λέγονται. Ὥστε καὶ τὸν ὀργίλον ἀκόλαστον ἂν εἴποιµι ἔγωγε, καὶ τὸν βάσκανον, καὶ τὸν φιλάργυρον, καὶ τὸν ὕπουλον, καὶ πάντα τὸν ἐν ἁµαρτίᾳ ὄντα, ἀκόλαστον εἶναι καὶ ἄσεµνον καὶ ἀσελγῆ. Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν, φησὶν, ἐνώπιον τοῦ Σωτῆρος ἡµῶν Θεοῦ. Ποῖον τοῦτο; Τὸ εὔχεσθαι ὑπὲρ πάντων, τοῦτο ἀποδέχεται ὁ Θεὸς, τοῦτο θέλει· Πάντας γὰρ ἀνθρώπους θέλει σωθῆναι, φησὶ, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
7.2
Μιµοῦ τὸν Θεόν. Εἰ πάντας ἀνθρώπους θέλει σωθῆναι, εἰκότως ὑπὲρ ἁπάντων δεῖ εὔχεσθαι· εἰ πάντας αὐτὸς ἠθέλησε σωθῆναι, θέλε καὶ σύ· εἰ δὲ θέλεις, εὔχου· τῶν γὰρ τοιούτων ἐστὶ τὸ εὔχεσθαι. Ὁρᾷς πῶς πανταχόθεν τὴν ψυχὴν ἔπεισεν, ὥστε καὶ ὑπὲρ Ἑλλήνων εὔχεσθαι; Καὶ τὸ κέρδος δεικνὺς ὅσον ἐκ τούτου τίκτεται, Ἵνα ἤρεµον, φησὶ, καὶ ἡσύχιον βίον διάγωµεν· καὶ τὸ πολλῷ τούτου µεῖζον, ὅτι καὶ τῷ Θεῷ τοῦτο δοκεῖ, καὶ ὅτι ὅµοιοι αὐτῷ κατὰ τοῦτο γινόµεθα, κατὰ τὸ τὰ αὐτὰ αὐτῷ θέλειν. Ἱκανὰ ταῦτα δυσωπῆσαι καὶ θηρίον. Μὴ τοίνυν φοβηθῇς ὑπὲρ Ἑλλήνων εὐχόµενος· καὶ αὐτὸς τοῦτο βούλεται· φοβήθητι τὸ κατεύξασθαι µόνον· τοῦτο γὰρ οὐ βούλεται. Εἰ δὲ ὑπὲρ Ἑλλήνων εὔχεσθαι χρὴ, καὶ ὑπὲρ αἱρετικῶν δῆλον ὅτι· ὑπὲρ γὰρ ἁπάντων ἀνθρώπων εὔχεσθαι δεῖ, οὐ διώκειν. Τοῦτο δὲ καὶ ἄλλως καλὸν ἀπὸ τοῦ τῆς αὐτῆς ἡµᾶς φύσεως κοινωνεῖν· καὶ ὁ Θεὸς δὲ ἐπαινεῖ καὶ ἀποδέχεται τὴν εὔνοιαν, τὴν φιλοστοργίαν τὴν πρὸς ἀλλήλους. Εἰ τοίνυν αὐτὸς θέλει, φησὶ, δοῦναι ὁ Κύριος, τί δεῖ εὐχῶν τῶν παρ' ἐµοῦ; Πολὺ τοῦτο ἐκείνοις καὶ σοὶ συµβάλλεται, πρὸς ἀγάπην αὐτοὺς ἕλκει, σὲ πάλιν οὐκ ἀφίησιν ἐκτεθηριῶσθαι· ἱκανὰ δὲ ταῦτα πρὸς πίστιν ἐπισπάσασθαι. Πολλοὶ γὰρ τῶν ἀνθρώπων διὰ φιλονεικίαν τὴν πρὸς ἀλλήλους ἀπέστησαν τοῦ Θεοῦ. Τοῦτο σωτηρίαν νῦν Θεοῦ καλεῖ, ὃς Πάντας ἀνθρώπους θέλει σωθῆναι, εἰπών· ἐπειδὴ καὶ αὕτη ὄντως ἐστὶν ἡ σωτηρία· ταύτης γὰρ χωρὶς οὐδὲν µέγα ἡ ἄλλη ἐστὶν, ἀλλ' ὄνοµα σωτηρίας ἐστὶ καὶ προσηγορία µόνον. Καὶ εἰς ἐπίγνωσιν ἀληθείας, φησὶν, ἐλθεῖν. Ἀληθείας, ποίας; Τῆς εἰς αὐτὸν πίστεως. Καὶ δὴ προλαβὼν εἶπε, Παράγγελλε µὴ ἑτεροδιδασκαλεῖν· ἵνα δὲ µή τις ὡς ἐχθροῖς αὐτοῖς προσέχῃ, µηδὲ µάχας ἀπὸ τούτου πλέκῃ, φησί· Πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἶτα τοῦτο εἰπὼν, ἐπήγαγεν· Εἷς γὰρ Θεὸς, εἷς καὶ µεσίτης Θεοῦ καὶ ἀνθρώπων. Εἶπεν, Εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, δεικνὺς ὅτι οὐκ ἔστιν ἡ οἰκουµένη ἐν ἀληθείᾳ. Εἶπε πάλιν· Εἷς γὰρ Θεὸς, δεικνὺς ὅτι οὐ πολλοὶ, καθώς τινες νοµίζουσιν. Εἶπεν, ὅτι καὶ µεσίτην καὶ Υἱὸν πέποµφε, δεικνὺς ὅτι σωθῆναι θέλει πάντας. Τί οὖν; ὁ Υἱὸς οὐ Θεός; Καὶ σφόδρα. Πῶς οὖν φησιν, Εἷς; Πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων, οὐ πρὸς τὸν Υἱόν· περὶ γὰρ ἀληθείας καὶ πλάνης ἦν αὐτῷ ὁ λόγος. Ὁ δὲ µεσίτης ὀφείλει ἀµφοτέροις κοινωνεῖν, ὧν ἐστι µεσίτης· µεσίτου γὰρ τοῦτό ἐστι, τὸ ἑκατέρων ἐχόµενον, ὧν ἐστι µεσίτης, κοινωνεῖν· ἐὰν δὲ τοῦ µὲν ἑνὸς ἔχηται, τοῦ δὲ ἑνὸς ἀπεσχοινισµένος ᾖ, οὐκέτι µεσίτης ἐστίν. Εἰ τοίνυν µὴ ἔχεται τῆς τοῦ Πατρὸς φύσεως, οὐκ ἔστι µεσίτης, ἀλλ' ἀπεσχοίνισται. Ὥσπερ γὰρ τῆς τῶν ἀνθρώπων ἔχεται φύσεως, ἐπειδὴ πρὸς ἀν θρώπους ἤρχετο, οὕτω καὶ τῆς τοῦ Θεοῦ, ἐπειδὴ παρὰ Θεοῦ ἤρχετο. Ἐπειδὴ γὰρ δύο φύσεων µέσος γέγονεν, ἐγγὺς τῶν δύο φύσεων αὐτὸν εἶναι δεῖ. Ὥσπερ γὰρ τὸ τόπου τινὸς µέσον ἑκατέρων ἐστὶ τῶν τόπων ἐγγὺς, οὕτω καὶ τὸ τῶν φύσεων µέσον ἑκατέρων ὀφείλει εἶναι τῶν φύσεων ἐγγύς. Ὥσπερ οὖν ἄνθρωπος γέγονεν, οὕτω καὶ Θεὸς ἦν. Ἄνθρωπος οὐκ ἂν ἐγένετο µεσίτης· ἔδει γὰρ καὶ τῷ Θεῷ διαλέγεσθαι· Θεὸς οὐκ ἂν ἐγένετο µεσίτης· οὐ γὰρ ἂν ἐδέξαντο αὐτὸν οἷς ἐµεσίτευσεν. Ὥσπερ ἐκεῖ φησιν, Εἷς Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, οὕτω καὶ ἐνταῦθα, Εἷς καὶ εἷς. Οὐ τίθησι δύο· ἐπειδὴ γὰρ περὶ πολυθεΐας διελέγετο, ἵνα µή τις ἁρπάσῃ τῶν δύο τὸν ἀριθµὸν εἰς πολυθεΐαν, Εἷς καὶ εἷς τέθεικεν. Ὁρᾷς πῶς ἡ Γραφὴ µετὰ πολλῆς τῆς ἀκριβείας κέχρηται τῷ λόγῳ; Τὸ γὰρ, εἷς καὶ εἷς, δύο· ἀλλ' οὐκ ἐροῦµεν τοῦτο, καίτοι τοῦ λογισµοῦ ὑποβάλλοντος. Ἐνταῦθα οὐ λέγεις. Εἷς καὶ εἷς, δύο· ὅπερ δὲ οὐδὲ ὁ λογισµὸς ὑποβάλλει, τοῦτο λέγεις, εἰ ἐγέννησεν, ἔπαθεν. Εἷς γὰρ ὁ Θεὸς, φησὶν, εἷς καὶ µεσίτης Θεοῦ καὶ ἀνθρώπων Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ µαρτύριον καιροῖς ἰδίοις. Τί οὖν; καὶ Ἑλλήνων, εἰπέ µοι; Ναί. Καὶ ὁ µὲν Χριστὸς καὶ ἀπέθανεν ὑπὲρ Ἑλλήνων, σὺ δὲ εὔξασθαι οὐκ ἀνέχῃ; Πῶς οὖν, φησὶν, οὐκ ἐπίστευσαν; Ὅτι οὐκ ἠθέλησαν· τὸ δὲ αὐτοῦ µέρος ἐγένετο· µαρτύριον τὸ πάθος, φησίν. Ἦλθε γὰρ µαρτυρήσων, φησὶ, τῇ ἀληθείᾳ τοῦ Πατρὸς, καὶ ἐσφάγη. Ὥστε οὐχ ὁ Πατὴρ αὐτῷ µαρτυρεῖ µόνον, ἀλλὰ καὶ αὐτὸς τῷ Πατρί. Ἐγὼ γὰρ ἦλθον ἐν τῷ ὀνόµατι τοῦ Πατρός µου, φησί· καὶ πάλιν, Τὸν Θεὸν οὐδεὶς ἑώρακε πώποτε· καὶ πάλιν, Ἵνα γινώσκωσί σε τὸν µόνον ἀληθινὸν Θεόν· καὶ πάλιν, Πνεῦµα ὁ Θεός. Μέχρι θανάτου τοίνυν ἐµαρτύρησε. Τὸ δὲ, Καιροῖς ἰδίοις, τοῦτό ἐστι, τοῖς προσήκουσιν. Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος( ἀλήθειαν λέγω, οὐ ψεύδοµαι), διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
7.3
Ἐπειδὴ τοίνυν ὁ Χριστὸς ὑπὲρ ἐθνῶν ἔπαθε, καὶ ἐγὼ διδάσκαλος ἐθνῶν ἀφωρίσθην, τίνος ἕνεκεν σὺ οὐκ εὔχῃ ὑπὲρ αὐτῶν; Καλῶς ἐνταῦθα τὸ ἑαυτοῦ ἀξιόπιστον δεικνὺς, τὸ, Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ, φησὶ, τουτέστιν, Ἀφωρίσθην· πάνυ γὰρ ἐνάρκων πρὸς τοῦτο οἱ ἀπόστολοι. Εἶτα ἐπήγαγε,∆ ιδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. Ἐν πίστει πάλιν· ἀλλὰ µὴ νοµίσῃς, ἐπειδὴ, Ἐν πίστει, ἤκουσας, ὅτι ἀπάτη τὸ πρᾶγµά ἐστι· καὶ γὰρ, Ἐν ἀληθείᾳ, φησίν· εἰ δὲ ἀλήθεια, οὐκ ἔστι ψεῦδος. Ὁρᾷς τὴν χάριν ἐκτεταµένην; τοῖς γὰρ Ἰουδαίοις αἱ εὐχαὶ οὐχ ὑπὲρ τοιούτων ἐγίνοντο, νῦν δὲ ἡ χάρις ἐκτέταται.∆ ιὰ τοῦτο καὶ διδάσκαλον ἐθνῶν ἑαυτὸν εἶπεν ἀφωρίσθαι, τὴν πανταχοῦ τῆς οἰκουµένης χυθεῖσαν αἰνιττόµενος χάριν. Ὁ δοὺς, φησὶν, ἑαυτὸν ἀντίλυτρον. Πῶς οὖν παρεδόθη ὑπὸ τοῦ Πατρός; ἄρα οὖν τῆς αὐτοῦ ἀγαθότητος γέγονεν. Ἀντίλυτρον, τί ἐστιν· Ἔµελλε τιµωρεῖσθαι αὐτούς· τοῦτο οὐκ ἐποίησεν. Ἀπόλλυσθαι ἔµελλον· ἀλλ' ἀντ' ἐκείνων τὸν αὑτοῦ ἔδωκεν Υἱὸν, καὶ κήρυκας ἡµᾶς ἔπεµψεν, ὥστε κηρύττειν τὸν σταυρόν. Ἱκανὰ ταῦτα ἐπισπάσασθαι πάντας, καὶ τὴν ἀγάπην ἐνδείξασθαι τοῦ Χριστοῦ. Ὄντως γὰρ µεγάλα καὶ ἀνεκδιήγητα τὰ παρὰ Θεοῦ εἰς ἡµᾶς ἐπιδεδειγµένα. Κατέθυσεν ἑαυτὸν ὑπὲρ τῶν ἐχθρῶν, τῶν µισούντων, τῶν ἀποστρεφοµένων αὐτόν. Ὃ οὐδὲ ὑπὲρ φίλων, οὐδὲ ὑπὲρ παίδων ποιήσειεν ἄν τις, οὐδὲ ὑπὲρ ἀδελφῶν,∆ εσπότης ὑπὲρ δούλων ἐποίησε, δεσπότης οὐ τοιοῦτος, οἷοςοἱ δοῦλοι, ἀλλὰ Θεὸς ὑπὲρ ἀνθρώπων, καὶ ἀνθρώπων οὐδὲ εὐδοκιµούντων. Εἰ γὰρ εὐδοκιµηκότες ἦσαν, εἰ γὰρ εὐηρεστηκότες, οὐ τοσοῦτον ἦν θαυµαστόν· νῦν δὲ τοῦτό ἐστι τὸ πᾶσαν διάνοιαν ἐκπλῆττον, τὸ ὑπὲρ τοιούτων ἀχαρίστων καὶ ἀγνωµόνων ἀποθανεῖν. Ὃ γὰρ ἀπὸ ἀνθρώπων πρὸς ὁµοφύλους οὐ γίνεται, τοῦτο ἐγένετο ἀπὸ Θεοῦ εἰς ἡµᾶς· καὶ τοσαύτης ἀπολαύσαντες ἀγάπης, ἀκκιζόµεθα ἔτι, καὶ οὐ φιλοῦµεν τὸν Χριστόν. Αὐτὸς κατέθυσεν ἑαυτὸν ὑπὲρ ἡµῶν· ἡµεῖς δὲ αὐτὸν καὶ τῆς ἀναγκαίας τροφῆς ἀποροῦντα περιορῶµεν, καὶ νοσοῦντα καὶ γυµνητεύοντα οὐκ ἐπισκεπτόµεθα. Πόσης ὀργῆς ταῦτα ἄξια, πόσης κολάσεως, πόσης γεέννης; Εἰ γὰρ µηδὲν ἕτερον, τοῦτο γοῦν αὐτὸ µόνον, ὅτι κατηξίωσε τὰ τῶν ἀνθρώπων πάθη οἰκειοῦσθαι, καὶ λέγειν, ὅτι Πεινῶ καὶ διψῶ, οὐχ ἱκανὸν ἦνπάντας προτρέψαι; Ἀλλ', ὢ τῆς τῶν χρηµάτων τυραννίδος! µᾶλλον δὲ, ὢ τῆς τῶν ἑκοντὶ δεδουλωµένων αὐτοῖς µοχθηρίας! Οὐκ ἐκεῖνα ἔχει µεγάλην τὴν ἰσχὺν, ἀλλ' ἡµεῖςσφόδρα ἐσµὲν ἔκλυτοι καὶ δεδουλωµένοι, ἡµεῖς ταπεινοὶ καὶ γεώδεις, ἡµεῖς σαρκικοὶ, ἡµεῖς ἀνόητοι· οὐ γὰρ ἐκείνων µεγάλη ἡ ἰσχύς. Τί γὰρ δύναται, εἰπέ µοι; κωφά ἐστι καὶ ἀναίσθητα. Εἰ ὁ διάβολος οὐδέν ἐστιν, ὁ µιαρὸς δαίµων, ὁ οὕτω πονηρὸς καὶ πάντα κυκῶν, τὰ χρήµατα τίνα ἔχει ἰσχύν; Ἐὰν ἴδῃς ἄργυρον, νόµισον εἶναι κασσίτερον. Ἀλλ' οὐ δύνασαι; Οὐκοῦν, ὅπερ ἐστὶν ἀληθὲς, τοῦτο νόµισον, ὅτι γῆ ἐστι· γῆ γάρ ἐστιν. Ἀλλ' οὐδὲ τοῦτον δέχῃ τὸν λογισµόν; Ἐννόησον ὅτι ἀπολούµεθα καὶ ἡµεῖς, ὅτι πολλοὶ τῶν κεκτηµένων οὐδὲν σχεδὸν αὐτῶν ἀπώναντο, ὅτι µυρίοι κοµπάσαντες ἐν αὐτῷ, τέφρα ἐγένοντο καὶκόνις, ὅτι καὶ νῦν δίκην τίνουσι τὴν ἐσχάτην, τῶν ἐν ὀστράκῳ καὶ ὑέλῳ διαιτηθέντων πολλῷ τυγχάνοντες πτωχότεροι, τῶν ἐν κοπρίᾳ πολλάκις οἱ ἐπὶ τῶν κλινῶντῶν ἐλεφαντίνων ἀπορώτεροι. Ἀλλὰ τέρπει τὰς ὄψεις; Ἀλλὰ τούτων ἕτερα πολλὰ τέρπειν δύναται µᾶλλον. Καὶ γὰρ καὶ τὰ ἄνθη, καὶ ὁ ἀὴρ καθαρὸς ὢν, καὶ ὁ οὐρανὸς, καὶ ὁ ἥλιος πολλῷ µᾶλλον τέρπει. Οὗτος µὲν γὰρ καὶ ἰὸν ἔχει πολὺν, ὅθεν πολλοὶ καὶ µέλανα αὐτὸν εἶναι ἀπεφήναντο· καὶ δῆλον ἀπὸ τῶν ἐκµαγείων τῶν µελαινοµένων· ἐν δὲ ἡλίῳ µέλαν οὐδὲν, ἐν οὐρανῷ, ἐν ἄστροις. Πολλὴ ἐν τούτοις τοῖς ἄνθεσιν ἡ ἀπόλαυσις, ἢ ἐν ἐκείνῳ τῷ χρώµατι. Οὐ τὸ ἄνθος τοίνυν ἐστὶ τὸ τέρπον, ἀλλ' ἡ πλεονεξία, ἡ ἀδικία· τοῦτο τέρπει τὰς ψυχὰς, οὐχ ὁ ἄργυρος. Ἔκβαλε ταύτην ἀπὸ τῆς ψυχῆς, καὶ ὄψει πηλοῦ τὸ δοκοῦν εἶναι τίµιον ἀτιµότερον· ἔκβαλε τὸ πάθος· ἐπεὶ καὶ οἱ πυρέττοντες, κἂν βόρβορον ἴδωσιν, ὡς πηγὰς ἐπιποθοῦσιν· οἱ ὑγιαίνοντες δὲ ὡς χρὴ, οὐδὲ ὕδατος ἐπιθυµοῦσι πολλάκις. Ἔκβαλε τὴν νόσον, καὶ ὄψει τὰ πράγµατα ὡς ἔστι. Καὶ ἵνα µάθῃς, ὅτι οὐ ψεύδοµαι, πολλοὺς ἔχω δεῖξαι τοῦτο πεποιηκότας. Σβέσον τὸ πῦρ, καὶ ὄψει ὅτι ἀνθέων ταῦτά ἐστιν εὐτελέστερα. Καλὸν τὸ χρυσίον; ἀλλ' εἰς ἐλεηµοσύνην καλὸν, εἰς ἐπικουρίαν πενήτων καλὸν, οὐκ εἰς τὴν ἀνόνητον χρῆσιν, ἵνα ἔνδον ἀποκέηται, ἵνα εἰς γῆν κατορύττηται, ἵνα περὶ χεῖραςκαὶ πόδας καὶ κεφα λὰς περικέηται.∆ ιὰ τοῦτο εὑρέθη, οὐχ ἵνα τὴν εἰκόνα τοῦ Θεοῦ καταδεσµῶµεν τούτῳ, ἀλλ' ἵνα λύωµεν τοὺς δεδεµένους· εἰς τοῦτο κέχρησο τῷ χρυσῷ· λῦσον τὸν δεδεµένον, µὴ δήσῃς τὴν λελυµένην. Τίνος γὰρ ἕνεκεν, εἰπέ µοι, τὴν οὐδαµινὴν πάντων προτίθης; µὴ γὰρ, ἐπειδὴ χρυσός ἐστιν, οὐκέτι δεσµὸν ποιεῖ; µὴ γὰρ ἡ ὕλη τὸν δεσµὸν ποιεῖ; Ἄν τε χρυσὸς ᾖ, ἄν τε σίδηρος, ταυτόν ἐστι· καίτοι τοῦτο ἐκείνου καὶ βαρύτερον. Ἀλλὰ τί ποιεῖ κοῦφον τὸ πρᾶγµα; Ἡ κενοδοξία, καὶ τὸ παρὰ πάντων ὁρᾶσθαι δεδεµένην, ἐφ' ᾧ ἐχρῆν µᾶλλον αἰσχύνεσθαι. Ὅτι γὰρ τοῦτο ἀληθές ἐστι, κατάδησον, καὶ ἄφες ἐν ἐρηµίᾳ, ἔνθα οὐδεὶς ὁ θεωρῶν, καὶ βαρύνεται τὸν δεσµὸν καὶ ἐπαχθῆ νοµίζει. Φοβηθῶµεν, ἀγαπητοὶ, µὴ ἀκούσωµεν ἐκεῖνα τὰ φοβερὰ ῥήµατα,∆ ήσατε αὐτοῦ χεῖρας καὶ πόδας. Τί ἤδη τοῦτο σαυτῇ ποιεῖς, γύναι; οὐδεὶς δεσµώτης χεῖρας καὶ πόδας δέδεται. Τί καὶ τὴν κεφαλὴν δεσµεῖς; οὐ γὰρ ἀρκεῖ χεῖρας καὶ πόδας; τί καὶ τὸν τράχηλον µυρίοις δεσµοῖς περιβάλλεις; Τὴν γὰρ ἀπὸ τούτων φροντίδα παρίηµι, τὸ δέος, τὴν ἀγωνίαν, τὴν µάχην τὴν ὑπὲρ αὐτῶν πρὸς τὸν ἄνδρα, εἴ ποτε αὐτῶν δεηθείη, τὸν θάνατονὃν ὑποµένουσιν, εἴ ποτε ἐκπέσοι τι τούτων. Ταῦτα οὖν ἡδονὴ, εἰπέ µοι; Ἵνα ἕτερος τέρπῃ τὰς ὄψεις, σαυτὴν καὶ δεσµοῖς καὶ φροντίσι καὶ κινδύνοις καὶ ἀηδίαις καὶ µάχαις καθηµεριναῖς ὑποβάλλεις; ἆρ' οὐ πάσης κατηγορίας καὶ καταγνώσεως ἄξιον τοῦτο; Μὴ, παρακαλῶ, µὴ ταῦτα ποιῶµεν, ἀλλὰ λύωµεν πάντα σύνδεσµον ἀδικίας, διαθρύπτωµεν πεινῶντι τὸν ἄρτον· πάντα τὰ ἄλλα πράττωµεν, ἃ τὴν πρὸς τὸν Θεὸν ἡµῖν παῤῥησίαν προξενῆσαι δύναται, ἵνα τύχωµεν τῶν ἐπηγγελµένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷΚυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note