Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Galatians
John ChrysostomHom. Gal. 1.0 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
1.0
Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺνἐµοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλη σίαις τῆς Γαλατίας· χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
1.1
Πολλοῦ τὸ προοίµιον γέµει θυµοῦ καὶ µεγάλου φρονήµατος· οὐ τὸ προοίµιον δὲ µόνον, ἀλλὰ καὶ πᾶσα, ὡς εἰπεῖν, ἡ Ἐπιστολή. Τὸ γὰρ µετ' ἐπιεικείας ἀεὶ τοῖς µαθητευοµένοις διαλέγεσθαι, κἂν σφοδρότητος δέωνται, οὐ διδασκάλου, ἀλλὰ λυµεῶνος ἂν εἴη καὶ πολεµίου.∆ ιὰ τοῦτο καὶ ὁ Κύριος πολλὰ προσηνῶς τοῖς µαθηταῖς διαλεχθεὶς, ἔστιν ὅπου καὶ αὐστηρότερον κέχρηται τῷ λόγῳ, καὶ νῦν µὲν µακαρίζει, νῦν δὲ ἐπιτιµᾷ. Τῷ γοῦν Πέτρῳ εἰπὼν, Μακάριος εἶ, Σίµων Βὰρ Ἰωνᾶ, καὶ ἐπαγγειλάµενος τὰ θεµέλια τῆς Ἐκκλησίας ἐπὶ τῆς ὁµολογίας αὐτοῦ καταθήσεσθαι, µετ' οὐπολὺ τῶν λόγων τούτων φησίν· Ὕπαγε ὀπίσω µου, Σατανᾶ, σκάνδαλόν µου εἶ· καὶ πάλιν ἀλλαχοῦ, Ἀκµὴν καὶ ὑµεῖς ἀσύνετοί ἐστε; Καὶ τοσοῦτον αὐτοῖς φόβον ἐνέθηκεν, ὡς καὶ τὸν Ἰωάννην εἰπεῖν, ὅτι ὁρῶντες αὐτὸν µετὰ γυναι κὸς Σαµαρείτιδος λαλοῦντα, περὶ µὲν τῆςτροφῆς ὑπέµνησαν, Οὐδεὶς δὲ ἐτόλµησεν εἰπεῖν, Τί λαλεῖς, ἢ Τί ζητεῖς µετ' αὐτῆς; Ταῦτα µαθὼν ὁ Παῦλος, ὁ κατ' ἴχνος τοῦ διδασκάλου βαίνων, ἐποίκιλε τὸν λόγον πρὸς τὴν τῶν µαθητευοµένων χρείαν, νῦν µὲν καίων καὶ τέµνων, νῦνδὲ προσηνῆ φάρµακα ἐπιτιθείς. Καὶ Κορινθίοις µὲν ἔλεγε· Τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑµᾶς, ἢ ἐν ἀγάπῃ πνεύµατί τε πραότητος; Γαλάταις δὲ, Ὢ ἀνόητοι Γαλάται· καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον κέχρηται ταύτῃ τῇ ἐπιτιµήσει. Καὶ πρὸς τῷ τέλει δὲ καθαπτόµενος αὐτῶν ἔλεγε, Κόπους µοι µηδεὶς παρεχέτω. Καὶ θεραπεύει δὲ πάλιν, ὡς ὅταν λέγῃ, Τεκνία µου, οὓς πάλιν ὠδίνω· καὶ ἕτερα πολλὰ τοιαῦτα. Ἀλλ' ὅτι µὲν θυµοῦ ἡ Ἐπιστολὴ γέµει, παντί που δῆλον καὶ ἐκ πρώτης ἀναγνώσεως.∆ εῖ δὲ εἰπεῖν τί τὸ παροξῦναν αὐτὸν κατὰ τῶν µαθητῶν· οὐ γὰρ µικρὸν τοῦτο οὐδὲ εὐτελὲς, ἐπεὶ οὐδὲ αὐτὸς τοσαύτῃ ἂν ἐχρήσατο τῇ καταφορᾷ. Τὸ γὰρ ἐπὶ τοῖς τυχοῦσι παροξύνεσθαι, µικροψύχων ἀνδρῶν καὶ σκληρῶν καὶ ταλαιπώρων· ὥσπερ οὖν τὸ ἐπὶ τοῖς µεγάλοις ἀναπίπτειν, νωθροτέρων καὶ ὑπνηλοτέρων. Ἀλλ' οὐχ ὁ Παῦλος τοιοῦτος. Τί οὖν τὸ κινῆσαν ἦν αὐτὸν ἁµάρτηµα; Μέγα καὶ ὑπέρογκον, καὶ ὃ τοῦ Χριστοῦ πάντας αὐτοὺς ἠλλοτρίου, ὡς καὶ αὐτὸς προϊὼν ἔλεγεν· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑµῖν, ὅτι ἐὰν περιτέµνησθε, Χριστὸς ὑµᾶς οὐδὲν ὠφελήσει· καὶ πάλιν, Οἵτινες ἐν νόµῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Τί ποτ' οὖν τοῦτό ἐστι; δεῖ γὰρ αὐτὸ σαφέστερον ἀναπλῶσαι. Οἱ ἐξ Ἰουδαίων πιστεύσαντες, ὁµοῦ µὲν τῇ προλήψει τοῦ Ἰουδαϊσµοῦ κατεχόµενοι, ὁµοῦ δὲ κενοδοξίᾳ µεθύοντες, καὶ βουλόµενοι ἀξίωµα διδασκάλωνἑαυτοῖς περιθεῖναι, ἐλθόντες εἰς τὸ Γαλατῶν ἔθνος ἐδίδασκον, ὅτι δεῖ περιτέµνεσθαι καὶ σάββατα καὶ νουµηνίας τηρεῖν, καὶ µὴ ἀνέχεσθαι Παύλου ταῦτα ἀναιροῦντος. Οἱ γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ταῦτα, φησὶν, οὐ κωλύουσιν, οἱ πρῶτοι τῶν ἀποστόλων, οἱ µετὰ Χριστοῦ γενόµενοι. Καὶ ἀληθῶς οὐκ ἐκώλυον· ἀλλ' οὐ δογµατίζοντες τοῦτο ἐποίουν, ἀλλὰ τῇ ἀσθενείᾳ συγκαταβαίνοντες τῶν ἐξ Ἰουδαίων πιστευόντων. Ὁ δὲ Παῦλος εἰς τὰ ἔθνη κηρύττων, οὐ χρείαν εἶχε τῆς συγκαταβάσεως ταύτης. Ὅτε οὖν ἐν Ἰουδαίᾳ γέγονε, καὶ αὐτὸς τῇ συγκαταβάσει ἐχρήσατο ταύτῃ. Ἀλλ' οἱ ἀπατῶντες, οὐ λέγοντες τὰς αἰτίας, δι' ἃς καὶ οὗτος καὶ ἐκεῖνοι συγκατέβαινον, παρελογίζοντο τοὺς ἀφελεστέρους λέγοντες, ὅτι οὐ δεῖΠαύλου ἀνέχεσθαι· οὗτος γὰρ χθὲς καὶ σήµερον ἐφάνη, ἐκεῖνοι δὲ πρῶτοι οἱ περὶ Πέτρον· καὶ οὗτος µὲν µαθητὴς τῶν ἀποστόλων γέγονεν, ἐκεῖνοι δὲ τοῦ Χριστοῦ· καὶ οὗτος µὲν µόνος, ἐκεῖνοι δὲ πολλοὶ, καὶ στῦλοι τῆς Ἐκκλησίας. Καὶ εἰς ὑπόκρισιν δὲ αὐτὸν διέβαλλον λέγοντες, ὅτι καὶ αὐτὸς οὗτος ὁ ἀναιρῶν περιτοµὴν, φαίνεται καὶ τούτοις χρησάµενος ἀλλαχοῦ, καὶ ἑτέρως µὲνὑµῖν, ἑτέρως δὲ ἄλλοις κηρύττων. Ἐπεὶ οὖν ἐµπρησθὲν εἶδεν ἔθνος ὁλόκληρον, καὶ πυρὰν χαλεπὴν κατὰ τῆς τῶν Γαλατῶν ἁφθεῖσαν Ἐκκλησίας, καὶ τὴν οἰκοδοµὴν σαλευοµένηνκαὶ κινδυνεύουσαν καταπεσεῖν, τοῦτο µὲν ὑπὸ θυµοῦ δικαίου, τοῦτο δὲ ὑπὸ ἀθυµίας κατεχόµενος· καὶ γὰρ καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, ὅτι Ἤθελον παρεῖναι πρὸς ὑµᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν µου), γράφει τὴν Ἐπιστολὴν, πρὸς ἅπανταταῦτα ἀπολογούµενος. Καὶ ἐκ προοιµίων εὐθέως πρὸς ἐκεῖνο ἀποτείνεται, ὃ διορύττοντες αὐτοῦ τὴν ὑπόληψιν ἔλεγον, ὅτι οἱ µὲν ἄλλοι τοῦ Χριστοῦ, αὐτὸς δὲ τῶν ἀποστόλωνγέγονε µαθητής.∆ ιὸ καὶ οὕτως ἤρξατο· Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων. Ἔλεγον γὰρ, ὃ ἔφθην εἰπὼν, οἱ ἀπατεῶνες ἐκεῖνοι, ὅτι τῶν ἀποστόλων ἁπάντων ἔσχατος οὗτός ἐστι, καὶ παρ' ἐκείνων ἐδιδάχθη. Πέτρος γὰρ καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ ἐκλήθησαν πρῶτοι, καὶ κορυφαῖοι τῶν µαθητῶν εἰσι, καὶ τὰ δόγµατα ἐδέξαντο παρὰ τοῦ Χριστοῦ, καὶ χρὴµᾶλλον ἐκείνοις πείθεσθαι, ἢ τούτῳ· ἐκεῖνοι δὲ οὐ κωλύουσι περιτέµνεσθαι, οὐδὲ νόµον µὴ τηρεῖν.
1.2
Καὶ ταῦτα, καὶ τὰ τοιαῦτα λέγοντες, καὶ τοῦτον µὲν καθαιροῦντες, ἐκείνων δὲ τὴν δόξαν ἐπαίροντες, οὐχ ἵνα ἐκείνους ἐγκωµιάσωσιν, ἀλλὰ ἵναΓαλάτας ἀπατήσωσιν, ἔπειθον ἀκαίρως τῷ νόµῳ προσέχειν. Εἰκότως οὖν οὕτως ἤρξατο. Ἐπεὶ γὰρ τὴν µὲν αὐτοῦ διδασκαλίαν ἐξηυτέλιζον, παρὰ ἀνθρώπων αὐτὴν λέγοντες εἶναι, τὴν δὲ Πέτρου παρὰ τοῦ Χριστοῦ, ἐκ προοιµίων εὐθέωςπρὸς τοῦτο ἵσταται, λέγων ἀπόστολος εἶναι, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων. Ἐβάπτισε µὲν γὰρ αὐτὸν Ἀνανίας, ἀλλ' οὐκ ἐκεῖνος τῆς πλάνης ἀπήλλαξεν, οὐδὲ πρὸς τὴν πίστιν ἤγαγεν· ἀλλ' αὐτὸς ἄνωθεν ὁ Χριστὸς τὴν θαυµαστὴν ἐκείνην πρὸς αὐτὸν ἀφῆκε φωνὴν, δι' ἧς αὐτὸν ἐσαγήνευσε. Τὸν µὲν γὰρ Πέτρον καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰωάννην καὶ τὸν ἀδελφὸν τὸν ἐκείνου, περιπατῶν παρὰ τὴν θάλασσαν ἐκάλεσε, τὸν δὲ Παῦλον εἰςοὐρανοὺς ἀνελθών. Καὶ ὥσπερ οὐκ ἐδεήθησαν ἐκεῖνοι δευτέρας φωνῆς, ἀλλ' εὐθέως ἀφέντες τὰ δίκτυα καὶ πάντα τὰ ἄλλα ἠκολούθησαν αὐτῷ· οὕτω καὶ οὗτος ἀπὸ τῆς πρώτης κλήσεως πρὸς ἄκραν ἀνέβη κορυφὴν, ὁµοῦ τε βαπτισάµενος καὶ πόλεµον ἄσπονδον πρὸς Ἰουδαίους ἑλόµενος, καὶταύτῃ µάλιστα τῶν ἀποστόλων πλεονεκτήσας· Περισσότερον γὰρ αὐτῶν ἐκοπίασα, φησίν. Ἀλλὰ τέως οὐ κατασκευάζει τοῦτο, ἀλλ' ἀγαπᾷ τὰ ἴσα φέρων. Τὸ γὰρ σπουδαζόµενον ἦν αὐτῷ, οὐ δεῖξαι ἑαυτὸν ἐκείνων ὑπερέχοντα, ἀλλὰ τῆς πλάνης καταλῦσαι τὴν ὑπόθεσιν. Τὸ µὲν οὖν, Οὐκ ἀπ' ἀνθρώπων, κοινὸν ἁπάντων ἦν· ἄνωθεν γὰρ τὴν ἀρχὴν καὶ τὴν ῥίζαν ἔχει τὸ κήρυγµα· τὸ δὲ, Οὐ δι' ἀνθρώπων, ἴδιον τῶν ἀποστόλων· οὐ γὰρ δι' ἀνθρώπων ἐκάλεσεν αὐτοὺς, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ.∆ ιὰ τί δὲ µὴ τῆς κλήσεως ἐµνηµόνευσε καὶ εἶπε, Παῦλος κλητὸς οὐκ ἀπ' ἀνθρώπων, ἀλλὰ τῆς ἀποστολῆς; Ὅτι περὶ τούτου πᾶς ἦν ὁ λόγος. Ἔλεγον γὰρ ὑπὸ ἀνθρώπων τῶν ἀποστόλων ἐγκεχειρίσθαι τὴν διδασκαλίαν ταύτην, καὶ δεῖν ἐκείνοις αὐτὸν ἕπεσθαι. Ὅτι δὲ οὐχ ὑπὸ ἀνθρώπων ἐνεχειρίσθη, ὁ Λουκᾶς ἐδήλωσεν, εἰπών· Λειτουργούντων δὲ αὐτῶν καὶ νηστευόντων τῷ Κυρίῳ, εἶπε τὸ Πνεῦµα τὸ ἅγιον, ἀφορίσατε δή µοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Ὅθεν δῆλον, ὅτι µία ἐξουσία Υἱοῦ καὶ Πνεύµατος. Ἀποσταλεὶς γὰρ ὑπὸ τοῦ Πνεύµατος, ὑπὸ τοῦ Χριστοῦ φησιν ἀπεστάλθαι. Τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, τὰ τοῦ Θεοῦ τῷ Πνεύµατι λογιζόµενος. Τοῖς γὰρ Μιλησίων διαλεγόµενος πρεσβυτέροις, Προσέχετε ἑαυτοῖς, φησὶ, καὶ τῷ ποιµνίῳ, ἐν ᾧ ἔθετο ὑµᾶς τὸ Πνεῦµα τὸ ἅγιον ποιµένας καὶ ἐπισκόπους· καίτοι γε ἐν ἄλλῃ φησὶν Ἐπιστολῇ, Οὓς µὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, εἶτα ποιµένας καὶ διδασκάλους. Οὕτως ἀδιαφόρως κέχρηται τῷ λόγῳ, τὰ τοῦ Πνεύµατος τοῦ Θεοῦ λέγων εἶναι, καὶ τὰ τοῦ Θεοῦ τοῦ Πνεύµατος. Ἐµφράττει δὲ καὶ ἄλλως τῶν αἱρετικῶν τὰ στόµατα, λέγων,∆ ιὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρός. Ἐπειδὴ γὰρ τὴν λέξιν ταύτην ὡς ἐλάττονα οὖσαν προσεῤῥῖφθαι τῷ Υἱῷ φασιν, ὅρα τί ποιεῖ· ἐπὶ τοῦ Πατρὸς αὐτὴν τίθησιν, διδάσκων ἡµᾶς µὴ νοµοθετεῖν τῇ ἀῤῥήτῳ φύσει, µηδὲ µέτρα θεότητος ὁρίζειν µέσον Υἱοῦ καὶ Πατρός· εἰπὼν γὰρ,∆ ιὰ Ἰησοῦ Χρι στοῦ, ἐπήγαγε, Καὶ Θεοῦ Πατρός. Εἰ µὲν γὰρ καθ' ἑαυτὸ τοῦ Πατρὸς µνηµονεύσας εἶπε τὸ,∆ ι' οὗ, ἴσως ἂν καὶ ἐσοφίσαντο, λέγοντες ἁρµόζειν τῷ Πατρὶ τὸ,∆ ι' οὗ, τῷ τὰ ἔργα τοῦ Υἱοῦ εἰςαὐτὸν ἀναφέρεσθαι· νῦν δὲ τοῦ Υἱοῦ µνηµονεύσας ὁµοῦ καὶ τοῦ Πατρὸς, καὶ κοινῇ θεὶς τὴν λέξιν, οὐκέτι τὸν λόγον τοῦτον χώραν ἀφίησιν ἔχειν. Οὐ γὰρ, ὡς τὰ τοῦ Υἱοῦ νῦν ἀνατιθεὶς τῷ Πατρὶ, τοῦτο ποιεῖ, ἀλλὰ δεικνὺς ὅτι οὐδεµίαν αὕτη ἡ λέξις οὐσίας διαφορὰν εἰσάγει. Τί δὲ καὶ οἱ ἀπὸ τοῦ βαπτίσµατος ἐπινοοῦντές τινα ἐλάττωσιν διὰ τὸ εἰς ὄνοµα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύµατος βαπτίζεσθαι, ἐνταῦθα ἂν εἴποιεν; Εἰ γὰρ καταδεέστερος ὁ Υἱὸς διὰ τὸ µετὰ Πατέρα κεῖσθαι, ἐπειδὴ ἐνταῦθα ἀπὸ τοῦ Χριστοῦ ἀρξάµενος ὁ Ἀπόστολος ἐπὶ τὸν Πατέρα ἔρχεται, τί ἂν εἴποιεν; Ἀλλ' οὐδὲν ἂν εἴποιµεν βλάσφηµον. Οὐ γὰρ χρὴ φιλονεικοῦντας ἐκείνοις τῆς ἀληθείας ἐξίστασθαι, ἀλλὰ, κἂν µυριάκις µαίνωνται, τὰ µέτρα τῆς εὐσεβείας ἡµᾶς διατηρεῖν ἀναγκαῖον. Ὥσπερ οὖν οὐκ ἂν εἴποιµεν ἡµεῖς µείζονα τοῦ Πατρὸς τὸν Υἱὸν, ἐπειδὴ τοῦ Χριστοῦ πρῶτον ἐµνηµόνευσεν· ἐσχάτης γὰρ τοῦτο µανίας, καὶ ἀσεβείας ὑπερβολὴ πάσης· οὕτως οὐδὲ ἐκεῖ διὰ τὸ µετὰ τὸν Πατέρα κεῖσθαι τὸν Υἱὸν, ἐλάττοντα χρὴ νοµίζειν ἡµᾶς εἶναι τοῦ Πατρὸς τὸν Υἱόν. Τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Τί ποιεῖς, ὦ Παῦλε; ἰουδαΐζοντας ἀνθρώπους ἐνάγειν εἰς πίστιν θέλων, οὐδὲν τῶν µεγάλων ἐκείνων καὶ λαµπρῶν ἄγεις εἰς µέσον, οἷον ὃ πρὸς Φιλιππησίους ἔγραφες, λέγων, ὅτι Ἐν µορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγµὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ὃ µετὰ ταῦτα ἐπιστέλλων Ἑβραίοις ἀνεβόησας, ὅτι Ἀπαύγασµά ἐστι τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ ὃ ἐκ προοιµίων ὁ τῆς βροντῆςυἱὸς ἀνεφώνησεν, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ὃ πρὸς Ἰουδαίους πολλάκις αὐτὸς ὁ Ἰησοῦς φθεγγόµενος ἔλεγεν, ὅτι τὰ αὐτὰ δύναται τῷ Πατρὶ, καὶ τὴν αὐτὴν ἐξουσίαν ἔχει. Τούτων οὐδὲν λέγεις, ἀλλὰ ταῦτα πάντα ἀφεὶς, τῆς κατὰ σάρκα οἰκονοµίας µέµνησαι, σταυρὸν εἰς µέσον φέρων καὶ νέκρωσιν; Ναὶ, φησίν. Εἰ µὲν γὰρ πρὸς ἀνθρώπους ὁ λόγος ἦν µηδὲν µέγα περὶ τοῦ Χριστοῦ φανταζοµένους, καλῶς εἶχεν ἐκεῖνα λέγειν· ἐπειδὴ δὲ ὡς µέλλοντες τιµωρεῖσθαι, εἰ ἀποσταῖεν τοῦ νόµου, στασιάζουσι πρὸς ἡµᾶς, διὰ τοῦτο πράγµατος µέµνηται, δι' οὗ πᾶσαν ἐκβάλλει τοῦ νόµουτὴν χρείαν, λέγω δὴ τὴν ἐκ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως εὐεργεσίαν ἐγγινοµένην ἅπασι. Τὸ µὲν γὰρ εἰπεῖν, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὅτι ἐν µορφῇ Θεοῦ ὑπῆρχε, καὶ τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, καὶ ὅσα τοιαῦτα, δεικνύντος µὲν ἦν τὴντοῦ Λόγου θεότητα, οὐδὲν δὲ τοιοῦτον εἰς τὸ παρὸν συµβαλλοµένου· τὸ δὲ εἰπεῖν, Τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, ἀναµιµνήσκοντος ἦν τῆς ὑπὲρ ἡµῶν εὐεργεσίας τὸ κεφάλαιον, ὅπερ οὐ µικρὸν εἰς τὸ προκείµενοναὐτῷ συνετέλει. Καὶ γὰρ εἰώθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐχ οὕτω τοῖς τὴν τοῦ Θεοῦ µεγαλωσύνην παριστῶσι προσέχειν λόγοις, ὡς τοῖς τὴν εἰς ἀνθρώπουςεὐεργεσίαν ἐνδεικνυµένοις.∆ ιόπερ ἀφεὶς ἐκεῖνα εἰ πεῖν περὶ τῆς εἰς ἡµᾶς εὐεργεσίας γεγενηµένης ποιεῖται τὸν λόγον.
1.3
Ἀλλ' ἐπιπηδῶσιν οἱ αἱρετικοὶ λέγοντες, Ἰδοὺ ὁ Πατὴρ ἐγείρει τὸν Υἱόν. Ἐπειδὴ γὰρ ἅπαξ νενοσήκασι, πρὸς µὲν τὰ ὑψηλὰ τῶν δογµάτων ἐθελοκωφοῦσι, τὰ δὲ ταπεινὰ, καὶ ἢ τῆς σαρκὸς ἕνεκεν εἰρηµένα οὕτως, ἢ διὰ τὴν εἰςτὸν Πατέρα τιµὴν, ἢ δι' ἄλλην τινὰ οἰκονοµίαν, ταῦτα ἐκλέγουσι, καὶ καθ' ἑαυτὰ ἐξετάζοντες, ἐπηρεάζουσιν ἑαυτοῖς( οὐ γὰρ ἂν εἴποιµι τῇ Γραφῇ)· οὓς ἡδέως ἂν ἐροίµην. τίνος ἕνεκεν ταῦτα λέγουσιν; ἆρα ἀσθενῆ τὸν Υἱὸν ἐπιδεῖξαι βουλόµενοι, καὶ οὐκ ἰσχύοντα πρὸς ἑνὸς ἀνάστασιν σώµατος; Καὶ µὴν ἡ εἰς αὐτὸν πίστις καὶ τὰς σκιὰς τῶν εἰς αὐτὸν πιστευόντων ἀνιστᾷν ἐποίησε νεκρούς. Εἶτα οἱ µὲν εἰς αὐτὸν πιστεύοντες ἄνθρωποι, θνητοὶ µὲν ὄντες, ἔτι ἀπὸ σκιᾶς µόνης τῶν πηλίνων σωµάτων ἐκείνων, καὶ ἱµατίων τοῖς σώµασιτούτοις περικειµένων νεκροὺς ἤγειραν, αὐτὸς δὲ ἑαυτὸν ἀναστῆσαι οὐκ ἴσχυσε, καὶ πῶς οὐ φανερὰ αὕτη µανία, καὶ παρανοίας ἐπίτασις; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος, ὅτι Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡµέραις ἐγερῶ αὐτόν; καὶ πάλιν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν µου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν; Τίνος οὖν ἕνεκεν ὁ Πατὴρ αὐτὸν ἐγηγερκέναι λέγεται; Ὥσπερ καὶ τὰ ἄλλα ποιεῖν, ἅπερ αὐτὸς ποιεῖ. Καὶ γὰρ καὶ εἰς τὸν Πατέρα τιµῆς ἕνεκεν εἴρηται τοῦτο, καὶ τῆς τῶν ἀκροατῶν ἀσθενείας. Καὶ οἱ σὺν ἐµοὶ πάντες ἀδελφοί. Τί δήποτε οὐδαµοῦ τοῦτο προσέθηκεν ἐπιστέλλων; Ἢ γὰρ τὸ αὐτοῦ ὄνοµα τίθησι µόνον, ἢ δύο καὶ τριῶν ἑτέρων ὀνοµαστί· ἐνταῦθα δὲ πλῆθος ὁλόκληρον ἔθηκε· διόπερ οὐδὲ ὀνοµαστί τινος ἐµνηµόνευσε. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ;∆ ιέβαλλον αὐτὸν ὡς µόνον ταῦτα κηρύττοντα, καὶ καινοτοµίαν τινὰ τοῖς δόγµασιν ἐπεισάγοντα. Θέλων οὖν ἀνελεῖν αὐτῶν τὴν ὑποψίαν, καὶ δεῖξαι ὅτι πολλοὺς ἔχει τῆς γνώµης κοινωνοὺς, συνέταξε τοὺς ἀδελφοὺς, δηλῶν ὅτι ἅπερ γράφει, καὶ ἀπὸτῆς ἐκείνων γράφει γνώµης. Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας. Οὐ γὰρ µίαν πόλιν, οὐδὲ δύο καὶ τρεῖς, ἀλλ' ὁλόκληρον τῶν Γαλατῶν τὸ ἔθνος αὕτη τῆς πλάνης ἐπενέµετο ἡ πυρά. Θέα δέ µοι καὶ ἐνταῦθα τὴν πολλὴν ἀγανάκτησιν. Οὐ γὰρ εἶπε, Τοῖς ἀγαπητοῖς, οὐδὲ, Τοῖς ἡγιασµένοις, ἀλλὰ, Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας. Τοῦτο δὲ ἦν σφόδρα βαρυθυµοῦντος καὶ τὴν ὀδύνην ἐνδεικνυµένου, τὸ µηδὲ ἀπὸ τῆς ἀγάπης, µηδὲ ἀπὸ τῆς τιµῆς τῶν ὀνοµάτων αὐτοὺς καλέσαι, ἀλλ' ἀπὸτῆς συνόδου µόνης· καὶ µηδὲ προσθεῖναι, Ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, ἀλλ' ἁπλῶς Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας. Ἄλλως δὲ καὶ συνάψαι ἐκ προοιµίων τὸ στασιάζον ἐπείγεται· διὸ καὶ τὸ ὄνοµα τῆς Ἐκκλησίας τέθεικεν, ἐντρέπων αὐτοὺς, καὶ συνάγων εἰς ἕν. Οἱ γὰρ εἰς πολλὰ διῃρηµένοι µέρη, οὐκ ἂν δύναιντο ταύτῃ καλεῖσθαι τῇ προσηγορίᾳ· τὸ γὰρ τῆς Ἐκκλησίας ὄνοµα, συµφωνίας ὄνοµα καὶ ὁµονοίας ἐστί. Χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Πανταχοῦ µὲν ἀναγκαίως τοῦτο τίθησι, µάλιστα δὲ Γαλάταις ἀποστέλλων νῦν. Ἐπειδὴ γὰρ τῆς χάριτος ἐκινδύ νευον ἐκπεσεῖν, ἐπεύχεται αὐτοῖς ταύτην ἀνακτήσασθαι πάλιν. Ἐπειδὴ γὰρ πρὸς τὸν Θεὸν ἑαυτοὺς ἐξεπολέµωσαν, παρακαλεῖ τὸν Θεὸν πρὸς τὴν αὐτὴν αὐτοὺς ἐπαναγαγεῖν εἰρήνην. Θεοῦ Πατρός. Κἀντεῦθεν πάλιν ῥᾳδίως ἁλίσκονται οἱ αἱρετικοί. Ἐπειδὴ γάρ φασι τὸν Ἰωάννην ἐν προοιµίῳ τῶν Εὐαγγελίων λέγοντα, Καὶ Θεὸς ἦν ὁ Λόγος, διὰ τοῦτο χωρὶς ἄρθρου τεθεικέναι τοῦτο, ὡς ἐλάττοναεἰσάγοντα τὴν θεότητα τοῦ Υἱοῦ, καὶ πάλιν τὸν Παῦλον ἐν µορφῇ Θεοῦ ὑπάρχειν τὸν Υἱὸν λέγοντα, οὐ περὶ τοῦ Πατρὸς εἰρηκέναι, διὰ τὸ χωρὶς ἄρθρου καὶαὐτὸ κεῖσθαι· τί ἂν εἴποιεν ἐνταῦθα, τοῦ Παύλου λέγοντος, οὐκ, Ἀπὸ τοῦ Θεοῦ, Ἀλλ', Ἀπὸ Θεοῦ Πατρός; Πατέρα δὲ ἐνταῦθα τὸν Θεὸν καλεῖ, οὐ κολακεύων αὐτοὺς, ἀλλὰ καὶ σφόδρα καθαπτόµενος, καὶ ὑποµιµνήσκων τὴν αἰτίαν δι' ἧς ἐγένοντο υἱοί. Οὐ γὰρ διὰ νόµου, ἀλλὰ διὰ λουτροῦ παλιγγενεσίας ταύτης ἠξιώθησαν τῆς τιµῆς.∆ ιὰ τοῦτο πανταχοῦ καὶ ἐν προοιµίοις κατασπείρει τὰ ἴχνη τῆς εὐεργεσίας τοῦ Θεοῦ, µονονουχὶ λέγων· Οἱ δοῦλοι, καὶ οἱ ἐχθροὶ, καὶ οἱ ἠλλοτριωµένοι, πόθεν ἐξαίφνης Πατέρα καλεῖτε τὸν Θεόν; µὴ ὁ νόµος ὑµῖν ταύτην ἐχαρίσατο τὴν συγγένειαν; τί τοίνυν καταλιπόντες τὸν εἰς ταύτην ὑµᾶς τὴν ἐγγύτητα ἀγαγόντα, προστρέχετε πάλιν τῷ παιδαγωγῷ; Οὐκ ἐπὶ τοῦ Πατρὸς δὲ µόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Υἱοῦ ἱκανὰ τὰ ὀνόµατα, αὐτοῖς ταῦτα τὴν εὐεργεσίαν ἐνδείξασθαι. Τὸ γὰρ Κυρίου Ἰησοῦ Χριστοῦ ὄνοµα µετὰ ἀκριβείας ἐξεταζόµενον τὴν εὐεργεσίαν πᾶσαν ἐνδείκνυται. Καὶ γὰρ Ἰησοῦς διὰ τοῦτο κληθήσεται, φησὶν, Ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁµαρτιῶν αὐτῶν· καὶ ἡ τοῦ Χριστοῦ δὲ προσηγορία τῆς τοῦ Πνεύµατος ἀνέµνησε χρίσεως. Τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁµαρτιῶν ἡµῶν.
1.4
Ὁρᾷς ὅτι οὐ δουλικὴν ὑπέµεινε διακονίαν οὐδὲ ἠναγκασµένην, οὐδὲ ἐξεδόθη παρά τινος, ἀλλ' ἑαυτὸν ἔδωκεν, ὥστε, ὅταν ἀκούσῃς Ἰωάννου λέγοντος, ὅτιτὸν Υἱὸν αὑτοῦ τὸν µονογενῆ ἔδωκεν ὑπὲρ ἡµῶν ὁ Πατὴρ, µὴ ἐλαττώσῃς τὴν ἀξίαν τοῦ Μονογενοῦς διὰ τοῦτο, µηδὲ ἀνθρώπινόν τι ὑποπτεύσῃς. Κἂν γὰρ ὁ Πατὴρ λέγηται δεδωκέναι, οὐχ ἵνα δουλικὴν διακονίαν ἐννοήσῃς, τοῦτο λέγεται, ἀλλ' ἵνα µάθῃς, ὅτι καὶ τῷ Πατρὶ τοῦτο δοκοῦν ἦν, ὅπερ οὖνκαὶ ἐνταῦθα ὁ Παῦλος ἐδήλωσεν εἰπών· Κατὰ τὸ θέληµα τοῦ Θεοῦ καὶ Πατρὸς ἡµῶν· οὐ κατ' ἐπιταγὴν, ἀλλὰ Κατὰ τὸ θέληµα. Ἐπειδὴ γὰρ ἓν θέληµα Πατρὸς καὶ Υἱοῦ, ἅπερ ὁ Υἱὸς ἐβούλετο, ταῦτα καὶ ὁ Πατὴρ ἤθελεν. Ὑπὲρ τῶν ἁµαρτιῶν ἡµῶν. Μυρίοις, φησὶν, ἑαυτοὺς περιεπείραµεν κακοῖς, καὶ τῆς ἐσχάτης ἦµεν ὑπεύθυνοι κολάσεως. Καὶ ὁ µὲν νόµος οὐ µόνον οὐκ ἀπήλλαξεν, ἀλλὰ καὶ κατεδίκασε, τὸ µὲν ἁµάρτηµα φανερώτερον καθιστὰς, ἐλευθερῶσαι δὲ οὐκ ἰσχύων, οὐδὲ παῦσαι τοῦΘεοῦ τὴν ὀργήν· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ καὶ τὸ ἀδύνατον τοῦτο δυνατὸν ἐποίησε, τάς τε ἁµαρτίας λύσας, καὶ τοὺς ἐχθροὺς ἐν τάξει φίλων καταστήσας, καὶ µυρίαἕτερα χαρισάµενος ἀγαθά. Εἶτά φησιν· Ὅπως ἐξέληται ἡµᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ. Πάλιν ἕτεροι ταύτης τῆς λέξεως ἐπιλαµβάνονται αἱρετικοὶ, τὸν παρόντα βίον διαβάλλοντες, καὶ τὴν Παύλου µαρτυρίαν παράγοντες. Ἰδοὺ γὰρ, φασὶ, τὸν ἐνεστῶτα αἰῶνα πονηρὸν εἴρηκε. Καὶ τί ποτέ ἐστιν αἰὼν, εἰπέ µοι; Χρόνος ἐν ἡµέραις καὶ ὥραις. Τί οὖν; τὸ διάστηµα τῶν ἡµερῶν πονηρὸν, καὶ ὁ τοῦ ἡλίου δρόµος; Ἀλλ' οὐδεὶς ἂν εἴποι τοῦτό ποτε, κἂν εἰς ἐσχάτην ἀλογίαν κατενεχθείη. Ἀλλ' οὐ τὸν χρόνον εἶπε, φησὶν, ἀλλὰ τὴν παροῦσαν ζωὴν πονηρὰν ἐκάλεσε. Καὶ µὴν τὰ ῥήµατα οὐ τοῦτό φησιν, ἀλλ' οὐχ ἵσταται ἐπὶ τῶν ῥηµάτων, ἀφ' ὧν τὴν κατηγορίαν ἔπλεξας, ἀλλὰ σαυτῷ τέµνεις ἑρµηνείας ὁδόν. Οὐκοῦν καὶ ἡµῖν συγχωρήσεις ἑρµηνεῦσαι τὰ εἰρηµένα, καὶ τοσούτῳ µᾶλλον, ὅσῳ καὶ εὐσεβῆ τὰ ἡµέτερα, καὶ λόγον ἔχοντα. Τί οὖν ἂν εἴποιµεν; Ὅτι οὐδὲν τῶν κακῶν γένοιτ' ἂν αἴτιόν ποτε τῶν καλῶν, τῶν δὲ µυρίων στεφάνων καὶ τοσούτων µισθῶν ὁ παρὼν βίος αἴτιός ἐστιν. Αὐτὸς γοῦν οὗτος ὁ µακάριος Παῦλος ἐπαινεῖ µεθ' ὑπερβολῆς αὐτὸν λέγων οὕτως· Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό µοι καρπὸς ἔργου, καὶ τί αἱρήσοµαι, οὐ γνωρίζω. Καὶ αἵρεσιν δὲ ἑαυτῷ προσθεὶς τοῦ ζῇν ἐνταῦθα, καὶ τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, προτιµᾷ τὴν ἐνταῦθα διαγωγήν. Εἰ δὲ πονηρὸς ἦν, οὔτ' ἂν ἐκεῖνος ταῦτα περὶ ἑαυτοῦ εἶπεν, οὔτ' ἂν ἄλλος τις εἰς ἀρετὴν αὐτῷ καταχρήσασθαι ἠδυνήθη, εἰ καὶ σφόδρα ἐσπούδαζε. Κακίᾳ γὰρ οὐκ ἄν ποτε εἰς ἀγαθόν τις χρήσαιτο, οὐ πορνείᾳ εἰς σωφροσύνην, οὐ φθόνῳ εἰς φιλοφροσύνην. Καὶ γὰρ ὅταν λέγῃ Παῦλος περὶ τοῦ φρονήµατος τῆς σαρκὸς, ὅτι τῷ νόµῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· τοῦτο λέγει, ὅτι ἡ κακία µένουσα κακία οὐ δύναται εἶναι ἀρετή. Ὥστε ὅταν ἀκούσῃς πονηρὸν αἰῶνα, τὰς πράξεις νόει τὰς πονηρὰς, τὴν προαίρεσιν τὴν διεφθαρµένην. Οὐδὲ γὰρ ἵνα ἀποκτείνῃ ἡµᾶς, καὶ ἐξαγάγῃ τῆς παρούσης ζωῆς, ἦλθεν ὁ Χριστὸς, ἀλλ' ἵνα ἀφεὶς ἐν τῷ κόσµῳ, παρασκευάσῃ τῆς ἐν τοῖς οὐρανοῖςδιαγωγῆς γενέσθαι ἀξίους.∆ ιὰ τοῦτο καὶ τῷ Πατρὶ διαλεγόµενος ἔλεγε· Καὶ οὗτοι ἐν τῷ κόσµῳ εἰσὶ, καὶ ἐγὼ πρὸς σὲ ἔρχοµαι. Καὶ πάλιν, Οὐκ ἐρωτῶ, ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσµου, ἀλλ' ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ, τουτέστιν, ἀπὸ τῆς κακίας. Εἰ δὲ οὐκ ἀνέχῃ τούτων, ἀλλ' ἔτι πονηρὰν τὴν παροῦσαν ζωὴν εἶναι φὴς, µὴ ἐγκάλει τοῖς ἑαυτοὺς ἀναιροῦσιν. Ὥσπερ γὰρ ὁ τῆς κακίας ἑαυτὸν ὑπεξάγων, οὐκ ἐγκληµάτων, ἀλλὰ καὶ στεφάνων ἄξιος· οὕτω καὶ ὁ βιαίῳ θανάτῳ, καὶ δι' ἀγχόνης ἢ δι' ἄλλων τινῶν καταλύων τὸ ζῇν, οὐκ ἂν εἴη δίκαιος ἐγκαλεῖσθαι καθ' ὑµᾶς. Νῦν δὲ καὶ ὁ Θεὸς τοὺς τοιούτους κολάζει τῶν ἀνδροφόνων µᾶλλον, καὶ πάντες βδελυττόµεθα, καὶ εἰκότως. Εἰ γὰρ ἑτέρους ἀνελεῖν οὐ καλὸν, πολλῷ µᾶλλον ἑαυτόν. Εἰ δὲ πονηρὸν ἡ παροῦσα ζωὴ, τοὺς ἀνδροφόνους στεφανοῦν ἔδει, ὅτι τῆς πονηρίας ἡµᾶς ἀπαλλάττουσι. Χωρὶς δὲ τούτων, καὶ ἐξ ὧν αὐτοὶ λέγουσιν, ἑαυτοῖς περιπίπτουσι. Τὸν γὰρ ἥλιον Θεὸν εἶναι φάσκοντες, καὶ µετ' ἐκεῖνον τὴν σελήνην, καὶ προσκυνοῦντες ὡς τῶν πολλῶν ἀγαθῶν αἰτίους, ἑαυτοῖς µαχόµενοι λέγουσιν. Ἡ γὰρ τούτων χρεία καὶ τῶν λοιπῶν ἄστρων πρὸς ἕτερον µὲν οὐδὲν, εἰς δὲ τὴν παροῦσαν ἡµῖν συντελεῖ ζωὴν, τὴν, ὡς αὐτοί φασι, πονηρὰν, σώµατα τρέφουσά τε, καὶ καταυγάζουσα, καὶ καρποὺς εἰς ἀκµὴν ἄγουσα. Πῶς οὖν πρὸς τὴν σύστασιν τοῦ πονηροῦ βίου τοσαύτην εἰσάγουσι λειτουργίαν οὗτοι οἱ καθ' ὑµᾶς θεοί; Ἀλλ' οὔτε τὰ ἄστρα θεοὶ, µὴ γένοιτο, ἀλλ' ἔργα Θεοῦ πρὸς τὴν ἡµετέραν πεποιηµένα χρείαν, οὔτε ὁ κόσµος πονηρός. Εἰ δὲ λέγοις µοι τοὺς ἀνδροφόνους καὶ τοὺς µοιχοὺς καὶ τοὺς τυµβωρύχους, οὐδὲν ταῦτα πρὸς τὸν παρόντα βίον· οὐδὲ γὰρ τῆς ἐν σαρκὶ ζωῆς ταῦτα ἁµαρτήµατα, ἀλλὰ τῆς διεφθαρµένης προαιρέσεως. Εἰ γὰρ τῆς παρούσης ζωῆς ἦν ταῦτα, ὡς πάντως αὐτῇ συγκεκληρωµένα, οὐδεὶς ἂν ἐλεύθερος ἦν οὐδὲ καθαρός. Ὅρα γοῦν τῆς ἐν σαρκὶ ζωῆς τὰ ἰδιώµατα οὐδένα δυνάµενον διαφυγεῖν. Τίνα δὲ ταῦτά ἐστι; Τὸ ἐσθίειν, τὸ πίνειν, τὸ καθεύδειν, τὸ αὔξεσθαι, τὸ πεινῇν, τὸ διψῇν, τὸ γεννᾶσθαι, τὸ τελευτᾷν, καὶ τὰ τούτοις ἐοικότα ἅπαντα. Καὶ τούτων οὐδεὶς ἂν περιγένοιτο, οὐχ ἁµαρτωλὸς, οὐ δίκαιος, οὐ βασιλεὺς, οὐκ ἰδιώτης, ἀλλὰ πάντες ὑποκείµεθα τῇ τῆς φύσεως ἀνάγκῃ. Οὕτω καὶ τὸ φαῦλα πράττειν, εἰ τῇ φύσει τῆς ζωῆς ἦν συγκεκληρωµένον, οὐδεὶς ἂν αὐτὰ διέφυγεν, ὥσπερ οὐδὲ ἐκεῖνα. Μὴ γάρ µοι τοῦτο εἴπῃς, ὅτι σπάνιοι οἱ κατορθοῦντες. Τῶν γὰρ φυσικῶν ἀναγκῶν οὐδένα εὑρήσεις περιγεγενηµένον ποτέ. Ὥστε ἕως ἂν εὑρίσκηται καὶ εἷς κατωρθωκὼς ἀρετὴν, οὐδὲν ὁ λόγος παραβλαβήσεται. Τί φὴς, ἄθλιε καὶ ταλαίπωρε; πονηρὰ ἡ παροῦσα ζωὴ, ἐν ᾗ τὸν Θεὸν ἐπέγνωµεν, ἐν ᾗ περὶ τῶν µελλόντων φιλοσοφοῦµεν, ἐν ᾗ γεγόναµεν ἐξ ἀνθρώπων ἄγγελοι, καὶ ταῖςἄνω συγχορεύοµεν δυνάµεσι; Καὶ ποίαν ἑτέραν ζητήσωµεν τῆς πονηρᾶς ὑµῶν γνώµης καὶ διεστραµµένης ἀπόδειξιν;
1.5
Τίνος οὖν ἕνεκεν ὁ Παῦλος εἶπε, φησὶν, αἰῶνα πονηρὸν τὸν ἐνεστῶτα; Τῇ κοινῇ κεχρηµένος συνηθείᾳ. Καὶ γὰρ καὶ ἡµεῖς εἰώθαµεν λέγειν, Κακὴν ἔσχον ἡµέραν, οὐ τὸν καιρὸν, ἀλλὰ τὴν πρᾶξιν, ἢ τὴν περίστασιν διαβάλλοντες. Οὕτω καὶ ὁ Παῦλος τὰς πονηρὰς διαβάλλων προαιρέσεις, τῇ συνηθείᾳ κέχρηται· καὶ δείκνυσιν, ὅτι καὶ τῶν προτέρων ἡµᾶς ἀπήλλαξεν ὁ Χριστὸς ἁµαρτηµάτων, καὶ πρὸς τὸ µέλλον ἠσφαλίσατο. Τῷ µὲν γὰρ εἰπεῖν, Τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁµαρτιῶν ἡµῶν, ἐκεῖνο ἐδήλωσε· τῷ δὲ προσθεῖναι, Ὅπως ἐξέληται ἡµᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, τὴν πρὸς τὸ µέλλον ἀσφάλειαν ἐνέφηνεν. Ὁ µὲν γὰρ νόµος καὶ πρὸς τὸ ἓν ἠσθένει, ἡ δὲ χάρις πρὸς ἀµφότερα δυνατὴ γέγονε. Κατὰ τὸ θέληµα τοῦ Θεοῦ καὶ Πατρὸς ἡµῶν. Ἐπειδὴ γὰρ ἐνόµιζον ἐκεῖνοι τοῦ Θεοῦ παρακούειν, ὡς δεδωκότος τὸν νόµον, καὶ ἐδεδοίκεσαν, εἰ τὴν Παλαιὰν ἀφέντες προσέλθοιεν τῇ Καινῇ· καὶ ταύτην αὐτῶν διορθοῦται τὴν ὑπόνοιαν λέγων, ὅτι καὶ τῷ Πατρὶ ταῦτα δοκεῖ. Καὶ οὐχ ἁπλῶς εἶπε, Πατρὸς, ἀλλὰ, Πατρὸς ἡµῶν, καὶ συνεχῶς αὐτὸ τίθησιν, ἐντρέπων αὐτοὺς τῷ δεικνύναι, ὅτι Πατέρα ἡµῶν τὸν αὑτοῦ Πατέρα πεποίηκενὁ Χριστός. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀµήν. Καὶ τοῦτο καινὸν καὶ παρηλ λαγµένον. Τὸ γὰρ, Ἀµὴν, οὐδαµοῦ ἐν ἀρχῇ καὶ προοιµίοις Ἐπιστολῆς εὑρίσκοµεν κείµενον, ἀλλὰ µετὰ πολλά. Ἐνταῦθα δὲ δεικνὺς, ὅτι καὶ τὰ εἰρηµένα ἱκανὴν εἶχε κατηγορίαν Γαλατῶν, καὶ ὅτι ὁ λόγος ἀπηρτισµένος ἐστὶ, τὸ προοίµιον τοῦτο τέθεικε. Τὰ γὰρ φανερὰ τῶν ἐγκληµάτων οὐ πολλῆς δεῖται κατασκευῆς. Ἀναµνήσας γὰρ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, τῆς τῶν ἁµαρτηµάτων λυτρώσεως, τῆς πρὸς τὸ µέλλον ἀσφαλείας, τῆς τοῦ Πατρὸς γνώµης, τῆς τοῦΥἱοῦ βουλῆς, τῆς χάριτος, τῆς εἰρήνης, πάσης αὐτοῦ τῆς δωρεᾶς, εἰς δοξολογίαν τὸν λόγον κατέκλεισεν. Οὐ διὰ τοῦτο δὲ µόνον τοῦτο πεποίηκεν, ἀλλὰ καὶ διὰ τὸ µεθ' ὑπερβολῆς ἐκπλήττεσθαι τῆς δωρεᾶς τὸ µέγεθος, τῆς χάριτος τὴν ὑπερβολὴν, καὶ ἐννοεῖντίνας ὄντας τί εἰργάσατο ὁ Θεὸς ἀθρόον καὶ ἐν ἀκαριαίᾳ καιροῦ ῥοπῇ· ἅπερ τῷ λόγῳ παραστῆσαι µὴ δυνάµενος, εἰς δοξολογίαν κατέλυσεν, οὐ τὴν ἀξίαν, ἀλλὰ τὴν αὐτῷ δυνατὴν εὐφηµίαν ὑπὲρ τῆς οἰκουµένηςἀναπέµπων ἁπάσης.∆ ιὰ τοῦτο καὶ σφοδρότερον τῷ µετὰ ταῦτα κέχρηται λόγῳ, καθάπερ πυρωθεὶς σφοδρῶς ὑπὸ τῆς ἐννοίας τῶν εὐεργεσιῶν τοῦ Θεοῦ. Εἰπὼν γὰρ, Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀµὴν, ἀπὸ σφοδροτέρας ἄρχεται ἐπιπλήξεως, οὕτω λέγων· Θαυµάζω, ὅτι οὕτω ταχέως µετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑµᾶς ἐν χάριτι Χριστοῦ, εἰς ἕτερον εὐαγγέλιον. Ἐπειδὴ γὰρ διὰ τῆς τοῦ νόµου φυλακῆς ὑπώπτευον ἀρέσκειν τῷ Πατρὶ, καθάπερ καὶ Ἰουδαῖοι τὸν Χριστὸν διώκοντες, τοῦτο πρῶτον ἐνδείκνυται, ὅτι οὐτὸν Χριστὸν µόνον, ἀλλὰ καὶ τὸν Πατέρα παροξύνουσι τοῦτο πράττοντες. Οὐ γὰρ ἀπὸ τοῦ Χριστοῦ, φησὶν, ἀλλὰ καὶ ἀπὸ τοῦ Πατρὸς µεθίστασθε τοῦτο ποιοῦντες. Ὥσπερ γὰρ ἡ Παλαιὰ οὐ τοῦ Πατρὸς µόνον, ἀλλὰ καὶ τοῦ Υἱοῦ, οὕτω καὶ ἡ χάρις οὐ τοῦ Υἱοῦ µόνον, ἀλλὰ καὶ τοῦ Πατρὸς, καὶ πάντα κοινά· Πάντα γὰρ τὰ τοῦ Πατρός µου, ἐµά ἐστιν. Εἰπὼν τοίνυν, ὅτι καὶ τοῦ Πατρὸς ἀφίστανται, δύο ἐγκλήµατα τίθησι, καὶ τὴν µετάθεσιν, καὶ τὴν ταχίστην µετάθεσιν. Καὶ µὴν τὸ ἐναντίον κατηγορίας ἄξιον, τὸ µετὰ πολὺν ἀποστῆναι χρόνον· ἀλλὰ ἐνταῦθα περὶ ἀπάτης ὁ λόγος. Ἄξιος µὲν γὰρ ἐγκληµάτων καὶ ὁ µετὰ πολὺν χρόνον· ὁ δὲ ἐκ πρώτης προσβολῆς, καὶ ἐν αὐτοῖς τοῖς ἀκροβολισµοῖς καταπεσὼν, ἐσχάτης ἀσθενείας ἐξήνεγκεν ὑπόδειγµα, ὃ καὶ τούτοις ἐγκαλεῖ, λέγων· Τί τοῦτο, ὅτι οὐδὲ χρόνου δέονται οἱ ἀπατῶντες ὑµᾶς, ἀλλ' ἡ πρώτη προσαγωγὴ ἀρκεῖ πάντας ὑµᾶς καταστρέψασθαι καὶ ἑλεῖν; καὶ ποίαν ἂν σχοίητε συγγνώµην; Εἰ γὰρ ἐπὶ φίλων τοῦτο γινόµενον, ἔγκληµα, καὶ ὁ τοὺς προτέρους καὶ χρησίµους τῶν ἐπιτηδείων ἀφεὶς καταγνώσεως ἄξιος, ὁ Θεοῦ καλοῦντοςἀποπηδῶν, ἐννόησον ὅσης ἂν εἴη τιµωρίας ὑπεύθυνος. Ὅταν δὲ εἴπῃ, Θαυµάζω, οὐ µόνον ἐντρέπων αὐτοὺς λέγει, ὅτι µετὰ τοσαύτην δωρεὰν, µετὰ τοσαύτην ἁµαρτηµάτων συγχώρησιν καὶφιλανθρωπίας ὑπερβολὴν, εἰς ζυγὸν δουλείας ηὐτοµόλησαν· ὁµοῦ δὲ καὶ δεικνὺς, οἵαν ἔχει περὶ αὐτῶν ὑπόνοιαν, ὅτι µεγάλην τινὰ καὶ ἐσπουδασµένην. Οὐδὲ γὰρ ἂν, εἰ τῶν τυχόντων ἐνόµιζεν αὐτοὺς εἶναι καὶ εὐεξαπατήτων, ἐθαύµασεν ἂν ἐπὶ τῷ γενοµένῳ, ἀλλ' ἐπειδὴ τῶν γνησίων, φησὶ, καὶπολλὰ πεπονηκότων ὑµεῖς, διὰ τοῦτο θαυµάζω· ὅπερ ἱκανὸν ἦν αὐτοὺς ἀνακτήσασθαι, καὶ πρὸς τὰ πρότερα ἐπαναγαγεῖν. Ὃ καὶ ἐν µέσῃ τῇ Ἐπιστολῇ δηλῶν ἔλεγε· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Μετατίθεσθε. Οὐκ εἶπε, µετέθεσθε, ἀλλὰ, Μετατίθεσθε, τουτέστιν, Οὐδέπω πιστεύω, οὐδὲ ἡγοῦµαι ἀπηρτισµένην εἶναι τὴν ἀπάτην· ὃ καὶ αὐτὸ πάλιν ἐστὶν ἀνακτωµένου. Τοῦτο οὖν σαφέστερον προειπὼν, λέγει, Ἐγὼ πέποιθα εἰς ὑµᾶς, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Ἀπὸ τοῦ καλέσαντος ὑµᾶς ἐν χάριτι Χριστοῦ. Ἡ µὲν κλῆσίς ἐστι τοῦ Πατρὸς, τῆς δὲ κλήσεως ἡ αἰτία, τοῦ Υἱοῦ· αὐτὸς γάρ ἐστιν ὁ καταλλάξας καὶ δωρεὰν δούς· οὐ γὰρ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἐσώθηµεν. Μᾶλλον δὲ καὶ ταῦτα ἐκείνου, καὶ ἐκεῖνα τούτου· Τὰ γὰρ ἐµὰ σὰ, φησὶ, καὶ τὰ σὰ ἐµά. Καὶ οὐκ εἶπεν, Ἀπὸ τοῦ εὐαγγελίου µετατίθεσθε, ἀλλ', Ἀπὸ τοῦ καλέσαντος ὑµᾶς Θεοῦ. Ὃ γὰρ ἦν φρικωδέστερον, καὶ µᾶλλον ἱκανὸν αὐτοὺς καταπλῆξαι, τοῦτο τέθεικεν. Οἱ γὰρ ἀπατᾷν αὐτοὺς βουλόµενοι, οὐκ ἀθρόως τοῦτο ἐποίουν, ἀλλ' ἠρέµα αὐτοὺς τῶν πραγµάτων µεθιστῶντες, τῶν ὀνοµάτων οὐ µεθίστων. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου πλάνη, µὴ γυµνὰ προτιθέναι τὰ θήρατρα. Εἰ µὲν γὰρ εἶπον, Ἀπόστητε ἀπὸ τοῦ Χριστοῦ, ὡς πλάνους ἂν καὶ λυµεῶνας ἐφυλάξαντο· νῦν δὲ ἀφέντες αὐτοὺς ἐν τῇ πίστει τέως, καὶ τῇ πλάνῃ εὐαγγελίου ἐπιτιθέντες ὄνοµα, µετὰ πολλῆς τῆς ἀδείας διώρυττον τὴν οἰκοδοµὴν, τῶνεἰρηµένων, καθάπερ τινῶν παραπετασµάτων, διὰ τῶν ὀνοµάτων τούτων κρυπτόντων τοὺς τοιχωρύχους.
1.6
Ἐπεὶ οὖν εὐαγγέλιον ἐκάλουν τὴν ἑαυτῶν ἀπάτην, καλῶς αὐτὸς καὶ πρὸς τὸ ὄνοµα µάχεται, καὶ παῤῥησιάζεται, λέγων· Εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο. Καλῶς· οὐ γάρ ἐστιν ἄλλο. Ἀλλ' ὅµως ὅπερ πάσχουσιν οἱ νοσοῦντες ἐκ τῶν ὑγιεινῶν βλαπτόµενοι σιτίων, τοῦτο καὶ Μαρκίωνες ἐνταῦθα ἔπαθον. Ἐπελάβετο γὰρ τῶν εἰρηµένων εἰπὼν, ὅτι Ἰδοὺ καὶ Παῦλος εἶπεν, Οὐκ ἔστιν ἕτερον εὐαγγέλιον. Οὐδὲ γὰρ παραδέχονται τοὺς εὐαγγελιστὰς ἅπαντας, ἀλλ' ἕνα µόνον, καὶ αὐτὸν περικόψαντες καὶ συγχέαντες, ὡς ἐβούλοντο. Τί οὖν, ὅταν αὐτὸς λέγῃ, Κατὰ τὸ Εὐαγγέλιόν µου καὶ τὸ κήρυγµα Ἰησοῦ Χριστοῦ; Ἔστι µὲν οὖν πολλοῦ γέλωτος τὰ εἰρηµένα παρ' αὐτῶν· πλὴν κἂν καταγέλαστα ᾖ, ἀναγκαῖον διελέγχειν αὐτὰ διὰ τοὺς εὐκόλως ἀπατωµένους. Τί οὖν ἐροῦµεν; Ὅτι κἂν µυρίοι γράφωσιν Εὐαγγέλια, τὰ δὲ αὐτὰ γράφωσιν, ἕν ἐστι τὰ πολλὰ, καὶ οὐδὲν ἀπὸ τοῦ τῶν γραφόντων πλήθους εἰς τὸ ἓν εἶναι παραβλαβήσεται· ὥσπερ οὖν κἂν εἷς ᾖ πάλιν ὁ γράφων, καὶ ἐναντία λέγῃ, οὐκ ἔστιν ἓν τὰ γραφόµενα. Τὸ γὰρ ἓν καὶ οὐχ ἓν, οὐ τῷ τῶν γραφόντων ἀριθµῷ, ἀλλὰ τῇ ταυτότητι καὶ ἑτερότητι τῶν λεγοµένων κρίνεται. Ὅθεν δῆλον, ὅτι καὶ τὰ τεσσάρων Εὐαγγέλια ἕν ἐστιν Εὐαγγέλιον. Ὅταν γὰρ οἱ τέσσαρες τὰ αὐτὰ λέγωσιν, οὐκ ἔστιν ἄλλο καὶ ἄλλο διὰ τὴν τῶν προσώπων διαφορὰν, ἀλλ' ἓν διὰ τὴν τῶν εἰρηµένων συµφωνίαν. Οὐδὲ γὰρ ὁ Παῦλος περὶ ἀριθµοῦ λέγει νῦν, ἀλλὰ περὶ διαφωνίας τῶν εἰρηµένων. Εἰ µὲν οὖν ἄλλο τὸ Ματθαίου, καὶ τὸ Λουκᾶ ἕτερον κατὰ τὴν δύναµιν τῶν ἐγγεγραµµένων καὶ τὴν τῶν δογµάτων ἀκρίβειαν, καλῶς ἐπιλαµβάνονταιτοῦ λόγου· εἰ δὲ ἓν καὶ τὸ αὐτὸ, παυσάσθωσαν ἀνοηταίνοντες, καὶ ταῦτα προσποιούµενοι ἀγνοεῖν, ἃ καὶ τοῖς ἄγαν παισίν ἐστι κατάδηλα. Εἰ µή τινές εἰσιν οἱ ταράσσοντες ὑµᾶς, καὶ θέλοντες ἀνατρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Τουτέστιν, Ἕως ἂν ὑγιαίνητε τὸν νοῦν, οὐκ ἐπιγνώσεσθε ἕτερον εὐαγγέλιον, ἕως ἂν ὀρθὰ βλέπητε, καὶ µὴ διεστραµµένα, τὰ µὴ ὄντα φανταζόµενοι. Ὥσπερ γὰρ ὁ ὀφθαλµὸς διαταραχθεὶς ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ· οὕτω καὶ νοῦς τῇ τῶν πονηρῶν συγχύσει θολούµενος λογισµῶν τὸ αὐτὸ τοῦτο πάσχειν εἴωθε.∆ ιὰ γὰρ τοῦτο καὶ οἱ µαινόµενοι ἕτερα ἀνθ' ἑτέρων φαντάζονται. Ἀλλ' αὕτη χαλεπωτέρα ἐκείνης ἡ µανία, οὐκ ἐν τοῖς αἰσθητοῖς, ἀλλ' ἐν τοῖς νοητοῖς τὴν βλάβην ἐργαζοµένη, οὐκ ἐν τῇ κόρῃ τῶν τοῦ σώµατος ὀµµάτων, ἀλλ' ἐν τοῖς ὀφθαλµοῖς τῆς διανοίας τὴν καταστροφὴν κατασκευάζουσα. Καὶ θέλοντες ἀνατρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ µὴν µίαν µόνην, ἢ δευτέραν ἐπεισῆγον ἐντολὴν, τὴν τῆς περιτοµῆς, καὶ τὴν τῶν ἡµερῶν µόνον καινοτοµοῦντες· ἀλλὰ δεικνὺς ὅτι µικρὸν παραποιηθὲν, τὸ ὅλον λυµαίνεται, εἶπε τὸ Εὐαγγέλιον ἀνατρέπεσθαι. Καθάπερ γὰρ ἐν τοῖς βασιλικοῖς νοµίσµασιν ὁ µικρὸν τοῦ χαρακτῆρος περικόψας, ὅλον τὸ νόµισµα κίβδηλον εἰργάσατο· οὕτω καὶ ὁ τῆς ὑγιοῦς πίστεως καὶ τὸ βραχύτατον ἀνατρέψας, τῷ παντὶ λυµαίνεται, ἐπὶ τὰ χείρονα προϊὼν ἀπὸ τῆς ἀρχῆς. Ποῦ τοίνυν εἰσὶν οἱ φιλονεικίας ἡµᾶς κρίνοντες ἕνεκεν τῆς πρὸς τοὺς αἱρετικοὺς διαστάσεως; ποῦ νῦν εἰσιν οἱ λέγοντες οὐδὲν µέσον εἶναι ἡµῶν κἀκείνων, ἀλλ' ἀπὸ φιλαρχίας τὴν διαφορὰν γίνεσθαι; Ἀκουέτωσαν τί φησιν ὁ Παῦλος, ὅτι τὸ Εὐαγγέλιον ἀνέτρεψαν οἱ καὶ µικρόν τι καινοτοµοῦντες. Οὗτοι δὲ οὔ τι µικρόν· πῶς γὰρ, οἱ τὸν Υἱὸν τοῦ Θεοῦ κτίσµα λέγοντες; Οὐκ ἤκουσας ὅτι καὶ ἐν τῇ Παλαιᾷ ἐν σαββάτῳ ξύλα τις συλλέξας, καὶ µίαν ἐντολὴν παραβὰς, καὶ οὐδὲ ταύτην µεγίστην, ἐσχάτην δέδωκε δίκην; καὶ Ὀζᾶ τὴν κιβωτὸν µέλλουσαν περιτρέπεσθαι στηρίξας, παραχρῆµα ἀπέθανεν, ὅτι µὴ προσηκούσης αὐτῷ διακονίας ἥψατο; Εἶτα σαββάτου µὲν ἡ παράβασις, καὶ τὸ τῆς κιβωτοῦ καταπιπτούσης ἅψασθαι, εἰς τοσαύτην ἤγαγε τὸν Θεὸν ἀγανάκτησιν, ὥστε µηδὲ βραχείαςτυχεῖν συγγνώµης τοὺς ταῦτα τολµήσαντας· ὁ δὲ δόγµατα φρικτὰ καὶ ἀπόῤῥητα λυµηνάµενος, οὗτος ἀπολογίας τεύξεται καὶ συγγνώµης; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Ἀλλὰ καὶ αὐτὸ µὲν οὖν τοῦτό ἐστι τὸ πάντων αἴτιον τῶν κακῶν, τὸ µὴ καὶ ὑπὲρ τῶν µικρῶν τούτων ἀγανακτεῖν.∆ ιὰ τοῦτο τὰ µείζονα τῶν ἁµαρτηµάτων ἐπεισῆλθεν, ὅτι τὰ ἐλάττονα τῆς προσηκούσης οὐ τυγχάνει διορθώσεως. Καὶ καθάπερ ἐν τοῖς σώµασιν οἱ τῶν τραυµάτων καταφρονήσαντες, πυρετοὺς ἔτεκον καὶ σηπεδόνας καὶ θάνατον· οὕτω καὶ ἐπὶ τῶν ψυχῶν οἱ τῶν µικρῶν ὑπερορῶντες, τὰ µείζονα ἐπεισάγουσιν. Ὁ δεῖνα, φησὶ, περὶ τὴν νηστείαν σφάλλεται, καὶ οὐδὲν µέγα ἐστίν· ἕτερος τῇ πίστει µὲν ἔῤῥωται τῇ ὀρθῇ, ὑποκρινόµενος δὲ διὰ τὸν καιρὸν, τὴν παῤῥησίαν προέδωκεν· οὐδὲ τοῦτό τι µέγα δεινόν. Ἄλλος παροξυνθεὶς, ἠπείλησεν ἀποστήσεσθαι τῆς ὀρθῆς πίστεως· ἀλλ' οὐδὲ τοῦτο ἄξιον τιµωρίας· ὀργῇ γὰρ ἥµαρτε, φησὶ, καὶ θυµῷ. Καὶ µυρία τις ἂν εὕροι τοιαῦτα καθ' ἑκάστην ἡµέραν ἁµαρτήµατα ἐπεισαγόµενα ταῖς Ἐκκλησίαις.∆ ιὰ τοῦτο καὶ καταγέλαστοι γεγόναµεν καὶ Ἰουδαίοις καὶ Ἕλλησιν, εἰς µυρία τῆς Ἐκκλησίας σχιζοµένης. Εἰ γὰρ οἱ παρὰ τὴν ἀρχὴν ἀποπηδᾷν τῶν θείων θεσµῶν ἐπιχειροῦντες καὶ µικρόν τι παρακινεῖν, τῆς προσηκούσης ἐτύγχανον ἐπιτιµήσεως, οὐκ ἂν ὁπαρὼν ἐτέχθη λοιµὸς, καὶ τοσοῦτος χειµὼν τὰς Ἐκκλησίας κατέλαβεν. Ὅρα γοῦν ὁ Παῦλος πῶς τὴν περιτοµὴν ἀνατροπὴν τοῦ Εὐαγγελίου καλεῖ.
1.7
· Νῦν δέ εἰσι πολλοὶ παρ' ἡµῖν καὶ τὴν αὐτὴν Ἰουδαίοις νηστεύοντες ἡµέραν, καὶ σάββατα τηροῦντες ὁµοίως· καὶ φέροµεν γενναίως, µᾶλλον δὲ ταλαιπώρως. Καὶ τί λέγω τὰ Ἰουδαίων; καὶ γὰρ Ἑλλήνων ἔθη πολλὰ παρά τισι τῶν ἡµετέρων φυλάττεται, κλῃδονισµοὶ καὶ οἰωνισµοὶ καὶ σύµβολα καὶ ἡµερῶν παρατηρήσεις, καὶ ἡ περὶ τὴνγένεσιν σπουδὴ, καὶ τὰ πάσης ἀσεβείας γέµοντα γραµµατεῖα, ἃ τικτοµένων τῶν παιδίων εὐθέως ἐπὶ κακῷ τῆς ἑαυτῶν συντιθέασι κεφαλῆς, ἐκ προοιµίωνπαιδεύοντες καταλύειν τοὺς ὑπὲρ ἀρετῆς πόνους, καὶ ὑπὸ τὴν πεπλανηµένην τυραννίδα τῆς εἱµαρµένης τό γε αὐτῶν ἄγοντες µέρος. Εἰ δὲ τοὺς περιτεµνοµένους οὐδὲν ὁ Χριστὸς ὠφελεῖ, τοὺς τοσαῦτα ἐπισυροµένους κακὰ, τί τοσοῦτον ἡ πίστις εἰς σωτηρίαν ὠφελήσει λοιπόν; Καίτοι ἡ περιτοµὴ παρὰ Θεοῦ δεδοµένη ἦν, ἀλλ' ὅµως ἐπειδὴ ἐλυµαίνετο τῷ Εὐαγγελίῳ οὐκ ἐν καιρῷ τελουµένη, πάντα ἔπραττεν ὁ Παῦλος, ὥστεαὐτὴν περικόψαι. Εἶτα ὁ µὲν Παῦλος ὑπὲρ ἐθῶν Ἰουδαϊκῶν τοσαύτην ἐποιεῖτο σπουδὴν, ἐπειδὴ ἀκαίρως ἐφυλάττετο, ἡµεῖς δὲ οὐδὲ τὴν Ἑλληνικὴν περικόψοµεν συνήθειαν; καὶ ποίαν σχοίηµεν ἀπολογίαν;∆ ιὰ ταῦτα ἐν ταραχαῖς καὶ θορύβοις νῦν τὰ ἡµέτερα, καὶ οἱ µαθητευόµενοι φρονήµατος ἐµπλησθέντες πολλοῦ τὴν τάξιν ἀνέτρεψαν, καὶ τὰ ἄνωκάτω γεγένηται. Κἂν µικρόν τις ἐγκαλέσῃ, διαπτύουσι τοὺς ἄρχοντας, ἐπειδὴ κακῶς ἡµεῖς αὐτοὺς ἐπαιδοτριβήσαµεν. Καίτοι γε εἰ καὶ µοχθηρότεροι, καὶ µυρίων ἦσαν κακῶν γέµοντες οἱ προεστῶτες, οὐδὲ οὕτω τῷ µαθητῇ θέµις ἦν παρακούειν. Εἰ γὰρ περὶ τῶν Ἰουδαίων διδασκάλων φησὶν, ὅτι ἐπειδὴ ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν, ἀκούεσθαι δίκαιοι παρὰ τῶν µαθητευοµέ νων ἂν εἶεν, καίτοι γε ἔργα εἶχον οὕτω πονηρὰ, ὡς τοὺς µαθητὰς κελεῦσαι µὴ ζηλοῦν, µηδὲ µιµεῖσθαι ἐκεῖνα, τίνος ἂν εἶεν συγγνώµης ἄξιοι οἱ τοὺςτῆς Ἐκκλησίας προέδρους τοὺς τῇ χάριτι τοῦ Θεοῦ µετ' ἐπιεικείας ζῶντας διαπτύοντες καὶ καταπατοῦντες; Εἰ γὰρ ἀλλήλους κρίνειν οὐ θέµις, πολλῷ µᾶλλον τοὺς διδασκάλους. Ἀλλὰ κἂν ἐγὼ, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑµῖν παρ' ὃ παρελάβετε, ἀνάθεµα ἔστω. Ὅρα σύνεσιν ἀποστολικήν. Ἵνα γὰρ µή τις λέγῃ, ὅτι κενοδοξίας ἕνεκεν τὰ ἴδια συγκροτεῖ δόγµατα, καὶ ἑαυτὸν ἀνεθεµάτισεν. Ἐπειδὴ δὲ καὶ εἰς ἀξιώµατα κατέφευγον, Ἰάκωβον καὶ Ἰωάννην, διὰ τοῦτο καὶ ἀγγέλων ἐµνήσθη. Μὴ γάρ µοι Ἰάκωβον εἴπῃς, φησὶ, καὶ Ἰωάννην· κἂν γὰρ τῶν πρώτων ἀγγέλων ᾖ τις τῶν ἐξ οὐρανοῦ διαφθείρων τὸ κήρυγµα, ἀνάθεµα ἔστω. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐξ οὐρανοῦ, ἀλλ' ἐπειδὴ καὶ οἱ ἱερεῖς ἄγγελοι ἐκαλοῦντο· Χείλη γὰρ ἱερέως φυλάξεται γνῶσιν, καὶ νόµον ἐκζητήσουσιν ἐκ στόµατος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν· ἵνα µὴ τούτους νοµίσῃς ἀγγέλους λέγεσθαι νῦν, τῇ τοῦ οὐρανοῦ προσθήκῃ τὰς ἄνω δυνάµεις ᾐνίξατο. Καὶ οὐκ εἶπεν, Ἐὰν ἐναντία καταγγέλλωσιν, ἢ ἀνατρέπωσι τὸ πᾶν, ἀλλὰ, Κἂν µικρόν τι εὐαγγελίζωνται παρ' ὃ εὐηγγελισάµεθα, κἂν τὸτυχὸν παρακινήσωσιν, ἀνάθεµα ἔστωσαν. Ὡς προείρηκα, καὶ ἄρτι πάλιν λέγω. Ἵνα γὰρ µὴ νοµίσῃς θυµοῦ τὰ ῥήµατα εἶναι, ἢ ὑπερβολικῶς εἰρῆσθαι, ἢ κατὰ συναρπαγήν τινα, δεύτερον τὰ αὐτὰ πάλιν τίθησιν. Ὁ µὲν γὰρ θυµῷ τι προαχθεὶς εἰπεῖν, κἂν µεταγνοίη ταχέως· ὁ δὲ δεύτερον τὰ αὐτὰ λέγων, δείκνυσιν ὅτι κρίνας οὕτως εἶπε, καὶ πρότερον ἐν τῇ γνώµῃ κυρώσας, οὕτως ἐξήνεγκε τὸ λεχθέν. Ὁ µὲν οὖν Ἀβραὰµ ἀξιούµενος πέµψαι τὸν Λάζαρον ἔλεγεν, Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἐὰν µὴ ἐκείνων ἀκούσωσιν, οὐδὲ νεκρῶν ἀνισταµένων ἀκούσονται. Ταῦτα δὲ αὐτὸν εἰσάγει λέγοντα ὁ Χριστὸς, δεικνὺς ὅτι καὶ νεκρῶν ἐγειροµένων ἀξιοπιστοτέρας εἶναι βούλεται τὰς Γραφάς. Ὁ δὲ Παῦλος( ὅταν δὲ Παῦλον εἴπω, τὸν Χριστὸν πάλιν λέγω· αὐτὸς γὰρ ἦν ὁ κινῶν αὐτοῦ τὴν ψυχήν) καὶ ἀγγέλων ἐξ οὐρανοῦ καταβαινόντων αὐτὰς προτίθησι· καὶ µάλα εἰκότως. Οἱ γὰρ ἄγγελοι, κἂν µεγάλοι, ἀλλὰ δοῦλοι καὶ ὑπουργοὶ τυγχάνουσιν ὄντες· αἱ δὲ Γραφαὶ πᾶσαι οὐ παρὰ δούλων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων Θεοῦ∆ εσπότου γραφεῖσαι ἐπέµφθησαν.∆ ιὰ τοῦτό φησιν· Ἐάν τις ὑµᾶς εὐαγγελίσηται παρ' ὃ εὐηγγελισάµεθα ὑµῖν. Καὶ οὐκ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, συνετῶς σφόδρα καὶ ἀνεπαχθῶς. Τί γὰρ ἔδει λοιπὸν ὀνοµάτων µνησθῆναι τὸν τοσαύτῃ χρησάµενον ὑπερβολῇ, ὡς καὶ ἅπαντας, καὶ τοὺς ἄνω καὶ τοὺς κάτω, περιλαβεῖν;∆ ιὰ µὲν γὰρ τοῦ τοὺς εὐαγγελιστὰς καὶ ἀγγέλους ἀναθεµατίσαι, πᾶν ἀξίωµα περιέγραψε· διὰ δὲ τοῦ ἑαυτὸν, πᾶσαν οἰκειότητα καὶ γνησιότητα. Μὴ γάρ µοι εἴπῃς, ὅτι Οἱ συναπόστολοί σου καὶ ἑταῖροι ταῦτα λέγουσιν· οὐδὲ γὰρ ἐµαυτοῦ φείδοµαι τοιαῦτα κηρύττοντος. Ταῦτα δὲ οὐχ ὡς καταγινώσκων τῶν ἀποστόλων φησὶν, οὐδὲ ὡς παραβαινόντων τὸ κήρυγµα, ἄπαγε· Εἴτε γὰρ ἡµεῖς, εἴτε ἐκεῖνοι, φησὶν, οὕτω κηρύσσοµεν· ἀλλὰ δεῖξαι βουλόµενος, ὅτι ἀξίωµα προσώπων οὐ προσίεται, ὅταν περὶ ἀληθείας ὁ λόγος ᾖ. Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤµην. Εἰ γὰρ καὶ ὑµᾶς ἠπάτων, φησὶ, ταῦτα λέγων, µὴ τὸν Θεὸν δύναµαι παραλογίσασθαι τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότα, καὶ ᾧ πᾶσά µοι σπουδὴδιαπαντὸς ἀρέσκειν; Εἶδες φρόνηµα ἀποστολικόν; εἶδες ὕψος εὐαγγελικόν; Τὰ αὐτὰ δὲ ταῦτα καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγεν, Οὐχ ὑµῖν ἀπολογούµεθα, ἀλλ' ἀφορµὴν διδόντες ὑµῖν καυχήµατος· καὶ πάλιν, Ἐµοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑµῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡµέρας. Ἐπειδὴ γὰρ µαθηταῖς διδάσκαλος ὢν ἀναγκάζεται ἀπολογεῖσθαι, ὑποµένει µὲν αὐτὸ, δυσανασχετεῖ δὲ, οὐ δι' ἀπόνοιαν, µὴ γένοιτο, ἀλλὰ διὰ τὴνεὐκολίαν τῆς τῶν ἀπατωµένων γνώµης, καὶ τὸ µὴ σφόδρα παρ' αὐτοῖς πιστεύεσθαι.∆ ιὸ καὶ ταῦτα εἴρηκε, µονονουχὶ λέγων· Μὴ γὰρ πρὸς ὑµᾶς µοι ὁ λόγος ἐστί; µὴ γὰρ ἄνθρωποί µοι δικάζειν µέλλουσι; πρὸς τὸν Θεὸν ἡµῖν ὁ λόγος ἐστὶ, καὶ ὑπὲρ τῶν εὐθυνῶν τῶν ἐκεῖ ἅπαντα πράττοµεν, καὶ οὐκ ἂν εἰς τοσοῦτον ἤλθοµεν ἀθλιότητος, ὡςµέλλοντες ἀπολογεῖσθαι τῷ πάντων∆ εσπότῃ ὑπὲρ ὧν κηρύττοµεν, διαφθείρειν τὰ δόγµατα.
1.8
Ὥστε ὁµοῦ µὲν ἀπολογούµενος, ὁµοῦ δὲ αὐτῶν κατεξανιστάµενος, ταῦτα τέθεικε. Τοὺς γὰρ µαθητευοµένους οὐ δικάζειν τοῖς διδασκάλοις, ἀλλὰ πιστεύειν προσῆκεν· ἐπειδὴ δὲ ἀντεστράφη ἡ τάξις, καὶ κριταὶ καθέζεσθε, φησὶ, µάθετε ὅτι τῆς µὲν πρὸς ὑµᾶς ἀπολογίας οὐ πολύς µοι λόγος, τὸ δὲ πᾶν διὰ τὸν Θεὸνπράττοµεν, καὶ ὥστε ἐκεῖνον περὶ δογµάτων ἀπολογήσασθαι τούτων. Ὁ µὲν γὰρ ἀνθρώπους θέλων πεῖσαι, πολλὰ ὕπουλα ποιεῖ καὶ διεστραµµένα, καὶ ἀπάτῃ κέχρηται καὶ ψεύδει, ὥστε πεῖσαι καὶ ἑλεῖν τὴν τῶνἀκουόντων γνώµην· ὁ δὲ Θεὸν πείθων, καὶ ἀρέσκειν ἐκείνῳ σπουδάζων, ἁπλῆς δεῖται διανοίας καὶ καθαρᾶς· ἀνεξαπάτητον γὰρ τὸ Θεῖον. Ὅθεν δῆλον, ὅτι καὶ ἡµεῖς, φησὶν, οὐ φιλαρχίας ἕνεκεν, οὐδὲ ὥστε µαθητὰς ἔχειν, οὐδὲ τῆς παρ' ὑµῶν ἐφιέµενοι δόξης ταῦτα γράφοµεν· οὐ γὰρ ἀνθρώποις ἀρέσαι ἐσπουδάκαµεν, ἀλλὰ Θεῷ. Εἰ γὰρ ἤθελον ἀνθρώποις ἀρέσκειν, ἔτι µετὰ Ἰουδαίων ἤµην, ἔτι τὴν Ἐκκλησίαν ἐδίωκον. Ὁ δὲ ἔθνους ὁλοκλήρου καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ δόξης τοσαύτης καταφρονήσας, καὶ ἀνταλλαξάµενος τούτων διωγµοὺς καὶ ἔχθραςκαὶ πολέµους καὶ θανάτους καθηµερινοὺς, εὔδηλον ὅτι καὶ ταῦτα, ἃ λέγω νῦν, οὐ τῆς τῶν ἀνθρώπων δόξης ἐφιέµενος λέγω. Τοῦτο δὲ εἴρηκεν, ἐπειδὴ µέλλει καὶ τὸν πρότερον αὐτοῦ διηγεῖσθαι βίον, καὶ τὴν ἀθρόαν µεταβολὴν, καὶ δεικνύναι δι' ἐναργῶν ἀποδείξεων, ὅτι µετ' ἀληθείας µετέστη, ἵνα µὴ νοµίσωσιν, ὅτι αὐτοῖς ἀπολογούµενος ταῦτα ποιεῖ, καὶ ἐπαρθῶσι.∆ ιὰ τοῦτο προεῖπεν· Ἄρτι γὰρ ἀνθρώπους πείθω; Οἶδε γὰρ εἰς καιρὸν τὸν προσήκοντα πρὸς τὴν τῶν µαθητευοµένων διόρθωσιν καὶ ὑψηλὸν καὶ µέγα τι φθέγγεσθαι. Καίτοι γε ἦν ἑτέρωθεν τὰς ἀποδείξεις ποιήσασθαι τοῦ µετὰ ἀληθείας κηρύττειν, ἀπὸ τῶν σηµείων, ἀπὸ τῶν θαυµάτων, ἀπὸ τῶν κινδύνων, ἀπὸτῶν δεσµωτηρίων, ἀπὸ τῶν καθηµερινῶν θανάτων, ἀπὸ τοῦ λιµοῦ καὶ τοῦ δίψους, καὶ τῆς γυµνότητος, ἀπὸ τῶν ἄλλων τῶν τοιούτων· ἀλλ' ἐπειδὴ οὐ πρὸς τοὺς ψευδαποστόλους, ἀλλὰ πρὸς τοὺς ἀποστόλους ὁ λόγος ἦν αὐτῷ νῦν, ἐκεῖνοι δὲ καὶ τούτων ἦσαν κεκοινωνηκότες, τῶνκινδύνων λέγω, ἑτέρωθεν µεθοδεύει τὸν λόγον· ἐπεὶ, ὅτε πρὸς τοὺς ψευδαποστόλους ἀπετείνατο, οὕτω προσάγει τὴν σύγκρισιν, τὴν ἐν τοῖς κινδύνοις ὑποµονὴν εἰς µέσον φέρων καὶ λέγων·∆ ιάκονοι Χριστοῦ εἰσι;( παραφρονῶν λαλῶ·) ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· νῦν µέντοι τὴν προτέραν ἀναστροφὴν λέγει, καί φησι· Γνωρίζω δὲ ὑµῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐµοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς ἄνω καὶ κάτω τοῦτο διισχυρίζεται, ὅτι τοῦ Χριστοῦ γέγονε µαθητὴς, οὐκ ἀνθρώπου µεσιτεύοντος, ἀλλ' αὐτοῦ δι' ἑαυτοῦ καταξιώσαντοςἀποκαλύψαι τὴν γνῶσιν αὐτῷ πᾶσαν. Καὶ ποία τοῖς ἀπιστοῦσιν ἀπόδειξις γένοιτ' ἂν τοῦ τὸν Θεὸν ἀποκαλύψαι σοι δι' ἑαυτοῦ, καὶ µὴ διὰ µέσου τινὸς τὰ ἀπόῤῥητα ἐκεῖνα µυστήρια; Ἡ προτέρα ἀναστροφὴ, φησίν· οὐ γὰρ ἂν, εἰ µὴ Θεὸς ἦν ὁ ἐκκαλύπτων, οὕτως ἀθρόαν ἔσχον µεταβολήν. Οἱ µὲν γὰρ ὑπὸ ἀνθρώπων διδασκόµενοι, ὅταν σφοδροὶ καὶ διακαεῖς ὦσιν ἐν τοῖς ἐναντίοις, χρόνου δέονται καὶ πολλῆς τῆς µηχανῆς πρὸς τὸ πεισθῆναι· ὁ δὲ οὕτως ἀθρόον µεταστὰς, καὶ ἐν αὐτῇ τῇ τῆς µανίας ἀκµῇ καθαρῶς νήψας, εὔδηλον ὅτι θείας τυχὼν ὄψεως καὶ διδασκαλίας, ἀθρόον πρὸς τὴνκαθαρὰν ἐπανῆλθεν ὑγείαν.∆ ιὰ τοῦτο ἀναγκάζεται περὶ τῆς προτέρας αὐτοῦ διηγήσασθαι ἀναστροφῆς, καὶ µάρτυρας αὐτοὺς καλεῖ τῶν γενοµένων. Ὅτι µὲν γὰρ κατηξίωσεν ὁ τοῦ Θεοῦ µονογενὴς Υἱὸς δι' ἑαυτοῦ µε καλέσαι ἐκ τῶν οὐρανῶν, ὑµεῖς οὐκ ἴστε· πῶς γὰρ, οἱ µὴ παρόντες; ὅτι δὲ διώκτης ἤµην, σφόδρα ἴστε. Καὶ γὰρ µέχρις ὑµῶν ἡ σφοδρότης ἡ ἐµὴ διεδόθη· καίτοι πολὺ τὸ διάστηµα Παλαιστινῶν καὶ Γαλατῶν· ὥστε οὐκ ἂν τοσοῦτον διέβη ἡ φήµη, εἰ µὴ πολλὴ τῶν γινοµένων ὑπερβολὴ ἦν, καὶ πᾶσιν ἀφόρητος.∆ ιὸ καί φησιν· Ἠκούσατε γὰρ τὴν ἐµὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσµῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Ὁρᾷς πῶς ἕκαστον µετὰ ἐπιτάσεως τίθησι, καὶ οὐκ αἰσχύνεται; Οὐ γὰρ ἁπλῶς ἐδίωκεν, ἀλλὰ µεθ' ὑπερβολῆς ἁπάσης, καὶ οὐκ ἐδίωκε µόνον, ἀλλὰ καὶ ἐπόρθει, τουτέστι, σβέσαι ἐπεχείρει τὴν Ἐκκλησίαν, καταστρέψαι, καθελεῖν, ἀφανίσαι· τοῦτο γὰρ πορθοῦντος ἔργον. Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσµῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει µου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν µου παραδόσεων.
1.9
Ἵνα γὰρ µὴ νοµίσῃς, ὅτι θυµοῦ τὸ πρᾶγµα ἦν, δείκνυσιν ὅτι ζήλῳ τὸ πᾶν ἐποίει, εἰ καὶ µὴ κατ' ἐπίγνωσιν, οὐκ ἀπὸ κενοδοξίας, οὐδὲ ἔχθρας ἐκδιώκων, ἀλλὰ καὶ Ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν µου παραδόσεων. Ὃ δέ φησι, τοῦτό ἐστιν· Εἰ τὰ κατὰ τῆς Ἐκκλησίας οὐ δι' ἄνθρωπον ἔπραττον, ἀλλὰ διὰ ζῆλον θεῖον, ἐσφαλµένον µὲν, ζῆλον δὲ ὅµως· πῶς νῦν ὑπὲρ τῆς Ἐκκλησίας τρέχων καὶ τὴν ἀλήθειαν ἐπιγνοὺς, διὰ κενοδοξίαν ταῦτα πράττω; Εἰ γὰρ ἐν τῷ σφάλλεσθαι οὐκ ἐκράτει µου πάθος τοιοῦτον, ἀλλ' ὁ τοῦ Θεοῦ ζῆλος ἐπὶ τοῦτό µε ἤγαγε, πολλῷ µᾶλλον, ὅτε τὴν ἀλήθειαν ἐπέγνων, πάσης ἀπηλλάχθαι τοιαύτης δίκαιος ἂν εἴην ὑπονοίας. Ὁµοῦ τε γὰρ µετέστην πρὸς τὰ τῆς Ἐκκλησίας δόγµατα, καὶ πᾶσαν ἀπεδυσάµην πρόληψιν Ἰουδαϊκὴν, πολλῷ πλείονα ζῆλον ἐνταῦθα ἐπιδειξάµενος· ὅπερ ἐστὶ σηµεῖον τοῦ µετὰ ἀληθείας µεταστῆναι, καὶ ζήλῳ κατεχόµενον θείῳ. Ἐπεὶ εἰ µὴ τοῦτο ἦν, τί ἦν ἕτερον, εἰπέ µοι, τὸ παρασκευάζον γενέσθαι τοσαύτην µεταβολὴν, καὶ ὕβριν τιµῆς, καὶ κινδύνους ἀνέσεως, καὶ ταλαιπωρίανἀδείας ἀλλάξασθαι; Οὐκ ἔστιν οὐδὲν, ἀλλ' ὁ τῆς ἀληθείας ἔρως µόνον. Ὅτε δὲ ηὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας µε ἐκ κοιλίας µητρός µου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐµοὶ, ἵναεὐαγγελίσωµαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέµην σαρκὶ καὶ αἵµατι. Ὅρα τί σπουδάζει ἐνταῦθα δεῖξαι, ὅτι καὶ τὸν χρόνον, ὃν ἐγκατελείφθη, διά τινα οἰκονοµίαν ἀπόῤῥητον ἀφείθη. Εἰ γὰρ ἐκ κοιλίας µητρὸς ἀφώριστο γενέσθαι ἀπόστολος, καὶ κληθῆναι πρὸς τὴν διακονίαν ταύτην· ἐκλήθη δὲ τότε, καὶ ἅµα κληθεὶς ὑπήκουσε· δῆλον ὅτι ὁ Θεὸς δι' ἀπόῤῥητόν τινα αἰτίαν ἀνεβάλλετο τέως. Τίς οὖν αὕτη ἡ οἰκονοµία; Τάχα παρ' ἐµοῦ προοίµιον ἀκοῦσαι κεχήνατε, τί δήποτε οὐ µετὰ τῶν δώδεκα αὐτὸν ἐκάλεσεν· ἀλλ' ἵνα µὴ τοῦ κατεπείγοντος ἀποστὰς, µακρότερον ποιήσω τὸν λόγον, παρακαλῶ καὶ ἐγὼ τὴν ὑµετέραν ἀγάπην µὴ πάντα παρ' ἐµοῦ µανθάνειν, ἀλλὰκαὶ ἐξ ἑαυτῶν ζητεῖν, καὶ τὸν Θεὸν παρακαλεῖν ἀποκαλύπτειν. Καὶ ἡµῖν δὲ εἴρηταί τις ὑπὲρ τούτων λόγος, ὅτε περὶ τῆς µεταθέσεως αὐτοῦ τῆς προσηγορίας πρὸς ὑµᾶς διελεγόµεθα, καὶ τίνος ἕνεκεν Σαῦλοναὐτὸν καλούµενον, Παῦλον ἐκάλεσεν· εἰ δὲ ἐπιλέλησθε, ἐντυχόντες ἐκείνῳ τῷ βιβλίῳ, πάντα εἴσεσθε ταῦτα. Τέως δὲ τῆς ἀκολουθίας ἐχώµεθα, καὶ σκοπῶµεν πῶς πάλιν δείκνυσιν οὐδὲν ἀνθρώπινον περὶ αὐτὸν γεγενηµένον, ἀλλὰ πάντα τὸν Θεὸν τὰ κατ' αὐτὸνµετὰ πολλῆς οἰκονοµοῦντα προνοίας. Καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ. Ὁ µὲν Θεὸς, φησὶ, διὰ τὴν ἀρετὴν αὐτοῦ κεκληκέναι αὐτόν. Σκεῦος γὰρ ἐκλογῆς µοί ἐστι, πρὸς τὸν Ἀνανίαν ἔλεγε, τοῦ βαστάσαι τὸ ὄνοµά µου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, τουτέστιν, ἱκανὸς διακονῆσαι καὶἔργον ἐπιδεῖξαι µέγα. Καὶ ταύτην τὴν αἰτίαν τῆς κλήσεως τίθησιν· αὐτὸς δὲ πανταχοῦ τῆς χάριτος εἶναί φησι τὸ πᾶν καὶ τῆς φιλανθρωπίας αὐτοῦ τῆς ἀφάτου, οὕτω λέγων· Ἀλλ' ἠλεήθην, οὐχ ὅτι ἱκανὸς ἤµην, οὐδ' ὅτι ἐπιτήδειος, ἀλλ' ἵνα ἐν ἐµοὶ ἐνδείξηται τὴν πᾶσαν µακροθυµίαν πρὸς ὑποτύπωσιν τῶν µελλόντων πιστεύεινἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Εἶδες ταπεινοφροσύνης ὑπερβολήν;∆ ιὰ τοῦτο ἐγὼ, φησὶν, ἠλεήθην, ἵνα µηδεὶς ἀπογνῷ, ὡς τοῦ πάντων ἀνθρώπων κακίστου φιλανθρωπίας ἀπολελαυκότος. Τοῦτο γὰρ δηλοῖ ἐν τῷ εἰπεῖν, Ἵνα ἐν ἐµοὶ ἐνδείξηται τὴν πᾶσαν µακροθυµίαν πρὸς ὑποτύπωσιν τῶν µελλόντων πιστεύειν ἐπ' αὐτῷ. Ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐµοί. Ἀλλαχοῦ δέ φησιν ὁ Χριστὸς, Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ µὴ ὁ Πατὴρ, καὶ οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ µὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Εἶδες ὅτι καὶ ὁ Πατὴρ Υἱὸν, καὶ ὁ Υἱὸς Πατέρα ἀποκαλύπτει; Οὕτω καὶ ἐπὶ τῆς δόξης, καὶ ὁ Υἱὸς δοξάζει Πατέρα, καὶ ὁ Πατὴρ Υἱόν·∆ όξασόν µε, φησὶν, ἵνα δοξάσω σε· καὶ, Καθώς σε ἐγὼ ἐδόξασα·∆ ιὰ τί δὲ µὴ εἶπεν, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐµοὶ, ἀλλ' Ἐν ἐµοί;∆ εικνὺς ὅτι οὐ διὰ ῥηµάτων µόνον ἤκουσε τὰ περὶ τῆς πίστεως, ἀλλὰ καὶ πολλοῦ πνεύµατος ἐπληρώθη· τῆς ἀποκαλύψεως καταλαµπούσης αὐτοῦ τὴν ψυχὴν, καὶ τὸν Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα. Ἵνα εὐαγγελίζωµαι αὐτὸν ἐν τοῖς ἔθνεσιν. Οὐ γὰρ τὸ πιστεῦσαι µόνον, ἀλλὰ καὶ τὸ χειροτονηθῆναι αὐτὸν παρὰ τοῦ Θεοῦ γέγονεν. Οὕτω γάρ µοι αὐτὸν ἀπεκάλυψεν, οὐχ ἵνα ἴδω µόνον αὐτὸν, ἀλλ' ἵνα καὶ εἰς ἄλλους ἐξενέγκω. Καὶ οὐκ εἶπεν ἄλλους ἁπλῶς, ἀλλ' Ἵνα εὐαγγελίζωµαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, ἐντεῦθεν ἤδη προανακρουόµενος οὐ µικρὸν τῆς ἀπολογίας κεφάλαιον, ἀπὸτοῦ τῶν µαθητῶν προσώπου. Οὐ γὰρ ὁµοίως Ἰουδαίοις καὶ τοῖς ἔθνεσι κηρύττειν ἀναγκαῖον ἦν. Εὐθέως οὐ προσανεθέµην σαρκὶ καὶ αἵµατι. Τοὺς ἀποστόλους ἐνταῦθα αἰνίττεται, ἀπὸ τῆς φύσεως αὐτοὺς καλῶν. Εἰ δὲ καὶ περὶ πάντων ἀνθρώπων τοῦτό φησιν, οὐδὲ ἡµεῖς ἀντεροῦµεν. Οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυµα πρὸς τοὺς πρὸ ἐµοῦ ἀποστόλους. Ταῦτα εἰ µέν τις αὐτὰ καθ' ἑαυτὰ ἐξετάσειε τὰ ῥήµατα, δοκεῖ πολλῆς µεγαληγορίας γέµειν, καὶ πόῤῥω τοῦ φρονήµατος εἶναι τοῦ ἀποστολικοῦ. Τὸ γὰρ ἑαυτῷ ψηφίζεσθαι, καὶ µηδένα λαµβάνειν κοινωνὸν τῆς γνώµης, ἀνοίας εἶναι δοκεῖ. Εἶδον γὰρ, φησὶν, ἄνθρωπον φρόνιµον δόξαντα εἶναι παρ' ἑαυτῷ, ἐλπίδα δὲ ἔχει µᾶλλον αὐτοῦ ὁ ἄφρων· καὶ, Οὐαὶ οἱ συνετοὶ παρ' ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήµονες· καὶ αὐτὸς πάλιν, Μὴ γίνεσθε φρόνιµοι παρ' ἑαυτοῖς.
1.10
Οὐκ ἂν οὖν ὁ τοσαῦτα παρ' ἑτέρων ἀκούσας, καὶ αὐτὸς τὰ αὐτὰ παραινῶν ἑτέροις, τούτοις περιέπεσεν, οὐχ ὅτι Παῦλος, ἀλλ' οὐδὲ ὁ τυχὼν ἄνθρωπος. Ἀλλ' ὅπερ ἔφην, γυµνὴ µὲν αὕτη ἐξεταζοµένη ἡ ῥῆσις καὶ ὑφορµεῖν καὶ προσίστασθαι δύναταί τισι τῶν ἀκροατῶν· ἂν δὲ τὴν αἰτίαν προσθῶµεν δι' ἣν ταῦτα ἐλέγετο, καὶ κροτήσουσι καὶ θαυµάσονται πάντες τὸν εἰρηκότα. Τοῦτο τοίνυν ποιῶµεν. Οὐδὲ γὰρ δεῖ τὰ ῥήµατα γυµνὰ ἐξετάζειν, ἐπεὶ πολλὰ ἕψεται τὰ ἁµαρτήµατα· οὐδὲ τὴν λέξιν καθ' ἑαυτὴν βασανίζειν, ἀλλὰ τῇ διανοίᾳ προσέχειν τοῦ γράφοντος. Καὶ γὰρ ἐν ταῖς ἡµετέραις διαλέξεσιν, ἂν µὴ τούτῳ ὦµεν κεχρηµένοι τῷ τρόπῳ, καὶ τὴν γνώµην ἐξετάζωµεν τοῦ λέγοντος, πολλὰς ὑποστησόµεθατὰς ἀπεχθείας, καὶ πάντα ἀνατραπήσεται. Καὶ τί δεῖ λέγειν ἐπὶ ῥηµάτων, ὅπου καὶ ἐπὶ πραγµάτων ἂν µή τις τὸν κανόνα τοῦτον φυλάττῃ, πάντα ἄνω καὶ κάτω γενήσεται; Καὶ γὰρ καὶ ἰατροὶ καὶ τέµνουσι καὶ διακλῶσί τινα τῶν ὀστέων, καὶ λῃσταὶ ταῦτα ποιοῦσι πολλάκις. Πόσης οὖν ἀθλιότητος ἂν εἴη, ὅταν λῃστὴν καὶ ἰατρὸν µὴ δυνηθῶµεν διελεῖν; Πάλιν ἀνδροφόνοι καὶ µάρτυρες τὰς αὐτὰς ὑποµένουσιν ὀδύνας βασανιζόµενοι· ἀλλὰ πολὺ τὸ µέσον ἑκατέρων. Κἂν µὴ τοῦτον διατηρῶµεν τὸν κανόνα, οὐ δυνησόµεθα εἰδέναι ταῦτα, ἀλλὰ καὶ τὸν Ἠλίαν ἀνδροφόνον ἐροῦµεν, καὶ τὸν Σαµουὴλ καὶ τὸν Φινεὲς, τὸνδὲ Ἀβραὰµ καὶ παιδοκτόνον, εἰ τὰ πράγµατα µέλλοιµεν ἐξετάζειν γυµνὰ, µὴ προστιθέντες αὐτοῖς τὴν τῶν ποιούντων γνώµην. Ἐξετάσωµεν τοίνυν καὶ τοῦ Παύλου τὴν διάνοιαν, ἀφ' ἧς ταῦτα ἔγραφεν· ἴδωµεν αὐτοῦ τὸν σκοπὸν, καὶ τίς ἦν διόλου περὶ τοὺς ἀποστόλους, καὶ τότε εἰσόµεθα ταῦτα ἐκ ποίας ἐλέγετο γνώµης. Οὐδὲ γὰρ ἐξευτελίζων ἐκείνους, οὔτε ἑαυτὸν ἐπαινῶν, οὔτε ταῦτα εἴρηκεν, οὔτε τὰ πρότερα· πῶς γὰρ, ὅπου καὶ ἑαυτὸν ἀνεθεµάτισεν; ἀλλὰ πανταχοῦ τοῦ Εὐαγγελίου τὴν ἀσφάλειαν διατηρῶν. Ἐπειδὴ γὰρ ἔλεγον οἱ τὴν Ἐκκλησίαν πορθοῦντες, ὅτι Τοῖς ἀποστόλοις ἕπεσθαι δεῖ τοῖς µὴ κωλύουσι ταῦτα, οὐχὶ τῷ Παύλῳ τῷ κωλύοντι, ἐντεῦθεν δὲκατὰ µικρὸν ἡ Ἰουδαϊκὴ πλάνη εἰσήγετο, ἀναγκάζεται στῆναι πρὸς ταῦτα γενναίως, οὐ τοὺς ἀποστόλους εἰπεῖν κακῶς βουλόµενος, ἀλλὰ τῶν οὐκ ὀρθῶςἐπαιρόντων ἑαυτοὺς τὴν ἄνοιαν καταστεῖλαι βουλόµενος.∆ ιὰ τοῦτό φησιν, Οὐ προσανεθέµην σαρκὶ καὶ αἵµατι. Καὶ γὰρ ἦν ἀτοπίας ἐσχάτης τὸν παρὰ τοῦ Θεοῦ µαθόντα, ἀνθρώποις ἀνατίθεσθαι λοιπόν. Ὁ µὲν γὰρ παρὰ ἀνθρώπων µανθάνων, εἰκότως ἀνθρώπους λαµβάνει κοινωνοὺς πάλιν· ὁ δὲ τῆς θείας ἐκείνης καὶ µακαρίας ἀξιωθεὶς φωνῆς, καὶ παρ' αὐτοῦ τοῦ τὸν θησαυρὸν ἔχοντος τῆς σοφίας πάντα διδαχθεὶς, τίνος ἕνεκεν λοιπὸνἀνθρώποις ἀνετίθετο; Ὁ γὰρ τοιοῦτος οὐ µανθάνειν παρὰ ἀνθρώπων, ἀλλὰ διδάσκειν ἀνθρώπους δίκαιος ἂν εἴη. Οὐ τοίνυν ἀπονοίας ἕνεκεν ταῦτα ἔλεγεν, ἀλλ' ὥστε δεῖξαι τοῦ οἰκείου κηρύγµατος τὸ ἀξίωµα. Οὐδὲ ἀνῆλθον, φησὶ, πρὸς τοὺς πρὸ ἐµοῦ ἀποστόλους. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔλεγον, ὅτι πρὸ αὐτοῦ ἦσαν ἐκεῖνοι, πρὸ αὐτοῦ ἐκλήθησαν, οὐκ ἀνῆλθον πρὸς ἐκείνους, φησίν. Εἰ δὲ ἐχρῆν αὐτοῖς κοινώσασθαι, ὁ ἀποκαλύψας αὐτῷ τὸ κήρυγµα, καὶ τοῦτο ἂν αὐτῷ ἐκέλευσε. Τί οὖν, οὐκ ἀνῆλθεν ἐκεῖ; Καὶ µὴν ἀνῆλθε, καὶ οὐχ ἁπλῶς, ἀλλὰ µαθησόµενός τι παρ' αὐτῶν. Πότε; Ὅτε ἐν τῇ πόλει τῶν Ἀντιοχέων, τῇ τὸν πολὺν ζῆλον ἄνωθεν ἐπιδειξαµένῃ Ἐκκλησίᾳ, γέγονε περὶ αὐτοῦ τούτου τοῦ νῦν προκειµένου, καὶ ἐζήτουνπότερον χρὴ περιτέµνειν τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ἢ µηδὲν τοιοῦτον ἀναγκάζειν αὐτοὺς ὑποµένειν. Τότε ἀνῆλθεν αὐτὸς οὗτος ὁ Παῦλος καὶ Σίλας. Πῶς οὖν φησιν, Οὐκ ἀνῆλθον, οὐδὲ ἀνεθέµην; Ὅτι πρῶτον µὲν οὐκ αὐτὸς ἀνῆλθεν, ἀλλ' ἀπεστάλη παρ' ἑτέρων· δεύτερον δὲ οὐ µαθησόµενος παρεγένετο, ἀλλ' ἑτέρους πείθων. Αὐτὸς µὲν γὰρ ἐξ ἀρχῆς ταύτης εἴχετο τῆς γνώµης, ἣν καὶ οἱ ἀπόστολοι µετὰ ταῦτα ἐκύρωσαν τὸ µὴ δεῖν περιτέµνεσθαι· ἐπειδὴ δὲ αὐτοῖς οὐκ ἐδόκει τέως ἀξιόπιστος εἶναι, ἀλλὰ τοῖς ἐν Ἱεροσολύµοις προσεῖχον, ἀνῆλθεν, οὐκ αὐτός τι εἰσόµενος πλέον, ἀλλὰ πείσωντοὺς ἀντιλέγοντας, ὅτι καὶ οἱ ἐν Ἱεροσολύµοις τούτοις ψηφίζονται. Οὕτω καὶ ἐξ ἀρχῆς τὰ δέοντα συνεώρα, καὶ οὐδενὸς ἐδεῖτο διδασκάλου, ἀλλ' ἃ µετὰ πολλὴν διάκρισιν ἔµελλον οἱ ἀπόστολοι κυροῦν, ταῦτα αὐτὸς πρὸτῆς διακρίσεως ἄνωθεν ἔσχεν ἀκίνητα παρ' ἑαυτῷ. Καὶ ταῦτα ὁ Λουκᾶς δηλῶν, ἔλεγεν, ὅτι πολὺν καὶ µακρὸν λόγον ὑπὲρ τούτων ἀπέτεινε πρὸς αὐτοὺς ὁ Παῦλος καὶ πρὶν εἰς Ἱεροσόλυµα ἐλθεῖν. Ἐπειδὴ δὲ τοῖς ἀδελφοῖς ἔδοξε καὶ περὶ ἐκείνων µαθεῖν, ἀνῆλθεν ὑπὲρ ἐκείνων, οὐχ ὑπὲρ ἑαυτοῦ. Εἰ δὲ λέγει, Οὐκ ἀνῆλθον, ἔστι κἀκεῖνο εἰπεῖν, ὅτι οὔτε ἐν προοιµίοις τοῦ κηρύγµατος ἀνῆλθεν, οὔτε ἡνίκα ἀνῆλθεν, ἐπὶ τῷ µαθεῖν ἀνῆλθε. Καὶ γὰρ καὶ ταῦτα ἀµφότερα ἐπισηµαίνεται, λέγων· Εὐθέως οὐ προσανεθέµην σαρκὶ καὶ αἵµατι. Οὐκ εἶπεν ἁπλῶς, Οὐ προσανεθέµην, ἀλλ', Εὐθέως. Εἰ δὲ µετὰ ταῦτα ἀνῆλθεν, οὐχ ὑπὲρ τοῦ τι προσλαβεῖν. Ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν. Ὅρα ζέουσαν ψυχήν· τοὺς τόπους ἐσπούδαζε καταλαµβάνειν τοὺς οὐδέπω γεωργηθέντας, ἀλλ' ἀγριώτερον ἔτι διακειµένους. Εἰ γὰρ µετὰ τῶν ἀποστόλων ἀνέµενεν, οὐδὲν ἔχων µανθάνειν, τὸ κήρυγµα ἂν ἐνεποδίσθη· ἔδει γὰρ αὐτοὺς πανταχοῦ τὸν λόγον διαδοῦναι.∆ ιὰ τοῦτο ὁ µακάριος οὗτος, καὶ ζέων τῷ πνεύµατι, τῆς διδασκαλίας εὐθέως ἥπτετο ἀνθρώπων βαρβάρων καὶ ἀγρίων, βίον ἐναγώνιον αἱρούµενος, καὶπολὺν ἔχοντα τὸν πόνον.
1.11
Καὶ θέα µοι τὴν ταπεινοφροσύνην. Εἰπὼν γὰρ, Ἀπῆλθον εἰς Ἀραβίαν, ἐπήγαγε, Καὶ πάλιν ὑπέστρεψα εἰς∆ αµασκόν. Οὐ λέγει τὰ κατορθώµατα αὐτοῦ, οὐδὲ τίνας κατήχησε καὶ πόσους, καίτοι γε ἅµα τῷ βαπτισθῆναι τοσοῦτον ἐπεδείξατο ζῆλον, ὡς συγχέειν Ἰουδαίους, καὶεἰς τοσοῦτον ἤγαγε παροξυσµὸν, ὡς ἐφεδρεύειν καὶ βούλεσθαι αὐτὸν ἀνελεῖν καὶ αὐτοὺς καὶ τοὺς Ἕλληνας· ὅπερ οὐκ ἂν ἐγένετο, εἰ µὴ πολλὴν ἐποίησε τοῖς πιστεύουσι τὴν προσθήκην. Ἐπειδὴ γὰρ ἡττῶντο τῇ διδασκαλίᾳ, λοιπὸν ἐπὶ φόνον ἐτρέποντο ὅπερ τῆς τοῦ Παύλου νίκης σηµεῖον καθαρὸν ἦν. Ἀλλ' οὐκ εἴασεν αὐτὸν ὁ Χριστὸς ἀποθανεῖν, τηρῶν αὐτὸν τῷ κηρύγµατι· ἀλλ' ὅµως οὐδέν φησι τῶν κατορθωµάτων τούτων· οὕτως ἅπερ λέγει πάντα, οὐ φιλοτιµίας ἕνεκεν λέγει, οὐδὲ ὑπὲρ τοῦ νοµισθῆναι τῶν ἀποστόλων µείζων, οὐδὲ δακνόµενος ἐπὶ τῷ ἐξευτελίζεσθαι, ἀλλὰ δεδοικὼς µή τι γένηται τῷ κηρύγµατι βλάβος ἐντεῦθεν. Καὶ γὰρ ἔκτρωµα ἑαυτὸν καλεῖ, καὶ πρῶτον τῶν ἁµαρτωλῶν, καὶ ἔσχατον τῶν ἀποστόλων, καὶ τῆς προσηγορίας τῆς τοιαύτης ἀνάξιον· καὶ ταῦτα ἔλεγεν ὁ πλέον πάντων κοπιάσας, ὅπερ µάλιστά ἐστι ταπεινοφροσύνης. Ὁ µὲν γὰρ µηδὲν ἑαυτῷ συνειδὼς ἀγαθὸν, ταπεινὰ δὲ περὶ ἑαυτοῦ λέγων, εὐγνώµων, οὐ ταπεινόφρων ἐστίν· ὁ δὲ µετὰ τοσούτους στεφάνους τοιαῦτα φθεγγόµενος, ἐκεῖνός ἐστιν ὁ µετριάζειν εἰδώς. Καὶ πάλιν ὑπέστρεψα, φησὶν, εἰς∆ αµασκόν. Καίτοι πόσα αὐτὸν ἐκεῖ εἰργάσθαι εἰκὸς ἦν; Περὶ γὰρ τῆς πόλεώς φησι ταύτης, ὅτι πᾶσαν αὐτὴν ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφύλαττε, τὸν µακάριον τοῦτον σαγηνεῦσαι βουλόµενος· ὅπερ σηµεῖον µέγιστον ἦν τοῦ σφόδρα καὶ κατὰ κράτος ἐλαύνειν αὐτὸν τοὺς Ἰουδαίους. Ἀλλ' οὐδὲν τούτων ἐνταῦθα λέγει, οὐδ' ἂν ἐκεῖ αὐτὰ τότε τέθεικεν, εἰ µὴ καὶ τότε τὸν καιρὸν εἶδεν ἐκεῖνον ἀπαιτοῦντα τὴν ἱστορίαν, ἀλλ' ἐσίγησεν ἄν· ὥσπερ οὖν καὶ ἐνταῦθα, ὅτι ἦλθε καὶ ἀπῆλθε λέγων, οὐκέτι προστίθησι τὰ ἐντεῦθεν γενόµενα. Ἔπειτα µετὰ τρία ἔτη ἀνῆλθον εἰς Ἱεροσόλυµα ἱστορῆσαι Πέτρον. Τί ταύτης ταπεινοφρονέστερον γένοιτ' ἂν τῆς ψυχῆς; Μετὰ τοσαῦτα καὶ τοιαῦτα κατορθώµατα, µηδὲν Πέτρου δεόµενος, µηδὲ τῆς ἐκείνου φωνῆς, ἀλλ' ἰσότιµος ὢν αὐτῷ( πλέον γὰρ οὐδὲν ἐρῶ τέως), ὅµως ἀνέρχεται ὡς πρὸς µείζονα καὶ πρεσβύτερον· καὶ τῆς ἀποδηµίας αὐτῷ τῆς ἐκεῖ γίνεται αἰτία ἡ ἱστορία Πέτρου µόνη. Ὁρᾷς πῶς τὴν προσήκουσαν αὐτοῖς ἀπονέµει τιµὴν, καὶ οὐ µόνον ἀµείνω, ἀλλ' οὐδὲ ἴσον ἑαυτὸν ἐκείνων εἶναι νοµίζει; Καὶ τοῦτο ἐκ τῆς ἀποδηµίας ταύτης δῆλον. Καθάπερ γὰρ νῦν πολλοὶ τῶν ἀδελφῶν τῶν ἡµετέρων πρὸς ἁγίους ἄνδρας ἀποδηµοῦσιν, οὕτω καὶ Παῦλος πρὸς Πέτρον τότε διακείµενος ἀπῄει· µᾶλλον δὲ καὶ πολλῷ ταπεινότερον. Οἱ µὲν γὰρ νῦν ὠφελείας ἕνεκεν ἀποδηµοῦσιν· ὁ δὲ µακάριος τότε ἐκεῖνος, οὐχ ὡς µαθησόµενός τι παρ' αὐτοῦ, οὐδὲ ὡς διόρθωσίν τινα δεξόµενος, ἀλλὰ διὰ τοῦτο µόνον, ὥστε ἰδεῖν αὐτὸν καὶ τιµῆσαιτῇ παρουσίᾳ. Ἱστορῆσαι γὰρ, φησὶ, Πέτρον. Καὶ οὐκ εἶπεν, Ἰδεῖν Πέτρον, ἀλλ', Ἱστορῆσαι Πέτρον, ὅπερ οἱ τὰς µεγάλας πόλεις καὶ λαµπρὰς καταµανθάνοντες λέγουσιν. Οὕτω πολλῆς ἄξιον ἡγεῖτο σπουδῆς εἶναι καὶ τὸ µόνον ἰδεῖν τὸν ἄνδρα. Τοῦτο δὲ καὶ ἀπὸ τῶν πράξεων δῆλον. Ὅτε γὰρ ἦλθεν εἰς Ἱεροσόλυµα, πολλοὺς τῶν ἐθνῶν ἐπιστρέψας, καὶ τοσαῦτα ἐργασάµενος, ὅσα τῶν ἑτέρων οὐδεὶς, τὴν Παµφυλίαν, τὴν Λυκαονίαν, τὸ Κιλίκων ἔθνος, πάντας τοὺς κατὰ τὸ µέρος ἐκεῖνο τῆς οἰκουµένης διορθωσάµενος καὶ τῷ Χριστῷ προσαγαγὼν, πρῶτον µὲν εἰσέρχεται πρὸς Ἰάκωβον µετὰπολλῆς τῆς ταπεινοφροσύνης ὡς πρὸς µείζονα καὶ τιµιώτερον. Ἔπειτα συµβουλεύοντος ἀνέχεται, καὶ συµβουλεύοντος ἐναντία τῶν νῦν. Ὁρᾷς γὰρ, φησὶν, ἀδελφὲ, πόσαι µυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; Ἀλλὰ ξύρησαι, καὶ ἁγνίσθητι. Καὶ ἐξυρήσατο, καὶ τὰ Ἰουδαϊκὰ πάντα ἐπετέλεσεν. Ἔνθα µὲν γὰρ οὐκ ἐβλάπτετο τὸ Εὐαγγέλιον, πάντων ταπεινότερος ἦν· ἔνθα δὲ ἐκ τῆς ταπεινοφροσύνης ἑώρα τινὰς ἀδικουµένους, οὐκέτι ἐκέχρητο τούτῳ τῷ πλεονεκτήµατι· τοῦτο γὰρ οὐκ ἦν λοιπὸν ταπεινοφρονεῖν, ἀλλὰ λυµαίνεσθαι καὶ διαφθείρειν τοὺς µαθητευοµένους. Καὶ ἐπέµεινα πρὸς αὐτὸν ἡµέρας δεκαπέντε. Τὸ µὲν οὖν δι' αὐτὸν ἀποδηµῆσαι, τιµῆς ἦν πολλῆς· τὸ δὲ καὶ τοσαύτας ἐπιµεῖναι ἡµέρας, φιλίας καὶ σφοδροτάτης ἀγάπης. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ µὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου. Ὅρα πῶς πρὸς τὸν Πέτρον µείζονα τὴν φιλίαν ἔχει· καὶ γὰρ δι' αὐτὸν ἀπεδήµησε, καὶ πρὸς αὐτὸν ἔµεινε. Ταῦτα δὲ καὶ λέγω συνεχῶς, καὶ ἀξιῶ φυλάττειν, ἵν' ὅταν ἀκούσητε, ἃ κατὰ Πέτρου δοκεῖ εἰρηκέναι, µηδεὶς ὑποπτεύσῃ τὸν Ἀπόστολον.∆ ιὰ γὰρ τοῦτο καὶ αὐτὸς τοῦτο προδιορθούµενος ταῦτά φησιν, ἵνα ὅταν λέγῃ, ὅτι Ἀντέστην Πέτρῳ, µηδεὶς ἔχθρας καὶ φιλονεικίας ταῦτα εἶναι νοµίσῃτὰ ῥήµατα· καὶ γὰρ τιµᾷ τὸν ἄνδρα καὶ φιλεῖ µᾶλλον πάντων.∆ ι' οὐδένα γὰρ τῶν ἀποστόλων ἀνεληλυθέναι φησὶν, ἀλλ' ἢ δι' αὐτὸν µόνον. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, φησὶν, εἰ µὴ Ἰάκωβον. Εἶδον, οὐκ ἐδιδάχθην, φησὶ, παρ' αὐτοῦ οὐδέν. Ἀλλ' ὅρα καὶ τοῦτον µεθ' ὅσης τιµῆς ὠνόµασεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἰάκωβον, ἀλλὰ καὶ τὸ σεµνολόγηµα προσέθηκεν, Τὸν ἀδελφὸν τοῦ Κυρίου· οὕτω βασκανίας ἁπάσης ἀπηλλαγµένος ἦν. Εἰ γὰρ σηµῆναι ὃν ἔλεγεν ἤθελεν, ἐνῆν καὶ ἐξ ἑτέρου γνωρίσµατος τοῦτο ποιῆσαι δῆλον, καὶ εἰπεῖν τὸν τοῦ Κλωπᾶ, ὅπερ καὶ ὁ εὐαγγελιστὴς ἔλεγεν. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλ' ἐπειδὴ τὰ τῶν ἀποστόλων σεµνολογήµατα ἴδια εἶναι ἐνόµιζεν, ὡς ἑαυτὸν ἐπαίρων, οὕτω σεµνύνει κἀκεῖνον. Οὐ γὰρ ἐκάλεσεν αὐτὸν οὕτως, ὡς εἶπον, ἀλλὰ πῶς; Τὸν ἀδελφὸν τοῦ Κυρίου. Καίτοι γε οὐδὲ κατὰ σάρκα ἀδελφὸς ἦν τοῦ Κυρίου, ἀλλ' οὕτως ἐνοµίζετο· ἀλλ' ὅµως οὐδὲ οὕτως ἀπεστράφη τὸ ἀξίωµα θεῖναι τοῦ ἀνδρός. Καὶ πολλαχόθεν ἄλλοθεν δείκνυται, ὅτι διέκειτο πρὸς τοὺς ἀποστόλους πάντας οὕτω γνησίως, ὡς αὐτῷ πρέπον ἦν. Ἃ δὲ γράφω ὑµῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ, ὅτι οὐ ψεύδοµαι. Εἶδες διὰ πάντων ὁµοίως ἐκλάµπουσαν τῆς ἁγίας ταύτης ψυχῆς τὴν ταπεινοφροσύνην; Καθάπερ γὰρ ἐν δικαστηρίῳ ἀγωνιζόµενος, καὶ µέλλων εὐθύνας ὑπέχειν, οὕτως ἐσπούδακεν ἀπολογήσασθαι. Ἔπειτα ἦλθον εἰς τὰ κλίµατα τῆς Συρίας καὶ Κιλικίας· µετὰ τὸ Πέτρον ἰδεῖν. Πάλιν ἄρχεται τοῦ λόγου καὶ τοῦ ἀγῶνος τοῦ προκειµένου, τῆς µὲν Ἰουδαίας οὐχ ἁπτόµενος, διά τε τὸ πρὸς τὰ ἔθνη ἀπεστάλθαι, καὶ διὰ τὸ µὴ ἂν ἑλέσθαιἐπ' ἀλλότριον θεµέλιον οἰκοδοµεῖν.∆ ιόπερ οὐδὲ κατὰ ψιλὴν αὐτοὺς συντυχίαν εἶδε· καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Ἤµην γὰρ, φησὶν, ἀγνοούµενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας. Μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡµᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν, ἤν ποτε ἐπόρθει. Τί ταύτης τῆς ψυχῆς µετριώτερον γένοιτ' ἄν; Ὅτε µὲν γὰρ τὰ φέροντα αὐτῷ κατηγορίαν διελέγετο, οἷον ὅτι ἐδίωκε τὴν Ἐκκλησίαν, καὶ ἐπόρθει αὐτὴν, µετὰ πολλῆς αὐτὰ τέθεικε τῆςὑπερβολῆς, ἐκποµπεύων αὑτοῦ τὸν βίον τὸν πρότερον· τὰ δὲ µέλλοντα αὐτὸν δεικνύναι λαµπρὸν, ταῦτα παρατρέχει. Καὶ δυνάµενος, εἴπερ ἐβούλετο, τὰ κατορθώµατα αὑτοῦ πάντα εἰπεῖν, οὐδὲν αὐτῶν τίθησιν, ἀλλ' ἑνὶ ῥήµατι πέλαγος παρελθὼν ἄφατον, καὶ εἰπὼν, ὅτι Ἦλθον εἰς τὰ κλίµατα τῆς Συρίας καὶ τῆς Κιλικίας, καὶ ὅτι Ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡµᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν, ἥν ποτε ἐπόρθει, οὐδὲν πλέον προσέθηκε. Τί δὲ αὐτῷ βούλεται τὸ λέγειν, ὅτι Ἀγνοούµενος ἤµην ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας; Ἵνα µάθῃς, ὅτι τοσοῦτον ἀπεῖχε τοῦ κηρύξαι αὐτοῖς περιτοµὴν, ὅτι οὐδὲ ἀπὸ ὄψεως γνώριµος ἦν αὐτοῖς. Καὶ ἐδόξαζον ἐν ἐµοὶ τὸν Θεόν. Σκόπει καὶ ἐνταῦθα τὸν κανόνα αὐτοῦ τῆς ταπεινοφροσύνης, πῶς αὐτὸν διατηρεῖ µετὰ ἀκριβείας. Οὐ γὰρ εἶπεν, ὅτι ἐθαύµαζόν µε, ἐπῄνουν µε, ἐξεπλήττοντο, ἀλλὰ τὸ πᾶν τῆς χάριτος ἔδειξεν ὄν. Τὸν γὰρ Θεὸν ἐδόξαζον, φησὶν, ἐν ἐµοί.

Intertext edge

Open linked passage

Note