Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Galatians
John ChrysostomHom. Gal. 2 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
2.0
Ἔπειτα δὲ διὰ δεκατεσσάρων ἐτῶν ἀνέβην εἰς Ἱεροσόλυµα µετὰ Βαρνάβα, συµπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.
2.1
Τῆς µὲν πρώτης ἀναβάσεως τὴν αἰτίαν Πέτρον εἶναί φησι, καὶ τὸ ἱστορῆσαι ἐκεῖνον· τῆς δὲ δευτέρας, τὴν ἀποκάλυψιν τὴν τοῦ Πνεύµατος. Καὶ ἀνεθέµην αὐτοῖς τὸ Εὐαγγέλιον, ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ' ἰδίαν δὲ τοῖς δοκοῦσι, µή πως εἰς κενὸν τρέχω, ἢ ἔδραµον. Τί φὴς, ὦ Παῦλε; ὁ παρὰ τὴν ἀρχὴν µὴ ἑλόµενος, ἀναθέσθαι µηδὲ µετὰ ἔτη τρία δεκατεσσάρων παρελθόντων ἐτῶν, τότε ἀνατίθῃ, µή πως εἰς κενὸν τρέχῃς; Καὶ πόσῳ βέλτιον ἦν εὐθέως ἀρξάµενον τοῦτο ποιῆσαι, ἢ µετὰ ἔτη τοσαῦτα; Τί δὲ καὶ ἔτρεχες, εἰ µὴ πεπεισµένος ἦς, ὅτι οὐκ εἰς κενὸν ἔτρεχες; τίς οὕτως ἀνόητος, ὡς ἔτη τοσαῦτα κηρύττειν, οὐκ εἰδὼς ὅτι κηρύττει καλῶς; Καὶ τὸ πολὺ τούτου πάλιν ἀπορώτερον, ὅτι κατὰ ἀποκάλυψίν φησιν ἀνεληλυθέναι. Τοῦτο γὰρ ἀπορώτερον µὲν, ὥσπερ ἔφθην εἰπὼν, τοῦ προτέρου, ἱκανὸν δὲ κἀκείνου τὴν λύσιν ἡµῖν παρασχεῖν. Εἰ µὲν γὰρ ἀφ' ἑαυτοῦ ἀνῆλθε, µάλιστα µὲν οὐδὲ τοῦτο ἂν ἔχοι λόγον· οὐ γὰρ ἦν τῆς µακαρίας ἐκείνης ψυχῆς εἰς τοσαύτην ἄνοιαν ἐµπεσεῖν· αὐτὸς γάρ ἐστιν ὁ λέγων, Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Εἰ τοίνυν οὐκ ἀδήλως, πῶς λέγεις, Μή πως εἰς κενὸν τρέχω, ἢ ἔδραµον; Ὅθεν δῆλον, ὅτι εἰ καὶ χωρὶς ἀποκαλύψεως ἀνῆλθεν, ἔπαθεν ἂν τὰ τῶν ἀνοήτων· πλὴν ἀλλ' οὐχ ὁµοίως ἄτοπον ἦν τὸ γινόµενον· ὅταν δὲ καὶ ἡ τοῦ Πνεύµατος αὐτὸν ἕλκῃ χάρις, τίς τολµήσει τι τοιοῦτον ὑποπτεῦσαι λοιπόν;∆ ιὰ γὰρ τοῦτο προσέθηκε καὶ αὐτὸς τὸ, Κατὰ ἀποκάλυψιν, ἵνα µηδὲ πρὸ τῆς λύσεως τοῦ ζητήµατος καταγνῷς αὐτοῦ τινα ἄγνοιαν, εἰδὼς ὅτι οὐκἀνθρώπινον ἦν τὸ γενόµενον, ἀλλὰ θεία τις οἰκονοµία πολλὰ προορωµένη καὶ τῶν παρόντων καὶ τῶν µελλόντων. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον τῆς ἀποδηµίας ταύτης; Ὥσπερ ὅτε πρότερον ἐξ Ἀντιοχείας εἰς Ἱεροσόλυµα ἀνῆλθεν, οὐ δι' ἑαυτὸν ἀνῆλθεν· αὐτὸς καὶ ᾔδει σαφῶς, ὅτι χρὴ καθαρῶς ἕπεσθαι τοῖς τοῦ Χριστοῦ δόγµασιν· ἀλλὰ τοὺς µαχοµένους συνάγειν βουλόµενος· οὕτω καὶ νῦν οὐκ αὐτὸς ἐδεῖτο µαθεῖν, ὅτι οὐκ εἰς κενὸν ἔτρεχεν, ἀλλ' ἵνα οἱ ἐγκαλοῦντες πληροφορηθῶσιν. Ἐπειδὴ µείζονα περὶ Πέτρου καὶ Ἰωάννου δόξαν εἶχον, καὶ διαστασιάζειν αὐτοὺς ᾤοντο, διὰ τὸ τοῦτον µὲν ἄνευ περιτοµῆς κηρύττειν, ἐκείνους δὲταύτην συγχωρεῖν, καὶ παράνοµα πράττειν αὐτὸν ᾤοντο, καὶ εἰς κενὸν τρέχειν· Ἀνῆλθον, φησὶ, καὶ ἐκοινωσάµην αὐτοῖς τὸ Εὐαγγέλιον, οὐχ ἵνα αὐτός τι µάθω, ὃ καὶ προϊὼν σαφέστερον λέγει, ἀλλ' ἵνα διδάξω τοὺς ταῦταὑποπτεύοντας, ὅτι οὐκ εἰς κενὸν τρέχω. Τὸ γὰρ Πνεῦµα τὴν τοιαύτην προορώµενον φιλονεικίαν, παρεσκεύασεν αὐτὸν ἀνελθεῖν καὶ κοινώσασθαι.∆ ιὰ τοῦτό φησι, Κατὰ ἀποκάλυψιν ἀνέβην, καὶ Βαρνάβαν καὶ Τίτον ἔλαβε µάρτυρας ἐσοµένους τοῦ κηρύγµατος. Καὶ ἀνεθέµην αὐτοῖς τὸ Εὐαγγέλιον, ὃ κηρύττω ἐν τοῖς ἔθνεσιν, τουτέστι, τὸ χωρὶς περιτοµῆς· κατ' ἰδίαν δὲ τοῖς δοκοῦσι. Τί βούλεται, Κατ' ἰδίαν; καίτοι γε ὁ δόγµατα κοινὰ διορθοῦν σπουδάζων, οὐ κατ' ἰδίαν, ἀλλὰ κοινῇ ταῦτα προτίθησιν. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως· οὐ γὰρ µαθεῖν τι καὶ διορθῶσαι ἐβούλετο, ἀλλὰ τῶν βουλοµένων ἀπατᾷν τὴν πρόφασιν ἀνελεῖν. Ἀλλὰ ἐπειδὴ γὰρ ἐν τοῖς Ἱεροσολύµοις πάντες ἐσκανδαλίζοντο, εἴ τις παραβαίη τὸν νόµον, εἴ τις κωλύοι χρήσασθαι τῇ περιτοµῇ· διὸ καὶ ἔλεγε, Θεωρεῖς, ἀδελφὲ, πόσαι µυριάδες εἰσὶ τῶν πεπιστευκότων; καὶ οὗτοι πάντες εἰσὶ κατηχηµένοι περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόµου διδάσκεις· ἐπεὶ οὖν ἐσκανδαλίζοντο, παῤῥησίᾳ µὲν παρελθεῖν καὶ τὸ κήρυγµα ἀποκαλύψαι τὸ ἑαυτοῦ οὐκ ἠνείχετο· κατ' ἰδίαν δὲ τοῖς δοκοῦσιν ἀνέθετο ἐπὶ Βαρνάβα καὶ Τίτου, ἵνα οὗτοι µάρτυρες ἀξιόπιστοι γένωνται πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι οὐδὲ τοῖς ἀποστόλοιςἔδοξεν ἐναντίον εἶναι, ἀλλὰ βεβαιοῦσι τὸ κήρυγµα τὸ τοιοῦτον. Ὅταν δὲ λέγῃ, Τοῖς δοκοῦσιν, οὐκ ἀναιρῶν τὸ εἶναι αὐτοὺς µεγάλους τοῦτο λέγει· ἐπεὶ καὶ περὶ ἑαυτοῦ φησι,∆ οκῶ δὲ κἀγὼ Πνεῦµα Θεοῦ ἔχειν· ὅπερ ἐστὶ µετριάζοντος, οὐκ ἀναιροῦντος τὸ ἔχειν. Οὕτω καὶ ἐνταῦθα. Τοῖς δοκοῦσι, φησὶ, µετὰ τῆς ἑαυτοῦ καὶ τὴν κοινὴν ἁπάντων λέγων ψῆφον. Ἀλλ' οὐδὲ Τίτος ὁ σὺν ἐµοὶ, Ἕλλην ὢν, ἠναγκάσθη περιτµηθῆναι. Τί ἐστιν, Ἕλλην ὤν; Ἐξ Ἑλλήνων ἦν, φησὶ, καὶ ἀκρόβυστος. Οὐ µόνον γὰρ ἐγὼ οὕτως ἐκήρυττον, ἀλλὰ καὶ Τίτος οὕτως ἔπραττε, καὶ ἀκρόβυστον ὄντα οὐκ ἠνάγκασαν περιτµηθῆναι οἱ ἀπόστολοι. Ὅπερ ἀπό δειξις ἦν µεγίστη τοῦ µὴ καταγινώσκειν τῶν ὑπὸ τοῦ Παύλου λεγοµένων, ἢ πραττοµένων. Καὶ τὸ πολλῷ τούτου µεῖζον, ὅτι οὐδὲ ἐπικειµένων τῶν ἐναντιουµένων, καὶ ταῦτα εἰδότων, ἠναγκάσθησαν οἱ ἀπόστολοι τοῦτο κελεῦσαι· ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ἔλεγε,∆ ιὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους. Τίνες εἰσὶν οὗτοι οἱ ψευδάδελφοι; καὶ γὰρ οὐ µικρὸν ἐνταῦθα ζήτηµα. Εἰ γὰρ οἱ ἀπόστολοι συνεχώρουν ἐνταῦθα περιτέµνεσθαι, διὰ τί νῦν ψευδαδέλφους καλεῖς τοὺς κατὰ τὴν τῶν ἀποστόλων γνώµην καὶ αὐτοὺςκελεύοντας τοῦτο ποιεῖν; Ὅτι πρῶτον µὲν οὐκ ἔστι ταὐτὸν, κελεύειν γίνεσθαι, καὶ γινόµενον συγχωρεῖν. Ὁ µὲν γὰρ προστάττων, µετὰ σπουδῆς, ὡς ἀναγκαῖον καὶ προηγούµενον, ποιεῖ· ὁ δὲ αὐτὸς µὲν µὴ κελεύων, τὸν δὲ βουλόµενον µὴ κωλύων, οὐχ ὡς δέον γενέσθαι συγχωρεῖ, ἀλλ' οἰκονοµίαν τινὰ πληρῶν. Οἷόν τι λέγω· Κορινθίοις ἔγραφεν ὁ Παῦλος, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι γυναιξὶ καὶ ἀνδράσι διακελευόµενος.
2.2
Εἶτα ἵνα µὴ νοµίσῃς, ὅτι νοµοθετῶν αὐτοῖς τοῦτο ἔλεγεν, ἐπήγαγε· Τοῦτο δὲ λέγω κατὰ συγγνώµην, οὐ κατ' ἐπιταγήν. Οὐ γὰρ τῆς αὐθεντίας κρίσις ἦν προηγουµένη, ἀλλὰ τῆς ἐκείνων ἀκρασίας συγγνώµη.∆ ιό φησι·∆ ιὰ τὴν ἀκρασίαν ὑµῶν. Εἰ γὰρ τὴν Παύλου γνώµην θέλεις µαθεῖν, ἄκουσον τί φησι· Θέλω πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐµαυτὸν, ἐν ἐγκρατείᾳ. Οὕτω καὶ ἐνταῦθα, οἱ µὲν ἀπόστολοι οὐχ ὡς νόµον ἐκδικοῦντες, συνεχώρουν, ἀλλὰ τῇ ἀσθενείᾳ τῇ Ἰουδαϊκῇ συγκαταβαίνοντες. Εἰ γὰρ νόµον ἐξεδίκουν, οὐκ ἂν Ἰουδαίοις µὲν οὕτως, ἔθνεσι δὲ ἑτέρως ἐκήρυξαν. Καὶ γὰρ εἰ ὑπὸ τῶν ἀπίστων τὸ πρᾶγµα γενέσθαι ἀναγκαῖον ἦν, καὶ ὑπὸ πάντων εὔδηλον ὅτι τῶν πιστῶν. Εἰ δὲ τοῖς ἔθνεσιν ἐνοµοθέτουν µὴ παρενοχλεῖν τούτων ἕνεκεν, ἔδειξαν ὅτι καὶ Ἰουδαίοις συγκαταβαίνοντες ἐπέτρεπον. Οἱ δὲ ψευδάδελφοι οὐχ οὕτως, ἀλλ' ὥστε τῆς χάριτος αὐτοὺς ἐκβαλεῖν, καὶ πάλιν ὑπὸ τὸν τῆς δουλείας ζυγὸν ἀγαγεῖν. Πρώτη µὲν οὖν αὕτη ἡ διαφορὰ, πολὺ τὸ µέσον ἔχουσα.∆ ευτέρα δὲ, ὅτι οἱ µὲν ἀπόστολοι ἐν Ἰουδαίᾳ τοῦτο ἐποίουν, ἔνθα καὶ ὁ νόµος ἐκράτει, οἱ δὲ ψευδάδελφοι πανταχοῦ· καὶ γὰρ Γαλατῶν ἥψαντο πάντων. Ὅθεν δῆλον ὅτι οὐχὶ οἰκοδοµῆς ἕνεκεν τὸ πρᾶγµα ἐγίνετο, ἀλλὰ καταστροφῆς ὁλοκλήρου. Καὶ ἑτέρως µὲν παρὰ τῶν ἀποστόλων συνεχωρεῖτο, ἑτέρως δὲ παρὰ τῶν ψευδαδέλφων ἐσπουδάζετο. Οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡµῶν, ἣν ἔχοµεν ἐν Χριστῷ Ἰησοῦ. Ὁρᾷς πῶς καὶ τῇ τῶν κατασκόπων προσηγορίᾳ ἐδήλωσε τὸν πόλεµον ἐκείνων; Οἱ γὰρ κατάσκοποι δι' οὐδὲν εἰσέρχονται, ἀλλ' ἵνα καταµαθόντες τὰ τῶν ἐναντίων, πρὸς τὸ πορθῆσαι καὶ καθελεῖν πολλὴν ἑαυτοῖς παρασκευάσωσιτὴν εὐκολίαν· καθάπερ καὶ οὗτοι τότε ἐποίουν, ὑπὸ τὴν δουλείαν αὐτοὺς τὴν παλαιὰν εἰσαγαγεῖν βουλόµενοι. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐχ ἡ αὐτὴ προαίρεσις τῶν ἀποστόλων καὶ τούτων, ἀλλὰ καὶ σφόδρα ἐναντία. Ἐκεῖνοι µὲν γὰρ συνεχώρουν, ἵνα κατὰ µικρὸν ἐξαγάγωσι τῆς δουλείας· οὗτοι δὲ κατεσκεύαζον, ἵνα µειζόνως ὑποβάλωσι τῇ δουλείᾳ.∆ ιὸ παρετήρουν περισκοποῦντες ἀκριβῶς, καὶ περιεργαζόµενοι τίνες ἀκρόβυστοι· καθὼς καὶ Παῦλος τοῦτο δηλῶν ἔλεγε, Παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡµῶν· οὐ τῷ τῶν κατασκόπων ὀνόµατι µόνον, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς λαθραίας εἰσόδου καὶ παρεισδύσεως τὴν ἐπιβουλὴν αὐτῶν ἐνδεικνύµενος. Οἷς οὐδὲ πρὸς ὥραν εἴξαµεν τῇ ὑποταγῇ. Ὅρα λέξεως εὐγένειαν καὶ ἔµφασιν. Οὐ γὰρ εἶπε, Τῷ λόγῳ, ἀλλὰ, Τῇ ὑποταγῇ. Οὐ γὰρ ἵνα τι διδάξωσι χρήσιµον, ταῦτα ἐποίουν, ἀλλ' ἵνα ὑποτάξωσι καὶ δουλώσωνται.∆ ιὰ τοῦτο τοῖς µὲν ἀποστόλοις εἴξαµεν, τούτοις δὲ οὐκέτι. Ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου διαµείνῃ πρὸς ὑµᾶς. Ἵν' ὅπερ ἔφθηµεν, φησὶν, εἰπόντες, τοῦτο διὰ τῶν ἔργων βεβαιώσωµεν, ὅτι Τὰ ἀρχαῖα παρῆλθε, καὶ γέγονε καινὰ τὰ πάντα, καὶ ὅτι, Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις, καὶ ὅτι Τοὺς περιτεµνοµένους Χριστὸς οὐδὲν ὠφελήσει. Ταύτην τὴν ἀλήθειαν βεβαιοῦντες, οὐδὲ πρὸς ὥραν εἴξαµεν. Εἶτα ἐπειδὴ εὐθέως ἀντέπιπτεν αὐτῷ τὰ παρὰ τῶν ἀποστόλων, καὶ εἰκὸς ἦν τινας λέγειν· Πῶς οὖν ταῦτα ἐκεῖνοι προστάττουσιν; ὅρα πῶς λύει σοφῶς τὴν ἀντίθεσιν. Οὐ γὰρ λέγει τὴν οὖσαν αἰτίαν, οἷον ὅτι συγκαταβάσεως ἕνεκεν καὶ οἰκονοµίας τοῦτο ἐποίουν οἱ ἀπόστολοι· ἢ γὰρ ἂν ἐβλάβησαν οἱ ἀκούοντες.∆ εῖ γὰρ τῆς οἰκονοµίας ἀγνοεῖν τὴν αἰτίαν τοὺς µέλλοντάς τι καρποῦσθαι παρ' αὐτῆς χρήσιµον· εἰ γὰρ φανείη τῶν γινοµένων ἡ πρόφασις, τὸ πᾶν οἰχήσεται.∆ ιὰ τοῦτο τὸν µὲν ἐργαζόµενον αὐτὴν, εἰδέναι χρὴ τὴν αἰτίαν τῶν γινοµένων· τοὺς δὲ µέλλοντάς τι κερδαίνειν παρ' αὐτῆς, ἀγνοεῖν. Καὶ ἵνα σαφέστερον ὃ λέγω ποιήσω, ἐπ' αὐτῆς τῆς ταύτης ὑποθέσεως χρήσοµαι τῷ ὑποδείγµατι. Οὗτος αὐτὸς ὁ µακάριος Παῦλος ὁ περιτοµὴν ἀναιρῶν, µέλλων ποτὲ τὸν Τιµόθεον Ἰουδαίοις πέµπειν διδάσκαλον, περιτεµὼν αὐτὸν πρότερον, οὕτως ἔπεµψεν. Ἐποίησε δὲ τοῦτο, ἵνα εὐπαράδεκτος γένηται τοῖς ἀκροαταῖς, καὶ εἰσῆλθε µετὰ τῆς περιτοµῆς, ἵνα καταλύσῃ τὴν περιτοµήν. Ἀλλὰ τὴν αἰτίαν αὐτὸς µὲν ἠπίστατο καὶ Τιµόθεος, τοῖς δὲ µαθηταῖς οὐκ εἶπεν. Εἰ γὰρ ἔγνωσαν, ὅτι διὰ τοῦτο περιέτεµεν, ἵνα λύσῃ τὴν περιτοµὴν, οὐδ' ἂν τὴν ἀρχὴν ἤκουσαν αὐτοῦ δηµηγοροῦντος, καὶ τὸ πᾶν ἂν διεῤῥύη κέρδος· νῦν δὲ ἡ ἄγνοια τὰ µέγιστα αὐτοὺς ὠφέλησε. Νοµίζοντες γὰρ αὐτὸν ὡς νοµοφύλακα τοῦτο ποιεῖν, καὶ εὐµενῶς ἐδέξαντο καὶ προσηνῶς καὶ αὐτὸν καὶ τὴν ἐκείνου διδασκαλίαν.∆ εξάµενοι δὲ κατὰ µικρὸν καὶ παιδευθέντες, ἀπέστησαν τῶν παλαιῶν· ὅπερ οὐκ ἂν ἐγένετο, εἰ παρὰ τὴν ἀρχὴν τὴν αἰτίαν ᾔδεσαν. Μαθόντες γὰρ ἂν αὐτὸν ἀπεστράφησαν, ἀποστραφέντες δὲ οὐκ ἂν ἤκουσαν, µὴ ἀκούσαντες δὲ ἔµειναν ἂν ἐπὶ τῆς πλάνης τῆς προτέρας· ὅπερ ἵνα µὴ γένηται, οὐκ ἐξεκάλυψε τὴν αἰτίαν.∆ ιὰ τοῦτο καὶ ἐνταῦθα οὐ λέγει τῆς οἰκονοµίας τὴν πρόφασιν, ἀλλ' ἑτέρως µεθοδεύει τὸν λόγον, οὕτω λέγων· Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι· ὁποῖοί ποτε ἦσαν, οὐδέν µοι διαφέρει· πρόσωπον ἀνθρώπου ὁ Θεὸς οὐ λαµβάνει. Ἐνταῦθα οὐ µόνον οὐκ ἀπολογεῖται ὑπὲρ τῶν ἀποστόλων, ἀλλὰ καὶ σφόδρα βαρεῖ τοὺς ἁγίους, ἵνα ὠφελήσῃ τοὺς ἀσθενοῦντας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ καὶ ἐπιτρέπουσιν ἐκεῖνοι περιτέµνεσθαι, τὸν λόγον αὐτοὶ τῷ Θεῷ δώσουσιν. Οὐ γὰρ, ἐπειδὴ µεγάλοι εἰσὶ καὶ ἔξαρχοι, ὁ Θεὸς πρόσωπον αὐτῶν λήψεται. Ἀλλ' οὕτω µὲν σαφῶς οὐκ εἶπε, πεφεισµένως δέ· οὐ γὰρ εἶπεν, Εἰ δὲ ἐκεῖνοι θολοῦσι τὸ κήρυγµα, καὶ παρὰ τὰ προστεταγµένα κηρύττουσι, δώσουσι τὴν ἐσχάτην δίκην, καὶ τιµωρίαν ὑποστήσονται· τούτων µὲν οὐδὲν εἶπε, σεµνοτέρως δὲ αὐτῶν δοκεῖ καθάπτεσθαι, οὕτω λέγων· Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν. Καὶ οὐκ εἶπεν, Ὁποῖοί ποτέ εἰσιν, ἀλλ' Ἦσαν, δεικνὺς ὅτι καὶ αὐτοὶ λοιπὸν ἦσαν παυσάµενοι τοῦ οὕτω κηρύσσειν, ἅτε τοῦ κηρύγµατοςπανταχοῦ διαλάµψαντος. Τὸ δὲ, Ὁποῖοί ποτε ἦσαν, Εἰ οὕτω, φησὶν, ἐκήρυττον αὐτοὶ, τὸν λόγον δώσουσιν. Οὐ γὰρ ἀνθρώποις, ἀλλὰ Θεῷ µέλλουσιν ἀπολογεῖσθαι.
2.3
Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀµφιβάλλων, οὐδ' ὡς ἀγνοῶν τὰ ἐκείνων, ἀλλ', ὅπερ ἔφθην εἰπὼν, οὕτω συµφέρειν νοµίζων µεθοδεῦσαι τὸν λόγον. Εἶτα ἵνα µὴ δόξῃ ὡς τὴν ἐναντίαν ἔχων τάξιν κατηγορεῖν αὐτῶν, καὶ ἀπὸ τούτου κατασκευάσῃ µάχης ὑπόνοιαν, ἐπήγαγεν εὐθέως τὴν διόρθωσιν, εἰπὼν, ὅτι Ἐµοὶ οἱ δοκοῦντες, οὐδὲν προσανέθεντο. Τί δὲ τοῦτό ἐστιν; Ἃ µὲν ὑµεῖς λέγετε, φησὶν, οὐκ οἶδα· ἐκεῖνο µέντοι οἶδα σαφῶς, ὅτι ἐµοὶ οὐκ ἠναντιώθησαν, ἀλλὰ καὶ συνέπνευσαν καὶ συνεφώνησαν· τὸ γὰρ,∆ εξιὰς ἔδωκαν, τοῦτό ἐστι δηλοῦντος. Ἀλλὰ τέως οὐ λέγει τοῦτο, ἀλλ' ὅτι οὐκ ἐδίδαξαν, οὐ διώρθωσαν, οὐ πλέον τι προσέθηκαν ὧν ᾔδειν. Ἐµοὶ γὰρ οἱ δοκοῦντες, φησὶν, οὐδὲν προσανέθεντο. Τουτέστι. Μαθόντες τὰ ἐµὰ, οὐδὲν προσέθηκαν, οὐδὲν διώρθωσαν, καὶ ταῦτα εἰδότες, ὅτι διὰ τοῦτο παρεγενόµην, ὥστε αὐτοῖς κοινώσασθαι· καὶ κατ' ἀποκάλυψιν Πνεύµατος παρεγενόµην, ὥστε αὐτοῖς κοινώσασθαι, καὶ Τίτον ἀκρόβυστον εἶχον µεθ' ἑαυτοῦ, οὔτε ἐµοί τι πλέον εἶπον ὧν ᾔδειν, οὔτε ἐκεῖνον περιέτεµον. Ἀλλὰ τοὐναντίον. Τί ἐστι, Τοὐναντίον; Τινὲς µέν φασι τοῦτο αὐτὸν λέγειν, ὅτι οὐ µόνον αὐτὸν οὐκ ἐδίδαξαν, ἀλλὰ καὶ ἐδιδάχθησαν παρ' αὐτοῦ· ἐγὼ δὲ οὐκ ἂν εἴποιµι τοῦτο. Τί γὰρ ἔµελλον παρ' αὐτοῦ µανθάνειν πλέον; καὶ γὰρ ἕκαστος αὐτῶν ἀπηρτισµένος ἦν. Οὐ τοίνυν τοῦτο βούλεται εἰπεῖν Τοὐναντίον λέγων, ἀλλ' ὅτι οὐ µόνον οὐκ ἐπετίµησαν, ἀλλὰ καὶ τοσοῦτον ἀπέσχον τοῦ µέµψασθαι, ὅτι καὶ ἐπῄνεσαν· τὸ γὰρ ἐναντίον τοῦ µέµψασθαι τὸ ἐπαινέσαι. Εἶτα ἐπειδὴ εἰκὸς ἦν ἀντειπεῖν τινας, Εἰ ἐπῄνεσαν, πῶς οὖν τὴν περιτοµὴν οὐκ ἀνεῖλον; εἰ γὰρ ἐπῄνεσαν, ἐχρῆν ἀνελεῖν· εἰπεῖν µὲν ὅτι ἀνεῖλον, λίαν ἀναίσχυντον εἶναι ἐνόµιζε, καὶ πρὸς τὰ ὡµολογηµένα φανερὰν µάχην εἰσάγειν· πάλιν ὁµολογοῦντα τὴν τῆς περιτοµῆς συγχώρησιν, εἰς ἑτέραν ἀντίθεσιν ἐµπεσεῖν ἀνάγκην οὖσαν ἑώρα. Εἰ γὰρ ἐπῄνεσαν τὸ κήρυγµα τὸ σὸν, φησὶ, καὶ αὐτοὶ πάλιν ἐπέτρεπον περιτοµὴν, ἑαυτοῖς ἐµάχοντο. Τίς οὖν ἡ τούτου λύσις; Ἦν εἰπεῖν, ὅτι συγκαταβάσεως Ἰουδαϊκῆς ἕνεκεν ταῦτα ἐποίουν· ἀλλὰ τοῦτο εἰπὼν, ὅλον τῆς οἰκονοµίας τὸν θεµέλιον διεσάλευσεν ἄν.∆ ιὰ τοῦτο µὲν οὐ λέγει, ἀφίησι δὲ αὐτὸ ἐν ἀπορίᾳ καὶ µετέωρον εἰπών· Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, οὐδέν µοι διαφέρει· ὡς ἂν εἰ ἔλεγεν, Οὐ κατηγορῶ, οὐδὲ διαβάλλω τοὺς ἁγίους ἐκείνους· ἴσασιν αὐτοὶ τί ἔπραττον· καὶ γὰρ τῷ Θεῷ µέλλουσιν ἀποδιδόναι λόγον· τὸ δὲ σπουδαζόµενον ἐµοὶ δεῖξαι, ὅτι τὰ ἐµὰ οὐ καθεῖλον, οὐδὲ διώρθωσαν, οὐδὲ προσέθηκαν ὡς ἐνδεῶς ἔχουσιν αὐτοῖς, ἀλλὰ καὶ ἐπῄνεσαν καὶ συνῄνεσαν· καὶ τούτων µάρτυρας ἔχω καὶ Τίτον καὶ Βαρνάβαν.∆ ιόπερ ἐπάγει λέγων· Ἰδόντες ὅτι πεπίστευµαι τὸ Εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτοµῆς· περιτοµὴν καὶ ἀκροβυστίαν οὐ τὰ πράγµατα λέγων αὐτὰ, ἀλλὰ τὰ ἀπὸ τούτων γνωριζόµενα ἔθνη. Ἐπήγαγε γοῦν· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτοµῆς, ἐνήργησε καὶ ἐµοὶ εἰς τὰ ἔθνη. Ὥσπερ οὖν τὴν ἀκροβυστίαν τὰ ἔθνη καλεῖ, οὕτω καὶ περιτοµὴν Ἰουδαίους. Καὶ δείκνυσιν αὐτοῖς ὁµότιµον ὄντα λοιπὸν, καὶ οὐ τοῖς ἄλλοις ἑαυτὸν, ἀλλὰ τῷ κορυφαίῳ συγκρίνει, δεικνὺς ὅτι τῆς αὐτῆς ἕκαστος ἀπέλαυσεν ἀξίας. Ἐπειδὴ γὰρ τὴν περὶ τῆς ὁµονοίας αὐτῶν κατεσκεύασεν ἀπόδειξιν, θαῤῥῶν λοιπὸν µετὰ παῤῥησίας διαλέγεται, καὶ οὐκέτι ἵσταται µέχρι τῶνἀποστόλων µόνων, ἀλλ' ἐπὶ τὸν Χριστὸν ἀνάγει τὸν λόγον, καὶ τὴν ὑπ' ἐκείνου δοθεῖσαν χάριν αὐτῷ· καὶ µάρτυρας τούτων τοὺς ἀποστόλους καλεῖ, καί φησιν· ὅτι Γνόντες τὴν χάριν τοῦ Κυρίου τὴν δοθεῖσάν µοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐµοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Καὶ οὐκ εἶπεν, ὅτι ἀκούσαντες, ἀλλὰ, Γνόντες, τουτέστι, καταµαθόντες δι' αὐτῶν τῶν πραγµάτων, δεξιὰς ἔδωκαν ἐµοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Εἶδες πῶς κατὰ µικρὸν ἔδειξε καὶ τῷ Χριστῷ τοῦτο δοκοῦν, καὶ τοῖς ἀποστόλοις; Οὐδὲ γὰρ ἂν ἐδόθη, οὐδὲ ἐνήργησεν ἡ χάρις, εἰ µὴ δοκοῦν αὐτῷ τὸ τοιοῦτον κήρυγµα ἦν. Καὶ ὅπου µὲν συγκρῖναι ἑαυτὸν ἔδει, Πέτρου µέµνηται µόνου· ὅπου δὲ µαρτυρίαν καλέσαι, τῶν τριῶν ὁµοῦ, καὶ µετ' ἐγκωµίου, Κηφᾶς, λέγων, καὶ Ἰάκωβος, καὶ Ἰωάννης οἱ δοκοῦντες στῦλοι εἶναι. Καὶ πάλιν οὐ τὸ εἶναι ἀναιρῶν, τοὺς δοκοῦντάς φησιν, ἀλλὰ καὶ τὴν τῶν ἄλλων παραλαµβάνων γνώµην, καὶ λέγων, ὅτι Οἱ µεγάλοι καὶ ἐξαίρετοι, καὶοὓς πάντες πανταχοῦ περιφέρουσιν, οὗτοι µάρτυρές εἰσι τῶν λεγοµένων, ὅτι καὶ τῷ Χριστῷ ταῦτα δοκεῖ, καὶ διὰ µὲν τῶν πραγµάτων ταῦτα ἔµαθον, καὶ δι' αὐτῆςτῆς πείρας ἐπιστώθησαν.∆ ιὸ καὶ δεξιὰς ἔδωκαν ἐµοὶ, καὶ οὐκ ἐµοὶ µόνον, ἀλλὰ καὶ τῷ Βαρνάβᾳ, Ἵνα ἡµεῖς µὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτοµήν. Ὢ συνέσεως ὑπερβολὴ, καὶ συµφωνίας ἀπόδειξις ἀναντίῤῥητος! δείκνυσι γὰρ καὶ τὰ ἐκείνων αὑτοῦ, καὶ τὰ αὑτοῦ ἐκείνων. Ταῦτα γὰρ ἑκατέροις ἐδόκει, καὶ ἐκείνους Ἰουδαίοις κηρύττειν οὕτω, καὶ τοῦτον τοῖς ἔθνεσι· διὸ καὶ ἐπήγαγεν, Ἵνα ἡµεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτοµήν. Ὁρᾷς πῶς περιτοµὴν ἐνταῦθα οὐχὶ τὸ πρᾶγµα καλεῖ, ἀλλὰ τοὺς Ἰουδαίους; Ὅταν µὲν γὰρ αὐτὸ τὸ πρᾶγµα λέγῃ καὶ ἀντιδιαστέλλῃ, αὐτὴν τὴν ἀκροβυστίαν τίθησιν, ὡς ὅταν λέγῃ, Περιτοµὴ µὲν ὠφελεῖ, ἐὰν νόµον πράσσῃς· ἐὰν δὲ παραβάτης νόµου ᾖς, ἡ περιτοµή σου ἀκροβυστία γέγονε· καὶ πάλιν, Οὔτε περιτοµή τι ἰσχύει, οὔτε ἀκροβυστία· ὅταν δὲ Ἰουδαίους οὕτω καλῇ, καὶ µὴ τὸ πρᾶγµα, ἀλλὰ τὸν λαὸν δηλῶσαι βούληται, οὐ τὴν ἀκροβυστίαν, ἀλλὰ τὰ ἔθνη ἀντιτίθησιν. Ἀντιδιαστέλλονται µὲν γὰρ ἔθνεσιν Ἰουδαῖοι, περιτοµῇ δὲ ἀκροβυστία· ὡς ὅταν λέγῃ καὶ ἀνωτέρω, Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτοµῆς, ἐνήργησε κἀµοὶ εἰς τὰ ἔθνη· καὶ ἐνταῦθα πάλιν, ὅτι Ἡµεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτοµὴν, οὐ τὸ πρᾶγµα αὐτό φησιν, ἀλλὰ τὸν τῶν Ἰουδαίων λαὸν οὕτω καλεῖ, ἀντιδιαστέλλων αὐτὸν τοῖς ἔθνεσιν. Μόνον τῶν πτωχῶν ἵνα µνηµονεύωµεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
2.4
Τί ποτε τοῦτό ἐστιν ὅ φησιν; Ἐν µὲν τῷ κηρύγµατι, φησὶ, δειλόµεθα τὴν οἰκουµένην, κἀγὼ µὲν τοὺς ἐξ ἐθνῶν, ἐκεῖνοι δὲ τοὺς Ἰουδαίους ἔλαβον κατὰ τὸ τῷ Θεῷ δοκοῦν· εἰς δὲ τὴν τῶν πτωχῶν ἐπιµέλειαν τῶν παρὰ Ἰουδαίοις, ἐγὼ τὰ παρ' ἐµαυτοῦ συνεισήνεγκα ἐκείνοις. Εἰ δὲ πόλεµος ἦν καὶ µάχη, οὐκ ἂν τοῦτο κατεδέξαντο ἐκεῖνοι. Τίνες δέ εἰσιν οὗτοι οἱ πτωχοί; Πολλοὶ τῶν Ἰουδαίων πιστεύσαντες ἐν Παλαιστίνῃ τὰ ὄντα ἀφῃρέθησαν ἅπαντα, καὶ πανταχόθεν ἠλαύνοντο. Καὶ τοῦτο δηλοῖ µὲν ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, λέγων· Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑµῶν µετὰ χαρᾶς προσεδέξασθε· δηλοῖ δὲ Θεσσαλονικεῦσι γράφων, καὶ ἀνακηρύττων τὴν ἀνδρείαν ἐκείνων· Ὑµεῖς γὰρ, φησὶ, µιµηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι καὶ ὑµεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συµφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Καὶ διὰ πάντων δείκνυσιν, ὅτι οὐχ οὕτως οἱ ἐξ Ἑλλήνων πιστεύσαντες, ὑπὸ τῶν µενόντων Ἑλλήνων ἐπολεµοῦντο, ὡς οἱ ἀπὸ Ἰουδαίων πιστεύσαντες, ὑπὸτῶν ὁµοφύλων ἠλαύνοντο· τραχύτερον γὰρ τοῦτο πάντων τὸ ἔθνος.∆ ιὰ ταῦτα πολλὴν ποιοῦνται σπουδὴν, ὥστε πάσης αὐτοὺς ἀπολαύειν ἐπιµελείας, καὶ Ῥωµαίοις ἐπιστέλλων καὶ Κορινθίοις. Καὶ οὐ µόνον συνάγει χρήµατα, ἀλλὰ καὶ αὐτὸς αὐτὰ διακοµίζει, καὶ λέγει· Νυνὶ δὲ πορεύοµαι εἰς Ἱερουσαλὴµ διακονῶν τοῖς ἁγίοις. Καὶ γὰρ ἀναγκαίας ἠπόρουν τροφῆς. Τοῦτο οὖν καὶ ἐνταῦθα δηλῶν ἔλεγεν, ὅτι Ἐν τούτῳ µοι βοηθεῖν αὐτοῖς ἔδοξε, καὶ κατεδεξάµην, καὶ οὐκ ἐνέλιπον. Καὶ διὰ τούτων δείξας τὴν πρὸς αὐτοὺς ὁµόνοιαν καὶ συµφωνίαν, ἀναγκάζεται λοιπὸν καὶ τῆς πρὸς Πέτρον αὐτῷ γινοµένης ἐν Ἀντιοχείᾳδιαλέξεως µνησθῆναι, καί φησιν· Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσµένος ἦν. Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, µετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτὸν, φοβούµενος τοὺς ἐκ περιτοµῆς. Πολλοὶ τῶν ἁπλῶς ἀναγινωσκόντων τουτὶ τὸ ῥητὸν τῆς Ἐπιστολῆς, νοµίζουσι τοῦ Πέτρου τὸν Παῦλον κατηγορεῖν ὑπόκρισιν· ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἄπαγε· πολλὴν γὰρ εὑρήσοµεν καὶ τοῦ Πέτρου καὶ τοῦ Παύλου τὴν σύνεσιν ἐγκεκρυµµένην ἐνταῦθα πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν. Πρότερον δὲ ἀναγκαῖον περὶ τῆς τοῦ Πέτρου παῤῥησίας εἰπεῖν, καὶ πῶς ἀεὶ πάντων αὐτὸς κατεπήδα τῶν µαθητῶν. Καὶ γὰρ τὴν προσηγορίαν ἐντεῦθεν ἔλαβε διὰ τὸ ἀκλινὲς καὶ ἀπερίτρεπτον τῆς πίστεως· καὶ ὅτε κοινῇ πάντες ἠρωτῶντο, τῶν ἄλλων προπηδήσας, φησί· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· ὅτε καὶ τὰς κλεῖς τῶν οὐρανῶν ἐνεπιστεύθη. Καὶ ἐν τῷ ὄρει µόνος φαίνεται φθεγγόµενος, καὶ ὅτε περὶ σταυροῦ διελέγετο, τῶν ἄλλων σιγώντων, αὐτός φησιν, Ἵλεώς σοι. Ταῦτα δὲ τὰ ῥήµατα εἰ καὶ µὴ διεσκεµµένης γνώµης ἦν, ἀλλ' ὅµως ζεούσης ἀγάπης. Καὶ πανταχοῦ δὲ τῶν ἄλλων ὁρῶµεν αὐτὸν θερµότερον ὄντα, καὶ προαλλόµενον ἐν τοῖς κινδύνοις. Καὶ ὅτε ὤφθη ἐν τῷ αἰγιαλῷ, τῶν ἄλλων τὸ πλοῖον ἑλκόντων, αὐτὸς οὐκ ἠνέσχετο τῷ πλοίῳ παραγενέσθαι· καὶ µετὰ τὴν ἀνάστασιν δὲ φονώντων Ἰουδαίων καὶ µαινοµένων, καὶ ζητούντων αὐτοὺς διασπάσαι, πρῶτος παρελθὼν ἐτόλµησε ῥῆξαι φωνὴν καὶ εἰπεῖν, ὅτιὁ σταυρωθεὶς ἀνελήφθη, καὶ ἐν τοῖς οὐρανοῖς ἐστιν. Οὐκ ἔστι δὲ ἴσον κεκλεισµένην ἀνοῖξαι θύραν καὶ ἀρχὴν δοῦναι πράγµατι, καὶ µετὰ ταῦτα παῤῥησιάσασθαι. Ὁ τοίνυν τὴν ἑαυτοῦ ψυχὴν ἐκδοὺς δήµῳ τοσούτῳ, πῶς ἂν ὑπεκρίθη ποτέ; ὁ µαστιχθεὶς καὶ δεθεὶς, καὶ µηδὲν τῆς παῤῥησίας ἑλόµενος καθυφεῖναι, καὶ ταῦτα ἐν ἀρχῇ τοῦ κηρύγµατος, ἐν µέσῃ τῇ µητροπόλει, ἔνθα τοσοῦτοςκίνδυνος ἦν, πῶς ἂν µετὰ τοσοῦτον χρόνον ἐν Ἀντιοχείᾳ, ἔνθα οὔτε κίνδυνος ἦν, καὶ πολὺ λαµπρότερος αὐτὸς ἐγεγόνει, τὴν ἀπὸ τῶν πραγµάτων µαρτυρίανἔχων, τοὺς ἐξ Ἰουδαίων πιστεύσαντας ἔδεισεν ἄν; Ὁ γὰρ αὐτοὺς Ἰουδαίους µὴ φοβηθεὶς καὶ ἐν ἀρχῇ, καὶ ἐν τῇ µητροπόλει, πῶς ἂν µετὰ χρόνον τοσοῦτον ἐν ἀλλοτρίᾳ ὢν, τοὺς ἐξ ἐκείνωνµεταστάντας ἐφοβήθη; Οὐ τοίνυν κατὰ Πέτρου ταῦτά φησιν ὁ Παῦλος, ἀλλ' ἀπὸ τῆς γνώµης ἧς εἶπεν, Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι· ὁποῖοί ποτε ἦσαν, οὐδέν µοι διαφέρει, ἀπὸ τῆς αὐτῆς καὶ ταῦτα φθέγγεται. Ἀλλ' ἵνα µὴ ἐπὶ πλέον διαπορῶµεν ὑπὲρ τούτων, ἀναγκαῖον τῶν λεγοµένων ἀναπτύξαι τὴν αἰτίαν. Οἱ γὰρ ἀπόστολοι, καθὼς ἔφθην εἰπὼν, ἐν Ἱεροσολύµοις µὲν συνεχώρουν περιτέµνεσθαι· οὐ γὰρ ἦν ἀθρόως ἀποσπάσαι τοῦ νόµου· ἐν Ἀντιοχείᾳ δὲ ἐλθόντες, οὐδὲν τοιοῦτον παρετήρουν λοιπὸν, ἀλλὰ µετὰ τῶν ἐξ ἐθνῶν πιστευόντων ἀδιαφόρως ἔζων, ὃ δὴ καὶ Πέτρος ἐποίει τότε. Ἐπειδὴ δὲ ἦλθον ἀπὸ Ἱεροσολύµων οἱ ἰδόντες αὐτὸν ἐκεῖ οὕτω κηρύττοντα, οὐκέτι ἐποίει τοῦτο, φοβούµενος πλῆξαι ἐκείνους, ἀλλὰ µετέθετο, δύοταῦτα οἰκονοµῶν, καὶ τὸ µὴ σκανδαλίσαι τοὺς ἐξ Ἰουδαίων, καὶ τὸπαρασχεῖν τῷ Παύλῳ εὔλογον τῆς ἐπιτιµήσεως πρόφασιν. Εἰ γὰρ αὐτὸς ὁ ἐν τοῖς Ἱεροσολύµοις κηρύξας µετὰ περιτοµῆς, µετέθετο ἐν Ἀντιοχείᾳ, ἔδοξεν ἂν τοῖς ἐξ Ἰουδαίων διὰ τὸν τοῦ Παύλου φόβον τοῦτο ποιεῖν, καὶ κατέγνωσαν ἂν αὐτοῦ πολλὴν τὴν εὐκολίαν οἱ µαθηταί· οὐ µικρὸν δὲ τοῦτο σκάνδαλον ἔµελλε γίνεσθαι. Τῷ µέντοι Παύλῳ πάντα σαφῶς εἰδότι µεταστὰς, οὐκ ἂν τοιαύτην παρέσχεν ὑπόνοιαν· καὶ γὰρ ᾔδει τὴν γνώµην µεθ' ἧς ἐγίνετο ταῦτα.∆ ιὸ καὶ Παῦλος ἐπιπλήττει, καὶ Πέτρος ἀνέχεται, ἵνα ἐγκαλουµένου τοῦ διδασκάλου καὶ σιγῶντος, εὐκολώτερον οἱ µαθηταὶ µεταθῶνται. Εἰ γὰρ, µηδενὸς γενοµένου τοιούτου, παρῄνεσεν ὁ Παῦλος, οὐδὲν ἂν εἰργάσατο µέγα· νῦν δὲ ἀφορµὴν λαβὼν ἐπιτιµήσεως σφοδροτέρας, πλείονα τοῖς µαθηταῖς Πέτρου τὸν φόβον ἐνέθηκε. Καὶ γὰρ εἰ µὲν ἀκούων ταῦτα Πέτρος ἀντέλεγε, καλῶς ἄν τις ἐµέµψατο, ὡς τῆς οἰκονοµίας ἀνατρεποµένης· νυνὶ δὲ, ἐκείνου µὲν ἐπιτιµῶντος, τούτου δὲ σιγῶντος, πολὺς τοῖς ἐξ Ἰουδαίων φόβος ἐγίνετο· διὸ καὶ σφοδρῶς κέχρηται τῷ Πέτρῳ.
2.5
Καὶ σκόπει µεθ' ὅσης ἀκριβείας κέχρηται τῷ λόγῳ, διδοὺς τοῖς συνετοῖς ἰδεῖν, ὅτι οὐ µάχης ἦν τὰ ῥήµατα, ἀλλ' οἰκονοµίας. Ὅτε γὰρ ἦλθε Πέτρος, φησὶν, εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτοῦ ἀντέστην, ὅτι κατεγνωσµένος ἦν. Οὐκ εἶπεν, ὑπ' ἐµοῦ, ἀλλ', ὑπὸ τῶν ἄλλων. Εἰ δὲ αὐτὸς κατεγίνωσκεν, οὐκ ἂν παρῃτήσατο καὶ τοῦτο εἰπεῖν. Καὶ τὸ, Κατὰ πρόσωπον δὲ ἀντέστην, σχῆµα ἦν. Εἰ γὰρ ὄντως ἐµάχοντο, οὐκ ἂν ἐπὶ τῶν µαθητῶν ἀλλήλοις ἐπετίµησαν· σφόδρα γὰρ ἂν αὐτοὺς ἐσκανδάλισαν· νυνὶ δὲ λυσιτελοῦσα ἦν ἡ ἐν τῷ φανερῷ µάχη. Καὶ ὥσπερ ὁ Παῦλος εἶξεν αὐτοῖς ἐν Ἱεροσολύµοις, οὕτω καὶ αὐτοὶ ἐν Ἀντιοχείᾳ. Τίς οὖν ἡ κατάγνωσις; Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου( αὐτὸς γὰρ ἦν ὁ διδάσκαλος ἐν Ἱεροσολύµοις) µετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε, καὶ ἀφώριζεν ἑαυτὸν, φοβούµενος τοὺς ἐκ περιτοµῆς· οὐ τοῦτο φοβούµενος, µὴ κινδυνεύσῃ· ὁ γὰρ ἐν ἀρχῇ µὴ φοβηθεὶς, πολλῷ µᾶλλον τότε· ἀλλ' ἵνα µὴ ἀποστῶσιν. Ἐπεὶ καὶ αὐτὸς λέγει Γαλάταις, Φοβοῦµαι ὑµᾶς, µή πως εἰκῆ κεκοπίακα· καὶ πάλιν, Φοβοῦµαι µή πως ὡς ὄφις Εὔαν ἐξηπάτησεν, οὕτω φθαρῇ τὰ νοήµατα ὑµῶν. Ὁ µὲν γὰρ τοῦ θανάτου φόβος οὐδὲν ἦν αὐτοῖς, ὁ δὲ τῆς ἀπωλείας τῶν µαθητῶν σφόδρα αὐτῶν κατέσειε τὴν ψυχήν. Ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Μὴ θαυµάσῃς, εἰ τὸ πρᾶγµα ὑπόκρισιν καλεῖ· οὐ γὰρ βούλεται, ὅπερ ἔφθην εἰπὼν, ἐκκαλύψαι τὴν γνώµην, ἵνα ἐκεῖνοι κατορθωθῶσιν. Ἐπειδὴ γὰρ σφοδρῶς ἀντείχοντο τοῦ νόµου, διὰ τοῦτο καὶ ὑπόκρισιν καλεῖ τὸ γινόµενον, καὶ σφόδρα ἐπιπλήττει, ὥστε πρόῤῥιζον αὐτῶν ἀνελεῖντὴν πρόληψιν. Καὶ ἀκούων ταῦτα Πέτρος συνυποκρίνεται, ὡς ἁµαρτάνων, ἵνα ἐν τῇ πρὸς αὐτὸν ἐπιτιµήσει διορθωθῶσιν. Εἰ µὲν γὰρ τοῖς ἐξ Ἰουδαίων ὁ Παῦλος ἐπέπληξεν, ἠγανάκτησαν καὶ διέπτυσαν· οὐ γὰρ πολλὴν περὶ αὐτοῦ δόξαν εἶχον· νυνὶ δὲ τὸν διδάσκαλον ὁρῶντες ἐπιτιµώµενον καὶ σιγῶντα, οὔτε καταφρονῆσαι, οὔτε ἀντειπεῖν τοῖς λεγοµέ νοις εἶχον. Ἀλλ' ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου. Μηδὲ αὕτη ὑµᾶς θορυβείτω ἡ λέξις· οὐ γὰρ Πέτρου καταγινώσκων ταῦτα λέγει, ἀλλ' οὕτω χαρακτηρίζει τὴν λέξιν, ὡς συµφέρον ἦν ἀκοῦσαι τοὺς διὰ τῆς ἐπιτιµήσεως Πέτρου µέλλονταςβελτίους γίνεσθαι. Εἶπον τῷ Πέτρῳ ἔµπροσθεν πάντων. Εἶδες πῶς τοὺς ἄλλους διορθοῦται;∆ ιὰ γὰρ τοῦτο Ἔµπροσθεν, ἵνα καὶ ἀκούσαντες φοβηθῶσι. Τί εἶπες, εἰπέ. Εἰ σὺ, Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς, καὶ οὐκ ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; Καίτοι οὐ τὰ ἔθνη αὐτῷ συναπήχθη, ἀλλ' Ἰουδαῖοι· τί οὖν ἐγκαλεῖς ὃ µὴ γέγονε; τί δὲ µὴ τρέπεις τὸν λόγον ἐπὶ τοὺς ὑποκρινοµένους τοὺς ἐξ Ἰουδαίων, ἀλλ' ἐπὶ τὰ ἔθνη; διὰ τί δὲ καὶ Πέτρῳ µόνον ἐγκαλεῖς, εἰ καὶ οἱ λοιποὶ αὐτῷ συνυπεκρίθησαν; Ἴδωµεν δὲ καὶ τί ἐγκαλεῖ. Εἰ σὺ, Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς, καὶ οὐκ ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; Καὶ µὴν αὐτὸς ὑπεστέλλετο µόνος· τί οὖν ἐστιν ὃ κατασκευάσαι βούλεται; Ἀνύποπτον ποιῆσαι τὴν ἐπιτίµησιν. Εἰ µὲν γὰρ εἶπε, κακῶς ποιεῖς τὸν νόµον τηρῶν, ἐπετίµησαν ἂν οἱ ἐξ Ἰουδαίων αὐτῷ, ὡς θρασυνοµένῳ κατὰ τοῦ διδασκάλου· νυνὶ δὲ ὑπὲρ τῶν οἰκείων ἐγκαλῶν αὐτῷ µαθητῶν, τῶν ἐξ ἐθνῶν λέγω, εὐπαράδεκτον ποιεῖ ταύτῃ τὸν λόγον· καὶ οὐ ταύτῃ µόνον, ἀλλὰ καὶ τῷ πάντων ἀποστήσας τὴν ἐπιτίµησιν, τῷ ἀποστόλῳ περιστῆσαι πᾶσαν αὐτήν. Εἰ γὰρ σὺ, φησὶν, Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇς, καὶ οὐκ ἰουδαϊκῶς· µονονουχὶ διαῤῥήδην λέγων, ὅτι Μιµήσασθε τὸν διδάσκαλον, ὅτι καὶ αὐτὸς Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇ. Ἀλλ' οὕτω µὲν οὐ λέγει· οὐ γὰρ ἂν ἐδέξαντο τὴν παραίνεσιν· προσχήµατι δὲ ἐπιτιµήσεως τῆς ὑπὲρ τῶν ἐθνῶν ἐκκαλύπτει τοῦ Πέτρου τὴν γνώµην. Πάλιν εἰ εἶπε,∆ ιὰ τί τοὺς ἐξ Ἰουδαίων ἀναγκάζεις ἰουδαΐζειν; σφοδρότερος ὁ λόγος ἂν ἐγένετο· νῦν δὲ οὐχ ὡς τῶν Ἰουδαίων µαθητῶν ἀντεχόµενος, ἀλλὰ τῶν ἐξ ἐθνῶν, οὕτω διορθοῦται ἐκείνους. Καὶ γὰρ αἱ ἐπιπλήξεις, ὅταν µὴ σφόδρα φορτικαὶ ὦσι, τότε µάλιστα δύνανται εὐπαράδεκτοι γενέσθαι. Οὐδὲ γὰρ τῶν ἐξ ἐθνῶν τις ἠδύνατο ἐγκαλέσαι τῷ Παύλῳ, ὑπὲρ τῶν Ἰουδαίων ποιουµένῳ τὸν λόγον. Τοῦτο ὅλον κατώρθωσε σιγήσας καὶ καταδεξάµενος ὑποκρίσεως δόξαν ὁ Πέτρος, ἵνα ἀληθοῦς ὑποκρίσεως ἀπαλλάξῃ τοὺς Ἰουδαίους. Τὸ µὲν οὖν πρῶτον, εἰς τὸ Πέτρου πρόσωπον περιέστησε τὸν λόγον εἰπὼν, Εἰ σὺ Ἰουδαῖος ὑπάρχων· προϊὼν δὲ κοινοποιεῖ τὸ λεγόµενον, καὶ ἑαυτὸν προσπαραλαβὼν, καὶ οὕτω λέγων· Ἡµεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁµαρτωλοί. Καὶ τὰ µὲν λεγόµενα παραίνεσις ἦν, σχῆµα δὲ ἐπιπλήξεως αὐτῇ περίκειται διὰ τοὺς ἐξ Ἰουδαίων.
2.6
Ποιεῖ δὲ τοῦτο καὶ ἀλλαχοῦ· δοκῶν γὰρ ἕτερον λέγειν, ἄλλο κατασκευάζει· ὡς ὅταν Ῥωµαίοις ἐπιστέλλων λέγῃ· Νυνὶ δὲ πορεύοµαι εἰς Ἱεροσόλυµα διακονῶν τοῖς ἁγίοις. Οὐ γὰρ τοῦτο ἐβούλετο εἰπεῖν, καὶ διδάξαι αὐτοὺς ἁπλῶς, τίνος ἕνεκεν εἰς Ἱεροσόλυµα ἐπορεύετο, ἀλλ' εἰς ζῆλον ἀγαγεῖν ἐλεηµοσύ νης. Εἰ µὲν γὰρ τὴν αἰτίαν ἠθέλησεν εἰπεῖν, ἤρκει τοῦτο εἰπεῖν, ὅτι πορεύοµαι διακονῶν τοῖς ἁγίοις· νυνὶ δὲ ὅρα πόσα συνάπτει. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήµ. Εὐδόκησαν γὰρ, καὶ ὀφειλέται αὐτῶν εἰσι. Καὶ πάλιν, Εἰ γὰρ τοῖς πνευµατικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. Ὅρα τοίνυν καὶ ἐνταῦθα πῶς τὰ τῶν Ἰουδαίων καταστέλλει φρονήµατα, ἄλλο δι' ἄλλου κατασκευάζων. Καὶ µετ' ἐξουσίας κέχρηται τῷ λόγῳ, Ἡµεῖς φύσει Ἰουδαῖοι, λέγων, καὶ οὐκ ἐξ ἐθνῶν ἁµαρτωλοί. Τί δέ ἐστι, Φύσει Ἰουδαῖοι; Οὐ προσήλυτοι, ἀλλ' ἐκ πρώτης ἡλικίας ἐντραφέντες τῷ νόµῳ, τὴν σύντροφον ἀφέντες πολιτείαν, κατεφύγοµεν εἰς πίστιν τὴν εἰς Χριστόν. Εἰδότες ὅτι οὐ δικαιωθήσεται ἄνθρωπος ἐξ ἔργων νόµου, εἰ µὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡµεῖς εἰς Χριστὸν ἐπιστεύσαµεν. Ὅρα καὶ ἐνταῦθα πῶς µετὰ ἀσφαλείας πάντα φθέγγεται. Οὐ γὰρ ὡς πονηρὸν, ἀλλ' ὡς ἀσθενῆ, φησὶν, αὐτὸν εἰάσαµεν. Εἰ τοίνυν οὐ παρέχει δικαιοσύνην ὁ νόµος, ἄρα περιττὸν τὸ τῆς περιτοµῆς. Ἀλλὰ νῦν µὲν οὕτω· προϊὼν δὲ δείκνυσιν, ὅτι οὐ µόνον περιττὸν, ἀλλὰ καὶ ἐπικίνδυνον· ὅπερ καὶ µάλιστα παρατηρητέον, πῶς παρὰ µὲν τὴν ἀρχήν φησιν, Οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόµου, προβαίνων δὲ καὶ φορτικώτερον φθέγγεται. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ, εὑρέθηµεν καὶ αὐτοὶ ἁµαρτωλοὶ, ἄρα Χριστὸς ἁµαρτίας διάκονος. Εἰ γὰρ οὐκ ἰσχύει, φησὶν, ἡ εἰς αὐτὸν πίστις δικαιῶσαι, ἀλλ' ἀνάγκη τοῦ νόµου πάλιν ἔχεσθαι, εἰ τὸν νόµον ἀφέντες διὰ τὸν Χριστὸν, καὶ οὐ δικαιούµενοιἐκ τῆς ἀφέσεως, ἀλλὰ κατακρινόµενοι, τῆς κατακρίσεως εὑρήσοµεν αὐτὸν αἴτιον γενόµενον, δι' ὃν τὸν νόµον ἀφέντες, αὐτῷ ηὐτοµολήσαµεν. Εἶδες εἰς ὅσην ἀνάγκην περιέστησεν ἀτοπίας τὸν λόγον, καὶ πῶς ἰσχυρῶς ἠγωνίσατο; Εἰ γὰρ οὐ δεῖ τὸν νόµον ἀφεῖναι, φησὶν, ἀφήκαµεν δὲ διὰ τὸν Χριστόν· πῶς µέλλοµεν κρίνεσθαι; Τί οὖν Πέτρῳ ταῦτα λέγεις καὶ παραινεῖς, τῷ πάντων ἀκριβέστερον ταῦτα εἰδότι; οὐκ αὐτῷ ἔδειξεν ὁ Θεὸς, ὅτι οὐ δεῖ κρίνειν ἄνθρωπον ἀκρόβυστον ἐν περιτοµῇ; οὐχὶ Ἰουδαίοις διαλεγόµενος περὶ τούτων, γενναίως ἀπὸ τῆς ὄψεως ταύτης ἀντέστη; οὐχὶ δόγµατα τετρανωµένα περὶ τούτων ἐξ Ἱεροσολύµων πάλιν ἔπεµπεν; Οὐ τοίνυν Πέτρον διορθούµενος ταῦτα λέγει· ἀλλ' ἔδει µὲν πρὸς ἐκεῖνον ὁ λόγος ἀποτείνεσθαι, τοὺς δὲ µαθητὰς ἤλεγχεν. Ταῦτα δὲ οὐ πρὸς Γαλάτας, ἀλλὰ καὶ πρὸς τοὺς τὰ αὐτὰ νοσοῦντας ἐκείνοις. Εἰ γὰρ καὶ µὴ περιτέµνονται πολλοὶ νῦν, νηστεύουσι δὲ, καὶ τὸ σάββατον τηροῦσι µετ' ἐκείνων, ταὐτὰ πράττουσιν, ἐξωθοῦντες ἑαυτοὺς τῆς χάριτος. Εἰ γὰρ τοὺς περιτοµῇ µόνον κεχρηµένους ὁ Χριστὸς οὐδὲν ὠφελεῖ· ὅταν καὶ νηστεία καὶ σάββατον προσγένηται, καὶ ἀντὶ µιᾶς δύο τηρῶνται ἐντολαὶ, ὅρα τὸν κίνδυνον καὶ ἀπὸ τοῦ χρόνου γενόµενον χαλεπώτερον. Ἐκεῖνοι µὲν γὰρ ἐν ἀρχῇ ταῦτα ἐποίουν, ἔτι τῆς πόλεως οὔσης, καὶ τοῦ ναοῦ, καὶ τῶν ἄλλων ἁπάντων· οὗτοι δὲ καὶ τὴν τιµωρίαν ὁρῶντες, ἣν ἔδοσαν Ἰουδαῖοι, καὶ τὸν τῆς πόλεως ἀφανισµὸν, καὶ πλείονα παρατηροῦντες, ποίαν ἔχοιεν ἂν ἀπολογίαν, τότετὸν νόµον φυλάττοντες, ὅτε αὐτοὶ οἱ Ἰουδαῖοι ὄντες, καὶ σφόδρα βουλόµενοι, οὐ δύνανται ταῦτα διατηρεῖν; Τὸν Χριστὸν ἐνεδύσω, καὶ µέλος ἐγένου τοῦ∆ εσπότου, καὶ εἰς τὴν ἄνω πόλιν ἐνεγράφης, καὶ ἔτι περὶ τὸν νόµον ἕρπεις; καὶ πῶς ἔνι σε τῆς βασιλείας ἐπιτυχεῖν; Ἄκουσον τοῦ Παύλου λέγοντος, ὅτι τὸ Εὐαγγέλιον ἀνατρέπεται διὰ τῆς παρατηρήσεως τοῦ νόµου. Καὶ, εἰ βούλει, καὶ τὸν τρόπον µάθε, καὶ φρῖξον, καὶ φεῦγε τὸ βάραθρον.∆ ιὰ τί γὰρ τηρεῖς τὸ σάββατον, καὶ νηστεύεις µετ' ἐκείνων; Ὡς δεδοικὼς δηλονότι τὸν νόµον καὶ τὸ ἀφεῖναι τὰ γράµµατα ἐκεῖνα· οὐκ ἂν δὲ ἐφοβήθης ἀφεῖναι τὸν νόµον, εἰ µὴ τῆς πίστεως κατέγνως ὡς ἀσθενοῦς καὶ οὐκ ἰσχυούσης καθ' ἑαυτὴν σῶσαι. Εἰ γὰρ τὸ µὴ τηρῆσαι τὸ σάββατον φοβῇ, εὔδηλον ὅτι δέδοικας τὸν νόµον ὡς ἔτι κύριον ὄντα. Εἰ δὲ χρεία νόµου πάλιν, οὐ µέρους, οὐδὲ µιᾶς ἐντολῆς, ἀλλὰ παντὸς δῆλον ὅτι χρεία τοῦ νόµου· εἰ δὲ παντὸς, ἐξεβλήθη κατὰ µικρὸν ἡ διὰ τῆς πίστεως δικαιοσύνη. Εἰ γὰρ σάββατα τηρεῖς, διὰ τί µὴ καὶ περιτέµνῃ; εἰ δὲ περιτέµνῃ, διὰ τί µὴ καὶ περιθύεις; Εἰ γὰρ φυλάττειν χρὴ, ὅλον τὸν νόµον χρὴ φυλάττειν· εἰ δὲ ὅλον οὐ χρὴ, οὐδὲ µέρος. Εἰ δὲ ὑπὲρ τοῦ µέρους φρίττεις, µὴ παραβάσεως κριθῇς, ἄλλως καὶ ὑπὲρ παντὸς ἀνάγκη φοβεῖσθαι· εἰ δὲ ὅλος παραβαινόµενος οὐ κολάζει, δῆλον ὅτι οὐδὲ µέρος· εἰ δὲ µέρος, πολλῷ µᾶλλον ὅλος· εἰ δὲ ὅλον ἀνάγκη φυλάξαι, ἀνάγκη παρακοῦσαι τοῦ Χριστοῦ, ἢ ἀκούοντας τοῦ Χριστοῦ παραβάτας γενέσθαι τοῦ νόµου. Εἰ γὰρ δεῖ φυλάττειν αὐτὸν, οἱ µὴ φυλάττοντες αὐτὸν, παραβάται, καὶ τῆς παραβάσεως ταύτης εὑρεθήσεται αἴτιος ἡµῖν ὁ Χριστός· αὐτὸς γὰρ τὸν νόµον ἔλυσε τὸν περὶ αὐτῶν, καὶ λύειν ἐκέλευσεν.
2.7
Ὁρᾷς τί κατασκευάζουσιν οἱ ἰουδαΐζοντες; τὸν Χριστὸν τὸν τῆς δικαιοσύνης ἡµῖν αἴτιον, τοῦτον καὶ ἁµαρτίας ἀποφαίνουσιν αἴτιον, καθὼς καὶ Παῦλός φησιν· Ἆρα Χριστὸς ἁµαρτίας διάκονος; Εἶτα εἰς ἄτοπον τὸν λόγον ἀναγαγὼν, οὐδὲ ἐδεήθη λοιπὸν κατασκευῆς πρὸς τὴν ἀνατροπὴν, ἀλλ' ἠρκέσθη τῇ ἀπαγορεύσει, µόνον, εἰπὼν, Μὴ γένοιτο. Πρὸς γὰρ τὰ λίαν ἀναίσχυντα καὶ ἀναιδῆ οὐδὲ κατασκευαστικῶν δεῖ λόγων, ἀλλ' ἀρκεῖ καὶ ἀπαγορεῦσαι µόνον. Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδοµῶ, παραβάτην ἐµαυτὸν συνίστηµι. Ὅρα τοῦ Παύλου τὴν σύνεσιν. Ἐκεῖνοι δεῖξαι ἐβούλοντο, ὅτι ὁ µὴ τηρῶν τὸν νόµον, παραβάτης· οὗτος δὲ εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον, δεικνὺς ὅτι ὁ τηρῶν τὸν νόµον, παραβάτης, οὐ τῆς πίστεως, ἀλλὰ καὶ αὐτοῦ τοῦ νόµου. Ἃ γὰρ κατέλυσα, ταῦτα πάλιν οἰκοδοµῶ, τὸν νόµον φησίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· πέπαυ ται ὁ νόµος, καὶ τοῦτο ὡµολογήσαµεν, δι' ὧν ἀφέντες αὐτὸν, κατεφύγοµεν ἐπὶ τὴν ἐκ πίστεως σωτηρίαν. Ἂν τοίνυν φιλονεικήσωµεν στῆσαι αὐτὸν, αὐτῷ τούτῳ παραβάται γινόµεθα, τὰ παρὰ τοῦ Θεοῦ λυθέντα φιλονεικοῦντες τηρεῖν. Εἶτα καὶ πῶς κατελύθη, δείκνυσιν. Ἐγὼ γὰρ διὰ νόµου νόµῳ ἀπέθανον.∆ ιπλῆν ἔχει τοῦτο τὴν θεωρίαν· ἢ γὰρ νόµου τοῦ τῆς χάριτός φησιν· οἶδε γὰρ καὶ τοῦτον νόµον καλεῖν, ὡς ὅταν λέγῃ· Ὁ δὲ νόµος τοῦ Πνεύµατος τῆς ζωῆς ἐλευθέρωσέ µε· ἢ τὸν νόµον ἐνταῦθα τὸν παλαιὸν λέγει, δεικνὺς ὅτι δι' αὐτοῦ τοῦ νόµου τῷ νόµῳ ἀπέθανε· τουτέστιν· Αὐτός µε ὁ νόµος ἐνήγαγεν εἰς τὸ µηκέτι προσέχειν αὐτῷ. Εἰ τοίνυν µέλλοιµι αὐτῷ προσέχειν, καὶ αὐτὸν παραβαίνω. Πῶς καὶ τίνι τρόπῳ; Μωϋσῆς φησι, Προφήτην ὑµῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑµῶν, ὡς ἐµέ· αὐτοῦ ἀκούσεσθε· περὶ τοῦ Χριστοῦ λέγων. Ὥστε οἱ µὴ τούτῳ πειθόµενοι, παραβαίνουσι τὸν νόµον. Καὶ ἑτέρως δὲ πάλιν τοῦτο νοητέον ἡµῖν, τὸ,∆ ιὰ νόµον νόµῳ ἀπέθανον. Ὁ γὰρ νόµος πάντα κελεύει ποιεῖν τὰ ἐγγεγραµµένα, καὶ τὸν µὴ ποιοῦντα κολάζει. Οὐκοῦν ἅπαντες αὐτῷ τετελευτήκαµεν· οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. Καὶ ὅρα πῶς καὶ ἐνταῦθα µεµετρηµένως ποιεῖται τὴν πρὸς αὐτὸν µάχην· οὐ γὰρ εἶπεν, ὁ νόµος µοι ἀπέθανεν, ἀλλ', Ἐγὼ τῷ νόµῳ ἀπέθανον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὥσπερ τὸν νεκρὸν καὶ τεθνεῶτα οὐκ ἔστιν ὑπακούειν ταῖς ἐντολαῖς τοῦ νόµου, οὕτως οὐδὲ ἐµὲ τὸν ἐκ τῆς ἀρᾶς τῆς ἐκείνου τελευτήσαντα· τῷ γὰρ ἐκείνου λόγῳ ἀπέθανον. Μὴ τοίνυν ἐπιταττέτω τῷ τεθνεῶτι, ὃν καὶ αὐτὸς ἀνεῖλε, καὶ θάνατον οὐ τὸν σωµατικὸν µόνον, ἀλλὰ καὶ τὸν ψυχικὸν, δι' οὗ καὶ τὸν σωµατικὸν ἐπήγαγεν. Ὅτι γὰρ τοῦτο λέγει, διὰ τῶν ἑξῆς ἐδήλωσεν. Ἵνα γὰρ Θεῷ ζήσω, φησὶ, Χριστῷ συνεσταύρωµαι. Ἐπειδὴ γὰρ εἶπεν, Ἀπέθανον, ἵνα µή τις εἴπῃ, πῶς οὖν ζῇς; ἐπήγαγε καὶ τὴν αἰτίαν τῆς ζωῆς, καὶ ἔδειξεν, ὅτι ὁ µὲν νόµος ζῶντα ἀπέκτεινεν, ὁ δὲ Χριστὸς νεκρὸν λαβὼν, διὰ θανάτου ἐζωοποίησε· καὶ διπλοῦν τὸ θαῦµα δείκνυσιν, ὅτι καὶ τὸν νεκρὸν ἐζωογόνησε, καὶ διὰ θανάτου τὴν ζωὴν ἐχαρίσατο. Ζωὴν δὲ λέγει νῦν τὸν θάνατον· τοῦτο γάρ ἐστιν, Ἵνα Θεῷ ζήσω, Χριστῷ συνεσταύρωµαι. Καὶ πῶς ὁ ζῶν καὶ ἐµπνέων συνεσταυρώθη, φησίν, Ὅτι µὲν γὰρ ὁ Χριστὸς ἐσταυρώθη, δῆλον· σὺ δὲ πῶς ἐσταύρωσαι καὶ ζῇς; Ὅρα πῶς καὶ αὐτὸ ἑρµηνεύει, λέγων· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲἐν ἐµοὶ Χριστός. Τῷ µὲν γὰρ εἰπεῖν, Χριστῷ συνεσταύρωµαι, τὸ βάπτισµα ᾐνίξατο· τῷ δὲ εἰπεῖν, Ζῶ δὲ οὐκέτι ἐγὼ, τὴν µετὰ ταῦτα πολιτείαν, δι' ἧς νεκροῦται ἡµῶν τὰ µέλη. Τί δέ ἐστι, Ζῇ δὲ ἐν ἐµοὶ Χριστός; Οὐδὲν γίνεται, φησὶν, ὑπ' ἐµοῦ, ὧν ὁ Χριστὸς οὐ βούλεται. Ὥσπερ γὰρ θάνατον λέγει οὐ τοῦτον τὸν κοινὸν, ἀλλὰ τὸν ἐκ τῶν ἁµαρτιῶν, οὕτω καὶ ζωὴν, τὴν ἐκείνων ἀπαλλαγήν· Θεῷ γὰρ οὐκ ἔστιν ἄλλως ζῇν, ἀλλ' ἢ νεκρωθέντα τῇ ἁµαρτίᾳ. Ὥσπερ οὖν ὁ Χριστὸς τὸν σωµατικὸν ὑπέστη θάνατον, οὕτως ἐγὼ τὸν κατὰ τῆς ἁµαρτίας. Νεκρώσατε γὰρ τὰ µέλη ὑµῶν τὰ ἐπὶ τῆς γῆς, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, µοιχεία· παὶ πάλιν λέγει, Ὁ παλαιὸς ἡµῶν ἄνθρωπος ἐσταυρώθη· ὅπερ ἐν τῷ λουτρῷ γέγονε. Μετὰ δὲ ταῦτα ἐὰν µένῃς νεκρὸς τῇ ἁµαρτίᾳ, ζῇς τῷ Θεῷ· ἂν δὲ πάλιν αὐτὴν ἀναστήσῃς, ἐλυµήνω τῇ τοιαύτῃ ζωῇ. Ἀλλ' οὐχ ὁ Παῦλος τοιοῦτος, ἀλλ' ἔµενε δι' ὅλου νεκρός. Εἰ τοίνυν ζῶ τῷ Θεῷ, φησὶν, ἑτέραν παρὰ τὴν ἐν τῷ νόµῳ ζωὴν, καὶ νεκρὸς ἐγενόµην τῷ νόµῳ, οὐδὲν τοῦ νόµου φυλάττειν δύναµαι.
2.8
Καὶ ὅρα τὴν ἀκρίβειαν τῆς πολιτείας, καὶ θαύµασον µεθ' ὑπερβολῆς τὴν µακαρίαν ἐκείνην ψυχήν. Οὐ γὰρ εἶπε, Ζῶ ἐγὼ, ἀλλὰ, Ζῇ ἐν ἐµοὶ Χριστός. Τίς ταύτην τολµήσει ῥῆξαι τὴν φωνήν; Ἐπειδὴ γὰρ εὐήνιον ἑαυτὸν τῷ Χριστῷ κατεσκεύασε, καὶ ἅπαντα ἐξέβαλε τὰ βιωτικὰ, καὶ πρὸς τὸ θέληµα τὸ ἐκείνου πάντα ἔπραττεν, οὐκ εἶπε, Ζῶ τῷΧριστῷ, ἀλλ', ὃ πολλῷ πλέον ἦν, Ζῇ δὲ ἐν ἐµοὶ Χριστός. Ὥσπερ γὰρ ἡ ἁµαρτία, ὅταν κρατήσῃ, αὕτη ἐστὶν ἡ ζῶσα, πρὸς ἃ βούλεται τὴν ψυχὴν ἄγουσα· οὕτως εἰ ἐκείνης νεκρωθείσης τὰ τῷ Χριστῷ δοκοῦντα γίνεται, οὐδὲ ἀνθρωπίνη λοιπόν ἐστιν ἡ τοιαύτη ζωὴ, αὐτοῦ ζῶντος ἐν ἡµῖν, τουτέστιν, ἐνεργοῦντος, κρατοῦντος. Ἐπειδὴ δὲ ἔλεγε, Συνεσταύρωµαι, καὶ, Οὐκέτι ζῶ, ἀλλ' ἀπέθανον, καὶ ἐδόκει πολλοῖς ἀπίθανον λέγειν, ἐπήγαγεν· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τὰ µὲν εἰρηµένα µοι, φησὶ, περὶ τῆς νοερᾶς ζωῆς· εἰ δέ τις ἐξετάζοι καὶ ταύτην τὴν αἰσθητὴν, καὶ αὕτη διὰ τὴν εἰς Χριστόν µοι πίστιν γέγονεν. Ὅσον γὰρ εἰς τὴν παλαιὰν πολιτείαν καὶ τὸν νόµον, ἐσχάτης κολάσεως ἄξιος ἤµην, καὶ πάλαι ἂν ἀπωλώλειν. Πάντες γὰρ ἥµαρτον, καὶ ὑστεροῦντο τῆς δόξης τοῦ Θεοῦ, καὶ ὑπὸ τὴν ἀπόφασιν ἡµᾶς κειµένους ἠλευθέρωσεν ὁ Χριστός· καὶ γὰρ οἱ πάντες ἀπέθανον, εἰ καὶ µὴ τῇ πείρᾳ, ἀλλὰ τῇ ἀποφάσει· καὶ τὴν πληγὴν ἐκδεχοµένους ἀπήλλαξεν. Ἐπειδὴ καὶ ὁ νόµος κατηγόρησε, καὶ ὁ Θεὸς ἀπεφήνατο, ἐλθὼν ὁ Χριστὸς καὶ εἰς θάνατον ἑαυτὸν ἐκδοὺς, πάντας ἡµᾶς ἐξήρπασε τοῦ θανάτου. Ὥστε Ὃ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. Ἐπεὶ εἰ µὴ τοῦτο ἦν, οὐδὲν ἐκώλυσε πάντας ἀφανισθῆναι· ὃ καὶ ἐπὶ τοῦ κατακλυσµοῦ γέγονεν· ἀλλ' ἡ τοῦ Χριστοῦ παρουσία στήσασα τοῦ Θεοῦ τὴν ὀργὴν, διὰ τῆς πίστεως ζῇν ἡµᾶς ἐποίησεν. Ὅτι γὰρ τοῦτό φησιν, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γὰρ, ὅτι Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ, ἐπήγαγε· Τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός µε, καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐµοῦ. Τί ποιεῖς, ὦ Παῦλε, τὰ κοινὰ σφετεριζόµενος, καὶ τὰ ὑπὲρ τῆς οἰκουµένης γενόµενα ἰδιοποιῶν; οὐ γὰρ εἶπε, τοῦ ἀγαπήσαντος ἡµᾶς, ἀλλὰ, Τοῦ ἀγαπήσαντός µε. Καὶ µὴν ὁ εὐαγγελιστής φησιν, Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσµον καὶ σὺ δὲ αὐτὸς λέγεις, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ἔδωκεν αὐτὸν, οὐχὑπὲρ σοῦ, ἀλλ' ὑπὲρ πάντων· καὶ πάλιν, Ἵνα περιποιήσηται ἑαυτῷ λαὸν περιούσιον. Τί οὖν ἐστιν ἐνταῦθα ὃ λέγει; Ἐννοήσας τὴν ἀπόγνωσιν τῆς ἀνθρωπίνης φύσεως, καὶ τὴν ἄφατον τοῦ Χριστοῦ κηδεµονίαν, καὶ τίνων ἀπήλλαξε, καὶ τίνα ἐχαρίσατο, καὶ πυρωθεὶς ὑπὸτοῦ περὶ αὐτὸν πόθου, οὕτω φθέγγεται. Ἐπεὶ καὶ οἱ προφῆται τὸν κοινὸν Θεὸν ἰδιοποιοῦνται πολλάκις, οὕτω λέγοντες· Ὁ Θεὸς ὁ Θεός µου, πρὸς σὲ ὀρθρίζω· καὶ χωρὶς δὲ τούτων δεικνὺς, ὅτι ἕκαστον ἡµῶν τοσαύτην δίκαιον ὀφείλειν τῷ Χριστῷ χάριν, ὅσην ἂν εἰ καὶ δι' αὐτὸν µόνον ἦλθεν. Οὐ γὰρ ἂν παρῃτήσατο καὶ ὑπὲρ ἑνὸς τοσαύτην οἰκονοµίαν ἐπιδείξασθαι· οὕτως ἕκαστον ἄνθρωπον τοσούτῳ ἀγάπης µέτρῳ φιλεῖ, ὅσῳ τὴν οἰκουµένην ἅπασαν. Ἡ µὲν οὖν θυσία ὑπὲρ πάσης προσενήνεκτο τῆς φύσεως, καὶ ἱκανὴ πάντας ἦν σῶσαι· οἱ δὲ τῇ εὐεργεσίᾳ χρησάµενοι, οἱ πιστεύοντές εἰσι µόνοι. Ἀλλ' ὅµως οὐκ ἀπέστησεν αὐτὸν τῆς τοιαύτης οἰκονοµίας τὸ µὴ πάντας προσελθεῖν, ἀλλ' ὥσπερ τὸ ἄριστον τὸ ἐν τῷ Εὐαγγελίῳ πᾶσι µὲν ηὐτρέπιστο, ἐπειδὴ δὲ οὐκ ἠθέλησαν ἐλθεῖν οἱ κληθέντες, οὐ συνεῖλε τὰ προκείµενα, ἀλλ' ἑτέρους ἐκάλεσεν· οὕτω καὶ ἐνταῦθα πεποίηκε. Καὶ γὰρ καὶ τὸ πρόβατον τὸ τῶν ἐνενηκονταεννέα ἀποσπασθὲν, ἓν ἦν, ἀλλ' ὅµως οὐδὲ αὐτοῦ κατεφρόνησε. Τοῦτο δὲ αὐτὸ οὕτω πως καὶ περὶ Ἰουδαίων διαλεγόµενος ὁ Παῦλος αἰνίττεται, λέγων· Τί γὰρ, εἰ ἠπίστησάν τινες; µὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο. Γενέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης. Εἶτα αὐτὸς µὲν οὕτω σε ἠγάπησεν, ὡς καὶ ἑαυτὸν παραδοῦναι, καὶ οὐκ ἔχοντα σωτηρίας ἐλπίδα εἰς τοσαύτην καὶ τοιαύτην ζωὴν ἀγαγεῖν· σὺ δὲ µετὰ τοσαῦτα ἀγαθὰ πρὸς τὰ παλαιὰ παλινδροµεῖς; Ἐπειδὴ τοίνυν τὰ ἀπὸ τῶν λογισµῶν ἐνέθηκεν ἀκριβῶς, λοιπὸν ἐν ἀποφάσει σφοδρῶς ἀνακηρύττει, λέγων· Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ. Ἀκουέτωσαν οἱ ἔτι καὶ νῦν Ἰουδαΐζοντες, καὶ τῷ νόµῳ προσέχοντες. Καὶ γὰρ πρὸς ἐκείνους ταῦτα λέγεται. Εἰ γὰρ διὰ νόµου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε. Τί ταύτης τῆς ἁµαρτίας χαλεπώτερον; τί τῶν ῥηµάτων τούτων ἐντρεπτικώτερον; Εἰ γὰρ ἀπέθανεν ὁ Χριστὸς, εὔδηλον ὅτι διὰ τὸ µὴ ἰσχύειν τὸν νόµον ἡµᾶς δικαιοῦν· εἰ δὲ ὁ νόµος δικαιοῖ, περιττὸς ὁ τοῦ Χριστοῦ θάνατος. Καὶ πῶς ἂν ἔχοι λόγον, πρᾶγµα τοσοῦτον, τοσαύτης γέµον φρίκης, καὶ λογισµὸν ἀνθρώπινον ὑπερβαῖνον, καὶ µυστήριον οὕτως ἀπόῤῥητον, ὃ πατριάρχαιµὲν ὤδινον, προφῆται δὲ προὔλεγον, ἄγγελοι δὲ ἐξεπλήττοντο βλέποντες, κεφάλαιον δὲ τῆς τοῦ Θεοῦ κηδεµονίας παρὰ πᾶσιν ὡµολόγηται ὂν, τοῦτο εἰκῆ καὶµάτην γεγενῆσθαι λέγειν; Ἐννοήσας τοίνυν τὴν ὑπερβολὴν τῆς ἀτοπίας, εἰ τοσοῦτον πρᾶγµα καὶ τηλικοῦτον περιττῶς λέγοιεν γεγενῆσθαι( τοῦτο γὰρ καὶ ἀφ' ὧν ἐποίουνσυνίστατο), καὶ ὕβρει κατ' αὐτῶν κέχρηται, λέγων οὕτως·

Intertext edge

Open linked passage

Note