Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
1.0
Πολυµερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡµερῶν τούτων ἐλάλησεν ἡµῖν ἐν Υἱῷ· ὃν ἔθηκε κληρονόµον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.
1.1
Ὄντως ὅπου ἐπλεόνασεν ἡ ἁµαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Τοῦτο γοῦν καὶ ἐνταῦθα ἐν τῷ προοιµίῳ αἰνίττεται ὁ µακάριος Παῦλος πρὸς Ἑβραίους ἐπιστέλλων. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς τεταλαιπωρηµένους καὶ τετρυχωµένους ὑπὸ τῶν κακῶν, καὶ ἀπὸ τούτων τὰ πράγµατα κρίνοντας, λογίζεσθαι ἑαυτοὺςἐλάττους πάντων τῶν ἄλλων, δείκνυσι ταύτῃ µᾶλλον µείζονος ἀπολελαυκότας χάριτος καὶ σφόδρα ὑπερεχούσης, ἀπ' αὐτῆς τοῦ λόγου τῆς εἰσβολῆς διεγείρωντὸν ἀκροατήν.∆ ιὰ τοῦτό φησι· Πολυµερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡµερῶν τούτων ἐλάλησεν ἡµῖν ἐν Υἱῷ.∆ ιὰ τί µὴ ἀντέθηκεν ἑαυτὸν τοῖς προφήταις; καίτοι γε πολλῷ µείζων ἦν ἐκείνων, ὅσῳ καὶ µείζονα ἐπεπίστευτο. Ἀλλ' οὐ ποιεῖ τοῦτο, Τί δήποτε· Πρῶτον µὲν τὸ περὶ ἑαυτοῦ µεγάλα λέγειν παραιτούµενος· δεύτερον δὲ, διὰ τὸ τοὺς ἀκροατὰς µηδέπω εἶναι τελείους· καὶ τρίτον, ἐπᾶραι µᾶλλον αὐτοὺς βουλόµενος, καὶ δεῖξαι πολλὴν οὖσαν τὴν ὑπεροχήν. Ὡς ἂν εἰ ἔλεγε· Τί µέγα ὅτι προφήτας ἔπεµψε πρὸς τοὺς. 30] πατέρας ἡµῶν; ἔπεµψε γὰρ πρὸς ἡµᾶς αὐτὸν τὸν Υἱὸν αὐτοῦ τὸν µονογενῆ. Καὶ καλῶς ἤρξατο οὕτως εἰπών· Πολυµερῶς καὶ πολυτρόπως· δείκνυσι γὰρ ὅτι οὐδὲ αὐτοὶ οἱ προφῆται τὸν Θεὸν εἶδον· ὁ µέντοι Υἱὸς εἶδε. Τὸ γὰρ, Πολυµερῶς καὶ πολυτρόπως, τουτέστι, διαφόρως. Ἐγὼ γὰρ, φησὶν, ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡµοιώθην. Ὥστε οὐ κατὰ τοῦτο µόνον ἡ ὑπεροχὴ, ὅτι ἐκείνοις µὲν προφῆται ἀπεστάλησαν, ἡµῖν δὲ ὁ Υἱὸς, ἀλλ' ὅτι ἐκείνων µὲν οὐδεὶς εἶδε τὸν Θεὸν, ὁ δὲ Υἱὸςὁ µονογενὴς εἶδε. Καὶ εὐθέως µὲν αὐτὸ οὐ τίθησι, διὰ δὲ τῶν ἑξῆς αὐτὸ κατασκευάζει, ὅταν περὶ τῆς ἀνθρωπότητος λέγῃ· Πρὸς τίνα γὰρ τῶν ἀγγέλων εἴρηκεν· Υἱός µου εἶ σὺ, καὶ, Κάθου ἐκ δεξιῶν µου; Καὶ ὅρα τὴν σύνεσιν αὐτοῦ τὴν πολλήν· πρῶτον ἀπὸ προφητῶν δείκνυσι τὴν ὑπεροχήν· εἶτα ὡς ὁµολογούµενον ἐκεῖνο κατασκευάσας, ἀποφαίνεται λοιπὸν, ὅτι ἐκείνοις µὲν διὰ τῶν προφητῶν ἐλάλησεν, ἡµῖν δὲ διὰ τοῦ Μονογενοῦς. Εἰ δὲ καὶ δι' ἀγγέλων ἐκείνοις( καὶ γὰρ καὶ ἄγγελοι ὡµίλησαν Ἰουδαίοις)· ἀλλὰ κἀν τούτῳ τὸ πλέον ἡµεῖς ἔχοµεν, καὶ τοσοῦτον, ὅσον ἡµῖν µὲν∆ εσπότης, ἐκείνοις δὲ δοῦλοι· καὶ ἄγγελοι γὰρ καὶ προφῆται ὁµόδουλοι. Καὶ καλῶς εἶπεν· Ἐπ' ἐσχάτων τῶν ἡµερῶν· καὶ τοῦτο γὰρ αὐτοὺς διανίστησι, καὶ παρακαλεῖ ἀπειρηκότας λοιπόν. Ὥσπερ γὰρ ἀλλαχοῦ λέγει, ὅτι Ὁ Κύριος ἐγγὺς, µηδὲν µεριµνᾶτε· καὶ πάλιν, Νῦν γὰρ ἐγγύτερον ἡµῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσα µεν· οὕτω καὶ ἐνταῦθα. Τί οὖν ἐστιν ὃ λέγει; Ὅτι πᾶς ὁ ἐν τῷ ἀγῶνι καταναλωθεὶς, ἐπειδὰν ἀκούσῃ τοῦ ἀγῶνος τὸ τέλος, ἀναπνεῖ µικρὸν, εἰδὼς ὅτι τῶν πόνων µέν ἐστι τὸ τέλος, τῆς δὲἀναπαύσεως ἀρχή. Ἐπ' ἐσχάτων τῶν ἡµερῶν τούτων ἐλάλησεν ἡµῖν ἐν Υἱῷ. Ἰδοὺ πάλιν τὸ, Ἐν Υἱῷ, διὰ τοῦ Υἱοῦ, φησὶ, πρὸς τοὺς λέγοντας τῷ Πνεύµατι τοῦτο ἁρµόζειν. Ὁρᾷς ὅτι καὶ τὸ, ἐν, διὰ ἐστί; Καὶ τὸ, Πάλαι, καὶ τὸ, Ἐπ' ἐσχάτων τῶν ἡµερῶν, πάλιν ἕτερόν τι αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι πολλοῦ χρόνου γενοµένου µέσου, ὅτε ἐµέλλοµεν κολάζεσθαι, ὅτε ἐκλελοίπει τὰ χαρίσµατα, ὅτε προσδοκία σωτηρίας οὐκ ἦν, ὅτεπανταχόθεν προσεδοκῶµεν ἔλαττον ἔχειν, τότε πλέον ἐσχήκαµεν. Καὶ θέα πῶς συνετῶς αὐτὸ εἴρηκεν· οὐ γὰρ εἶπεν, Ὁ Χριστὸς ἐλάλησε, καίτοι γε αὐτὸς ἦν ὁ λαλήσας· ἀλλ' ἐπειδὴ ἀσθενεῖς αὐτῶν ἦσαν αἱ ψυχαὶ, καὶ οὐδέπω ἀκούειν ἠδύναντο τὰ περὶ τοῦ Χριστοῦ, Ἐλάλησεν ἡµῖν ἐν Υἱῷ, φησί. Τί λέγεις; ὁ Θεὸς διὰ τοῦ Υἱοῦ ἐλάλησε; Ναί. Ποῦ οὖν ἡ ὑπεροχή; ἐνταῦθα µὲν γὰρ ἔδειξας, ὅτι καὶ ἡ Καινὴ καὶ ἡ Παλαιὰ ἑνός ἐστι καὶ τοῦ αὐτοῦ, οὐ πολλὴν δὲ ταύτην ὑπεροχὴν οὖσαν.∆ ιὰ τοῦτο λοιπὸν τούτῳ ἐπεξέρχεται τῷ λόγῳ, λέγων· Ἐλάλησεν ἡµῖν ἐν Υἱῷ. Ὅρα πῶς αὐτὸ κοινοποιεῖ, καὶ ἐξισοῖ τοῖς µαθηταῖς ἑαυτὸν ὁ Παῦλος, λέγων· Ἐλάλησεν ἡµῖν. Καίτοι γε αὐτῷ οὐκ ἐλάλησεν, ἀλλὰ τοῖς ἀποστόλοις, καὶ δι' αὐτῶν τοῖς πολλοῖς. Ἀλλ' ἐπαίρει αὐτοὺς, καὶ δείκνυσιν, ὅτι καὶ αὐτοῖς ἐλάλησεν, ἅµα δὲ καθάπτεταί πως τῶν Ἰουδαίων. Σχεδὸν γὰρ ἅπαντες, οἷς ἐλάλησαν οἱ προφῆται, µοχθηροί τινες ἦσαν καὶ µιαροί. Καὶ οὔπω περὶ τούτων ποιεῖται τὸν λόγον, τέως δὲ περὶ τῶν ὑπηργµένων παρὰ τοῦ Θεοῦ δωρεῶν.∆ ιὰ τοῦτο καὶ ἐπάγει· Ὃν ἔθηκε κληρονόµον ἁπάντων. Ἐνταῦθα τὴν σάρκα φησί· καθὼς καὶ ὁ∆ αυῒδ ἐν τῷ δευτέρῳ ψαλµῷ λέγει· Αἴτησαι παρ' ἐµοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονοµίαν σου. Οὐκέτι γὰρ µερὶς Κυρίου Ἰακὼβ, οὐδὲ κλῆρος αὐτῷ ὁ Ἰσραὴλ, ἀλλὰ πάντες. Τί ἐστιν, Ὃν ἔθηκε κληρονόµον; Τουτέστι, τοῦτον Κύριον ἁπάντων ἐποίησεν. Ὃ καὶ ἐν ταῖς Πράξεσιν ὁ Πέτρος ἔφη· Καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε. Τῷ δὲ τοῦ κληρονόµου ὀνόµατι κέχρηται, δύο δηλῶν, καὶ τὸ τῆς υἱότητος γνήσιον, καὶ τὸ τῆς κυριότητος ἀναπόσπαστον. Κληρονόµον πάντων· τουτέστι, τοῦ κόσµου παντός. Εἶτα πάλιν ἐπὶ τὸ πρότερον ἐπανάγει τὸν λόγον·∆ ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.
1.2
Ποῦ εἰσιν οἱ λέγοντες, Ἦν ὅτε οὐκ ἦν; Εἶτα ἀναβαθµοῖς χρώµενος, τὸ πολλῷ τούτων µεῖζον ὕστερον φθέγγεται λέγων· Ὃς ὢν ἀπαύγασµα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήµατι τῆς δυνάµεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισµὸνποιησάµενος τῶν ἁµαρτιῶν ἡµῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς µεγαλωσύνης ἐν ὑψηλοῖς· τοσούτῳ κρείττων γενόµενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόµηκεν ὄνοµα. Βαβαὶ τῆς συνέσεως τῆς ἀποστολικῆς! µᾶλλον δὲ οὐ τὴν τοῦ Παύλου σύνεσιν, ἀλλὰ τὴν τοῦ Πνεύµατός ἐστι θαυµάσαι χάριν ἐνταῦθα. Οὐ γὰρ δὴ ἐξ οἰκείας διανοίας ταῦτα ἐφθέγξατο, οὐδὲ τοσαύτην σοφίαν ἐξ ἑαυτοῦ εὗρεν· πόθεν γάρ; ἀπὸ τῆς σµίλης γὰρ καὶ τῶν δερµάτων, ἢ τοῦ ἐργαστηρίου; ἀλλὰ θείας ἐνεργείας ἦν τὸ οὕτως εἰπεῖν. Οὐ γὰρ αὐτοῦ ταῦτα τὰ νοήµατα ἔτικτεν ἡ διάνοια, τότε µὲν οὕτω ταπεινὴ καὶ εὐτελὴς οὖσα, ὡς τῶν ἀγοραίων µηδὲν ἔχειν πλέον· πῶς γὰρ ἡ περὶ συµβόλαια καὶ δέρµατα καταναλωθεῖσα; ἀλλ' ἡ τοῦ Πνεύµατος χάρις, ἢ δι' ὧν ἂν ἐθέλῃ τὴν ἰσχὺν αὐτῆς ἐπιδείκνυται. Καθάπερ γὰρ εἰς ὑψηλὸν τόπον τινὰ, καὶ πρὸς αὐτὴν τοῦ οὐρανοῦ φθάνοντα τὴν κορυφὴν, εἴ τις παιδίον µικρὸν ἀναγαγεῖν βούλοιτο, ἠρέµα καὶ κατὰµικρὸν τοῦτο ποιεῖ, διὰ τῶν κάτωθεν βαθµῶν αὐτὸ ἀνάγων· εἶτα ἐπειδὰν ἄνω στήσῃ, καὶ κελεύσῃ κάτω προσέχειν, καὶ ἴδῃ ἰλιγγιῶν καὶ θορυβούµενον καὶ σκοτοδινιῶν, λαβόµενος αὐτοῦ κατάγει πάλιν ἐπὶτὸ ταπεινότερον, παρέχων ἀναπνεῦσαι· εἶτα ὅταν ἀνακτήσηται αὐτὸ, πάλιν ἀνάγει, καὶ πάλιν κατάγει· οὕτω δὴ καὶ ὁ µακάριος Παῦλος ἐποίησε καὶ ἐπὶ τῶν Ἑβραίων καὶ πανταχοῦ, παρὰ τοῦ διδασκάλου τοῦτο µαθών. Καὶ γὰρ καὶ αὐτὸς οὕτως ἐποίησε, ποτὲ µὲν ἀνάγων εἰς ὕψος, ποτὲ δὲ κατάγων τοὺς ἀκροατὰς, καὶ οὐκ ἀφεὶς ἐπιπολὺ κατὰ τὸ αὐτὸ ἐγχρονίζειν. Ὅρα γοῦν αὐτὸν καὶ ἐνταῦθα, δι' ὅσων αὐτοὺς ἀναγαγὼν ἀναβαθµῶν, καὶ πρὸς αὐτὴν στήσας τὴν κορυφὴν τῆς εὐσεβείας, πρὶν ἰλιγγιᾶσαι καὶσκοτοδινίᾳ ἁλῶναι, πῶς κατάγει πάλιν αὐτοὺς κατώτερον, καὶ διδοὺς ἀναπνεῦσαι, φησίν· Ἐλάλησεν ἡµῖν ἐν Υἱῷ· καὶ πάλιν, Ὃν ἔθηκε κληρονόµον πάντων. Τὸ γὰρ τοῦ Υἱοῦ ὄνοµα τέως κοινόν. Ἔνθα µὲν γὰρ ἂν γνήσιος ὑπονοῆται, πάντων ἐστὶν ἀνώτερος· τέως δὲ ὅπως ἂν ᾖ, κατασκευάζει λοιπὸν καὶ δείκνυσιν ὅτι ἄνωθέν ἐστιν. Ὅρα δὲ καὶ πῶς πρῶτον ἐπὶ τὸν ταπεινότερον βαθµὸν ἵστησι λέγων· Ὃν ἔθηκε κληρονόµον πάντων· τὸ γὰρ, Κληρονόµον ἔθηκε, ταπεινόν· εἶτα ἐπὶ τὸν ἀνώτερον, ἐπαγαγών·∆ ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν· εἶτα ἐπὶ τὸν ὑψηλότερον, καὶ µεθ' ὃν οὐκ ἔστιν ἕτερος· Ὃς ὢν ἀπαύγασµα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Ὄντως εἰς ἀπρόσιτον φῶς ἤγαγεν, εἰς αὐτὸ τὸ ἀπαύγασµα. Καὶ πρὶν ἢ σκοτωθῆναι, ὅρα πῶς πάλιν ἠρέµα κατάγει λέγων· Φέρων τε τὰ πάντα τῷ ῥήµατι τῆς δυνάµεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισµὸν ποιησάµενος τῶν ἁµαρτιῶν ἡµῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς µεγαλωσύνης. Οὐχ ἁπλῶς εἶπεν· Ἐκάθισεν, ἀλλὰ, Μετὰ τὸν καθαρισµὸν ἐκάθισεν. Ἐπελάβετο γὰρ τῆς σαρκώσεως· καὶ πάλιν ταπεινὰ φθέγγεται. Εἶτα πάλιν φθεγξάµενός τι ὑψηλὸν, Ἐν δεξιᾷ γὰρ, φησὶ, τῆς µεγαλωσύνης ἐν ὑψηλοῖς, πάλιν φθέγγεται τὸ ταπεινὸν διὰ τῆς ἐπαγωγῆς τῆς, Τοσούτῳκρείττων γενόµενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόµηκεν ὄνοµα. Ἐνταῦθα γὰρ καὶ περὶ τῆς κατὰ σάρκα οἰκονοµίας διαλέγεται· τὸ γὰρ, Κρείττων γενόµενος, οὐκ οὐσίας δηλωτικόν ἐστι τῆς κατὰ Πατέρα· ἐκείνη γὰρ οὐκ ἐγένετο, ἀλλὰ γεγέννηται· ἀλλὰ τῆς κατὰ σάρκα· αὕτη γὰρ ἐγένετο. Ἀλλ' οὐ περὶ οὐσιώσεως νῦν ὁ λόγος αὐτῷ· ἀλλ' ὥσπερ Ἰωάννης λέγων· Ὁ ὀπίσω µου ἐρχόµενος, ἔµπροσθέν µου γέγονεν, ὅτι πρῶτός µου ἦν, τοῦτο δηλοῖ, ὅτι ἐντιµότερος καὶ λαµπρότερος· οὕτω καὶ ἐνταῦθα Παῦλος εἰπών· Τοσούτῳ κρείττων γενόµενος ἀγγέλων, ὅτι βελτίων ἐδήλωσε καὶ εὐδοκιµώτερος, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόµηκεν ὄνοµα. Ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα ὁ λόγος ἦν; τοῦτο γὰρ τὸ ὄνοµα, ὁ Θεὸς Λόγος, ἀεὶ εἶχεν, οὐχ ὕστερον ἐκληρονόµησεν, οὐδὲ τότε τῶν ἀγγέλων κρείττων ἐγένετο, ὅτε καθαρισµὸν τῶνἁµαρτιῶν ἡµῶν ἐποιήσατο, ἀλλ' ἀεὶ κρείττων ἦν, καὶ κρείττων ἀσυγκρίτως. Περὶ δὲ τοῦ κατὰ σάρκα τοῦτο εἴρηται. Οὕτω γοῦν καὶ ἡµῖν ἔθος περὶ ἀνθρώπου διαλεγοµένοις, καὶ ὑψηλὰ καὶ ταπεινὰ φθέγγεσθαι. Ὅταν µὲν γὰρ λέγωµεν, Οὐδὲν ἄνθρωπος, γῆ ἄνθρωπος, σποδὸς ἄνθρωπος, ἀπὸ τοῦ χείρονος τὸ πᾶν καλοῦµεν· ὅταν δὲ λέγωµεν, Ἀθάνατον ζῶον ὁ ἄνθρωπος, καὶ λογικὸς ὁ ἄνθρωπος, καὶ ὅτι τῶν ἄνω συγγενὴς, ἀπὸ τοῦ κρείττονος τὸ πᾶν πάλιν καλοῦµεν. Οὕτω καὶ περὶ τοῦ Χριστοῦ, ποτὲ µὲν ἀπὸ τοῦ ἐλάττονος, ποτὲ δὲ ἀπὸ τοῦ κρείττονος διαλέγεται ὁ Παῦλος, καὶ τὴν οἰκονοµίαν συστῆσαι βουλόµενος, καὶπερὶ τῆς ἀκηράτου διδάξαι φύσεως.
1.3
Ἐπεὶ οὖν καθαρισµὸν ἐποίησε τῶν ἁµαρτιῶν ἡµῶν, µένωµεν καθαροὶ, καὶ µηδεµίαν δεξώµεθα κηλῖδα, ἀλλὰ τὸ κάλλος, ὅπερ ἡµῖν ἐνέθηκε, καὶτὴν εὐπρέπειαν διαφυλάττειν οὕτω σπουδάζωµεν ἀµόλυντον καὶ καθαρὰν, ὥστε µηδένα σπῖλον ἔχειν ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Σπῖλος γάρ ἐστι καὶ ῥυτὶς καὶ τὰ µικρὰ τῶν ἁµαρτηµάτων· οἷόν τι λέγω, λοιδορία, ὕβρις, ψεῦδος· µᾶλλον δὲ οὐδὲ ταῦτα µικρὰ, ἀλλὰ καὶ σφόδρα µεγάλα, καὶ οὕτω µεγάλα, ὡς καὶ τῆς βασιλείας ἀποστερεῖν τῶν οὐρανῶν. Πῶς καὶ τίνι τρόπῳ; Ὁ καλῶν τὸν ἀδελφὸν αὑτοῦ µωρὸν, ἔνοχός ἐστι, φησὶν, εἰς τὴν γέενναν τοῦ πυρός. Εἰ δὲ ὁ µωρὸν καλῶν, ὃ δοκεῖ πάντων εἶναι κουφότερον, καὶ παίδων ὁµιλία· ὁ κακοήθη καλῶν καὶ κακοῦργον καὶ βάσκανον, καὶ µυρίοις ἑτέροις βάλλων ὀνείδεσι, τίνα οὐχ ὑποστήσεται κολάσεως δίκην; τί φρικωδέστερον τούτου; Ἀλλ' ἀνάσχεσθε, παρακαλῶ, τοῦ λόγου. Εἰ γὰρ ὁ ποιῶν ἑνὶ τῶν ἐλαχίστων, αὐτῷ ποιεῖ, καὶ ὁ µὴ ποιῶν ἑνὶ τῶν ἐλαχίστων, αὐτῷ οὐ ποιεῖ· πῶς οὐχὶ καὶ ἐπὶ τῆς εὐφηµίας, καὶ ἐπὶ τῆς κατηγορίας ταὐτόν ἐστιν; Ὁ ὑβρίζων γὰρ τὸν ἀδελφὸν αὑτοῦ, τὸν Θεὸν ὕβρισε· καὶ ὁ τιµῶν τὸν ἀδελφὸν αὑτοῦ, τὸν Θεὸν τιµᾷ.
1.4
Παιδεύωµεν οὖν τὴν γλῶτταν εὔφηµον εἶναι· Παῦσον γὰρ, φησὶ, τὴν γλῶσσάν σου ἀπὸ κακοῦ. Οὐ γὰρ διὰ τοῦτο αὐτὴν ἔδωκεν ὁ Θεὸς, ἵνα κατηγορῶµεν, ἵνα ὑβρίζωµεν, ἵνα ἀλλήλους διαβάλλωµεν· ἀλλ' ἵνα τὸν Θεὸν ὑµνῶµεν, ἵνα ταῦτα λαλῶµεν ἃ δίδωσι χάριν τοῖς ἀκούουσι, τὰ πρὸς οἰκοδοµὴν, τὰ πρὸς ὠφέλειαν. Εἶπες τὸν δεῖνα κακῶς; τί κερδαίνεις καὶ σαυτὸν µετ' ἐκείνου βλάβῃ περιβάλλων; δόξαν γὰρ ἔλαβες κακηγόρου. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν κακὸν, ὃ µέχρι τοῦ πάσχοντος ἵσταται, ἀλλὰ καὶ τὸν ποιοῦντα περιλαµβάνει· οἷον, ὁ βάσκανος δοκεῖ µὲν ἐπιβουλεύειν ἑτέρῳ, πρότερος δὲ αὐτὸς ἀπολαύει τῆς ἀδικίας, τηκόµενος καὶ φθειρόµενος, καὶ παρὰ πάντων µισούµενος. Ὁ πλεονέκτης ἀποστερεῖ χρήµατα ἕτερον, ἀλλὰ καὶ τὸ φιλεῖσθαι ἑαυτόν· µᾶλλον δὲ παρὰ πάντων ποιεῖ κακηγορεῖσθαι. Πολλῷ δὲ κρείττων ἀγαθὴ δόξα χρηµάτων· τὴν µὲν γὰρ οὐ ῥᾴδιον ἀπονίψασθαι, τὰ δὲ ῥᾴδιον ἀποκτήσασθαι· µᾶλλον δὲ, τὰ µὲν οὐ παρόντα οὐδὲν τὸν οὐκ ἔχοντα ἔβλαψεν· ἡ δὲ µὴ παροῦσα ἐπονείδιστον ποιεῖ καὶ καταγέλαστον, καὶ πᾶσιν ἐχθρὸν καὶ πολέµιον. Ὁ ὀργίλος πάλιν πρότερον ἑαυτὸν τιµωρεῖται σπαράττων, καὶ τότε ἐκεῖνον ᾧ ὀργίζεται. Οὕτως ὁ κακήγορος πρότερον ἑαυτὸν αἰσχύνει, καὶ τότε τὸν κακηγορούµενον· ἢ οὐδὲ τοῦτο ἴσως δεδύνηται, ἀλλ' ἀπῆλθεν οὗτος µὲν µιαροῦ τινος καὶ καταπτύστου δόξαν λαβὼν, ἐκεῖνον δὲ µᾶλλον φιλεῖσθαι παρασκευάζων. Ὅταν γὰρ ἀκούων κακῶς, µὴ τοῖς αὐτοῖς αὐτὸν ἀµύνηται, ἀλλ' ἐπαινῇ καὶ θαυµάζῃ· οὐκ ἐκεῖνον ἐπαινέσεται, ἀλλ' ἑαυτόν. Ὥσπερ γὰρ, ὅπερ ἔφθην εἰπὼν, αἱ κατὰ τῶν πλησίον κακηγορίαι τῶν ἐπιβουλευόντων ἅπτονται πρῶτον· οὕτω καὶ τὰ εἰς τοὺς πλησίον ἀγαθὰ τοὺς ἐργαζοµένους εὐφραίνει πρῶτον. Ὁ γὰρ τίκτων καὶ τὸ καλὸν καὶ τὸ κακὸν, εἰκότως πρῶτος αὐτὸς ἀπολαύει· καὶ καθάπερ ὕδωρ πηγαῖον τό τε ἁλµυρὸν, τό τε πότιµον, καὶ τὰ τῶν προσαγόντων ἀγγεῖα πληροῖ, καὶ τὴν πηγὴν οὐκ ἐλαττοῖ τὴν ἐκφέρουσαν· οὕτω δὴ καὶ κακία καὶ ἀρετὴ, ὅθεν ἂν ἐξίῃ, ἐκεῖνον καὶ εὐφραίνει καὶ ἀπόλλυσι. Καὶ ταῦτα µὲν ἐνταῦθα. Τὰ δὲ ἐκεῖ τίς διηγήσεται λόγος, ἢ τὰ ἀγαθὰ, ἢ τὰ κακά; Οὐκ ἔστιν οὐδείς. Τὰ χρηστὰ µὲν γὰρ καὶ πάντα νοῦν ὑπερβαίνει, οὐχὶ λόγον µόνον· τὰ ἐναντία δὲ εἴρηται µὲν τοῖς ὀνόµασι τοῖς συντρόφοις ἡµῖν· πῦρ γὰρ, φησὶν, ἐστὶν ἐκεῖ καὶ σκότος καὶ δεσµὰ καὶ σκώληξ ἀτελεύτητος· οὐ ταῦτα δὲ µόνον παρίστησιν, ἅπερ εἴρηται, ἀλλ' ἕτερα χαλεπώτερα. Καὶ ἵνα µάθῃς, εὐθέως τοῦτο σκόπησον πρῶτον. Εἰπὲ γὰρ, εἰ πῦρ ἐστι, πῶς καὶ σκότος ἐστίν; Ὁρᾷς ὅτι χαλεπώτερον τούτου τὸ πῦρ ἐκεῖνο; οὐ γὰρ ἔχει φῶς. Εἰ πῦρ ἐστι, πῶς ἀεὶ κατακαίει; Ὁρᾷς ὅτι χαλεπώτερον τούτου τυγχάνει; οὐ γὰρ σβέννυται· διὰ γὰρ τοῦτο ἄσβεστον λέγεται. Ἐννοήσωµεν τοίνυν ὅσον ἐστὶ κακὸν κατακαίεσθαι διαπαντὸς, καὶ ἐν σκότῳ εἶναι, καὶ µυρία οἰµώζειν, καὶ βρύχειν τοὺς ὀδόντας, καὶ µηδὲ ἀκούεσθαι. Εἰ γὰρ εἰς δεσµωτήριόν τις ἐµβληθεὶς ἐνταῦθα τῶν εὐγενῶς τεθραµµένων, τὴν δυσωδίαν µόνον, καὶ τὸ ἐν σκότῳ κεῖσθαι, καὶ τὸ µετὰ ἀνδροφόνωνδεδέσθαι, παντὸς θανάτου χαλεπώτερον εἶναί φησιν· ἐννόησον τί ἐστιν, ὅταν µετὰ τῶν τῆς οἰκουµένης ἀνδροφόνων κατακαιώµεθα, µήτε ὁρῶντες µήτε ὁρώµενοι, ἀλλ' ἐν πλήθει τοσούτῳ νοµίζοντες εἶναι µόνοι. Τὸ γὰρ σκότος καὶ τὸ ἀλαµπὲς οὐκ ἀφίησιν οὐδὲ τοὺς πλησίον ἡµᾶς διαγινώσκειν· ἀλλ' ὡς µόνος τοῦτο πάσχων ἕκαστος, οὕτω διακείσεται. Εἰ δὲ σκότος θλίβει καθ' ἑαυτὸ τὰς ἡµετέρας ψυχὰς καὶ θορυβεῖ· τί ἔσται ἄρα, ὅταν µετὰ τοῦ σκότους καὶ ὀδύναι τοσαῦται ὦσι καὶ ἐµπρησµοί;∆ ιὸ δέοµαι ταῦτα διαπαντὸς στρέφειν παρ' ἑαυτοῖς, καὶ τῆς ἀπὸ τῶν ῥηµάτων λύπης ἀνέχεσθαι, ἵνα µὴ τὴν διὰ τῶν πραγµάτων ὑποµείνωµεν τιµωρίαν. Πάντως γὰρ ταῦτα πάντα ἔσται, καὶ τοὺς ἄξια πράξαντας τῶν ἐκεῖ κολαστηρίων οὐδεὶς ἐξαιρήσεται, οὐ πατὴρ, οὐ µήτηρ, οὐκ ἀδελφὸς, κἂνπολλὴν παῤῥησίαν ἔχῃ, κἂν µεγάλα ἰσχύῃ πρὸς τὸν Θεόν. Ἀδελφὸς γὰρ οὐ λυτροῦται, φησί· λυτρώσεται ἄνθρωπος; Αὐτὸς γάρ ἐστιν ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καὶ ἀπὸ τούτων καὶ σωθῆναι ἔνι καὶ κολασθῆναι. Ποιήσατε ὑµῖν φίλους ἐκ τοῦ µαµωνᾶ τῆς ἀδικίας. Οὐκοῦν ὑπακούσωµεν,∆ εσποτικὴ γάρ ἐστιν ἐντολὴ, καὶ τὰ περιττὰ τοῦ πλούτου εἰς τοὺς δεοµένους σκορπίσωµεν· ἐργασώµεθα ἐλεηµοσύνην, ἕως ἐσµὲν κύριοι· τοῦτο γάρ ἐστι τὸ, φίλους ποιεῖν ἐκ τοῦ µαµωνᾶ· κενώσωµεν τὰ χρήµατα εἰς τοὺς πένητας, ἵνα κενώσωµεν ἐκεῖνο τὸ πῦρ, ἵνα σβέσωµεν αὐτὸ, ἵνα ἔχωµεν παῤῥησίαν ἐκεῖ. Καὶ γὰρ ἐκεῖ οὐχ οὗτοί εἰσιν οἱ δεχόµενοι ἡµᾶς, ἀλλὰ τὸ ἔργον τὸ ἡµέτερον. Ὅτι γὰρ οὐχ ἁπλῶς τὸ φίλους ἡµῖν τούτους εἶναι σῶσαι δύναται, ἔνι τοῦτο µαθεῖν ἀπὸ τῆς προσθήκης.∆ ιὰ τί γὰρ οὐκ εἶπε, Ποιήσατε ὑµῖν φίλους, ἵνα δέξωνται ὑµᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνὰς, ἀλλὰ προσέθηκε καὶ τὸν τρόπον; εἰπὼν γὰρ, Ἐκ τοῦ µαµωνᾶ τῆς ἀδικίας, ἔδειξεν ὅτι ἀπὸ τῶν χρηµάτων προσήκει ποιῆσαι τούτους φίλους, δηλῶν ὅτι οὐχ ἁπλῶς προστήσεται ἡµῶν φιλία, ἐὰν µὴ ἔργα ἔχωµεν ἀγαθὰ, ἐὰν µὴ τὸν ἀδίκως συλλεγέντα πλοῦτον δικαίως κενώσωµεν. Οὗτος δὲ ὁ λόγος ἡµῖν ὁ τῆς ἐλεηµοσύνης οὐ πρὸς τοὺς πλουσίους µόνον ἁρµόσει, ἀλλὰ καὶ πρὸς τοὺς πένητας. Κἂν ᾖ τις ἐκ τοῦ προσαιτεῖν τρεφόµενος, καὶ πρὸς αὐτόν ἐστιν ὁ λόγος οὗτος· οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὕτως οὐδεὶς πένης, κἂν σφόδρα πένης ᾖ, ὡς δύο λεπτῶν µὴ εὐπορεῖν. Ἔνεστι γοῦν καὶ ἐξ ὀλίγων ὀλίγα δόντα, τοὺς πολλὰ κεκτηµένους ὑπερβαλέσθαι πλείονα διδόντας· καθάπερ κἀκείνη ἡ χήρα. Οὐ γὰρ τῷ µέτρῳ τῶν διδοµένων, ἀλλὰ τῇ δυνάµει καὶ τῇ προαιρέσει τῶν διδόντων κρίνεται τῆς ἐλεηµοσύνης τὸ µέγεθος. Ὥστε πανταχοῦ προαιρέσεως ἡµῖν δεῖ, πανταχοῦ τῆς πρὸς τὸν Θεὸν ἀγάπης. Ἐὰν µετὰ ταύτης ἅπαντα πράττωµεν, κἂν µικρὰ ἔχοντες µικρὰ δῶµεν, οὐκ ἀποστρέψει ὁ Θεὸς τὸ πρόσωπον αὑτοῦ, ἀλλὰ δέξεται ὡς µεγάλα καὶ θαυµαστά. Τῇ γὰρ προαιρέσει, οὐ τοῖς διδοµένοις προσέχει· κἂν ἐκείνην ἴδῃ µεγάλην οὖσαν, ταύτῃ τίθεται τὰς ψήφους καὶ κρίσεις, καὶ τῶν αἰωνίων ἀγαθῶν ποιεῖ µετόχους· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.