Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 22 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
22.0
Πίστει νοοῦµεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήµατι τοῦ Θεοῦ, εἰςτὸµὴ ἐκ φαινοµένων τὰ βλεπό µενα γεγονέναι. Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι' ἧς ἐµαρτυ ρήθη εἶναι δίκαιος, µαρτυροῦντος ἐπὶ τοῖς δώ ροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι' αὐτῆς ἀποθα νὼν ἔτι λαλεῖται.
22.1
Τὸ τῆς πίστεως γενναίας καὶ νεανικῆς δεῖται ψυχῆς καὶ πάντα ὑπερβαινούσης τὰ αἰσθητὰ, καὶ τὴν ἀσθένειαν τῶν λογισµῶν τῶν ἀνθρωπίνων παρερχοµένης. Οὐ γὰρ ἔστιν ἑτέρως γενέσθαι πιστὸν, ἂν µή τις ἑαυτὸν τῆς συνηθείας ὑπεραναγάγῃ τῆς κοινῆς. Ἐπεὶ οὖν αἱ τῶν Ἑβραίων ἦσαν ἐξησθενηµέναι ψυχαὶ, καὶ ἀπὸ πίστεως µὲν ἤρξατο, ὑπὸ δὲ τῶν πραγµάτων, λέγω δὴ τῶν παθῶν καὶ τῶνθλίψεων, ὠλιγοψύχουν λοιπὸν καὶ ἐµικροψύχουν καὶ παρεσαλεύοντο, πρῶτον µὲν αὐτοὺς ἀπὸ τῶν ἑαυτῶν παρεκάλεσεν, εἰπὼν, Ἀναµνήσθητε τὰς πρότερον ἡµέρας· ἔπειτα· ἀπὸ τῆς Γραφῆς τῆς λεγούσης, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· ἔπειτα ἀπὸ τῶν λογισµῶν, εἰπὼν, Ἔστι δὲ πίστις, ἐλπιζοµένων ὑπόστασις, πραγµάτων ἔλεγχος οὐ βλεποµένων. Νῦν δὲ πάλιν ἀπὸ τῶν προπατόρων, τῶν µεγάλων ἀνδρῶν, τῶν θαυµαστῶν ἐκείνων, µονονουχὶ λέγων· Εἰ ἔνθα παρὰ πόδας τὰ ἀγαθὰ, πάντες πίστει ἐσώθησαν, πολλῷ µᾶλλον ἡµεῖς. Ὅταν γὰρ εὕρῃ τῶν αὐτῶν κοινωνὸν ἡ ψυχὴ, ἀναπαύεται καὶ ἀναπνεῖ. Τοῦτο καὶ ἐπὶ τῆς πίστεως, τοῦτο καὶ ἐπὶ θλίψεως ἔστιν ἰδεῖν συµβαῖνον· καθὼς ἀλλαχοῦ φησιν· Εἰς τὸ συµπαρακληθῆναι ἐν ὑµῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως. Σφόδρα γὰρ ἄπιστον τὸ γένος τὸ ἀνθρώπινον, καὶ ἑαυτῷ οὐ δύναται θαῤῥεῖν, καὶ δέδοικεν ὑπὲρ ὧν ἂν κρίνῃ· ὅτι ἔχει, καὶ πολλὴν ἔχει τῆς τῶν πολλῶν δόξης φροντίδα. Τί οὖν ὁ Παῦλος ποιεῖ; Ἀπὸ τῶν προτέρων αὐτοὺς παρακαλεῖ, καὶ πρὸ τούτων, ἀπὸ τῆς κοινῆς ἐννοίας. Ἐπειδὴ γὰρ ἡ πίστις τότε διεβάλλετο ὡς ἀναπόδεικτον πρᾶγµα, καὶ ἀπάτης µᾶλλον ὂν, διὰ τοῦτο δείκνυσιν, ὅτι τὰ µέγιστα διὰ πίστεως, καὶ οὐ διὰλογισµῶν κατορθοῦται. Καὶ πῶς τοῦτο δείκνυσιν, εἰπέ µοι; Πίστει νοοῦµεν, εἰπὼν, κατηρτίσθαι τοὺς αἰῶνας ῥήµατι Θεοῦ, εἰς τὸ µὴ ἐκ φαινοµένων τὰ βλεπόµενα γεγονέναι.∆ ῆλον, φησὶν, ἐστὶν, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ Θεὸς, ἐκ τῶν µὴ φαινοµένων τὰ φαινόµενα, ἐκ τῶν οὐχ ὑφεστώτων τὰ ὑφεστῶτα. Πόθεν δὲ δῆλον, ὅτι καὶ ῥήµατι τοῦτο ἐποίησεν; ὁ µὲν γὰρ λογισµὸς οὐδὲν ὑποβάλλει τοιοῦτον, ἀλλὰ καὶ τοὐναντίον ἐκ τῶν φαινοµένων τὰ µὴ φαινόµενα εἶναι.∆ ιὰ τοῦτο µάλιστα οἱ φιλόσοφοι οὐδέν φασιν ἐξ οὐκ ὄντων εἶναι, ψυχικοὶ ὄντες, καὶ οὐδὲν τῇ πίστει ἐπιτρέποντες· ἁλίσκονται δὲ καὶ αὐτοὶ ὅµως, ὅταν µέγα τι καὶ γενναῖον εἴπωσι, τῇ πίστει αὐτὸ ἐπιτρέποντες· οἷον, λέγουσιν ὅτι ὁ Θεὸς ἄναρχός ἐστι καὶ ἀγέννητος· ὁ γὰρ λογισµὸς οὐχ ὑποβάλλει τοῦτο, ἀλλὰ τοὐναντίον. Θέα δέ µοι καὶ τὴν πολλὴν µωρίαν αὐτῶν. Τὸν Θεὸν ἄναρχον λέγουσιν· ὃ τοῦ ἐξ οὐκ ὄντων πολλῷ θαυµασιώτερον. Τοῦ γὰρ εἰπεῖν, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ὁ Θεὸς ἐποίησε, τὸ εἰπεῖν, ὅτι ἄναρχός ἐστιν, ὅτι ἀγέννητος, οὔτε ὑφ' ἑαυτοῦ, οὔτε ὑφ' ἑτέρου γεννηθεὶς, ἀπορώτερον. Ἐνταῦθα µὲν γὰρ πολλὰ τὰ πιστά· οἷον, ὅτι ἐποίησέ τι, ὅτι ἀρχὴν ἔσχε τὸ ποιούµενον, ὅτι ἐποιήθη ὅλως· ἐκεῖ δὲ τὸ, αὐτόµατος, ἀγέννητος, οὔτε ἀρχὴν ἔσχεν, οὔτε χρόνον, ταῦτα οὐχὶ πίστεως δεῖται, εἰπέ µοι; Ἀλλ' οὐκ ἔθηκε τοῦτο ὃ πολλῷ πλέον ἦν, ἀλλὰ τὸ ἔλαττον, εἰπών· Πίστει νοοῦµεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήµατι Θεοῦ. Πόθεν οὖν λέγεις δῆλον, ὅτε ὁ Θεὸς ῥήµατι πάντα ἐποίησε; λογισµὸς γὰρ τοῦτο οὐχ ὑποβάλλει, οὐδὲ παρῆν τις ὅτε ταῦτα ἐγίνετο. Ὑπὸ πίστεως· πίστεως γὰρ ἔργον ἡ κατανόησις.∆ ιὸ καὶ οὕτως εἶπε, Πίστει νοοῦµεν. Τί νοοῦµεν πίστει, εἰπέ; Ὅτι µὴ ἐκ φαινοµένων τὰ βλεπόµενα γέγονε· τοῦτο γὰρ ἡ πίστις. Εἰπὼν δὴ τὸ κοινὸν, λοιπὸν ἐπὶ προσώπων αὐτὸ γυµνάζει. Καὶ γὰρ τῆς οἰκουµένης ἐστὶν ἀντάξιος ἔνδοξος ἀνήρ. Τοῦτο γοῦν καὶ ὕστερον ᾐνίξατο. Ἐπειδὴ γὰρ ἐπὶ προσώπων αὐτὸ ἑκατὸν ἢ διακοσίων ἀντέστησεν, εἶτα εἶδε τὸν ἀριθµὸν ὀλίγον τῇ ποσότητι, λοιπόν φησιν· Ὧν οὐκ ἦν ἄξιος ὁ κόσµος. Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ. Θέα τίνα πρῶτον τίθησι, τὸν παθόντα κακῶς, καὶ παρὰ ἀδελφοῦ οὐδὲν ἠδικηµένου, ἀλλὰ διὰ τὸν Θεὸν φθονηθέντος. Οὐκοῦν οἰκεῖον τὸ πάθος. Καὶ γὰρ ὑµεῖς τὰ αὐτὰ, φησὶν, ἐπάθετε ὑπὸ τῶν οἰκείων συµφυλετῶν. Ἅµα καὶ δείκνυσιν ὅτι καὶ αὐτοὶ βασκαίνονται καὶ φθονοῦνται. Ἐτίµησεν ἐκεῖνος τὸν Θεὸν, καὶ ἀπέθανεν ἀνθ' ὧν ἐτίµησε, καὶ οὐδέπω ἀναστάσεως ἔτυχεν· ἀλλ' ἡ µὲν προθυµία αὐτοῦ δήλη, καὶ τὰ παρ' αὐτοῦ γέγονε, τὰ δὲ παρὰ τοῦ Θεοῦ οὐδέπω εἰς αὐτὸν εἰσενήνεκται. Θυσίαν δὲ ἐνταῦθα πλείονα τὴν ἐντιµοτέραν λέγει, τὴν λαµπροτέραν, τὴν ἀναγκαιοτέραν. Καὶ οὐκ ἔχοµεν, φησὶν, εἰπεῖν, ὅτι οὐκ ἀπεδέχθη· ἀπεδέξατο γὰρ, καὶ εἶπε πρὸς τὸν Κάϊν· Οὒκ, ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ µὴ διέλῃς. Οὐκοῦν ὁ Ἄβελ καὶ ὀρθῶς προσήνεγκε, καὶ ὀρθῶς διεῖλεν. Ἀλλ' ὅµως ἀντὶ τούτων τίνα τὴν ἀµοιβὴν ἔλαβεν; Ἐσφάγη παρὰ τῆς ἀδελφικῆς χειρός· καὶ τὴν καταδίκην, ἣν ὁ πατὴρ ὑπέµεινε διὰ τὴν ἁµαρτίαν, ταύτην πρῶτος ἐδέξατο υἱὸς ὁ κατορθώσας, καὶ τοσούτῳ χαλεπὰ ἔπαθεν ὅσῳ καὶ παρὰἀδελφοῦ καὶ πρῶτος. Καὶ ταῦτα κατώρθωσεν εἰς οὐδένα ἰδών· εἰς τίνα γὰρ εἶδε, καὶ οὕτως ἐτίµησε τὸν Θεόν; εἰς τὸν πατέρα καὶ τὴν µητέρα; ἀλλ' ἐκεῖνοι ὕβρισαν αὐτὸν ἀντὶ τῶν εὐεργεσιῶν. Ἀλλ' εἰς τὸν ἀδελφόν; ἀλλὰ καὶ οὗτος ἠτίµασεν. Ὥστε παρ' ἑαυτοῦ τὸ ἀγαθὸν ἐξεῦρε. Καὶ ὁ τοσαύτης ὢν τιµῆς ἄξιος, τί δὴ πάσχει; Ἀναιρεῖται. Εἶτα καὶ ἄλλο ἐγκώµιον τίθησι λέγων·∆ ι' ἧς ἐµαρτυρήθη εἶναι δίκαιος, µαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ. Πῶς δὲ καὶ ἄλλως ἐµαρτυρήθη εἶναι δίκαιος; Λέγεται πῦρ κατελθὸν ἀναλαβεῖν τὰς θυσίας· ἀντὶ γὰρ τοῦ, Ἐπὶ Ἄβελ ἐπέβλεψε, καὶ ἐπὶ τὰς θυσίας αὐτοῦ ὁ Κύριος, Καὶ ἐνεπύρισεν, εἶπεν. Ὁ τοίνυν καὶ διὰ λόγων, καὶ δι' ἔργων µαρτυρήσας τῷ δικαίῳ, καὶ δι' αὐτὸν ὁρῶν ἀναιρούµενον, οὐκ ἤµυνεν ἀλλ' εἴασε.
22.2
Τὸ δὲ ὑµέτερον οὐ τοιοῦτον· πῶς γὰρ, οἱ καὶ προφήτας καὶ παραδείγµατα ἔχοντες, καὶ παρακλήσεις µυρίας, καὶ σηµεῖα καὶ θαύµατα γενόµενα; Ὥστε ἐκεῖνο ὄντως πίστις ἦν. Ποῖα γὰρ θαύµατα εἶδεν ἐκεῖνος, ἵνα πιστεύσῃ ὅτι ἔσται τις αὐτῷ ἀντίδοσις τῶν ἀγαθῶν; οὐχὶ ἀπὸ πίστεως µόνης τὴν ἀρετὴν εἵλετο; Τί ἐστι, Καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ; Ἵνα µὴ εἰς πολλὴν ἀπόγνωσιν αὐτοὺς ἐµβάλῃ, δείκνυσιν αὐτὸν ἐν µέρει ἀπολαύσαντα ἀµοιβῆς. Πῶς; Ἡ ἐπισκοπὴ ἡ ὑπὲρ αὐτοῦ, φησὶ, πολλή ἐστι· τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Καὶ ἔτι λαλεῖ· τουτέστιν, ἀνεῖλεν αὐτὸν, ἀλλὰ οὐ συνανεῖλεν αὐτῷ τὴν δόξαν καὶ τὴν τιµήν· οὐ τέθνηκεν ἐκεῖνος· οὐκοῦν οὐδὲ ὑµεῖς τεθνήξεσθε. Ὅσῳ γὰρ ἄν τις χαλεπώτερα πάθῃ, τοσούτῳ ἡ δόξα µείζων. Πῶς οὖν ἔτι γὰρ λαλεῖ; Τοῦτο καὶ τοῦ ζῇν σηµεῖόν ἐστι, καὶ τοῦ παρὰ πάντων ᾄδεσθαι, θαυµάζεσθαι καὶ µακαρίζεσθαι· ὁ γὰρ παραινῶν τοῖς ἄλλοις δικαίοις εἶναι, λαλεῖ. Οὐ τοσοῦτον γὰρ ἀνύει λόγος, ὅσον τὸ πάθος τὸ ἐκείνου. Ὥσπερ οὖν ὁ οὐρανὸς φαινόµενος µόνον λαλεῖ, οὕτω καὶ ἐκεῖνος µνηµονευόµενος. Οὐκ ἂν, εἰ ἀνεκήρυξεν ἑαυτὸν, οὐκ ἂν, εἰ µυρίας ἔσχε γλώσσας, καὶ ἔζη, οὕτως ἐθαυµάζετο ὡς νῦν. Τουτέστιν, οὐκ ἀτιµωρητὶ ταῦτα γίνεται οὐδὲ ἁπλῶς, οὐδὲ παρέρχεται. Πίστει Ἐνὼχ µετετέθη τοῦ µὴ ἰδεῖν θάνατον· καὶ οὐχ εὑρίσκετο, διότι µετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς µεταθέσεως αὐτοῦ µεµαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ. Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ πρῶτον τὸν προσερχόµενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν µισθαποδότης γίνεται. Οὗτος µείζονα πίστιν τοῦ Ἄβελ ἐπεδείξατο. Τί δήποτε; Ὅτι εἰ καὶ µετ' ἐκεῖνον γέγονεν, ἀλλὰ τὰ εἰς ἐκεῖνον γενόµενα ἱκανὰ ἦν αὐτὸν ἀποστρέψαι. Πῶς; Προῄδει ὁ Θεὸς ὅτι ἀπολεῖται· εἶπε γὰρ τῷ Κάϊν· Ἥµαρτες, µὴ προσθῇς ἔτι. Ἐτιµήθη παρ' αὐτοῦ, οὐκ ἤµυνεν αὐτῷ. Καὶ οὐδὲ τοῦτο εἰς ῥᾳθυµίαν ἐνέβαλεν· οὐκ εἶπε πρὸς ἑαυτὸν, Τίς χρεία πόνων καὶ κινδύνων; ὁ Ἄβελ ἐτίµησε τὸν Θεὸν, καὶ οὐκ ἤµυνεν αὐτῷ. Τί γὰρ ὄφελος τῷ ἀπελθόντι τῆς τιµωρίας τῆς τοῦ ἀδελφοῦ; τί δὲ ἐκεῖθεν ἀπόνασθαι αὐτὸν δυνατόν; Θῶµεν ὅτι χαλεπὴν δίδωσι δίκην· τί πρὸς τὸν ἀνηρηµένον; Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλὰ ταῦτα πάντα ὑπερβὰς, ἔγνω ὅτι, εἰ Θεὸς ἔστι, πάντως καὶ ἀνταποδότης ἐστί· καίτοι οὔπω οὐδὲν περὶ ἀναστάσεως ᾔδεισαν. Εἰ δὲ οἱ µηδὲν µηδέπω περὶ ἀναστάσεως εἰδότες, ἀλλὰ καὶ ἐνταῦθα τἀναντία ὁρῶντες οὕτως εὐηρέστησαν· πόσῳ µᾶλλον ἡµεῖς; οὔτε γὰρ περὶ ἀναστάσεως ᾔδεισαν ἐκεῖνοι, οὔτε εἰς παραδείγµατα εἶχον ἰδεῖν. Αὐτὸ µὲν οὖν τοῦτο αὐτὸν εὐαρεστῆσαι ἐποίησε, τὸ µηδὲν αὐτὸν ἀπολαβεῖν. Εἰπὲ δή µοι· ᾔδει ὅτι µισθαποδότης ἐστὶν ὁ Θεός. Πόθεν; οὔπω γὰρ οὐδὲ τῷ Ἄβελ ἀπέδωκεν. Ὥστε ὁλογισµὸς ἕτερα ὑπέβαλλεν, ἡ δὲ πίστις τὰ ἐναντία τῶν ὁρωµένων. Κἂν ὑµεῖς οὖν, φησὶν, ὁρᾶτε µηδὲν ἐνταῦθα ἀπολαµβάνοντας ὑµᾶς, µὴ θορυβεῖσθε. Πῶς δὲ πίστει µετετέθη ὁ Ἐνώχ; Ὅτι τῆς µεταθέσεως ἡ εὐαρέστησις αἰτία, τῆς δὲ εὐαρεστήσεως ἡ πίστις. Εἰ γὰρ µὴ ᾔδει ὅτι λήψεται ἀµοιβὰς, πῶς εὐηρέστει; Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι. Πῶς; Ἂν γάρ τις πιστεύσῃ εἶναι Θεὸν καὶ ἀντίδοσιν, ἕξει τὰς ἀµοιβάς. Ἐντεῦθεν οὖν ἡ εὐαρέστησις. Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόµενον τῷ Θεῷ, ὅτι ἔστιν, οὐ τὸ τί ἐστιν. Εἰ δὲ τὸ, Ὅτι ἔστι, πίστεως, καὶ οὐ λογισµῶν δεῖται· τὸ, τί ἐστι, λογισµῷ καταλαβεῖν δυνατόν; εἰ ὅτι µισθαποδότης ἐστὶ, πίστεως χρείαν ἔχει, καὶ οὐ λογισµῶν· πῶς τὰ τῆς οὐσίας λογισµῷ περιλαβεῖν ἔνι; ποῖος γὰρ δυνήσεται λογισµὸς ἐφικέσθαι τούτων; τινὲς γὰρ αὐτόµατά φασιν ἄγεσθαι τὰ ὄντα. Ὁρᾷς ὅτι, ἂν µὴ πιστεύοµεν περὶ πάντα, οὐ περὶ τὴν ἀντίδοσιν µόνον, ἀλλὰ καὶ περὶ αὐτὸ τὸ εἶναι Θεὸν, οἴχεται ἡµῖν τὰ πάντα; Πολλοὶ δὲ ζητοῦσι ποῦ µετετέθη ὁ Ἐνὼχ, καὶ διὰ τί µετετέθη, καὶ διὰ τί οὐκ ἀπέθανεν, οὔτε αὐτὸς, οὔτε ὁ Ἠλίας, καὶ εἰ ἔτι ζῶσι, πῶς ζῶσι, καὶ ἐν ποίῳσχήµατί εἰσιν. Ἀλλὰ περιττὸν πάντη τὸ ταῦτα ζητεῖν. Ὅτι µὲν γὰρ µετετέθη οὗτος, καὶ ὅτι ἀνελήφθη ἐκεῖνος, εἶπον αἱ Γραφαί· ποῦ δέ εἰσι, καὶ πῶς εἰσιν, οὐκέτι προσέθηκαν· οὐδὲν γὰρ πλέον τῶν ἀναγκαίων λέγουσι. Τοῦτο µὲν γὰρ γέγονε, λέγω δὲ τὸ τῆς µεταθέσεως, ἐκ προοιµίων εὐθέως, ὅπως ἡ ἀνθρωπίνη φύσις ἐλπίδα λάβῃ τῆς καταλύσεως τοῦ θανάτου, καὶτῆς καθαιρέσεως τῆς τυραννίδος τῆς διαβολικῆς, καὶ ὅτι παραλυθήσεται ὁ θάνατος· µετετέθη γὰρ οὐ νεκρὸς, ἀλλὰ τοῦ µὴ ἰδεῖν θάνατον.∆ ιὰ τοῦτο προσέθηκε, ζῶν µετετέθη, ὅτι εὐηρέστησε. Καθάπερ γάρ τις ἀπειλήσας πατὴρ υἱῷ, βούλεται µὲν εὐθέως ἀνεῖναι τὴν ἀπειλὴν, ὅταν ἀπειλήσῃ, ἀνέχεται δὲ καὶ καρτερεῖ, ἵνα τέως αὐτὸν σωφρονίσῃκαὶ νουθετήσῃ, ἀφεὶς βεβαίαν µένειν τὴν ἀπειλήν· οὕτω καὶ ὁ Θεὸς, σχεδὸν εἰπεῖν ἀνθρωπίνως, οὐκ ἐκαρτέρησεν, ἀλλ' εὐθέως ἔδειξεν, ὅτι λέλυται ὁ θάνατος. Καὶ πρῶτον ἀφίησι τὸν θάνατον εἰς τὸν δίκαιον γενέσθαι, φοβῆσαι βουλόµενος διὰ τοῦ παιδὸς τὸν πατέρα. Θέλων γὰρ δεῖξαι, ὅτι ὄντως ἐστὶν ἡ ἀπόφασις βεβαία, οὐ τοὺς κακοὺς εὐθέως, ἀλλὰ καὶ τὸν εὐαρεστήσαντα ὑπέβαλε τῇ τιµωρίᾳ, τὸν µακάριον ἐκεῖνοντὸν Ἄβελ λέγω· καὶ σχεδὸν µετὰ τοῦτον εὐθέως µετέθηκε τὸν Ἐνὼχ ζῶντα. Καὶ οὐκ ἀνέστησεν ἐκεῖνον, ἵνα µὴ θαῤῥήσωσιν εὐθέως, ἀλλὰ µετέθηκε τοῦτον ζῶντα, διὰ µὲν τοῦ Ἄβελ φοβήσας, διὰ δὲ τούτου δοὺς ζῆλον τοῦεὐαρεστεῖν αὐτῷ. Ὥστε οἱ αὐτόµατα πάντα ἄγεσθαι καὶ φέρεσθαι λέγοντες, καὶ µὴ προσδοκῶντες ἀντίδοσιν, οὐκ εὐαρεστοῦσιν, ὥσπερ οὐδὲ οἱ Ἕλληνες. Τοῖς γὰρ ἐκζητοῦσιν αὐτὸν δι' ἔργων καὶ διὰ τῆς γνώσεως µισθαποδότης γίνεται.
22.3
Ἐπεὶ οὖν ἔχοµεν µισθαποδότην, πάντα πράττωµεν, ὥστε µὴ ἀποστερηθῆναι τῶν µισθῶν τῶν ἐπὶ τῇ ἀρετῇ· καὶ γὰρ πολλῶν δακρύων ἄξιον τοιαύτης ἀµοιβῆς ὑπεριδεῖν, τοιαύτης ἀντιδόσεως καταφρονῆσαι. Ὥσπερ γὰρ τοῖς ἐκζητοῦσιν αὐτὸν µισθαποδότης γίνεται, οὕτω τοῖς µὴ ζητοῦσι τὸ ἐναντίον· Ζητεῖτε, καὶ εὑρήσετε, φησί. Πῶς δὲ ἔστι τὸν Κύριον εὑρεῖν; Ἐννόησον πῶς εὑρίσκεται τὸ χρυσίον, µετὰ πολλοῦ πόνου. Ταῖς χερσί µου, φησὶ, νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. Τουτέστιν, ὥσπερ τὸ ἀπολωλὸς ζητοῦµεν, οὕτω τὸν Θεὸν ζητήσωµεν. Οὐχὶ τὸν νοῦν ἐκεῖ συστρέφοµεν; οὐχὶ πάντας ἐξετάζοµεν; οὐχὶ ἀποδηµίαν ποιούµεθα; οὐχὶ χρήµατα ἐπαγγελλόµεθα; Οἶον, ἔστω τις ἡµῖν υἱὸς ἀπολωλώς· τί οὐ πράττοµεν; ποίαν γῆν, ποίαν θάλατταν οὐ περινοστοῦµεν; οὐχὶ καὶ χρήµατα, καὶ οἰκίας, καὶ πάντα δεύτερα τιθέµεθα τῆς εὑρέσεως; κἂν εὕρωµεν, κατέχοµεν, ἐπισφίγγοµεν, οὐκ ἐγκαταλιµπάνοµεν. Καὶ µέλλοντες ζητεῖν, πάντα πραγµατευόµεθα, ὥστε εὑρεῖν τὸ ζητούµενον· πόσῳ δὲ µᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο χρὴ ποιεῖν, ὥσπερ τι τῶν ἀναγκαίων ζητοῦντας; µᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον. Πλὴν ἀλλ' ἐπειδὴ ἀσθενεῖς ἐσµεν, κἂν ὡς τὰ χρήµατά σου ζητεῖς, ἢ τὸν υἱὸν, ζήτησον τὸν Θεόν. Οὐχὶ ἀποδηµεῖς ὑπὲρ τούτου; ἆρα οὐκ ἀπεδήµησάς ποτε ὑπὲρ χρηµάτων; οὐχὶ πάντα περιεργάζῃ; οὐχ ὅταν εὕρῃς, τότε θαῤῥεῖς; Ζητεῖτε, φησὶ, καὶ εὑρήσετε. Τὰ γὰρ ζητούµενα πολλῆς δεῖται µερίµνης, καὶ µάλιστα ἐπὶ Θεοῦ· πολλὰ γὰρ τὰ κωλύµατα, πολλὰ τὰ ἐπισκοτοῦντα, πολλὰ τὰ εἴργοντα ἡµῶν τὴν αἴσθησιν. Ὥσπερ γὰρ ὁ ἥλιός ἐστι δῆλος, καὶ εἰς µέσον πᾶσι πρόκειται, καὶ οὐ δεόµεθα τοῦ ζητεῖν αὐτόν· ἂν µέντοι κατορύξωµεν ἑαυτοὺς, κἂν πάντα περιστρέφωµεν, πολλοῦ δεόµεθα πόνου, ὥστε ἰδεῖν πρὸς τὸν ἥλιον· οὕτω δὴ καὶ ἐνταῦθα, ἐὰν ἐν τῷ βυθῷ τῶν ἐπιθυµιῶν τῶν πονηρῶν, ἐὰν ἐν τῷ σκότῳ τῶν παθῶν καὶ τῶν βιωτικῶν πραγµάτων κατορύττωµεν ἑαυτοὺς, µόλις διαβλέποµεν, µόλις ἀνακύπτοµεν. Ὁ κάτω κατορωρυγµένος, ὅσῳ ἂν ἄνω βλέπῃ, τοσούτῳ πρὸς τὸν ἥλιον ἔρχεται. Ἀποτιναξώµεθα τοίνυν τὸν χοῦν, ἀναῤῥήξωµεν τὴν ἐπικειµένην ἡµῖν ἀχλύν· πυκνή τίς ἐστι καὶ στεγανὴ, καὶ οὐκ ἀφίησιν ἡµᾶς ἀναβλέψαι. Καὶ πῶς διαῤῥήγνυται, φησὶν, ἡ νεφέλη αὕτη; Ἐὰν ἐπισπασώµεθα τοῦ νοητοῦ ἡλίου τὰς ἀκτῖνας, τοῦ ἡλίου τῆς δικαιοσύνης, ἐὰν τὰς χεῖρας εἰς τὸν οὐρανὸν αἴρωµεν· Ἔπαρσις, φησὶ, τῶν χειρῶν µου θυσία ἑσπερινή· ἐὰν µετὰ τῶν χειρῶν καὶ τὸν νοῦν ἀναλάβωµεν. Ἴστε οἱ µεµυηµένοι τί λέγω· τάχα δὲ καὶ ἐπιγινώσκετε τὸ λεχθὲν, καὶ συνορᾶτε ὅπερ ᾐνιξάµην. Ἐπάρωµεν εἰς ὕψος τὴν διάνοιαν. Οἶδα πολλοὺς ἄνδρας ἐγὼ, σχεδὸν κρεµαµένους ἀπὸ τῆς γῆς, καὶ πέρα τοῦ µέτρου τὰς χεῖρας ἀνατείνοντας, καὶ ἀθυµοῦντας ὅτι µὴ δυνατὸνµετεωρισθῆναι, καὶ οὕτως εὐχοµένους µετὰ προθυµίας. Οὕτως ὑµᾶς εἶναι βούλοµαι ἀεί· εἰ δὲ µὴ ἀεὶ, κἂν πλεονάκις· εἰ δὲ µὴ πλεονάκις, κἂν ὀλιγάκις, κἂν ἐν ταῖς ἑωθιναῖς, κἂν ἐν ταῖς ἑσπεριναῖς. Εἰπὲ γάρ µοι, ἐκτείνειν τὰς χεῖρας οὐ δύνῃ; ἔκτεινον τὴν προαίρεσιν ὅσον θέλεις· ταύτην ἔκτεινον κἂν εἰς αὐτὸν τὸν οὐρανόν· κἂν αὐτῆς βουληθῇς τῆς κορυφῆς ἅψασθαι, κἂν ἀνωτέρω ἀνελθὼν ἐµπεριπατῆσαι, ἔξεστί σοι· παντὸς γὰρπτεροῦ καὶ κουφότερος καὶ ὑψηλότερος ὁ ἡµέτερος νοῦς. Ὅταν δὲ καὶ τὴν παρὰ τοῦ Πνεύµατος λάβῃ χάριν, βαβαὶ, πῶς ἐστι ταχὺς, πῶς ὀξὺς, πῶς πάντα περινοστεῖ, πῶς οὐ καταφέρεται οὐδὲ καταπίπτει πρὸςτὸ ἔδαφος! Ταῦτα κατασκευάσωµεν ἡµῖν τὰ πτερὰ, διὰ τούτων καὶ τὸ πέλαγος διαπτῆναι δυνησόµεθα τοῦ κλύδωνος τοῦ παρόντος βίου. Τὰ ὀξύτατα τῶν ὀρνίθων, καὶ ὄρη, καὶ νάπας, καὶ πελάγη, καὶ σκοπέλους ἐν βραχείᾳ καιροῦ ῥοπῇ διίπταται ἀσινῆ. Τοιοῦτός ἐστι καὶ ὁ νοῦς· ὅταν πτερωθῇ, ὅταν τῶν βιωτικῶν ἀποστῇ, οὐδὲν αὐτοῦ ἐπιλαβέσθαι δύναται, πάντων ἐστὶν ἀνώτερος, καὶ τῶν βελῶν τῶν πεπυρωµένων τοῦ διαβόλου. Οὐκ ἔστιν οὕτως εὔστοχος ὁ διάβολος, ὡς δυνηθῆναι τοῦ ὕψους ἐφικέσθαι, ἀλλὰ τί; ἀφίησι µὲν τὰ βέλη· ἀναίσχυντος γάρ ἐστιν· οὐκ ἐπιτυγχάνει δὲ, ἀλλ' ὑποστρέφει πρὸς αὐτὸν κενὸν τὸ βέλος, καὶ οὐ µόνον κενὸν, ἀλλὰ καὶ εἰς τὴν αὐτοῦ κεφαλήν· δεῖ γὰρ πάντως πλῆξαι τὸ παρ' αὐτοῦ πεµπόµενον. Ὥσπερ οὖν τὸ παρὰ ἀνθρώπων βληθὲν, ἢ τὸ καθ' οὗ πέµπεται βάλλει, ἢ ὄρνεον, ἢ τοῖχον, ἢ ἱµάτιον, ἢ ξύλον, ἢ αὐτὸν τὸν ἀέρα διατέµνει· οὕτω καὶ τὸ τοῦ διαβόλου βέλος, δεῖ µὲν πλῆξαι πάντως, ἂν δὲ τὸν βαλλόµενον µὴ πλήξῃ, πάντως τὸν πέµποντα ἔπληξε. Καὶ ἔστι πολλαχόθεν τοῦτο µαθεῖν, ὅτι, ὅταν ἡµεῖς µὴ πληγῶµεν, πάντως ἐκεῖνος πλήττεται· οἷόν τι λέγω, Ἐπεβούλευσε τῷ Ἰὼβ, οὐκ ἔπληξεν αὐτὸν, ἀλλ' ἐπλήγη αὐτός· ἐπεβούλευσε τῷ Παύλῳ, οὐκ ἔπληξεν αὐτὸν, ἀλλ' ἐπλήγη αὐτός. Καὶ πανταχοῦ τοῦτο ἔστιν, ἐὰν νήφωµεν, ἰδεῖν γινόµενον. Καὶ ὅταν µὲν γὰρ πλήξῃ, πλήττεται· πολλῷ δὲ πλέον, ὅτε κατ' ἐκείνου τοῖς ξίφεσι καὶ τῷ θυρεῷ τῆς πίστεως καθοπλίσαντες καὶ τειχίσαντες ἑαυτοὺς, ἐν ἀσφαλείᾳ διατηρῶµεν, ὥστεἀνάλωτοι γίνεσθαι. Βέλος δέ ἐστι τοῦ διαβόλου ἐπιθυµία πονηρά. Ὀργὴ µάλιστα· πῦρ ἐστι, φλόξ ἐστι, συναρπάζει, ἀναιρεῖ, κατακαίει· ἀλλ' ἡµεῖς τῇ µακροθυµίᾳ τῇ ἀνοχῇ αὐτὴν σβέσωµεν. Καθάπερ γὰρ πεπυρωµένος σίδηρος εἰς ὕδωρ βαφεὶς, τὸ πῦρ ἀπόλλυσιν· οὕτως ὀργὴ εἰς τὸν µακρόθυµον ἐµπεσοῦσα, οὐδὲν τὸν µακρόθυµον ἔβλαψεν, ἀλλὰ µᾶλλον ὠφέλησε, καὶ αὐτὸς διεκρατήθη πλέον. Οὐδὲν γὰρ µακροθυµίας ἴσον· οὐδέποτε ὑβρίζεται ὁ τοιοῦτος· ἀλλ' ὥσπερ τὰ ἀδαµάντινα σώµατα οὐ πλήττεται, οὕτως οὐδὲ αἱ τοιαῦται ψυχαί· ἀνώτεραι γὰρ τῶν βελῶν εἰσιν. Ὑψηλός ἐστι, καὶ οὕτως ὑψηλὸς ὁ µακρόθυµος, ὡς µὴ δέχεσθαι πληγὴν ἀπὸ τῆς βολῆς. Ὅταν ἀγριαίνῃ, σὺ γέλα· γέλα δὲ µὴ φανερῶς, ὥστε µὴ παροξῦναι, ἀλλὰ γέλα κατὰ ψυχὴν αὑτοῦ ἕνεκεν. Καὶ γὰρ ἐπὶ τῶν παίδων, ὅταν πλήττωσιν ἡµᾶς µετὰ θυµοῦ, ὡς δὴ ἀµυνόµενοι, γελῶµεν. Ἂν τοίνυν γελάσῃς, τοσοῦτον ἔσται σοῦ κἀκείνου τὸ µέσον, ὅσον παιδὸς καὶ ἀνδρός· ἂν δὲ ἀγριάνῃς, γέγονας παῖς· παίδων γὰρ ἀνοητότεροι οἱ ὀργιζόµενοι. Εἰπὲ δή µοι, ἂν ἀπίδῃ τις πρὸς παῖδα ἀγριαίνοντα, οὐχὶ καταγελᾷ; Τοῦτο καὶ ἐπὶ τῶν ὀργιζοµένων συµβαῖνον ἔστιν ἰδεῖν· οἱ τοιοῦτοι καὶ ὀλιγόψυχοι, εἰ δὲ ὀλιγόψυχοι, καὶ ἄφρονες· Ὁ δὲ ὀλιγόψυχος, φησὶν, ἰσχυρῶς ἄφρων. Ὁ τοίνυν ἄφρων νήπιός ἐστι. Καὶ ὁ µακρόθυµος, φησὶ, πολὺς ἐν φρονήσει. Ταύτην τοίνυν τὴν µακροθυµίαν µεταδιώκωµεν, ὅθεν πολλὴ τοῖς κατορθοῦσι σύνεσις περιγίνεται· ἵνα τύχωµεν τῶν ἐπηγγελµένων ἡµῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ καὶπροσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note