Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 26 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
26.0
Πίστει καὶ περὶ µελλόντων ηὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ. Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ ηὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Πίστει Ἰωσὴφ τελευτῶν, περὶ τῆς ἐξό δου τῶν υἱῶν Ἰσραὴλ ἐµνηµόνευσε, καὶ περὶ τῶν ὀστῶν αὐτοῦ ἐνετείλατο.
26.1
Πολλοὶ, φησὶ, προφῆται καὶ δίκαιοι ἐπεθύµησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ἆρα πάντα τὰ µέλλοντα ᾔδεσαν οἱ δίκαιοι; Καὶ σφόδρα. Εἰ γὰρ καὶ διὰ τὴν ἀσθένειαν τῶν µὴ δυναµένων αὐτὸν δέξασθαι, οὐκ ἀπεκαλύπτετο ὁ Υἱὸς, τοῖς ἐν ἀρετῇ διαλάµπουσιν εἰκότως ἀπεκαλύπτετο. Τοῦτο καὶ νῦν ὁ Παῦλός φησιν, ὅτι τὰ µέλλοντα ᾔδεσαν, τουτέστι, τὴν ἀνάστασιν τοῦ Χριστοῦ. Ἢ οὖν τοῦτό φησι, ἢ τὸ, Πίστει περὶ µελλόντων, οὐ περὶ τοῦ µέλλοντος αἰῶνος, ἀλλὰ περὶ τῶν ἐνταῦθα µελλόντων ὕστερον γίνεσθαι, λέγει. Ἂν γὰρ µὴ τοῦτο, πῶς ἄνθρωπος καθήµενος ἐν ξένῃ, τοιαύτας εὐλογίας ἠδύνατο διδόναι; πῶς δαὶ πάλιν ἐπέτυχεν εὐλογίας, καὶ οὐκ ἔλαβεν αὐτήν; Ὁρᾷς ὅτι ὅπερ ἔφην ἐπὶ µὲν τοῦ Ἀβραὰµ καὶ ἐπὶ τοῦ Ἰακὼβ ἔστιν εἰπεῖν, ὅτι οὐκ ἀπώνατο τῆς εὐλογίας, ἀλλ' εἰς ἐκγόνους ἐξῆλθε τὰ τῶν εὐλογιῶν, αὐτὸςδὲ τῶν µελλόντων ἔτυχεν; εὑρίσκοµεν γὰρ τὸν ἀδελφὸν µᾶλλον ἀπολελαυκότα. Ὁ µὲν γὰρ ἐν δουλείᾳ καὶ θητείᾳ καὶ κινδύνοις καὶ ἐπιβουλαῖς καὶ ἀπάταις καὶ φόβοις τὸν ἅπαντα διεγένετο χρόνον, ἐρωτώµενός τε παρὰ τοῦ Φαραὼ φησί· Μικραὶ καὶ πονηραὶ αἱ ἡµέραι µου γεγόνασιν· ἐκεῖνος δὲ ἐν ἀδείᾳ καὶ αὐθεντίᾳ πολλῇ, καὶ µετὰ ταῦτα ἦν αὐτῷ φοβερός. Ποῦ οὖν ἐξέβησαν αἱ εὐλογίαι, ἀλλ' ἢ ἐν τῷ µέλλοντι; Ὁρᾷς ὅτι ἄνωθεν οἱ πονηροὶ τῶν ἐνταῦθα ἀπήλαυον· οἱ δὲ δίκαιοι τοὐναντίον, οὐ µὴν πάντες. Ἰδοὺ γὰρ ὁ Ἀβραὰµ δίκαιος ἦν καὶ ἀπήλαυσε καὶ τῶν ἐνταῦθα, πλὴν µετὰ θλίψεως καὶ πειρασµῶν· καὶ γὰρ πλοῦτος ἦν αὐτῷ µόνον, ἐπεὶ τὰ ἄλλα πάντα θλίψεως ἔγεµε τὰ κατ' αὐτόν. Οὐ γὰρ ἔστι τὸν δίκαιον µὴ θλίβεσθαι, κἂν πλουτῇ· ὅταν γὰρ βούληται πλεονεκτεῖσθαι, ἀδικεῖσθαι, τὰ ἄλλα πάσχειν, ἀνάγκη θλίβεσθαι. Ὥστε κἂν ἀπολαύῃ τοῦ πλούτου, οὐκ ἀλύπως. Τί δήποτε; Ὅτι ἐν θλίψει ἐστὶ καὶ ὀδύνῃ. Εἰ δὲ τότε ἐν θλίψει οἱ δίκαιοι, πολλῷ µᾶλλον νῦν. Πίστει περὶ µελλόντων, φησὶν, εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ. Καίτοι γε µείζων ἦν ὁ Ἡσαῦ· ἀλλὰ προτίθησιν ἀπὸ τῆς ἀρετῆς τὸν Ἰακώβ. Ὁρᾷς ὅτι ἦν ἡ πίστις; Πόθεν γὰρ ἐπηγγείλατο τοῖς υἱοῖς τὰ τοσαῦτα ἀγαθὰ, ἢ ἀπὸ τοῦ πιστεύειν τῷ Θεῷ πάντως; Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν. Ἐνταῦθα χρὴ θεῖναι τὰς εὐλογίας ὅλας, ἵνα καὶ ἡ πίστις καὶ ἡ προφητεία αὐτοῦ κατάδηλος γένηται. Καὶ προσεκύνησε, φησὶν, ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐ µόνον εἶπεν, ἀλλὰ καὶ οὕτως ἐθάῤῥει τοῖς ἐσοµένοις, ὡς καὶ τῷ ἔργῳ αὐτῷ ἐπιδεῖξαι. Ἐπειδὴ γὰρ ἔµελλεν ἀπὸ τοῦ Ἐφραῒµ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὰ τοῦτό φησι· Καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Τουτέστι, καὶ γέρων ὢν ἤδη προσεκύνει τῷ Ἰωσὴφ, τὴν παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν τὴν ἐσοµένην αὐτῷ. Καὶ τοῦτο ἐξέβη µὲν ἤδη, ὅτε αὐτῷ οἱ ἀδελφοὶ προσεκύνησαν· ἐκβήσεσθαι δὲ ἔµελλε καὶ ὕστερον διὰ τῶν δέκα φυλῶν. Ὁρᾷς πῶς τὰ ὕστερον ἐσόµενα προεῖπεν; Ὁρᾷς ὅσην εἶχον πίστιν; πῶς ὑπὲρ τῶν ἐσοµένων ἐπίστευον; Τὰ µὲν γὰρ ὑποµονῆς ἐνταῦθά ἐστιν ὑποδείγµατα µόνης, τὰ παρόντα, καὶ τοῦ παθεῖν κακῶς, καὶ τοῦ µηδὲν ἀπολαµβάνειν ἀγαθὸν, οἷον τὸ ἐπὶ τοῦἈβραὰµ, τὸ ἐπὶ τοῦ Ἄβελ· τὰ δὲ πίστεως, οἷον ἐπὶ τοῦ Νῶε, ὅτι ἔστιν ὁ Θεὸς, ὅτι ἔστιν ἀνταπόδοσις. Ἡ πίστις γὰρ πολύσηµός ἐστι λέξις· καὶ νῦν µὲν τοῦτο, νῦν δὲ ἐκεῖνο σηµαίνει· ἐνταῦθα δὲ σηµαντική ἐστι τοῦ τε εἶναι ἀνταπόδοσιν, καὶ τοῦ µὴ ἐπὶ τοῖς αὐτοῖς αὐτὴν ἀναµένειν πάντας, καὶ τοῦ πρὸ τῶν ἐπάθλων ἀθλεῖν. Καὶ τὰ κατὰ τὸν Ἰωσὴφ δὲ πίστεως µόνης ἐστίν· ὅτι γὰρ ἐπηγγείλατο τῷ Ἀβραὰµ, ὅτι ὑπέσχετο· Σοὶ δώσω καὶ τῷ σπέρµατί σου τὴν γῆν ταύτην, ἤκουσεν ὁ Ἰωσήφ· καὶ ἐν ἀλλοτρίᾳ ὢν, καὶ οὐδέπω ὁρῶν ἐκβεβηκυῖαν τὴν ὑπόσχεσιν, οὐδὲ οὕτω κατέπεσεν, ἀλλ' οὕτως ἐπίστευσεν, ὡς καὶ περὶ τῆς ἐξόδου εἰπεῖν, καὶ περὶτῶν ὀστῶν αὑτοῦ ἐντείλασθαι. Οὐκ ἄρα µόνος αὐτὸς ἐπίστευσεν, ἀλλὰ καὶ τοὺς ἄλλους ἐνῆγεν εἰς πίστιν.∆ ιὰ τοῦτο καὶ ἐντέλλεται, ἵνα ἀεὶ τῆς ἐξόδου µεµνηµένοι ὦσιν· οὐκ ἂν δὲ περὶ τῶν ὀστῶν αὑτοῦ ἐνετείλατο, εἰ µὴ πεπληροφόρητο ἔσεσθαι τὴν ἐπάνοδον. Ὥστε ὅταν τινὲς λέγωσιν, Ἰδοὺ καὶ δίκαιοι ἐφρόντισαν µνηµείων· λέγωµεν πρὸς αὐτοὺς ὅτι διὰ τοῦτο, ἄλλως δὲ οὐδαµῶς· ᾔδει γὰρ, ὅτι Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωµα αὐτῆς. Οὐκ ἂν οὖν ἐν τοσαύτῃ ζήσας φιλοσοφίᾳ τοῦτο ἠγνόησεν, ὁ τὸν ἅπαντα χρόνον ἐν Αἰγύπτῳ ζήσας. Καίτοι γε ἐξῆν, εἴ γε ἐβούλετο, ἐπανελθεῖν, καὶ µὴ πενθῆσαι µηδὲ δυσχερᾶναι. Ἀλλὰ καὶ τὸν πατέρα ἐκεῖ ἀναγαγὼν, τίνος ἕνεκεν καὶ τὰ αὑτοῦ ὀστᾶ ἀναγαγεῖν ἐκεῖθεν ἐπέσκηψεν, ἢ δῆλον ὅτι διὰ τοῦτο;
26.2
Τί δὲ, εἰπέ µοι, τοῦ Μωϋσέως αὐτοῦ τὰ ὀστᾶ οὐκ ἐν ξένῃ κεῖται; τὰ δὲ Ἀαρὼν, τὰ δὲ τοῦ∆ ανιὴλ, τὰ δὲ τοῦ Ἱερεµίου, τὰ δὲ τῶν ἀποστόλων οὐδὲ ἴσµεν τῶν πολλῶν ὅπου κεῖται. Πέτρου µὲν γὰρ, καὶ Παύλου, καὶ Ἰωάννου, καὶ Θωµᾶ δῆλοι οἱ τάφοι· τῶν δὲ ἄλλων τοσούτων ὄντων, οὐδαµοῦ γνώριµοι γεγόνασι. Μηδὲν τοίνυν ὑπὲρ τούτου κοπτώµεθα, µηδὲ οὕτω µικροψυχῶµεν· ὅπου γὰρ ἂν ταφῶµεν, Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωµα αὐτῆς. Πάντως ὃ δεῖ γενέσθαι, γίνεται· τὸ µέντοι πενθεῖν καὶ κόπτεσθαι τοὺς ἀπελθόντας καὶ ὀδύρεσθαι, ἀπὸ µικροψυχίας γίνεται. Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίµηνον ὑπὸ τῶν πατέρων αὐτοῦ. Ὁρᾷς ὅτι ἐνταῦθα τὰ µετὰ θάνατον ἤλπιζον ἐν τῇ γῇ; Καὶ πολλὰ ἐκβέβηκε µετὰ θάνατον αὐτῶν. Τοῦτο πρὸς τὸ λέγειν τινὰς, µετὰ θάνατον γίνεται ταῦτα ἐκείνοις, ὧν οὐκ ἔτυχον ζῶντες, οὔτε µετὰ θάνατον ἐπίστευον. Καὶ οὐκ εἶπεν ὁ Ἰωσὴφ, Ζῶντί µοι τὴν γῆν οὐκ ἔδωκεν, οὐδὲ τῷ πατρὶ τῷ ἐµῷ, οὐδὲ τῷ πάππῳ τῷ ἐµῷ, οὗ καὶ τὴν ἀρετὴν αἰδεσθῆναι ἔδει· τούτους δὲ τοὺς µοχθηροὺς ἀξιώσει ὧν ἐκείνους οὐκ ἠξίωσεν; Οὐδὲν τούτων εἶπεν, ἀλλὰ τῇ πίστει ταῦτα πάντα καὶ ἐνίκησε καὶ ὑπερέβη. Εἶπε τὸν Ἄβελ, τὸν Νῶε, τὸν Ἀβραὰµ, τὸν Ἰσαὰκτὸν Ἰακὼβ, τὸν Ἰωσὴφ, πάντας ἐπιδόξους καὶ θαυµαστούς. Πάλιν αὔξει τὴν παράκλησιν, εἰς πρόσωπα εὐτελῆ κατάγων τὸ πρᾶγµα. Τὸ µὲν γὰρ θαυµαστὰ πρόσωπα τοῦτο παθεῖν θαυµαστὸν οὐδὲν, καὶ τὸ ἐκείνων ἐλάττους φανῆναι οὐχ οὕτω δεινόν· τὸ δὲ καὶ ἀνωνύµων ἐλάττους ὀφθῆναι, τοῦτό ἐστι τὸ δεινόν. Καὶ ἄρχεται ἀπὸ τῶν γονέων τοῦ Μωϋσέως, ἀσήµων τινῶν ἀνδρῶν, καὶ οὐδὲν τοσοῦτον ἐχόντων ὅσον ὁ παῖς.∆ ιὰ τοῦτο καὶ προϊὼν αὔξει τὴν ἀτοπίαν, καὶ πόρνας γυναῖκας καὶ χήρας καταλέγων· Πίστει γὰρ, φησὶ, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαµένη τοὺς κατασκόπους µετ' εἰρήνης. Καὶ οὐ µόνον τῆς πίστεως, ἀλλὰ καὶ τῆς ἀπιστίας τίθησι τὰ ἐπίχειρα, ὡς ἐπὶ τοῦ Νῶε. Τέως δὲ περὶ τῶν γονέων τοῦ Μωϋσέως ἀναγκαῖον εἰπεῖν. Πάντα τὰ ἄῤῥενα ἀπόλλυσθαι ἐκέλευσεν ὁ Φαραὼ, καὶ οὐδεὶς ἐξέφυγε τὸν κίνδυνον. Πόθεν οὖν οὗτοι προσεδόκησαν σῶσαι τὸ παιδίον; Ἀπὸ πίστεως. Ποίας πίστεως; Εἶδον, φησὶν, ἀστεῖον τὸ παιδίον. Αὕτη ἡ ὄψις αὐτοὺς πρὸς τὴν πίστιν ἐπεσπάσατο. Οὕτως ἄνωθεν καὶ ἐξ αὐτῶν τῶν σπαργάνων πολλὴ τῷ δικαίῳ ἡ χάρις ἐπεκέχυτο, οὐ τῆς φύσεως, ἀλλὰ τοῦ Θεοῦ, τοῦτο ἐργαζοµένης. Σκόπει γάρ· εὐθέως τεχθὲν καλὸν φαίνεται τὸ παιδίον, ἀλλ' οὐχὶ εἰδεχθές. Τίνος οὖν ἦν τοῦτο; Οὐ τῆς φύσεως, ἀλλὰ τῆς χάριτος τοῦ Θεοῦ, ἢ καὶ τὴν βάρβαρον ἐκείνην γυναῖκα τὴν Αἰγυπτίαν διήγειρε καὶ ἀνέῤῥωσε, καὶ εἷλε καὶ ἐπεσπάσατο· καίτοι γε ἡ πίστις οὐχ ἱκανὴν εἶχεν ἐπὶ τούτων τὴν ὑπόθεσιν· τί γὰρ ἦν ἀπὸ τῆς ὄψεως πιστεῦσαι; Ἀλλ' ὑµεῖς, φησὶν, ἀπὸ πραγµάτων πιστεύετε, καὶ πολλὰ τῆς πίστεως ἐνέχυρα ἔχοντες· τὸ γὰρ µετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων προσδέξασθαι, καὶ ὅσα τοιαῦτα, πίστεώς ἐστι καὶ ὑποµονῆς. Ἀλλ' ἐπειδὴ καὶ οὗτοι ἐπίστευσαν, εἶτα ὠλιγοψύχησαν, δείκνυσιν ὅτι καὶ ἡ πίστις ἡ ἐκείνων εἰς πολὺ παρετείνετο· οἵα ἡ τοῦ Ἀβραὰµ, καίτοι τῶν πραγµάτων δοκούντων µάχεσθαι. Καὶ οὐκ ἐφοβήθησαν, φησὶ, τὸ διάταγµα τοῦ βασιλέως. Καίτοι γε ἐκεῖνο ἐνηργεῖτο· τοῦτο δὲ ἁπλῶς ψιλή τις ἦν προσδοκία. Καὶ τοῦτο µὲν τῶν γονέων ἦν· αὐτὸς δὲ ὁ Μωϋσῆς οὐδὲν εἰσήνεγκεν. Εἶτα πάλιν οἰκεῖον αὐτοῖς τὸ ὑπόδειγµα ἕτερον λέγει· µᾶλλον δὲ ἐκείνου µεῖζον. Ποῖον δὴ τοῦτο; Πίστει γὰρ, φησὶ, Μωϋσῆς γενόµενος µέγας, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραὼ, µᾶλλον, ἑλόµενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢπρόσκαιρον ἔχειν ἁµαρτίας ἀπόλαυσιν· µείζονα πλοῦτον ἡγησάµενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισµὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν µισθαποδοσίαν. Ὡς ἂν εἰ ἔλεγε πρὸς αὐτοὺς, Οὐδεὶς ὑµῶν ἀφῆκε βασίλεια, καὶ βασίλεια λαµπρὰ, οὐ θησαυροὺς τοιούτους, οὐδὲ, ἐξὸν εἶναι βασιλέως υἱὸν, κατεφρόνησε τούτου, καθὼς ὁ Μωϋσῆς πεποίηκε. Καὶ ὅτι οὐχ ἁπλῶς ἀφῆκεν, ἐδήλωσεν εἰπὼν, Ἠρνήσατο· τουτέστιν, ἐµίσησεν, ἀπεστράφη. Τοῦ γὰρ οὐρανοῦ προκειµένου, περιττὸν ἦν τὰ βασίλεια θαυµάζειν τὰ Αἰγύπτου.
26.3
Καὶ βλέπε τί θαυµαστῶς αὐτὸ τέθεικεν ὁ Παῦλος. Οὐκ εἶπε, Μείζονα πλοῦτον ἡγησάµενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν οὐρανὸν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς· ἀλλὰ τί; Τὸν ὀνειδισµὸν τοῦ Χριστοῦ. Τὸ γὰρ διὰ Χριστὸν ὀνειδίζεσθαι βέλτιον ἡγήσατο τοῦ ἀνίεσθαι· οὕτω καὶ τοῦτο αὐτὸ καθ' ἑαυτὸ µισθὸς ἦν. Μᾶλλον ἑλόµενος, φησὶ, συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ. Ὑµεῖς µὲν γὰρ ὑπὲρ ὑµῶν αὐτῶν πάσχετε, ἐκεῖνος δὲ ὑπὲρ ἄλλων εἵλετο· καὶ ἑκὼν ἑαυτὸν ἔῤῥιψεν εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῷ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν. Ἢ πρόσκαιρον ἔχειν, φησὶ, ἁµαρτίας ἀπόλαυσιν. Ἁµαρτίαν εἶπε τὸ µὴ θελῆσαι τοῖς ἄλλοις συγκακουχεῖσθαι· τοῦτο ἁµαρτίαν, φησὶν, ἐνόµισεν. Εἰ τοίνυν ἐκεῖνος τὸ µὴ προθύµως συγκακουχηθῆναι τοῖς ἄλλοις, ἁµαρτίαν ἐνόµισε· µέγα ἄρα ἀγαθὸν ἡ κακουχία, ἐφ' ἢν ἀπὸ τῶν βασιλείων ἔῤῥιψεν ἑαυτόν. Ταῦτα δὲ ἐποίει, µεγάλα τινὰ προορῶν· διὸ καὶ οὕτως εἶπε· Πλοῦτον µείζονα ἡγησάµενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισµὸν τοῦ Χριστοῦ. Τί ἐστι, Τὸν ὀνειδισµὸν τοῦ Χριστοῦ; Τουτέστι, τὸ ὀνειδίζεσθαι τοιαῦτα οἷα ὑµεῖς, τὸν ὀνειδισµὸν ὃν ὁ Χριστὸς ὑπέµεινεν· ἢ ὅτι διὰ τὸν Χριστὸν ὑπέµεινεν, ὅτε ὑπὲρ τῆς πέτρας ἐλοιδορεῖτο, ἐξ ἧς ὕδωρ ἐξήγαγεν. Ἡ δὲ πέτρα, φησὶν, ἦν ὁ Χριστός. Πῶς δέ ἐστιν ὀνειδισµὸς τοῦ Χριστοῦ; Ὅτι καταπτύοµεν τῶν πατρῴων ὀνειδιζόµεθα, ὅτι πάσχοµεν κακῶς Θεῷ προσδραµόντες. Εἰκὸς δὲ ἦν κἀκεῖνον ὀνειδίζεσθαι, ὅτε ἤκουσε, Μὴ ἀνελεῖν µε σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Τοῦτό ἐστιν ὀνειδισµὸς τοῦ Χριστοῦ, τὸ µέχρι τέλους καὶ ἐσχάτης ἀναπνοῆς πάσχειν κακῶς, ὥσπερ αὐτὸς ὠνειδίζετο καὶ ἤκουεν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, ὑπὸ τούτων ὑπὲρ ὧν ἐσταυροῦτο, ὑπὸ τούτων τῶν συµφυλετῶν. Τοῦτό ἐστιν ὀνειδισµὸς τοῦ Χριστοῦ, ὅταν τις παρὰ οἰκείων, ὅταν τις παρ' ὧν εὐεργετεῖ ὀνειδίζηται· καὶ γὰρ ἐκεῖνος παρὰ τοῦ εὐεργετηθέντος ταῦτα ἔπασχεν. Ἐνταῦθα αὐτοὺς ἀνέστησε, δεικνὺς ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἔπασχε, καὶ ὁ Μωϋσῆς, δύο πρόσωπα ἔνδοξα· ὥστε τοῦ Χριστοῦ µᾶλλόν ἐστιν οὗτος ὁ ὀνειδισµὸς ἢ τοῦ Μωϋσέως, ἐπειδὴ παρὰ τῶν ἰδίων τοιαῦτα ἔπαθεν. Ἀλλ' οὔτε ἐκεῖνος ἔπαθέ τι, οὔτε οὗτος κεραυνοὺς ἠφίει, ἀλλ' ὠνειδίζετο, καὶ ἔφερε πάντα, κινούντων ἐκείνων τὰς κεφαλάς. Ἐπεὶ οὖν εἰκὸς ἦν τοιαῦτα ἀκούειν καὶ αὐτοὺς, καὶ ἐπιθυµεῖν τὴν ἀνταπόδοσιν, λέγει ὅτι καὶ ὁ Χριστὸς καὶ ὁ Μωϋσῆς τοιαῦτα πεπόνθασιν. Ἄρα οὖν ἡ µὲν ἄνεσις, τῆς ἁµαρτίας ἐστὶ, τὸ δὲ ὀνειδίζεσθαι, τοῦ Χριστοῦ. Τί γὰρ βούλει; τὸν ὀνειδισµὸν τοῦ Χριστοῦ, ἢ τὴν ἄνεσιν; Πίστει κατέλιπεν Αἴγυπτον, µὴ φοβηθεὶς τὸν θυµὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε. Τί λέγεις; ὅτι οὐκ ἐφοβήθη; Καὶ µὴν ἡ Γραφὴ τοῦτό φησιν, ὅτι ἀκούσας ἐφοβήθη, καὶ διὰ τοῦτο φυγῇ τὴν σωτηρίαν ἐπορίσατο καὶ ἀπέδρα καὶ ἐξέκλεψεν ἑαυτὸν, καὶ µετὰ ταῦταπεριδεὴς ἦν. Πρόσεχε µετὰ ἀκριβείας τῷ εἰρηµένῳ τὸ, Μὴ φοβηθεὶς τὸν θυµὸν τοῦ βασιλέως, πρὸς τὸ καὶ πάλιν ἐπιστῆναι εἴρηκε. Φοβουµένου γὰρ ἦν µὴ ἅψασθαι τῆς προστασίας πάλιν, µηδὲ ἐγχειρῆσαι τῷ πράγµατι· τὸ µέντοι ἅψασθαι πάλιν, τῷ Θεῷ τὸ πᾶν ἐπιτρέποντος ἦν. Οὐ γὰρ εἶ πεν ὅτι Ζητεῖ µε, καὶ περιεργάζεται, καὶ οὐκ ἀνέχοµαι πάλιν τῶν αὐτῶν ἅψασθαι. Ὥστε καὶ τὸ φυγεῖν πίστεως ἦν. Τί οὖν οὐκ ἔµεινε, φησίν; Ὥστε µὴ εἰς προὖπτον ἑαυτὸν κίνδυνον ἐµβαλεῖν. Τοῦτο γὰρ λοιπὸν πειράζοντος ἦν τὸ ἅλλεσθαι εἰς µέσους κινδύνους, καὶ λέγειν, Ἴδω εἰ σώζει µε ὁ Θεός. Τοῦτο καὶ τῷ Χριστῷ εἶπεν ὁ διάβολος· Ῥῖψον σεαυτὸν κάτω. Ὁρᾷς ὅτι τοῦτο διαβολικόν ἐστι, τὸ εἰκῆ καὶ µάτην ῥίπτειν ἑαυτοὺς εἰς κινδύνους, καὶ πειράζειν εἰ σώζει ὁ Θεός; Προεστάναι γὰρ αὐτῶν οὐκέτι ἠδύνατο, οὕτως ἀγνωµόνως τῶν εὐεργετουµένων διακειµένων· µωρὸν τοίνυν ἦν καὶ ἀνόητον, µένειν αὐτόθι. Ταῦτα δὲ πάντα γέγονε, διότι ὡς ὁρῶν τὸν ἀόρατον, οὕτως ἐκαρτέρει. Ἂν τοίνυν καὶ ἡµεῖς ὁρῶµεν ἀεὶ τὸν Θεὸν τῷ νῷ, ἂν ἀεὶ ἐν τῇ µνήµῃ αὐτοῦ στρέφωµεν τὴν διάνοιαν, πάντα ἡµῖν ῥᾷστα φανήσεται, πάντα φορητὰ, πάντα εὐκόλως οἴσοµεν, πάντων ἀνώτεροι γενησόµεθα. Εἰ γὰρ ἀγαπώµενόν τις ὁρῶν, µᾶλλον δὲ µεµνηµένος τούτου, διανίσταται τὴν ψυχὴν, καὶ ὑψηλὸς γίνεται τὴν διάνοιαν, καὶ πάντα εὐκόλως φέρει ἐντρυφῶντῇ µνήµῃ· ὁ τὸν ὄντως ἀγαπῆσαι ἡµᾶς καταξιώσαντα ἔχων ἐν διανοίᾳ, καὶ µεµνηµένος αὐτοῦ, πότε ἢ λυπηροῦ τινος αἰσθήσεται, ἢ φοβερόν τι καὶἐπικίνδυνον φοβηθήσεται; πότε δὲ ὀλιγοψυχήσει; Οὐδέποτε. Πάντα γὰρ ἡµῖν δύσκολα φαίνεται, ὅτι τοῦ Θεοῦ τὴν µνήµην οὐκ ἔχοµεν ὡς ἔχειν δεῖ, ὅτι οὐ περιφέροµεν αὐτὸν ἐν τῇ διανοίᾳ διαπαντός· εἴποι γὰρ ἂν δικαίως πρὸς ἡµᾶς· Ἐπελάθου µου σὺ, ἐπιλήσοµαί σου κἀγώ. Ὥστε διπλοῦν τὸ κακὸν γίνεται, ὅτι καὶ ἡµεῖς αὐτοῦ ἐπιλανθανόµεθα, καὶ αὐτὸς ἡµῶν. Ταῦτα γὰρ δύο ἐστὶν ἀλλήλοις µὲν συµπεπλεγµένα, δύο δὲ ὅµως ἐστί. Μέγα µὲν γὰρ τὸ καὶ ἡµᾶς ἐν µνήµῃ ποιεῖσθαι τοῦ Θεοῦ, µέγα δὲ καὶ τὸ µνηµονεύεσθαι αὐτὸν παρ' ἡµῶν· τοῦτο ποιεῖ αἱρεῖσθαι τὰ ἀγαθὰ, ἐκεῖνο δὲ ἀνύειν καὶ εἰς τέλος ἄγειν.∆ ιὰ τοῦτό φησιν ὁ Προφήτης· Μνησθήσοµαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρµωνιεὶµ ἀπὸ ὄρους µικροῦ. Ταῦτά φησιν ὁ λαὸς ὁ ἐν Βαβυλῶνι, Ἐκεῖ ὢν µνησθήσοµαί σου.
26.4
Καὶ ἡµεῖς τοίνυν ὥσπερ ἐν Βαβυλῶνι ὄντες τὰ αὐτὰ λέγωµεν. Εἰ γὰρ καὶ µὴ µεταξὺ τῶν πολεµίων καθήµεθα, ἀλλὰ µεταξὺ τῶν ἐχθρῶν ἐσµεν. Οἱ µὲν γὰρ ὡς αἰχµάλωτοι ἐκάθηντο, οἱ δὲ οὐδὲ ᾐσθάνοντο τῆς αἰχµαλωσίας, ὡς ὁ∆ ανιὴλ, ὡς οἱ τρεῖς παῖδες· οἳ καὶ ἐν αἰχµαλωσίᾳ ὄντες, αὐτοῦ τοῦ αἰχµαλωτεύσαντος αὐτοὺς βασιλέως ἐγένοντο λαµπρότεροι ἐν αὐτῇ τῇ χώρᾳ ἐκείνῃ· καὶ τοὺς αἰχµαλώτους γὰρ ὁ αἰχµαλωτεύσας προσεκύνει. Εἶδες ὅσον ἀρετή ἐστιν; ἐν αὐτῇ τῇ αἰχµαλωσίᾳ ὄντας ἐθεράπευσεν ὡς δεσπότας· ἄρα ἐκεῖνος ὁ αἰχµάλωτος ἦν, µᾶλλον ἣ οὗτοι. Οὐκ ἦν οὕτω θαυµαστὸν, εἰ ἐν τῇ πατρίδι ὄντας ἐλθὼν προσεκύνησε τῇ ἑαυτῶν, ἢ βασιλεύοντας ἐκεῖ· τὸ δὲ θαυµαστὸν, ὅτι δεσµεύσας αὐτοὺς, καὶ λαβὼν αἰχµαλώτους, καὶ ἔχων ἐν τῇ ἑαυτοῦ ἐξουσίᾳ, πάντων ὁρώντων οὐκ ᾐσχύνετο προσκυνῆσαι, καὶµαναὰ σπεῖσαι. Ὁρᾶτε ὅτι τὰ ὄντως λαµπρὰ πράγµατα τὰ κατὰ Θεόν ἐστι, τὰ δὲ ἀνθρώπινα σκιά; Ἠγνόει ἄρα δεσπότας ἀπάγων ἑαυτῷ, καὶ οὓς ἔµελλε προσκυνεῖν ἐνέβαλεν εἰς κάµινον· ἀλλ' ὡς ὄναρ ταῦτα ἐκείνοις ἦν. Φοβηθῶµεν οὖν, ἀγαπητοὶ, τὸν Θεὸν, φοβηθῶµεν· κἂν ἐν αἰχµαλωσίᾳ ὦµεν, πάντων ἐσόµεθα λαµπρότεροι· φόβος παρέστω Θεοῦ, καὶ οὐδὲν ἔσται λυπηρὸν, κἂν πενίαν εἴπῃς, κἂν νόσον, κἂν αἰχµαλωσίαν, κἂν δουλείαν, κἂν ὁτιοῦν τῶν λυπηρῶν· ἀλλὰ καὶ αὐτὰ ἐκεῖνα ἡµῖν συνεργήσει πρὸς τὰ ἐναντία. Αἰχµάλωτοι ἦσαν οὗτοι, καὶ προσεκύνησεν αὐτοῖς ὁ βασιλεύς· σκηνοποιὸς ἦν ὁ Παῦλος, καὶ ἔθυον αὐτῷ ὡς Θεῷ. Ἐνταῦθα ζήτηµα ἀνακύπτει· ἐρωτῶσι γὰρ πολλοὶ λέγοντες· Τί δήποτε οἱ µὲν ἀπόστολοι τὰς θυσίας ἀπεῖρξαν, καὶ διέῤῥηξαν αὑτῶν τὰ ἱµάτια, καὶ ἀπήγαγον αὐτοὺς τῆς ἐπιχειρήσεως, καὶ ἀπωδύροντο λέγοντες, Τί ποιεῖτε; καὶ ἡµεῖς ὁµοιοπαθεῖς ὑµῖν ἐσµεν ἄνθρωποι· ὁ δὲ∆ ανιὴλ οὐδὲν τοιοῦτον ἐποίησεν. Ὅτι γὰρ καὶ αὐτὸς ταπεινὸς ἦν, καὶ τούτων οὐχ ἧττον ἀνέφερε τῷ Θεῷ δόξαν, πολλαχόθεν δῆλον. Μάλιστα µὲν γὰρ καὶ πρῶτον καὶ ἐξ αὐτοῦ τοῦ φιλεῖσθαι παρὰ τοῦ Θεοῦ, τοῦτο δῆλον· οὐ γὰρ ἂν αὐτὸν σφετεριζόµενον τοῦ Θεοῦ τὴν τιµὴν εἴα ζῆσαι, οὐ λέγω εὐδοκιµῆσαι· δεύτερον, ὅτι καὶ µετὰ πολλῆς τῆς παῤῥησίας ἔλεγε, Καὶ ἐµοὶ, βασιλεῦ, οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐµοὶ ἀπεκαλύφθη τὸ µυστήριον τοῦτο· καὶ τρίτον πάλιν, ὅτι ἐν λάκκῳ ἦν διὰ τὸν Θεόν· καὶ ἐπειδὴ τροφὴν αὐτῷ ἐκόµισεν ὁ προφήτης, φησὶν, Ἐµνήσθη γάρ µου ὁ Θεός· οὕτως ἦν ταπεινὸς καὶ συντετριµµένος. Ἐν λάκκῳ ἦν διὰ τὸν Θεὸν, καὶ ἀνάξιον ἑαυτὸν ἡγεῖτο τῆς µνήµης καὶ τοῦ ἀκουσθῆναι. Ἡµεῖς δὲ µυρία τολµῶντες µιαρὰ, καὶ πάντων ὄντες µιαρώτεροι, ἐὰν µὴ ἐκ πρώτης εὐχῆς ἀκουσθῶµεν, ἀναχωροῦµεν. Ὄντως πολὺ τὸ µέσον ἐκείνων καὶ ἡµῶν, ὅσον τοῦ οὐρανοῦ πρὸς τὴν γῆν, καὶ εἴ τι πλέον. Τί λέγει; µετὰ τοσαῦτα κατορθώµατα, µετὰ τὸ ἐν λάκκῳ γενόµενον θαῦµα, οὕτω σεαυτὸν ταπεινὸν ἡγῇ; Ναὶ, φησίν· ὅσα γὰρ ἂν ἐργασώµεθα, ἀχρεῖοι δοῦλοί ἐσµεν. Οὕτω προλαβὼν, τὸ εὐαγγελικὸν παράγγελµα ἐπλήρου, καὶ οὐδὲν ἡγεῖτο ἑαυτόν. Ἐµνήσθη γάρ µου ὁ Θεὸς, ἔλεγε. Καὶ ἡ εὐχὴ αὐτοῦ ὅρα πάλιν ὅσης ταπεινοφροσύνης γέµει. Οὕτω καὶ οἱ τρεῖς παῖδες ἔλεγον· Ἡµάρτοµεν, ἠνοµήσαµεν· καὶ πανταχοῦ τὸ ταπεινὸν ἑαυτῶν δεικνύουσι. Καίτοι γε εἶχεν ὁ∆ ανιὴλ µυρίας ἀφορµὰς τοῦ ἐπαίρεσθαι, ἀλλ' ᾔδει ὅτι καὶ ταῦτα αὐτῷ ὑπῆρχεν ἀπὸ τοῦ µὴ ἐπαίρεσθαι, καὶ οὐ διέφθειρε τὸν θησαυρόν. Παρὰ πάντας γὰρ ἀνθρώπους καὶ ἐν τῇ οἰκουµένῃ πάσῃ οὐκ ἐπὶ τούτοις ᾔδετε µόνον, ὅτι ῥίψας ἑαυτὸν εἰς πρόσωπον ὁ βασιλεὺς ἔσπεισεν αὐτῷ, ἀλλ' ὅτικαὶ θεὸν ἐνόµισεν αὐτὸν ὁ πανταχοῦ τῆς γῆς ὡς θεὸς τιµώµενος· πάσης γὰρ αὐτὸς ἐκράτει· καὶ δῆλον ἀπὸ τοῦ Ἱερεµίου· Ὁ ἀναβαλλόµενος γὰρ, φησὶ, τὴν γῆν, ὡς ἱµάτιον· καὶ πάλιν, Ἐγὼ ἔδωκα αὐτὴν Ναβουχοδονόσορ τῷ δούλῳ µου. Καὶ ἐξ ὧν ἐπιστέλλει δῆλον τοῦτο πάλιν, ὅτι οὐκ ἐκεῖ µόνον ἐθαυµάζετο, ἔνθα ἦν, ἀλλὰ καὶ πανταχοῦ, καὶ µείζων ἦν ἀκουόµενος ἢ εἰ παρόντα εἶδον αὐτὸντὰ λοιπὰ ἔθνη, ὁπότε καὶ διὰ γραµµάτων ὡµολόγησε τὴ ν δουλείαν καὶ τὸ θαῦµα. Ἀλλ' ὅµως καὶ ἐπὶ σοφίᾳ πάλιν ἐθαυµάζετο· Μὴ σοφώτερος γὰρ εἶ, φησὶ, σὺ τοῦ∆ ανιήλ; Καὶ µετὰ ταῦτα πάντα οὕτως ἦν ταπεινὸς, ὡς µυριάκις διὰ τὸν∆ εσπότην ἀποθανεῖν.
26.5
Τί δήποτ' οὖν οὕτω ταπεινὸς ὢν, οὐ διεκρούσατο οὔτε τὴν προσκύνησιν τὴν παρὰ τοῦ βασιλέως, οὔτε τὰς σπονδάς; Τοῦτο οὐκ ἐρῶ· ἀρκεῖ γάρ µοι τὸ ζήτηµα µόνον εἰπεῖν· τὸ δὲ λοιπὸν ὑµῖν ἀφίηµι, ἵνα κἂν οὕτω διαναστήσω ὑµῶν τὴν διάνοιαν. Ἐκεῖνο µέντοι παρεγγυῶ, πάντα διὰ τὸν τοῦ Θεοῦ φόβον αἱρεῖσθαι, ὑποδείγµατα τοιαῦτα ἔχοντας· καὶ ὅτι ὄντως καὶ τῶν ἐνταῦθα ἐπιτευξόµεθα, ἐὰν τῶν µελλόντων γνησίως ἀντιλαβώµεθα. Ὅτι γὰρ οὐκ ἀπονοίᾳ τοῦτο ἐποίησε, δῆλον ἀπὸ τοῦ εἰπεῖν, Τὰ δόµατά σου σοὶ ἔστω. Καὶ γὰρ καὶ τοῦτο πάλιν ἕτερον ζήτηµα, πῶς τῷ λόγῳ διακρουόµενος, διὰ τῶν ἔργων ἐδέξατο τὴν τιµὴν, καὶ ἐφόρεσε τὸν µανιάκην. Καὶ ὁ µὲν Ἡρώδης ἀκούσας, Φωνὴ Θεοῦ, καὶ οὐκ ἀνθρώπου, ἐπειδὴ µὴ ἔδωκε δόξαν τῷ Θεῷ, διεῤῥάγη, καὶ ἐξεχύθη τὰ σπλάγχνα αὐτοῦ· οὗτος δὲ καὶ Θεοῦ τιµὴν προσήκατο, οὐχὶ ῥήµατα µόνον. Ἐνταῦθα ἀναγκαῖον εἰπεῖν τί δὴ τοῦτό ἐστιν. Ὅτι ἐκεῖθεν µὲν εἰς εἰδωλολατρείαν ἐξέπιπτον οἱ ἄνθρωποι µείζονα, ἐντεῦθεν δὲ οὐκέτι. Πῶς; Τὸ γὰρ νοµισθῆναι τοῦτον τοιοῦτον, τιµὴ εἰς τὸν Θεὸν ἦν· διὰ γὰρ τοῦτο προλαβὼν εἶπε· Καὶ ἐµοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐµοὶ ἀπεκαλύφθη. Ἄλλως δὲ, οὐδὲ φαίνεται προσιέµενος τὰς σπονδάς· εἶπε µὲν γὰρ, φησὶν, ὅτι χρὴ σπεῖσαι, οὔπω δὲ δῆλον ἐγένετο, ὅτι καὶ τὸ ἔργον παρηκολούθησεν. Ἐκεῖ δὲ ἤνεγκαν ὥστε τοὺς ταύρους καταθῦσαι· καὶ ἐκάλουν τὸν µὲν∆ ία, τὸν δὲ Ἑρµῆν. Τὸν µὲν οὖν µανιάκην προσήκατο, ἵνα δῆλον ἑαυτὸν ποιήσῃ· τὴν µέντοι σπονδὴν διὰ τί µὴ φαίνεται διακρουόµενος; καὶ γὰρ ἐκεῖ οὐκ ἐποίησαν, ἀλλ' ἐπεχείρησαν, καὶ ἐκώλυσαν οἱ ἀπόστολοι· ὥστε καὶ ἐνταῦθα ἔδει εὐθέως διακρούσασθαι· καὶ ἐκεῖ µὲν δῆµος ὁλόκληρος ἦν, ἐνταῦθα δὲ τύραννος. Τί οὖν αὐτὸν οὐκ ἀπήγαγε, προλαβὼν εἶπον, ὅτι οὐχ ὡς θεῷ ἔσπενδεν ἐπὶ ἀνατροπῇ τοῦ σεβάσµατος, ἀλλ' ἐπὶ µείζονι θαύµατι. Πῶς; Ὅτι τοῦ Θεοῦ ἕνεκεν διάταγµα τέθεικεν, ὁµολογῶν αὐτοῦ τὴν δεσποτείαν· ὥστε οὐκ ἠκρωτηρίαζε τὴν τιµήν. Ἐκεῖνοι δὲ οὐχ οὕτως, ἀλλ' αὐτοὺς ἐνόµιζον εἶναι τοὺς θεούς· διὰ τοῦτο διεκρούοντο. Ἄλλως δὲ, καὶ προσκυνήσας ἐνταῦθα, τότε ταῦτα ποιεῖ· οὐδὲ γὰρ ὡς θεῷ προσεκύνησεν, ἀλλ' ὡς ἀνθρώπῳ σοφῷ. Οὐ δῆλον δὲ οὐδὲ ὅτι ἔσπεισεν· εἰ δὲ καὶ ἔσπεισεν, ἀλλ' οὐ δεχοµένου τοῦ∆ ανιήλ. Τί δὲ, ὅτι αὐτὸν καὶ Βαλτάσαρ ἐκάλεσεν, τοῦ θεοῦ αὐτοῦ τὸ ὄνοµα; Οὕτως οὐδὲν θαῦµα ἡγοῦντο αὐτῶν τοὺς θεοὺς, ὅπου γε καὶ τὸν αἰχµάλωτον οὕτως ἐκάλει ὁ πάντας κελεύων τὴν εἰκόνα προσκυνεῖν τὴν παντοδαπὴνκαὶ ποικίλην, καὶ τὸν δράκοντα σέβων· καὶ ἐκείνων πολὺ ἦσαν ἀνοητότεροι οἱ Βαβυλώνιοι τῶν ἐν Λύστρᾳ· διὸ οὐκ ἐνῆν εὐθέως ἐνάγειν αὐτοὺς εἰς τοῦτο. Καὶ πολλὰ ἄν τις εἴποι· τέως δὲ ταῦτα ἀρκεῖ. Ἂν τοίνυν βουλώµεθα πάντων ἐπιτυχεῖν τῶν ἀγαθῶν, τὰ κατὰ Θεὸν ζητῶµεν. Ὥσπερ γὰρ οἱ τὰ τοῦ κόσµου ζητοῦντες, καὶ τούτων καὶ ἐκείνων ἐκπίπτουσιν· οὕτως οἱ τὰ κατὰ Θεὸν προτιµῶντες, ἀµφοτέρων ἐπιτυγχάνουσι. Μὴ δὴ ταῦτα λοιπὸν ζητῶµεν, ἀλλ' ἐκεῖνα, ἵνα καὶ τῶν ἐπηγγελµένων ἀγαθῶν ἐπιτύχωµεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν.

Intertext edge

Open linked passage

Note