Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
28.0
Περιῆλθον ἐν µηλωταῖς, ἐν αἰγείοις δέρµασιν, ὑστερούµενοι, θλιβόµενοι, κακουχούµενοι· ὧν οὐκ ἦν ἄξιος ὁ κόσµος οὗτος· ἐν ἐρηµίαις πλανώµενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.
28.1
Ἀεὶ µὲν, µάλιστα δὲ ὅταν τῶν ἁγίων ἐννοήσω τὰ κατορθώµατα, τότε µοι ἐπέρχεται ἀπαγορεύειν τὰ κατ' ἐµαυτὸν, ὅτι οὐδὲ ὄναρ πεῖραν ἐλάβοµεν οἷςἐκεῖνοι τὸν ἅπαντα χρόνον ἐνδιέτριψαν ἄνδρες, οὐχ ἁµαρτηµάτων τίνοντες δίκην, ἀλλ' ἀεὶ κατορθοῦντες, καὶ ἀεὶ θλιβόµενοι. Ἐννόησον γάρ µοι τὸν Ἠλίαν, εἰς ὃν ἡµῖν ὁ λόγος περιήκει τήµερον· περὶ αὐτοῦ γάρ φησιν ἐνταῦθα τὸ, Περιῆλθον ἐν µηλωταῖς, καὶ εἰς αὐτὸν αὐτῷ τελευτᾷ τὰ ὑποδείγµατα οὐδὲ αὐτὸ καταλιπών· ὅπερ οἰκεῖον αὐτοῖς ἦν. Καὶ εἰπὼν τὰ κατὰ τοὺς ἀποστόλους, ὅτι ἐν φόνῳ µαχαίρας ἀπέθανον, ὅτι ἐλιθάσθησαν, ἄνεισι πάλιν ἐπὶ τὸν Ἠλίαν, τὸν τὰ αὐτὰ παθόντα τούτοις. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς οὐδέπω περὶ τῶν ἀποστόλων δόξαν ἔχειν τοσαύτην, ἀπὸ τοῦ ἀναληφθέντος, καὶ µάλιστα θαυµασθέντος, φέρει τὴνπαράκλησιν καὶ τὴν παραµυθίαν. Περιῆλθον γὰρ, φησὶν, ἐν µηλωταῖς, ἐν αἰγείοις δέρµασιν, ὑστερούµενοι, θλιβόµενοι, κακουχούµενοι· ὧν οὐκ ἦν ἄξιος ὁ κόσµος οὗτος. Οὐδὲ ἱµάτιον εἶχον, φησὶ, περιβαλέσθαι τῇ ὑπερβολῇ τῶν θλίψεων, οὐ πόλιν, οὐκ οἰκίαν, οὐ καταγώγιον· τοῦτο, ὅπερ ὁ Χριστὸς ἔλεγεν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Τί λέγω, οὐ καταγώγιον; οὐ στάσιν· οὐδὲ γὰρ τὴν ἔρηµον καταλαβόντες, ἡσυχίαν ἦγον· οὐ γὰρ εἶπεν, Ἐν ἐρήµῳ ἐκάθηντο, ἀλλὰ καὶ ἐκεῖ ὄντες ἔφευγον καὶ ἐκεῖθεν ἠλαύνοντο, οὐκ ἐκ τῆς οἰκουµένης µόνον, ἀλλὰ καὶ ἐκ τῆς ἀοικήτου. Καὶ ἀναµιµνήσκει τόπων αὐτοὺς ἔνθα ἐκάθηντο, καὶ πραγµάτων ἐκεῖ γενοµένων· Ὑστερούµενοι, θλιβόµενοι. Εἶτα, φησὶν, ὑµῖν ἐνεκάλουν διὰ τὸν Χριστὸν, καὶ ταῦτα ἐποίουν τῷ Ἠλίᾳ· τί ἔχοντες ἐγκαλεῖν, ἤλαυνον αὐτὸν καὶ ἐδίωκον, καὶ λιµῷ παλαίειν ἠνάγκαζον; Ὃ καὶ οὗτοι τότε ἔπασχον· διὰ τοῦτο ἔλεγεν ἀλλαχοῦ· Ἔκριναν γοῦν πέµψαι οἱ ἀδελφοὶ τοῖς θλιβοµένοις τῶν µαθητῶν· Καθὼς γὰρ ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέµψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς.[ Ὃ καὶ τούτων ἦν.] Κακουχούµενοι, φησί· τουτέστι, κακῶς πάσχοντες, ἐν ταῖς ὁδοιπορίαις, ἐν τοῖς κινδύνοις· ὃ καὶ αὐτὸ τούτων ἦν. Τὸ δὲ,[ Περιῆλθον, τί ἐστιν;] Ἐν ἐρηµίαις πλανώµενοι, καὶ ὄρεσι καὶ σπηλαίοις, καὶ, ταῖς ὀπαῖς τῆς γῆς. Οὐδὲν ἄλλο ἢ τοῦτο µονονουχὶ ἐµφαίνει, ὅτι περιῆλθον καθάπερ φυγάδες καὶ µετανάσται, καθάπερ ἐπὶ τοῖς αἰσχίστοις ἑαλωκότες, καθάπερ οἱ οὐδὲτὸν ἥλιον ὁρᾷν ἄξιοι, καὶ οὐδὲ ἀπὸ τῆς ἐρηµίας εὕρισκον καταφυγὴν, ἀλλ' ἔδει φεύγειν ἀεὶ, ἔδει καταδύσεις ζητεῖν, ἔδει ζῶντας εἰς τὴν γῆν κατορύττειν ἑαυτοὺς, ἀεὶἐν φόβῳ εἶναι. Καὶ οὗτοι πάντες µαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκοµίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡµῶν κρεῖττόν τι προβλεψαµένου, ἵνα µὴ χωρὶςἡµῶν τελειωθῶσι. Τίς οὖν ὁ µισθὸς τῆς τοσαύτης, φησὶν, ἐλπίδος; τίς ἡ ἀνταπόδοσις; Μεγάλη, καὶ οὕτω µεγάλη, ὡς µηδὲ λόγῳ δύνασθαι δηλωθῆναι· Ἃ γὰρ, φησὶν, ὀφθαλµὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ταῦτά ἐστιν ἃ ἡτοίµασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ἀλλ' οὔπω ἀπέλαβον, ἀλλ' ἔτι µένουσι καὶ οὕτω τελευτήσαντες ἐν τοσαύτῃ θλίψει. Καὶ ἐκεῖνοι µὲν χρόνους ἔχουσι τοσούτους νικήσαντες, καὶ οὐδέπω ἀπέλαβον· ὑµεῖς δὲ ἐν τῷ ἀγῶνι ἔτι ὄντες, ἀσχάλλετε; Ἐννοήσατε καὶ ὑµεῖς τί ἐστι, καὶ ὅσον ἐστὶ τὸν Ἀβραὰµ καθῆσθαι· καὶ τὸν ἀπόστολον Παῦλον περιµένοντας πότε σὺ τελειωθῇς, ἵνα δυνηθῶσι τότε λαβεῖν τὸν µισθόν. Ἐὰν µὴ γὰρ καὶ ἡµεῖς παραγενώµεθα, προεῖπεν αὐτοῖς ὁ Σωτὴρ µὴ δώσειν· καθάπερ εἰ πατὴρ φιλόστοργος παισὶν εὐδοκίµοις, καὶ τὸ, ἔργον ἠνυκόσι λέγοι, µὴ διδόναι φαγεῖν, ἐὰν µὴ ἔλθωσιν αὐτῶν οἱ ἀδελφοί. Σὺ δὲ ἀσχάλλεις, ὅτι οὐδέπω τὸν µισθὸν ἔλαβες; Τί οὖν ποιήσει Ἄβελ ὁ πρὸ πάντων νικήσας, καὶ ἀστεφάνωτος καθήµενος; τί δὲ Νῶε; τί δὲ οἱ κατ' ἐκείνους τοὺς χρόνους γεγονότες, ὅτι σὲ καὶ τοὺς µετὰ σὲ ἀναµένουσιν; Ὁρᾷς ὅτι ἡµεῖς πλεονεκτοῦµεν αὐτῶν; Καὶ καλῶς διὰ τοῦτο εἶπε, Τοῦ Θεοῦ περὶ ἡµῶν κρεῖττόν τι προβλεψαµένου. Ἵνα γὰρ µὴ δοκῶσι πλεονεκτεῖν ἡµῶν τῷ πρῶτοι στεφανοῦσθαι, ἕνα ὥρισε πᾶσι τῶν στεφάνων τὸν καιρὸν, καὶ ὁ πρὸ τοσούτων ἐτῶν νενικηκὼς, µετὰσοῦ λαµβάνει τὸν στέφανον. Ὁρᾷς κηδεµονίαν; Καὶ οὐκ εἶπεν, Ἵνα µὴ χωρὶς ἡµῶν στεφανωθῶσιν, ἀλλ', Ἵνα µὴ χωρὶς ἡµῶν τελειωθῶσιν· ὥστε καὶ τέλειοι τότε φαίνονται. Προέλαβον κατὰ τοὺς ἀγῶνας, ἀλλ' οὐ προλαµβάνουσι κατὰ τοὺς στεφάνους. Οὐκ ἐκείνους ἠδίκησεν, ἀλλ' ἡµᾶς ἐτίµησε· καὶ γὰρ καὶ αὐτοὶ τοὺς ἀδελφοὺς ἀναµένουσιν. Εἰ γὰρ σῶµα ἓν οἱ πάντες ἐσµὲν, µείζων γίνεται τῷ σώµατι τούτῳ ἡ ἡδονὴ, ὅταν κοινῇ στεφανῶται, καὶ µὴ κατὰ µέρος. Καὶ γὰρ οἱ δίκαιοι καὶ ἐν τούτῳ εἰσὶ θαυµαστοὶ, ὅτι χαίρουσιν ὡς ἐπὶ οἰκείοις ἀγαθοῖς τοῖς τῶν ἀδελφῶν. Ὥστε κἀκείνοις τοῦτο κατὰ γνώµην ἐστὶ, τὸ µετὰ τῶν µελῶν τῶν ἰδίων στεφανωθῆναι· τὸ γὰρ ὁµοῦ δοξασθῆναι, µεγάλη ἡδονή. Τοιγαροῦν καὶ ἡµεῖς τοσοῦτον ἔχοντες περικείµενον ἡµῖν νέφος µαρτύρων.
28.2
Πολλαχοῦ ἡ Γραφὴ τὴν παραµυθίαν λαµβάνει τὴν ἐν τοῖς κακοῖς ἀπὸ τῶν συµβαινόντων πραγµάτων, ὡς ὅταν λέγῃ ὁ προφήτης· Ἀπὸ καύµατος καὶ σκληρότητος, καὶ ὑετοῦ ῥύσεταί σε· καὶ ὁ∆ αυΐδ· Ἡµέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει, ὅτι ἡ µνήµη τῶν ἁγίων ἐκείνων, ὥσπερ νέφος τὸν φλεγόµενον ὑπὸ ἀκτῖνος θερµοτέρας σκιάζει, οὕτω τὴν ὑπὸ τῶνκακῶν καταπεπονηµένην ἀνίστησι καὶ ἀνακτᾶται ψυχήν. Καὶ οὐκ εἶπεν, Ὑπεραιωρούµενον ἡµῶν, ἀλλὰ, Περικείµενον ἡµῖν, ὃ ἐκείνου πλέον ἦν ὥστε δηλῶσαι διὰ τούτου, ὅτι περικείµενον κύκλῳ, ἐν µείζονιἀδείᾳ εἰκότως εἶναι ποιήσει. Μάρτυρας δὲ οὐχὶ τοὺς ἐν τῇ Καινῇ λέγει µόνον, ἀλλὰ καὶ τοὺς ἐν τῇ Παλαιᾷ· καὶ γὰρ καὶ αὐτοὶ ἐµαρτύρησαν τῇ τοῦ Θεοῦ µεγαλειότητι· οἷον, ὡς οἱ τρεῖς παῖδες, οἱ περὶ τὸν Ἠλίαν, οἱ προφῆται πάντες. Ὄγκον ἀποθέµενοι πάντα. Πάντα, τίνα; Τουτέστι, τὸν ὕπνον, τὴν ὀλιγωρίαν, τοὺς λογισµοὺς τοὺς εὐτελεῖς, πάντα τὰ ἀνθρώπινα. Καὶ τὴν εὐπερίστατον ἁµαρτίαν. Εὐπερίστατον ἤτοι τὴν εὐκόλως περιισταµένην ἡµᾶς, ἢ τὴν εὐκόλως περίστασιν δυναµένην παθεῖν, λέγει· µᾶλλον δὲ τοῦτο· ῥᾴδιον γὰρ, ἐὰν θέλωµεν, περιγενέσθαι τῆς ἁµαρτίας.∆ ι' ὑποµονῆς, φησὶ, τρέχωµεν τὸν προκείµενον ἡµῖν ἀγῶνα. Οὐκ εἶπε, Πυκτεύωµεν, οὐδὲ, Παλαίωµεν, οὐδὲ, Πολεµῶµεν, ἀλλ' ὃ πάντων κουφότερον ἦν τὸ τοῦ δρόµου, τοῦτο εἰς µέσον τέθεικεν. Οὐδὲ εἶπε, Προσθῶµεν τῷ δρόµῳ, ἀλλ', Ἐν αὐτῷ τούτῳ ὑποµείνωµεν, µὴ ἐκλυθῶµεν. Τρέχωµεν, φησὶ, τὸν προκείµενον ἡµῖν ἀγῶνα. Εἶτα τὸ κεφάλαιον τῆς παρακλήσεως, ὃ καὶ πρῶτον καὶ ὕστερον τίθησι, τὸν Χριστόν· Ἀφορῶντες, φησὶν, εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν. Ὅπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς τοῖς µαθηταῖς συνεχῶς ἔλεγεν· Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἀπεκάλεσαν, πόσῳ µᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ; καὶ πάλιν· Οὐκ ἔστι µαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὑτοῦ. Ἀφορῶντες, φησί· τουτέστιν, ἵνα µάθωµεν τρέχειν, βλέπωµεν εἰς Χριστόν. Καθάπερ γὰρ ἐπὶ τῶν τεχνῶν πασῶν καὶ τῶν ἀγωνισµάτων πρὸς τοὺς διδασκάλους ὁρῶντες, οὕτως ἐντυποῦµεν τῇ διανοίᾳ τὴν τέχνην, διὰ τῆςὀπτικῆς κανόνας τινὰς λαµβάνοντες· οὕτω δὴ καὶ ἐνταῦθα, εἰ βουλοίµεθα τρέχειν, καὶ µαθεῖν καλῶς τρέχειν, πρὸς τὸν Χριστὸν ὁρῶµεν, τὸν ἀρχηγὸν τῆς πίστεως καὶ τελειωτὴν Ἰησοῦν. Τί ἐστι τοῦτο; Τουτέστιν, αὐτὸς ἐν ἡµῖν τὴν πίστιν ἐνέθηκεν, αὐτὸς τὴν ἀρχὴν δέδωκεν. Ὃ καὶ πρὸς τοὺς µαθητὰς ὁ Χριστὸς εἶπεν· Οὐχ ὑµεῖς µε ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάµην ὑµᾶς. Καὶ ὁ Παῦλος δέ φησι· Τότε δὲ ἐπιγνώσοµαι, καθὼς καὶ ἐπεγνώσθην. Εἰ δὲ αὐτὸς τὴν ἀρχὴν ἡµῖν ἐνέθηκεν, αὐτὸς καὶ τὸ τέλος ἐπιθήσει. Ὃς ἀντὶ τῆς προκειµένης αὐτῷ, φησὶ, χαρᾶς, ὑπέµεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Τουτέστιν, ἐξῆν αὐτῷ µηδὲν παθεῖν, εἴπερ ἐβούλετο. Οὐδὲ γὰρ ἁµαρτίαν ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόµατι αὐτοῦ· καθὼς καὶ αὐτός φησιν ἐν τοῖς Εὐαγγελίοις· Ἔρχεται ὁ τοῦ κόσµου ἄρχων, καὶ οὐκ ἔχει ἐν ἐµοὶ οὐδέν. Προὔκειτο τοίνυν αὐτῷ, εἴπερ ἐβούλετο, µὴ ἐλθεῖν εἰς τὸν σταυρόν· Ἐξουσίαν γὰρ ἔχω, φησὶ, θεῖναι τὴν ψυχήν µου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰ τοίνυν ὁ µηδεµίαν ἔχων ἀνάγκην τοῦ σταυρωθῆναι, ἐσταυρώθη ἡµῶν ἕνεκεν· πόσῳ µᾶλλον ἡµᾶς δίκαιον πάντα γενναίως ὑποµένειν; Ὃς ἀντὶ τῆς προκειµένης αὐτῷ χαρᾶς, φησὶν, ὑπέµεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Τί δέ ἐστιν, Αἰσχύνης καταφρονήσας; Τὸν ἐπονείδιστον, φησὶν, εἵλετο θάνατον. Ἔστω γὰρ, ἀπέθνησκε· τί καὶ ἐπονειδίστως;∆ ι' οὐδὲν ἕτερον, ἀλλ' ἡµᾶς διδάσκων µηδὲν ἡγεῖσθαι τὴν παρ' ἀνθρώπων δόξαν.∆ ιὰ τοῦτο, οὐχ ὑποκείµενος ἁµαρτίᾳ εἵλετο αὐτὴν, παιδεύων ἡµᾶς κατατολµᾷν αὐτῆς, καὶ µηδὲν αὐτὴν τίθεσθαι.∆ ιὰ τί µὴ εἶπε Λύπην, ἀλλὰ Αἰσχύνην; Ὅτι οὐ µετὰ λύπης ταῦτα ἔφερε. Τί οὖν τὸ τέλος; ἄκουε, ἐπάγει γάρ· Ἐν δεξιᾷ τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. Ὁρᾷς τὸ ἔπαθλον; Ὅπερ καὶ ὁ Παῦλος γράφων φησί·∆ ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνοµα τὸ ὑπὲρ πᾶν ὄνοµα, ἵνα ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάµψῃ. Τὸ κατὰ σάρκα φησί. Μάλιστα µὲν οὖν, εἰ καὶ µηδὲν ἦν ἔπαθλον, ἱκανὸν τὸ ὑπόδειγµα πεῖσαι πάντα ἑλέσθαι· νυνὶ δὲ καὶ ἔπαθλα ἡµῖν πρόκειται, οὐ τὰ τυχόντα, ἀλλὰ µεγάλα καὶ ἀπόῤῥητα. Ὥστε καὶ ἡµεῖς ἐπειδάν τι πάθωµεν τοιοῦτον, πρὸ τῶν ἀποστόλων ἐννοῶµεν τὸν Χριστόν.∆ ιὰ τί; Ὅτι ὅλος ὁ βίος αὐτοῦ ὕβρεων ἔγεµε· καὶ γὰρ µαινόµενος ἤκουεν ἀεὶ, καὶ πλάνος, καὶ γόης· καὶ ποτὲ µὲν ἔλεγον οἱ Ἰουδαῖοι· Οὗτος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ· ποτὲ δέ· Οὐχὶ, φησὶν, ἀλλὰ πλανᾷ τὸν ὄχλον· καὶ πάλιν· Ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡµέρας ἐγείροµαι. Καὶ εἰς γοητείαν δὲ αὐτὸν διέβαλλον λέγοντες· Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιµόνια· καὶ ὅτι µαίνεται, καὶ δαιµόνιον ἔχει· Οὐ καλῶς ἐλέγοµεν, φησὶν, ὅτι δαιµόνιον ἔχει, καὶ µαίνεται; Καὶ ταῦτα ἤκουε παρ' αὐτῶν, εὐεργετῶν, θαυµατουργῶν, Θεοῦ ἔργα ἐπιδεικνύµενος. Εἰ µὲν γὰρ µηδὲν ποιῶν ταῦτα ἤκουεν, οὐκ ἦν οὕτω θαυµαστόν· εἰ δὲ διδάσκων τὰ πρὸς ἀλήθειαν, πλάνος ἤκουε, καὶ δαίµονας ἐκβάλλων, δαίµονα ἔχειν ἐλέγετο, καὶ πάντα ἀνατρέπων τὰ ἐναντία, γόης ἐλέγετο· ποίαν ὑπερβολὴν θαύµατος οὐκ ἔχει; Ταῦτα γὰρ αὐτοῦ συνεχῶς κατηγόρουν.
28.3
Εἰ δὲ βούλει καὶ τὰ σκώµµατα καὶ τὰς εἰρωνείας µαθεῖν, ἃς κατ' αὐτοῦ ἐποιοῦντο, ὃ µάλιστα δάκνει τὰς ἡµετέρας ψυχὰς, ἄκουε πρῶτον τὰς ἀπὸ τοῦ γένους· Οὐχ οὗτος, φησὶν, ἐστὶν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡµεῖς ἴσµεν τὸν πατέρα καὶ τὴν µητέρα; οὐχ οἱ ἀδελφοὶ αὐτοῦ πάντες παρ' ἡµῖν εἰσι; καὶ ἀπὸ τῆς πατρίδος αὐτὸν σκώπτοντες, ἔλεγον ἐκ Ναζαρὲτ αὐτὸν εἶναι. Καὶ πάλιν· Ἐρώτησον, φησὶ, καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται· καὶ ἔφερε τοσαῦτα συκοφαντούµενος. Καὶ πάλιν ἔλεγον· Οὐχὶ ἡ Γραφή φησιν, ὅτι ἀπὸ Βηθλεὲµ τῆς κώµης ἔρχεται ὁ Χριστός; Βούλει καὶ τὰς εἰρωνείας ἰδεῖν ἃς ἐποιοῦντο παρ' αὐτὸν τὸν σταυρόν; Προσεκύνουν αὐτῷ ἐµπαίζοντες, καὶ ἔπαιον αὐτὸν καὶ ἐκολάφιζον, καὶ ἔλεγον· Εἰπὲ ἡµῖν τίς ἐστιν ὁ παίσας σε; καὶ ὄξος προσῆγον, καὶ ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ἔτι δὲ καὶ ὁ δοῦλος τοῦ ἀρχιερέως ῥάπισµα ἔδωκεν αὐτῷ, καί φησιν· Εἰ µὲν κακῶς ἐλάλησα, µαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί µε δέρεις; Καὶ χλευάζοντες δὲ, χλαµύδα περιέθηκαν αὐτῷ, καὶ ἐνέπτυον εἰς τὸ πρόσωπον αὐτοῦ καὶ τὰς πείρας ἀεὶ προσῆγον, πειράζοντες αὐτόν. Βούλει καὶ τὰς κατηγορίας ἰδεῖν, τὰς λάθρα, τὰς φανερῶς, τὰς παρὰ τῶν µαθητῶν; τὸ γὰρ, Μὴ καὶ ὑµεῖς θέλετε ὑπάγειν; καὶ τὸ,∆ αιµόνιον ἔχεις, παρὰ τῶν πιστευσάντων ἤδη ἐλέγετο Εἰπὲ δέ µοι, οὐκ ἀεὶ ἔφευγε καὶ αὐτὸς, ποτὲ µὲν εἰς τὴν Γαλιλαίαν, ποτὲ δὲ εἰς τὴν Ἰουδαίαν; οὐχὶ ἐκ σπαργάνων αὐτῷ πολὺς ὁ πειρασµός; οὐχὶ παιδίον ὄντα αὐτὸν ἡ µήτηρ λαβοῦσα κατῆλθεν εἰς Αἴγυπτον;∆ ιὰ ταῦτα τοίνυν πάντα φησίν· Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειµένης αὐτῷ χαρᾶς ὑπέµεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷτε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. Εἰς τοῦτον τοίνυν ἀφορῶµεν καὶ εἰς τὰ τῶν µαθητῶν τῶν τούτου, ἀναγινώσκοντες τὰ Παύλου, καὶ ἀκούοντες αὐτοῦ λέγοντος· Ἐν ὑποµονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν διωγµοῖς, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν νηστείαις ἐν κόποις, ἐνἁγνότητι, ἐν γνώσει· καὶ πάλιν· Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶµεν καὶ διψῶµεν, καὶ γυµνητεύοµεν, καὶ κολαφιζόµεθα, καὶ ἀστατοῦµεν, καὶ κοπιῶµεν, ἐργαζόµενοι ταῖς ἰδίαις χερσί· λοιδορούµενοι, εὐλογοῦµεν· διωκόµενοι, ἀνεχόµεθα· βλασφηµούµενοι, παρακαλοῦµεν. Ἆρα ἐξ ἡµῶν ἔχει τις εἰπεῖν, ὅτι τὸ πολλοστὸν τούτων µέρος ἔπαθεν; Ὡς πλάνοι γὰρ, φησὶν, ὡς ἄτιµοι, ὡς µηδὲν ἔχοντες· καὶ πάλιν· Πεντάκις τεσσαράκοντα παρὰ µίαν ὑπὸ Ἰουδαίων ἔλαβον· τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήµερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις, πολλάκις, ἐν θλίψεσιν, ἐν στενοχωρίᾳ, ἐν λιµῷ. Καὶ ὅτι ταῦτα τῷ Θεῷ ἐδόκει, ἄκουε αὐτοῦ λέγοντος· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἴρηκέ µοι, Ἀρκεῖ σοι ἡ χάρις µου· ἡ γὰρ δύναµίς µου ἐν ἀσθενείᾳ τελειοῦται.∆ ιὸ καὶ, φησὶν, εὐδοκῶ ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐµὲ ἡ δύναµις τοῦ Χριστοῦ. Καὶ αὐτοῦ δὲ ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ἐν τῷ κόσµῳ θλῖψιν ἕξετε. Ἀναλογίσασθε γὰρ, φησὶ, τὸν τοιαύτην ὑποµεµενηκότα ὑπὸ τῶν ἁµαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα µὴ κάµητε, ταῖς ψυχαῖς ὑµῶν ἐκλυόµενοι. Εἰκότως ταῦτα ἐπήγαγεν· εἰ γὰρ τὰ τῶν πλησίον πάθη διανίστησιν ἡµᾶς, τὰ τοῦ∆ εσπότου πόσην ἡµῖν οὐ παρέξει προθυµίαν; τί ἡµᾶς οὐκ ἐργάσεται; Καὶ σκόπει πῶς παρεὶς πάντα εἰπεῖν, διὰ τῆς ἀντιλογίας τὸ πᾶν ἐδήλωσε, καὶ τῷ τοιαύτην προσθεῖναι· τὰς γὰρ ἐπὶ κόῤῥης πληγὰς, τὸν γέλωτα, τὰς ὕβρεις, τοὺς ὀνειδισµοὺς, τὰς χλευασίας, ταῦτα πάντα διὰ τῆς ἀντιλογίας ἐνέφηνε· καὶ οὐκ ἐκεῖνα µόνα, ἀλλὰ καὶ τὰ παρὰ τὸν βίον ἅπαντα τὸν τῆς διδασκαλίας. Ταῦτα τοίνυν, ἀγαπητοὶ, ἀεὶ ἀναλογιζώµεθα, καὶ νύκτωρ καὶ µεθ' ἡµέραν ἐν ταῖς διανοίαις ἡµῶν στρέφωµεν, εἰδότες ὅτι µεγάλα ἐκ τούτουκαρπωσόµεθα ἀγαθὰ, καὶ πολλὴν τὴν ὠφέλειαν ἕξοµεν. Μέγα γὰρ, ὄντως µέγα παραµύθιον, καὶ τὰ τοῦ Χριστοῦ πάθη καὶ τὰ τῶν ἀποστόλων. Οὕτω γὰρ ᾔδει ταύτην βελτίω τῆς ἀρετῆς οὖσαν τὴν ὁδὸν, ὡς καὶ αὐτὸς ὁ µὴ δεόµενος αὐτῆς ταύτην ἐλθεῖν· οὕτως οἶδε τὴν θλῖψιν συµφέρουσαν ἡµῖν, καὶ ἀνέσεως ὑπόθεσιν µᾶλλον γινοµένην· ἄκουε γὰρ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Ἐὰν µή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήσῃ ὀπίσω µου, οὐκ ἔστι µου ἄξιος. Μόνον γὰρ οὐχὶ τοῦτο διὰ τῆς τοιαύτης λέγει διδασκαλίας· Εἰ µαθητὴς εἶ, τὸν διδάσκαλον µιµοῦ· τοῦτο γάρ ἐστι µαθητοῦ. Εἰ δὲ αὐτὸς µὲν διὰ θλίψεως ἦλθε, σὺδὲ δι' ἀνέσεως, οὐκέτι τὴν αὐτὴν βαδίζεις ὁδὸν, ἣν ἐκεῖνος ἐβάδισεν, ἀλλ' ἑτέραν. Πῶς οὖν ἀκολουθεῖς, µὴ ἀκολουθῶν; πῶς εἶ µαθητὴς, µὴ τῷ διδασκάλῳ ἑπόµενος; Τοῦτο καὶ ὁ Παῦλός φησιν· Ἡµεῖς ἀσθενεῖς, ὑµεῖς δὲ ἰσχυροί· ἡµεῖς ἄτιµοι, ὑµεῖς δὲ ἔντιµοι. Ἢ πῶς ἔχει λόγον, φησὶ, τἀναντία ἡµᾶς ζηλοῦν, καὶ ὑµᾶς µὲν εἶναι µαθητὰς, ἡµᾶς δὲ διδασκάλους; Μέγα ἄρα θλῖψις, ἀγαπητοί· δύο γὰρ τὰ µέγιστα κατορθοῖ, καὶ ἁµαρτίας ἐξαλείφει, καὶ στεῤῥοὺς ποιεῖ.
28.4
Τί οὖν, φησὶν, ἂν περιτρέψῃ καὶ ἀπολέσῃ; Οὐχ ἡ θλῖψις τοῦτο ποιεῖ, ἀλλ' ἡ ἡµετέρα νωθεία. Πῶς, φησίν; Ἐὰν γὰρ νήφωµεν, ἐὰν τὸν Θεὸν παρακαλῶµεν, ὥστε µὴ ἐᾶσαι ἡµᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάµεθα, ἐὰν ἀεὶ αὐτοῦ ἐχώµεθα, στησόµεθα γενναίως, καὶ παραταξόµεθα. Ἕως ἂν αὐτὸν ἔχωµεν βοηθὸν, κἂν πάντων τῶν ἀνέµων σφοδρότερον πνεύσωσιν οἱ πειρασµοὶ, κάρφος ἡµῖν ἔσονται καὶ φύλλον ἁπλῶς φερόµενον. Ἄκουε Παύλου λέγοντος· Ἐν τούτοις, φησὶ, πᾶσιν ὑπερνικῶµεν· καὶ πάλιν· Λογίζοµαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήµατα τοῦ νῦν καιροῦ πρὸς τὴν µέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡµᾶς· καὶ πάλιν· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡµῖν κατεργάζεται. Σκόπει ἡλίκους κινδύνους, ναυάγια, τὰς ἐπαλλήλους θλίψεις, καὶ ὅσα τοιαῦτα, ἐλαφρὰ καλεῖ· καὶ ζήλωσον τὸν ἀδάµαντα τοῦτον, τὸν ἁπλῶς καὶ εἰκῆ τὸ σῶµα τοῦτο περικείµενον. Ἐν πενίᾳ εἶ; ἀλλ' οὐκ ἐν τοσαύτῃ, ὅσῃ ὁ Παῦλος, ὁ καὶ ἐν λιµῷ ἐξεταζόµενος καὶ δίψει καὶ γυµνότητι· οὐ γὰρ µίαν ἡµέραν τοῦτο ἔπαθεν, ἀλλὰ διηνεκῶς τοῦτο ὑπέµεινε. Πόθεν τοῦτο δῆλον; Ἄκουε αὐτοῦ λέγοντος· Ἄχριτῆς ἄρτι ὥρας καὶ πεινῶµεν, καὶ διψῶµεν, καὶ γυµνητεύοµεν. Βαβαὶ, πόσην ἔχων ἤδη δόξαν ἐν τῷ κηρύγµατι, τοσαῦτα ὑπέµενεν, εἰκοστὸν λοιπὸν ἔτος ἔχων, ὅτε ταῦτα ἔγραφεν. Οἶδα γὰρ, φησὶν, ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώµατι, εἴτε ἐκτὸς τοῦ σώµατος, οὐκ οἶδα· καὶ πάλιν· Μετὰ τρία ἔτη, φησὶν, ἀνῆλθον εἰς Ἱεροσόλυµα. Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Καλόν µοι ἀποθανεῖν, ἢ τὸ καύχηµά µου ἵνα τις κενώσῃ. Οὐ µόνον δὲ τοῦτο, ἀλλὰ καὶ πάλιν γράφων ἔλεγεν· Ὡς περικαθάρµατα τοῦ κόσµου ἐγενήθηµεν. Τί λιµοῦ χαλεπώτερον; τί κρυµοῦ; τί τῶν ἐπιβουλῶν τῶν παρὰ ἀδελφῶν; οὓς ψευδαδέλφους λοιπὸν καλεῖ. Οὐχὶ λυµεὼν ἐκαλεῖτο τῆς οἰκουµένης; οὐχὶ ἀπατεών; οὐχὶ ἀνατροπεύς; οὐχὶ κατεκόπτετο µαστιζόµενος; Ταῦτα ἐν νῷ λάβωµεν, ἀγαπητοὶ, ταῦτα ἀναλογιζώµεθα, ταῦτα µνηµονεύωµεν, καὶ οὐδέποτε ἐκλυθησόµεθα, κἂν ἀδικώµεθα, κἂν ἁρπαζώµεθα, κἂνµυρία πάσχωµεν κακά. Γένοιτο τὰ ἐν τοῖς οὐρανοῖς ἡµᾶς εὐδοκιµεῖν, καὶ πάντα φορητά· γένοιτο εὖ πράττειν ἐκεῖ, καὶ τῶν ἐνταῦθα λόγος οὐδείς. Σκιὰ ταῦτά ἐστι καὶ ὄναρ· οἷα ἂν εἴη, ἐλπιζοµένων ἐκείνων καὶ προσδοκωµένων, οὐδέν ἐστι τῶν δεινῶν οὔτε τῇ φύσει, οὔτε τῷ χρόνῳ. Τί γὰρ βούλει πρὸς τὰ δεινὰ ἐκεῖνα παραβάλωµεν; τί πρὸς τὸ πῦρ τὸ ἄσβεστον, πρὸς τὸν σκώληκα τὸν ἀτελεύτητον; τί δυνήσῃ ἴσον εἰπεῖν τῶν ἐνταῦθα πρὸς τὸν βρυγµὸν τῶν ὀδόντων, πρὸς τὰ δεσµὰ, πρὸς τὸ σκότος τὸ ἐξώτερον, πρὸς τὴν ὀργὴν πρὸς τὴν θλῖψιν, πρὸςτὴν στενοχωρίαν; Ἀλλὰ τῷ χρόνῳ; Καὶ τί µύρια ἔτη πρὸς ἀπείρους αἰῶνας καὶ ἀτελευτήτους; οὐχ ὅσον µικρὰ σταγὼν πρὸς ἄβυσσον ἄπειρον; Ἀλλὰ πρὸς τὰ ἀγαθά; Ἀλλ' ἐκεῖ µείζων ἡ ὑπερβολή· Ὀφθαλµὸς οὐκ εἶδε, φησὶν, οὖς οὐκ ἤκουσεν, ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Καὶ ταῦτα ἔσται πάλιν ἐν ἀπείροις αἰῶσιν. Ὑπὲρ τούτων οὖν κατακοπῆναι µυριάκις οὐ καλὸν, ἀναιρεθῆναι, κατακαῆναι, µυρίους ὑποστῆναι θανάτους, πᾶν ὁτιοῦν ὑποµεῖναι δεινὸν καὶ λόγῳ καὶ ἔργῳ; Εἰ γὰρ ἐν πυρὶ ζῇν κατακαιόµενον ἦν, οὐκ ἔδει πάντα ὑποµένειν ὑπὲρ τοῦ τυχεῖν τῶν ἐπηγγελµένων ἐκείνων ἀγαθῶν; Ἀλλὰ τί λέγω ταῦτα ληρῶν πρὸς ἀνθρώπους οὐδὲ χρηµάτων καταφρονῆσαι αἱρουµένους, ἀλλ' ὡς ἀθανάτων αὐτῶν ἐχοµένους, κἂν µικρὰ ἐκ πολλῶν δῶσι, τὸ πᾶν νοµίζοντας ἠνυκέναι; Οὐκ ἔστι τοῦτο ἐλεηµοσύνη· ἐλεηµοσύνη γάρ ἐστιν ἡ τῆς χήρας ἐκείνης, ἥτις τὸν βίον αὐτῆς πάντα ἐκένωσεν. Εἰ δὲ οὐ χωρεῖς τοσοῦτον ὅσον ἡ χήρα καταβαλεῖν, ἀλλὰ κἂν τὸ περίσσευµα ὅλον κατάβαλε· ἔχε τὰ ἀρκοῦντα, µὴ τὰ περιττά. Ἀλλ' οὐδείς ἐστιν οὐδὲ τὸ περίσσευµα καταβάλλων· ἕως γὰρ ἂν ἔχῃς οἰκέτας πολλοὺς καὶ ἱµάτια σηρικὰ, πάντα ταῦτα περιττεύµατά ἐστιν. Οὐδὲν ἀναγκαῖον οὐδὲ τῆς χρείας, ὧν ἄνευ δυνάµεθα ζῇν· ταῦτα περιττὰ καὶ ἁπλῶς ἔξω πρόσκειται. Τίνος οὖν ἄνευ οὐ δυνάµεθα ζῇν ἴδωµεν, εἰ δοκεῖ. Κἂν δύο µόνους ἔχωµεν οἰκέτας, δυνάµεθα ζῇν· ὅπου γάρ εἰσί τινες χωρὶς οἰκετῶν ζῶντες, ποίαν ἡµεῖς ἔχοµεν ἀπολογίαν, τοῖς δύο οὐκ ἀρκούµενοι;∆ υνάµεθα καὶ ἐκ πλίνθων ἔχειν οἰκίαν τριῶν οἰκηµάτων· καὶ τοῦτο ἀρκεῖ ἡµῖν. Εἰπὲ γάρ µοι, οὐκ εἰσί τινες µετὰ παίδων καὶ γυναικὸς ἕνα οἶκον ἔχοντες; Ἔστωσαν δὲ, εἰ βούλει, καὶ παῖδες δύο. Καὶ πῶς οὐκ αἰσχύνη, φησὶν, ἐστὶ τὸ µετὰ δύο οἰκετῶν τὴν ἐλευθέραν βαδίζειν; Ἄπαγε, οὐκ ἔστι τοῦτο αἰσχύνη, µετὰ δύο οἰκετῶν τὴν ἐλευθέραν βαδίζειν, ἀλλ' αἰσχύνη ἐστὶ τὸ µετὰ πολλῶν προϊέναι. Τάχα γελᾶτε τούτων ἀκούοντες. Πιστεύσατε, τοῦτό ἐστιν αἰσχύνη, τὸ µετὰ πολλῶν προϊέναι. Ὥσπερ οἱ προβατοπῶλαι, ἢ ὥσπερ οἱ τῶν ἀνδραπόδων κάπηλοι, οὕτω µέγα τι ἡγεῖσθε τὸ µετὰ πλειόνων οἰκετῶν προϊέναι. Τῦφος τοῦτο καὶ κενοδοξία· ἐκεῖνο φιλοσοφία καὶ σεµνότης. Τὴν γὰρ ἐλευθέραν οὐκ ἀπὸ τοῦ πλήθους τῶν ἀκολούθων φαίνεσθαι δεῖ· ποία γὰρ ἀρετὴ ἀνδράποδα ἔχειν πολλά; Τοῦτο οὐκ ἔστι ψυχῆς· ὅπερ δὲ οὐκ ἔστι ψυχῆς, οὐ δείκνυσιν ἐλευθέραν. Ὅταν ὀλίγοις ἀρκῆται, τότε ἐστὶν ἐλευθέρα ὄντως· ὅταν δὲ πολλῶν δέηται, δούλη ἐστὶ καὶ ἀνδραπόδων χείρων. Εἰπέ µοι, οἱ ἄγγελοι οὐχὶ µόνοι περιπολοῦσι τὴν οἰκουµένην, καὶ οὐ δέονται οὐδενὸς τοῦ ἑψοµένου; ἆρ' οὖν διὰ τοῦτο χείρους ἡµῶν εἰσι τῶν δεοµένων οἱ µὴ δεόµενοι; Εἰ τοίνυν τὸ µηδὲ ὅλως δεῖσθαι ἀκολούθου, ἀγγελικὸν, τίς τοῦ ἀγγελικοῦ βίου ἐγγὺς, ἡ πολλῶν δεοµένη, ἢἡ ὀλίγων; Οὐκ ἔστι τοῦτο αἰσχύνη; αἰσχύνη γάρ ἐστι τὸ ἄτοπόν τι πρᾶξαι. Εἰπέ µοι, τίς ἐπιστρέφει τοὺς ἐπ' ἀγορᾶς, ἡ πολλοὺς ἐπαγοµένη, ἢ ἡ ὀλίγους; ταύτης δὲ τῆς ὀλίγους ἐπαγοµένης, οὐχὶ ἡ µόνη µᾶλλον ἀπρόοπτος φαινοµένη; Ὁρᾷς ὅτι ἐκεῖνό ἐστιν αἰσχύνη; Τίς ἐπιστρέφει τοὺς ἐπ' ἀγορᾶς, ἡ τὰ καλὰ φοροῦσα ἱµάτια, ἢ ἡ ἁπλῶς περικειµένη καὶ ἀνεπιτηδεύτως; τίς πάλιν ἐπιστρέφει τοὺς ἐπ' ἀγορᾶς, ἡ ἐπὶ ἡµιόνων φεροµένη, καὶ χρυσοπάστων παραπετασµάτων, ἢ ἡ ἁπλῶς καὶ ὡς ἔτυχε µετὰ κοσµιότητος βαδίζουσα; ἢ ταύτην µὲν οὐδὲ ὁρῶµεν κἂν ἴδωµεν, ἐκείνην δὲ οὐ µόνον ἰδεῖν βιάζονται οἱ πολλοὶ, ἀλλὰ καὶ ἐρωτῶσι, τίς εἴη, καὶ πόθεν; Καὶ παρίηµι λέγειν ὅσος ὁ φθόνος ἐντεῦθεν τίκτεται. Τί οὖν, εἰπέ µοι, αἰσχρὸν, ὁρᾶσθαι ἢ µὴ ὁρᾶσθαι; πότε µείζων ἡ αἰσχύνη, ὅταν πάντες εἰς αὐτὴν βλέπωσιν, ἢ ὅταν µηδείς; ὅταν µανθάνωσι περὶ αὐτῆς, ἢ ὅταν µηδὲ φροντίζωσιν; Ὁρᾷς ὅτι οὐ δι' αἰσχύνην, ἀλλὰ διὰ κενοδοξίαν πάντα πράττοµεν; Πλὴν ἀλλ' ἐπειδὴ τούτου ἀδύνατον ὑµᾶς ἀπαγαγεῖν, ἀρκεῖ µοι τέως τὸ µαθεῖν ὑµᾶς, ὅτι οὐκ ἔστι τοῦτο αἰσχύνη. Ἁµαρτία µόνη αἰσχύνη ἐστὶν, ἣν οὐδεὶς εἶναι νοµίζει αἰσχύνην, ἀλλὰ πάντα µᾶλλον ἢ ταύτην. Ἱµάτια ἔστω τὰ τῆς χρείας, µὴ περιττά· πλὴν ἀλλ' ἵνα µὴ εἰς πολλὴν στενοχωρίαν ὑµᾶς κατακλείσωµεν, ἐκεῖνο παρεγγυῶ, ὅτι χρυσοπάστων ἡµῖν οὐ δεῖ, οὐδὲ λεπτῶν ὀθονίων. Καὶ ταῦτα οὐκ ἐγὼ λέγω· ὅτι γὰρ οὐκ ἐµά ἐστι τὰ ῥήµατα, ἄκουε τοῦ µακαρίου Παύλου λέγοντος, καὶ παρεγγυῶντος ταῖς γυναιξὶ Κοσµεῖν ἑαυτὰς, µὴ ἐν πλέγµασιν, ἢ χρυσῷ, ἢ µαργαρίταις, ἢ ἱµατισµῷ πολυτελεῖ. Ἀλλὰ ποταπῷ βούλει, ὦ Παῦλε, εἰπέ· ἴσως γὰρ ἐροῦσιν, ὅτι τὰ χρυσᾶ µόνα ἐστὶ πολυτελῆ, τὰ δὲ σηρικὰ οὐ πολυτελῆ· εἰπὲ ποταπῷ βούλει. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσµατα, τούτοις, φησὶν, ἀρκεσθησόµεθα. Τοιοῦτον ἔστω τὸ ἱµάτιον, φησὶν, ὥστε σκέπειν µόνον.∆ ιὰ γὰρ τοῦτο ἔδωκεν ἡµῖν αὐτὰ ὁ Θεὸς, ἵνα σκέπωµεν τὴν γυµνότητα· τοῦτο δὲ οἱονδήποτε ἱµάτιον ποιῆσαι δύναται εὐτελοῦς ὃν τιµῆς. Τάχα γελᾶτε, αἱ τὰ σηρικὰ φοροῦσαι ἱµάτια· γελᾶσαι γὰρ ὄντως χρή. Τί µὲν Παῦλος ἐπέταξε; τί δὲ ἡµεῖς πράττοµεν; Οὐ πρὸς τὰς γυναῖκας δέ µοι ὁ λόγος µόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἄνδρας. Πάντα γὰρ τὰ λοιπὰ, ἅπερ ἔχοµεν, περιττά· µόνοι οἱ πένητες οὐ περιττὰ κέκτηνται· τάχα δὲ κἀκεῖνοι δι' ἀνάγκην, ὡς, εἴ γε ἐξῆν, οὐκ ἂν οὐδὲ ἐκεῖνοι ἀπέσχοντο. Πλὴν ἀλλ', εἴτε προφάσει, εἴτε ἀληθείᾳ, τέως ἐκεῖνοι τὰ περιττὰ οὐκ ἔχουσι. Τοιαῦτα τοίνυν φορῶµεν ἱµάτια, τὰ τὴν χρείαν πληροῦντα. Τί γὰρ βούλεται ὁ πολὺς χρυσός; τοῖς ἐπὶ σκηνῆς ταῦτα ἁρµόττει, ταῦτα ἐκείνων τὰ φορήµατα, πορνῶν ἐστι γυναικῶν, πάντα πρὸς τὸ θεαθῆναι ποιουσῶν. Καλλωπιζέσθω ἐκείνη ἡ ἐπὶ τῆς σκηνῆς, ἡ ἐπὶ τῆς ὀρχήστρας· πάντας γὰρ βούλεται πρὸς ἑαυτὴν ἐπισπάσασθαι· ἡ δὲ ἐπαγγελλοµένη θεοσέβειαν, µὴ οὕτω καλλωπιζέσθω, ἀλλὰ ἑτέρως ἔχει καλλωπισµὸν πολὺ ἐκείνης µείζονα. Ἔχεις καὶ σὺ θέατρον· πρὸς ἐκεῖνο καλλωπίζου τὸ θέατρον, ἐκεῖνον περιτίθεσο τὸν κόσµον. Ποῖόν σού ἐστι τὸ θέατρον; Ὁ οὐρανὸς, ὁ τῶν ἀγγέλων δῆµος· οὐχὶ τῶν παρθένων λέγω µόνον, ἀλλὰ καὶ τῶν κοσµικῶν· πᾶσαι, ὅσαι τῷ Χριστῷ πιστεύουσιν, ἐκεῖνο ἔχουσι τὸ θέατρον. Τοιαῦτα φθεγγώµεθα, ἵνα ἐκείνοις τέρπωµεν τοὺς θεατάς· τοιαῦτα περιτίθεσο, ἵνα ἐκείνους εὐφράνῃς. Εἰπὲ γάρ µοι, ἐὰν ἡ πόρνη γυνὴ ἀφεῖσα τὰ χρυσία καὶ τὰ ἱµάτια καὶ τὸν γέλωτα καὶ τὰ ῥήµατα τὰ ἀστεῖα καὶ τὰ αἰσχρὰ, εὐτελὲς ἱµάτιον περιβάληται, καὶ ἀνεπιτηδεύτως συνθεῖσα ἑαυτὴν εἰσέλθῃ, καὶ θεοσεβῆ φθέγγηται ῥήµατα, καὶ περὶ σωφροσύνης διαλέγηται, καὶ µηδὲν αἰσχρὸν λέγῃ, οὐχὶ ἀναστήσονται πάντες; οὐχὶ διαλυθήσεται τοῦτο τὸ θέατρον; οὐχὶ ἐκβαλοῦσιν αὐτὴν, ὡς οὐκ εἰδυῖαν ἁρµόσασθαι τῷ δήµῳ, καὶ ἀλλότρια λέγουσαν τοῦ θεάτρου ἐκείνου τοῦ σατανικοῦ; Οὕτω καὶ σὺ, ἐὰν τὰ ἐκείνης περιθεµένη εἰς τὸ τῶν οὐρανῶν θέατρον εἰσέλθῃς, ἐκβαλοῦσί σε οἱ θεαταί. Ἐκεῖ γὰρ οὐ τῶν χρυσῶν ἱµατίων χρεία τούτων, ἀλλ' ἑτέρων. Ποίων; Οἵων ὁ προφήτης φησίν· Ἐν κροσσωτοῖς χρυσοῖς περιβεβληµένη, πεποικιλµένη· οὐχ ὥστε τὸ σῶµα λευκὸν ποιῆσαι καὶ ἀποστίλβον, ἀλλ' ὥστε τὴν ψυχὴν καλλωπίσαι· αὕτη γάρ ἐστιν ἡ ἀγωνιζοµένη ἐκεῖ καὶ ἀθλοῦσα. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, φησί. Ταῦτα περίθου· µυρίων γὰρ καὶ ἄλλων ἀπαλλάττεις σαυτὴν κακῶν, καὶ τὸν ἄνδρα µερίµνης, καὶ σαυτὴν φροντίδος. Οὕτω γὰρ αἰδέσιµος ἔσῃ τῷ ἀνδρὶ, ὅταν µὴ πολλῶν δέῃ.
28.6
Πᾶς γὰρ ἄνθρωπος εἴωθεν ἀκκίζεσθαι κατὰ τῶν δεοµένων αὐτοῦ· ὅταν δὲ ἴδῃ µὴ χρείαν ἔχοντας, κατασπᾷ τὸ φρόνηµα, ὥστε ὁµοτίµως διαλέγεται. Ὅταν ἴδῃ ὁ ἀνὴρ ὅτι οὐ χρείαν αὐτοῦ ἔχεις ἐν οὐδενὶ, ὅτι καταφρονεῖς τῶν παρ' αὐτοῦ δωρεῶν, κἂν σφόδρα ᾖ φρονηµατιῶν, τότε σε αἰδεσθήσεται µᾶλλον, ἢ τὰ χρυσία περικειµένην· καὶ οὐκέτι ἔσῃ αὐτοῦ δούλη. Ὧν γὰρ χρείαν ἔχοµεν, ὑποκύπτειν τούτοις ἀναγκαζόµεθα· ἐὰν δὲ ἀποστήσωµεν ἑαυτοὺς, οὐκέτι ἐσόµεθα ὑπόδικοι, ἀλλ' οἶδεν ὅτι διὰ τὸν τοῦ Θεοῦ φόβον ὑπακοήν τινα ἀπονέµοµεν αὐτῷ, οὐ διὰ τὰ παρ' αὐτοῦ. Νῦν µὲν γὰρ ὡς µεγάλα ἡµῖν χαριζόµενος, ὅσης ἂν ἀπολαύσῃ τῆς τιµῆς, οὐχ ἡγεῖται τῆς πάσης ἀπολελαυκέναι· τότε δὲ κἂν µικρᾶς τύχῃ, χάριν ἡγήσεται· οὐκ ὀνειδιεῖ, οὐκ ἀναγκασθήσεται οὐδὲ αὐτὸς πλεονεκτεῖν διὰ σέ. Τί γὰρ ἀλογώτερον τοῦ χρυσία εἰς τοῦτο κατασκευάζειν, ἵνα περικέωνται ἐν βαλανείοις καὶ ἐν ἀγοραῖς; Ἀλλ' ἐν βαλανείοις καὶ ἐν ἀγοραῖς οὐδὲν ἴσως θαυµαστόν· τὸ δὲ καὶ ἐν ἐκκλησίᾳ οὕτω σχηµατιζοµένην προϊέναι, πολὺς ὁ γέλως. Τί γὰρ δή ποτε εἰσέρχεται χρυσία φοροῦσα ἐνταῦθα, ἡ ὀφείλουσα εἰσελθεῖν, ἵνα ἀκούσῃ κοσµεῖν ἑαυτὰς, µὴ χρυσίῳ µηδὲ µαργαρίταις, µηδὲἱµατισµῷ πολυτελεῖ; Τίνος οὖν ἕνεκεν εἰσέρχῃ, ὦ γύναι; ἆρα ὡς µαχοµένη τῷ Παύλῳ, καὶ δεικνύουσα ὅτι κἂν µυριάκις ταῦτα λέγῃ, οὐκ ἐπιστρέφῃ; ἀλλ' ὡς τοὺς διδασκάλους ἡµᾶς ἐλέγξαι βουλοµένη µάτην ταῦτα διαλεγοµένους; Εἰπὲ γάρ µοι, ἐάν τις Ἕλλην καὶ ἄπιστος ἀκούσας ἀναγινωσκοµένου τοῦ χωρίου τούτου, ἔνθα ταῦτα λέγει ὁ µακάριος Παῦλος, παρεγγυῶν ταῖς γυναιξὶ, µήτε χρυσῷ, µήτε µαργαρίταις, µήτε ἱµατισµῷ πολυτελεῖ κοσµεῖν ἑαυτὰς, καὶ ἔχων γυναῖκα πιστὴν, ἴδῃ ὅτι πολὺν ποιεῖται λόγον τοῦ καλλωπισµοῦ καὶχρυσία περιτίθεται, ἵνα προέλθῃ ἐν ἐκκλησίᾳ, ἆρα οὐκ ἐρεῖ πρὸς ἑαυτὸν, ὁρῶν αὐτὴν ἐν τῷ κοιτωνίσκῳ ταῦτα περιτιθεµένην καὶ διατιθεῖσαν καλῶς, Τί µένει ἔνδονἡ γυνὴ εἰς τὸν κοιτωνίσκον; τί βραδύνει; τί περιτίθεται τὰ χρυσία; ποῦ ἀπελθεῖν ἔχει; εἰς τὴν ἐκκλησίαν; διὰ τί; ἵνα ἀκούσῃ, Μὴ ἱµατισµῷ πολυτελεῖ; Οὐ γελάσεται; οὐκ ἀνακαγχάσει; οὐ χλεύην καὶ ἀπάτην εἶναι νοµιεῖ τὰ ἡµέτερα;∆ ιὸ παρακαλῶ, τὰ χρυσία ταῖς ποµπαῖς ἀφῶµεν, ταῖς σκηναῖς, ταῖς προθήκαις ταῖς ἐπὶ τῶν ἐργαστηρίων· ἡ δὲ τοῦ Θεοῦ εἰκὼν µὴ τούτοις καλλωπιζέσθω· ἡ ἐλευθέρα τῇ ἐλευθερίᾳ κοσµείσθω· ἐλευθερία δὲ τὸ ἄτυφον, τὸ ἀκόµπαστον. Εἰ δὲ καὶ δόξης βούλει τῆς παρὰ ἀνθρώπων ἐπιτυχεῖν, οὕτως ἐπιτεύξῃ Τὴν γὰρ ἀνδρὸς πλουτοῦντος οὖσαν γυναῖκα οὐχ οὕτω θαυµασόµεθα χρυσίαφοροῦσαν καὶ σηρικὰ( τοῦτο γὰρ κοινὸν ἁπασῶν), ὡς ὅταν λιτὸν ἱµάτιον καὶ ἁπλοῦν, καὶ ἐξ ἐρίου εἰργασµένον µόνον περικειµένη τυγχάνῃ· τοῦτο θαυµάσονται πάντες, τοῦτο κροτήσουσιν. Ἐν ἐκείνῳ µὲν γὰρ τῷ κόσµῳ τῷ τῶν χρυσίων καὶ τῶν πολυτελῶν ἱµατίων, πολλὰς ἔχει τὰς κοινωνούσας αὐτῇ· κἂν ταύτην ὑπερακοντίσῃ, ὑπὸ τῆς ἑτέρας ἡττᾶται· κἂν πάσας ὑπερβάληται, ὑπὸ τῆς βασιλίδος αὐτῆς νικᾶται· ἐνταῦθα δὲ πάσας νικᾷ, καὶ αὐτὴν τὴν τοῦ βασιλέως γυναῖκα· µόνη γὰρ ἐν πλούτῳ πολλῷ τὰ τῶν πενήτων εἵλετο. Ὥστε καὶ εἰ δόξης ἐρῶµεν, ἐνταῦθα µείζων ἡ δόξα. Οὐ πρὸς τὰς χήρας λέγω µόνον, καὶ τὰς πλουσίας· ἐνταῦθα γὰρ δοκεῖ ἡ τῆς χηρείας ἀνάγκη τοῦτο ποιεῖν· ἀλλὰ καὶ πρὸς τὰς ὑπάνδρους οὔσας. Ἀλλ' οὐκ ἀρέσκω, φησὶ, τῷ ἀνδρί. Οὐ τῷ ἀνδρὶ βούλει ἀρέσκειν, ἀλλὰ τῷ πλήθει τῶν γυναικῶν τῶν πενιχρῶν· µᾶλλον δὲ οὐκ ἀρέσκειν, ἀλλὰ κατατήκειν αὐτὰς καὶ ὀδυνᾷν, καὶ τὴν πενίαν µείζονα ποιεῖν. Πόσα διὰ σὲ βλάσφηµα φθέγγονται; Μὴ ἔστω, φησὶ, πενία· ὁ Θεὸς µισεῖ τοὺς πενοµένους, ὁ Θεὸς οὐ φιλεῖ τοὺς ἐν πενίᾳ. Ὅτι γὰρ οὐ τῷ ἀνδρὶ βούλει ἀρέσκειν, καὶ ταύτης ἕνεκεν τῆς αἰτίας καλλωπίζῃ, ἐξ ὧν αὐτὴ ποιεῖς τοῦτο δῆλον ἅπασι καθιστᾷς. Ὅταν γὰρ ὑπερβῇς τὸν οὐδὸν τοῦ θαλάµου, εὐθέως ἅπαντα ἀποτίθῃ, καὶ τὰ ἱµάτια, καὶ τὰ χρυσία, καὶ τοὺς µαργαρίτας· καὶ ἐπὶ τῆς οἰκίας µάλιστα οὐ φορεῖς. Εἰ δὲ ὅλως βούλει ἀρέσκειν τῷ ἀνδρὶ, ἔστι δι' ὧν ἀρέσκεις, δι' ἐπιεικείας, διὰ πραότητος, διὰ κοσµιότητος. Πίστευε γάρ µοι, γύναι, κἂν µυριάκις ᾖ κατωφερὴς ὁ ἀνὴρ καὶ ἀκρατὴς, ταῦτα µᾶλλον αὐτὸν ἐφελκύσεται, ἐπιείκεια, κοσµιότης, τὸ ἄτυφον, τὸ ἀδάπανον, τὸ εὐτελές. Τὸν µὲν γὰρ ἀκόλαστον, κἂν µυρία τοιαῦτα ἐπινοῇς, οὐ καθέξεις· καὶ ἴσασιν ὅσαι τοιούτους ἐσχήκασιν ἄνδρας· ὡς γὰρ ἐὰν καλλωπίσῃς σαυτὴν, ἐκεῖνος ἀκόλαστος ὢν πρὸς ἑτέραν ἄπεισι· τὸν δὲ σώφρονα καὶ κόσµιον οὐ τούτοις αἱρήσεις, ἀλλὰ τοῖς ἐναντίοις· ἐν τούτοις δὲ καὶ λυπεῖς, σαυτῇ δόξαν περιτιθεῖσα φιλοκόσµου. Εἰ γὰρ καὶ αἰδούµενος ὁ ἀνὴρ, καὶ τοῦτο ὡς σώφρων οὐ λέγει, ἀλλ' ἔνδοθεν καταγνώσεταί σου· τοὺς δὲ φθόνους καὶ τὰς βασκανίας οὐ περιστελεῖται. Οὐ πᾶσαν ἡδονὴν ἐκβαλεῖς λοιπὸν, φθόνον ἐγείρουσα κατὰ σαυτῆς;
28.7
Τάχα δυσχερῶς ἀκούετε τῶν λεγοµένων, καὶ ἀγανακτεῖτε λέγουσαι, ὅτι τοὺς ἄνδρας παροξύνει µᾶλλον κατὰ τῶν γυναικῶν. Οὐ τοὺς ἄνδρας παροξύνων ταῦτα λέγω, ἀλλὰ παρ' ὑµῶν βουλόµενος ἑκοντὶ ταῦτα γίνεσθαι, δι' ὑµᾶς, οὐ δι' ἐκείνους· οὐχ ἵνα ἐκείνους ἀπαλλάξω φθόνου, ἀλλ' ἵνα ὑµᾶς ἀπαλλάξω φαντασίας βιωτικῆς. Βούλει φανῆναι καλή; κἀγὼ τοῦτο βούλοµαι, ἀλλὰ κάλλος ὃ ὁ Θεὸς ζητεῖ, κάλλος ὃ ἐπιθυµεῖ ὁ βασιλεύς. Τίνα βούλει σχεῖν ἐραστὴν, τὸν Θεὸν ἢ ἀνθρώπους; Ἐὰν ἐκεῖνο ᾖς τὸ κάλλος καλὴ, ὁ Θεὸς ἐπιθυµήσει τοῦ κάλλους σου· ἂν δὲ τοῦτο χωρὶς ἐκείνου, ἐκεῖνος µέν σε βδελύξεται, ἔσονται δέ σου ἐρασταὶ ἄνδρες µιαροί· οὐδεὶς γὰρ ὑπάνδρου γυναικὸς ἐρῶν ἀγαθός. Τοῦτο καὶ ἐπὶ τοῦ κόσµου τοῦ ἔξωθεν λογίζου. Ἐκεῖνος µὲν γὰρ ὁ κόσµος, ὁ τῆς ψυχῆς λέγω, τὸν Θεὸν ἐπισπᾶται· οὗτος δὲ πάλιν τοὺς µιαροὺς ἄνδρας. Ὁρᾷς ὅτι ὑµῶν κήδοµαι, ὅτι ὑµῶν φροντίζω, ἵνα καλαὶ ἦτε, ὄντως καλαὶ, ὄντως ἐπίδοξοι, ἵνα ἀντὶ ἀνδρῶν µιαρῶν τὸν ἁπάντων∆ εσπότην Θεὸνἔχητε ἐραστήν; Ἡ δὲ ἐκεῖνον ἔχουσα ἐραστὴν, τίνι ἔσται ὁµοία; µετὰ ἀγγέλων χορεύει. Εἰ γὰρ παρὰ βασιλέως φιλουµένη τις ὑπὲρ πάντας µακαρίζεται· ἡ παρὰ τοῦ Θεοῦ φιλουµένη φιλίαν πολλὴν, τίνος ἔσται ἀξία; κἂν τὴν οἰκουµένην ἀντιστήσῃς, οὐδὲν τοῦ κάλλους ἐκείνου ἄξιον. Τοῦτο τοίνυν ἀσκήσωµεν τὸ κάλλος, τούτῳ κοσµώµεθα τῷ κόσµῳ, ἵνα εἰς τοὺς οὐρανοὺς χωρήσωµεν, εἰς τὰς παστάδας τὰς πνευµατικὰς, εἰς τὸννυµφῶνα τὸν ἀκήρατον. Τοῦτο µὲν γὰρ τὸ κάλλος ὑπὸ πάντων ἁλίσκεται, καὶ ὅταν παραµείνῃ καλῶς, καὶ µήτε νόσος ἐνοχλήσῃ µήτε φροντὶς, ὅπερ ἀδύνατον, οὐ παραµένειεἴκοσιν ἔτη· ἐκεῖνο δὲ ἀεὶ ἀνθεῖ, ἀεὶ ἀκµάζει· οὐκ ἔστιν ἐκεῖ δεῖσαι µεταβολὴν, οὐ γῆρας ἐπελθὸν ῥυτίδα ἤγαγεν, οὐ νόσος κατασκήψασα ἐµάρανεν, οὐκ ἀθυµίας φροντὶς ἐλυµήνατο, ἀλλὰ πάντωντούτων ἐστὶν ἀνώτερον. Τοῦτο δὲ πρὶν ἢ φανῆναι, ἀπέστη, καὶ φανὲν οὐκ ἔχει πολλοὺς τοὺς θαυµαστάς. Οἱ µὲν γὰρ κόσµιοι οὐ θαυµάζουσιν, οἱ δὲ θαυµάζοντες, µετὰ ἀσελγείας θαυµάζουσι. Μὴ τοίνυν τοῦτο ἀσκῶµεν, ἀλλ' ἐκεῖνο· ἐκείνου ἐχώµεθα, ἵνα µετὰ λαµπάδων φαιδρῶν ἀπέλθωµεν εἰς τὸν νυµφῶνα. Οὐ γὰρ ταῖς παρθένοις τοῦτο ἐπήγγελται µόνον, ἀλλὰ ταῖς ψυχαῖς ταῖς παρθένοις· ἐπεὶ, εἰ παρθένων ἦν ἁπλῶς τοῦτο, οὐκ ἂν αἱ πέντε ἀπεκλείσθησαν. Πασῶν τοίνυν ἐστὶ τοῦτο ὅσαι τὴν ψυχήν εἰσι παρθένοι, ὅσαι τῶν νοηµάτων τῶν βιωτικῶν εἰσιν ἀπηλλαγµέναι· φθείρουσι γὰρ τὰς ψυχὰς τὰ νοήµατα ταῦτα. Ἐὰν τοίνυν ἀκέραιοι µένωµεν, ἀπελευσόµεθα ἐκεῖ καὶ δεχθησόµεθα. Ἡρµοσάµην γὰρ ὑµᾶς, φησὶν, ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ταῦτα οὐ πρὸς τὰς παρθένους εἶπεν, ἀλλὰ πρὸς τὸ πλήρωµα τῆς ἐκκλησίας ἁπάσης. Ἡ γὰρ ἄφθορος ψυχὴν παρθένος ἐστὶ, κἂν ἄνδρα ἔχῃ· παρθένος ἐστὶ τὴν ὄντως παρθενίαν, τὴν θαυµαστήν· αὕτη γὰρ ἡ τοῦ σώµατος ἐκείνης ἐστὶν ἐπακολούθηµα καὶ σκιὰ, ἡ δὲ ἀληθὴς παρθενία ἐκείνη ἐστί. Ταύτην ἀσκῶµεν, καὶ οὕτω δυνησόµεθα µετὰ φαιδροῦ προσώπου τὸν νυµφίον ἰδεῖν, µετὰ φαιδρῶν εἰσελθεῖν τῶν λαµπάδων, ἐὰν τὸ ἔλαιον ἡµᾶς µὴἐπιλίπῃ, ἐὰν τὰ χρυσία χωνεύσασαι ἔλαιον ἐργασώµεθα τοιοῦτον, ὃ ποιεῖ φαιδρὰς τὰς λαµπάδας· τὸ δὲ ἔλαιον ἐκεῖνό ἐστιν ἡ φιλανθρωπία. Ἐὰν ἑτέροις µεταδῶµεν τὰ ὄντα, ἐὰν ἔλαιον αὐτὰ ἐργασώµεθα, τότε ἡµῶν προστήσεται, καὶ οὐκ ἐροῦµεν ἐν ἐκείνῳ τῷ καιρῷ,∆ ότε ἡµῖν ἔλαιον ὅτισβέννυνται ἡµῶν αἱ λαµπάδες, οὐδὲ ἑτέρων δεηθησόµεθα, οὐδὲ ἀπελθοῦσαι πρὸς τοὺς πωλοῦντας, ἀποκλεισθησόµεθα, οὐδὲ ἀκουσόµεθα τῆς φωνῆς ἐκείνηςτῆς φοβερᾶς καὶ φρικτῆς, κρούουσαι τὰς θύρας· Οὐκ οἶδα ὑµᾶς· ἀλλ' ἐπιγνώσεται ἡµᾶς, καὶ συνεισελευσόµεθα τῷ νυµφίῳ, καὶ εἰσελθόντες εἰς τὸν νυµφῶνα τὸν πνευµατικὸν, µυρίων ἀπολαύσοµεν τῶν ἀγαθῶν. Εἰ γὰρ ἐνταῦθα οὕτω φαιδρὸς ὁ νυµφὼν, οὕτω λαµπραὶ αἱ παστάδες, ὡς µηδένα κορέννυσθαι προσέχοντα· πόσῳ µᾶλλον ἐκεῖ; Θάλαµός ἐστιν ὁ οὐρανὸς, καὶ τοῦ οὐρανοῦ ὁ νυµφὼν βελτίων· ἐκεῖ εἰσελευσόµεθα. Εἰ δὲ ὁ νυµφὼν οὕτω καλὸς, τίς ἄρα ἔσται ὁ νυµφίος; Καὶ τί λέγω τὰ χρυσία ἀποθέµεναι µεταδῶµεν τοῖς δεοµένοις; εἰ γὰρ καὶ ἑαυτὰς πωλεῖν ἐχρῆν, εἰ γὰρ ἀντ' ἐλευθέρων γενέσθαι δούλας, ὥστε δυνηθῆναι µετ' ἐκείνου εἶναι τοῦ νυµφίου, τοῦ κάλλους ἀπολαύεινἐκείνου, µόνον ὁρᾷν εἰς τὸ πρόσωπον ἐκείνου· οὐκ ἐχρῆν µετὰ προθυµίας ἅπαντα καταδέξασθαι; Καὶ βασιλέα µὲν τὸν ἐπὶ γῆς ἵνα µόνον ἴδωµεν, πολλάκις ὑπὲρ τοῦ ἰδεῖν αὐτὸν καὶ τὰ ἐν χερσὶ ῥίπτοµεν, καὶ ἀναγκαῖα ὄντα· ὑπὲρ δὲ τοῦ βασιλέα καὶ νυµφίον ἐν οὐρανοῖς ἀµφότερα ὄντα, ὥστε µὴ µόνον καταξιωθῆναι ἰδεῖν, ἀλλὰ καὶ προηγεῖσθαι αὐτοῦ µετὰ λαµπάδων, καὶἐγγὺς αὐτοῦ εἶναι, καὶ διαπαντὸς εἶναι µετ' αὐτοῦ, τί οὐκ ἔδει ποιεῖν; τί δὲ οὐ πράττειν; τί δὲ οὐχ ὑποµένειν;∆ ιὸ, παρακαλῶ, λάβωµέν τινα πόθον ἐκείνων τῶν ἀγαθῶν, ποθήσωµεν ἐκεῖνον τὸν νυµφίον, ὦµεν παρθένοι τὴν ἀληθῆ παρθενίαν· τὴν γὰρ τῆς ψυχῆς παρθενίαν ἐπιζητεῖ ὁ∆ εσπότης. Μετὰ ταύτης εἰσέλθωµεν εἰς τὸν οὐρανὸν, µὴ ἔχοντες σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἵνα καὶ τῶν ἐπηγγελµένων ἡµῖν ἀγαθῶν ἐπιτύχωµεν· ὧν γένοιτο πάντας ἡµᾶς µετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.