Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
29.0
Οὔπω µέχρις αἵµατος ἀντικατέστητε πρὸς τὴν ἁµαρτίαν ἀνταγωνιζόµενοι· καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑµῖν ὡς υἱοῖς διαλέγεται· Υἱέ µου, µὴ ὀλιγώρει παιδείας Κυρίου, µηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόµενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· µαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Εἰ παιδείαν ὑποµένετε, ὡς υἱοῖς ὑµῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ;
29.1
Ἔστιν εἴδη παρακλήσεως δύο, ἐναντία ἀλλήλοις εἶναι δοκοῦντα, πολλὴν δὲ ἑαυτοῖς συνεισφέροντα τὴν ἰσχύν· ἅπερ ἀµφότερα ἐνταῦθα τέθεικε. Τὸ µὲν γάρ ἐστιν, ὅταν πολλὰ λέγωµεν πεπονθέναι τινάς· ἡ γὰρ ψυχὴ διαναπαύεται, ὅταν ἔχῃ τῶν οἰκείων παθῶν µάρτυρας πολλούς· ὅπερ ἀνωτέρω ἔθηκεν εἰπὼν, Ἀναµιµνήσκεσθε τὰς πρότερον ἡµέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεµείνατε παθηµάτων· τὸ δὲ, ὅταν λέγωµεν, ὅτι Οὐ µέγα τι πέπονθας· ἐπιστρεφόµεθα γὰρ τῷ λόγῳ καὶ διανιστάµεθα, καὶ πάντα πρὸς τὸ παθεῖν γινόµεθα προθυµότεροι. Καὶ τὸ µὲν τετρυχωµένην τὴν ψυχὴν διαναπαύει καὶ ἀναπνεῖν ποιεῖ, τὸ δὲ ῥᾳθυµοῦσαν αὐτὴν καὶ ὑπτίαν γενοµένην ἐπιστρέφει, καὶ τοῦφρονήµατος κατασπᾷ. Ἵνα τοίνυν µὴ ἐξ ἐκείνης τῆς µαρτυρίας φρόνηµα αὐτοῖς τεχθῇ, ὅρα τί ποιεῖ· Οὔπω, φησὶ, µέχρις αἵµατος ἀντικατέστητε, πρὸς τὴν ἁµαρτίαν ἀνταγωνιζόµενοι· καὶ ἐκλέλησθε τῆς παρακλήσεως. Καὶ οὐκ εὐθέως ἐπήγαγε τὰ ἑξῆς, ἀλλὰ δείξας αὐτοῖς πάντας τοὺς µέχρις αἵµατος στάντας, εἶτα ἐπαγαγὼν τὸ καύχηµα τοῦ Χριστοῦ τὰ παθήµατα, τότε εὐκόλως κατέδραµε. Τοῦτο καὶ Κορινθίοις γράφων λέγει· Πειρασµὸς ὑµᾶς οὐκ εἴληφεν, εἰ µὴ ἀνθρώπινος· τουτέστι, µικρός. Ἱκανὸν γὰρ τοῦτο διαναστῆσαι καὶ ἀνορθῶσαι ψυχὴν, ὅταν ἐννοήσῃ, ὅτι οὐ πρὸς τὸ πᾶν ἀνῆλθε, καὶ πείσῃ ἑαυτὴν ἀπὸ τῶν προλαβόντων. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὔπω θάνατον ὑπέστητε, µέχρι χρηµάτων ὑµῖν ἡ ζηµία, µέχρι δόξης, µέχρι τοῦ ἐλαύνεσθαι· ὁ µέντοι Χριστὸς ὑπὲρ ὑµῶν τὸ αἷµα ἐξέχεεν, ὑµεῖς δὲ οὐδὲ ὑπὲρ ἑαυτῶν· αὐτὸς µέχρι θανάτου ἠγωνίσατο περὶ τῆς ἀληθείας, πολεµῶν ὑπὲρ ὑµῶν· ὑµεῖς δὲ οὐδέπω εἰς κινδύνους ἐπέβητε θάνατον ἀπειλοῦντας. Καὶ ἐκλέλησθε τῆς παρακλήσεως· τουτέστι, Καὶ παρήκατε τὰς χεῖρας, ἐξελύθητε. Οὔπω, φησὶ, µέχρις αἵµατος ἀντικατέστητε, πρὸς τὴν ἁµαρτίαν ἀνταγωνιζόµενοι. Ἐνταῦθα δείκνυσι καὶ τὴν ἁµαρτίαν σφόδρα πνέουσαν, καὶ αὐτὴν ὁπλιζοµένην· τὸ γὰρ, Ἀντικατέστητε, πρὸς τοὺς ἑστῶτας εἴρηται. Ἥτις ὑµῖν, φησὶν, ὡς υἱοῖς διαλέγεται, Υἱέ µου, µὴ ὀλιγώρει παιδείας Κυρίου, µηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόµενος. Ἐποιήσατο ἀπὸ τῶν πραγµάτων τὴν παράκλησιν· ἐκ περιουσίας καὶ τὴν ἀπὸ τῶν λόγων ἐπάγει, ἀπὸ τῆς µαρτυρίας ταύτης· Μὴ ἐκλύου, φησὶν, ὑπ' αὐτοῦ ἐλεγχόµενος. Ἄρα τοῦ Θεοῦ ταῦτά ἐστι. Καὶ τοῦτο δὲ εἰς παράκλησιν οὐ µικρὸν, ὅταν µάθωµεν, ὅτι τοῦ Θεοῦ ἔργον ἐστὶ τὸ τοιαῦτα δυνηθῆναι, ἐκείνου συγχωροῦντος· καθάπερ καὶ Παῦλός φησιν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἴρηκέ µοι, Ἀρκεῖ σοι ἡ χάρις µου· ἡ γὰρ δύναµίς µου ἐν ἀσθενείᾳ τελειοῦται. Ὥστε ἐκεῖνός ἐστιν ὁ συγχωρῶν. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· µαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Οὐκ ἔχεις, φησὶν, εἰπεῖν ὅτι ἔστι τις δίκαιος θλίψεως χωρίς· κἂν γὰρ οὕτω φαίνηται, ἀλλ' οὐκ ἴσµεν ἡµεῖς τὰς ἄλλας θλίψεις· ὥστε πάντα δίκαιον ἀνάγκη διὰ θλίψεως ἐλθεῖν. Ἀπόφασις γάρ ἐστι τοῦ Χριστοῦ, ὅτι ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς ἀπάγει εἰς τὴν ἀπώλειαν, ἡ δὲ στενὴ καὶ τεθλιµµένη εἰς τὴν ζωήν. Εἰ τοίνυν ἐκεῖθεν ἔστιν ἐλθεῖν εἰς τὴν ζωὴν, ἄλλοθεν δὲ οὐκ ἔνι, ἄρα διὰ τῆς στενῆς πάντες εἰσῆλθον, ὅσοι πρὸς τὴν ζωὴν ἀπῆλθον. Εἰ παιδείαν ὑποµένετε, φησὶν, ὡς υἱοῖς ὑµῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; Εἰ παιδεύει, ἄρα εἰς διόρθωσιν, ἀλλ' οὐκ εἰς κόλασιν, οὐδὲ εἰς τιµωρίαν, οὐδὲ εἰς τὸ κακῶς παθεῖν. Ὅρα, ὅθεν ἐνόµιζον ἐγκαταλελεῖφθαι, ἀπὸ τούτων φησὶν αὐτοὺς πιστεύειν, ὅτι οὐκ ἐγκαταλελειµµένοι εἰσίν. Ὡς ἂν εἰ ἔλεγεν· Ἐπειδὴ τοσαῦτα ἐπάθετε κακὰ, νοµίζετε ὅτι ἀφῆκεν ὑµᾶς ὁ Θεὸς καὶ µισεῖ; Εἰ µὴ ἐπάθετε, τότε ἔδει τοῦτο ὑποπτεύειν· εἰ γὰρ πάντα υἱὸν µαστιγοῖ, ὃν παραδέχεται, ὁ µὴ µαστιζόµενος, ἴσως οὐχ υἱός. Τί οὖν; φησί· πονηροὶ οὐ πάσχουσι κακῶς; Πάσχουσι µέν· πῶς γὰρ οὔ; ἀλλ' οὐκ εἶπε, Πᾶς ὁ µαστιζόµενος, υἱὸς, ἀλλὰ, Πᾶς ὁ υἱὸς µαστιγοῦται. Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν· εἰσὶ µὲν γὰρ µαστιζόµενοι πολλοὶ, καὶ πονηροὶ, οἷον ἀνδροφόνοι, λῃσταὶ, γόητες, τυµβωρύχοι. Ἀλλ' ἐκεῖνοι τῆς ἰδίας πονηρίας διδόασι δίκην, καὶ οὐχ ὡς υἱοὶ µαστιγοῦνται, ἀλλ' ὡς κακοὶ κολάζονται· ὑµεῖς δὲ ὡς υἱοί. Ὁρᾷς πῶς πάντοθεν κινεῖ λογισµοὺς, ἀπὸ πραγµάτων τῶν ἐν τῇ Γραφῇ, ἀπὸ ῥηµάτων, ἀπὸ ἐννοιῶν οἰκείων, ἀπὸ παραδειγµάτων τῶν ἐν τῷ βίῳ; Εἶτα πάλιν καὶ ἀπὸ τῆς κοινῆς συνηθείας. Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς µέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί.
29.2
Ὁρᾷς ὅτι, ὅπερ ἔφθην εἰπὼν, οὐκ ἔνι µὴ παιδευόµενον εἶναι υἱόν; Ὥσπερ γὰρ ἐν ταῖς οἰκίαις τῶν νόθων καταφρονοῦσιν οἱ πατέρες, κἂν µηδὲν µανθάνωσι, κἂν µὴ ἔνδοξοι γίνωνται· τῶν δὲ γνησίων ἕνεκεν υἱῶν δεδοίκασι µήποτε ῥᾳθυµήσωσι· τοῦτο καὶ ἐπὶ τοῦ παρόντος. Εἰ τοίνυν τὸ µὴ παιδεύεσθαι νόθων ἐστὶ, δεῖ χαίρειν ἐπὶ τῇ παιδείᾳ, εἴ γε γνησιότητος τοῦτο ἔστω. Ὡς υἱοῖς ὑµῖν προσφέρεται ὁ Θεός· διὰ τοῦτο αὐτό φησιν. Εἶτα τοὺς µὲν τῆς σαρκὸς ἡµῶν πατέρας εἴχοµεν παιδευτὰς, καὶ ἐνετρεπόµεθα· οὐ πολλῷ µᾶλλον ὑποταγησόµεθα τῷ Πατρὶ τῶν πνευµάτων, καὶ ζήσοµεν; Πάλιν ἀπὸ τῶν οἰκείων παθηµάτων, ἀφ' ὧν αὐτοὶ ἔπασχον, ἡ προτροπή. Ὥσπερ γὰρ ἐκεῖ λέγει, Ἀναµιµνήσκεσθε τὰς πρότερον ἡµέρας· οὕτω καὶ ἐνταῦθα, Ὁ Θεὸς, φησὶν, ὡς υἱοῖς ὑµῖν προσφέρεται, καὶ οὐκ ἂν ἔχοιτε εἰπεῖν, ὅτι οὐ δυνάµεθα φέρειν, καὶ ὡς υἱοῖς ποθεινοῖς. Εἰ δὲ τοὺς πατέρας αἰδοῦνται τοὺς σαρκικοὺς ἐκεῖνοι, πῶς ὑµεῖς τὸν Πατέρα τὸν ἐπουράνιον οὐκ αἰδεσθήσεσθε; Καίτοι οὐκ ἀπὸ τούτου µόνον ἡ διαφορὰ καὶ ἀπὸ προσώπων, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς αἰτίας καὶ ἀπὸ τοῦ πράγµατος· οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς οὗτος κἀκεῖνοι παιδεύουσι.∆ ιὸ καὶ ἐπάγει· Οἱ µὲν γὰρ πρὸς ὀλίγας ἡµέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· τουτέστιν, ἡδονὴν πληροῦντες πολλάκις, καὶ οὐ πανταχοῦ τὸ συµφέρον ὁρῶντες. Ἐνταῦθα δὲ οὐκ ἔστι τοῦτο εἰπεῖν· οὐ γὰρ διά τι τῶν αὑτοῦ τοῦτο ποιεῖ, ἀλλὰ δι' ὑµᾶς καὶ τὴν ὠφέλειαν µόνην τὴν ὑµετέραν· ἐκεῖνοι, ἵνα καὶ αὐτοῖς χρήσιµοι γένησθε, πολλάκις δὲ καὶ εἰκῆ· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν. Ὁρᾷς ὅτι καὶ τοῦτο φέρει παράκλησιν; Μάλιστα γὰρ ἐκείνοις οἰκειούµεθα, ὅταν ἴδωµεν ὅτι οὐ διά τι τῶν αὐτῶν ἢ ἐπιτάττουσιν, ἢ παραινοῦσιν, ἀλλ' ὁλόκληρος ἡ σπουδὴ διὰ τὸ ἡµέτερον γίνεται. Τοῦτο γάρ ἐστιν εἰλικρινὴς ἀγάπη, καὶ ὄντως ἀγάπη, ὅταν µηδὲν ὄντες τῷ φιλοῦντι χρήσιµοι, φιλώµεθα παρ' αὐτοῦ. Φιλούµεθα γὰρ, οὐχ ἵνα λάβῃ, ἀλλ' ἵνα δῷ· παιδεύει, πάντα ποιεῖ, πάντα σπουδάζει, ὥστε γενέσθαι ἡµᾶς δεκτικοὺς τῶν ἀγαθῶν τῶν αὑτοῦ. Οἱ µὲν γὰρ, φησὶ, πρὸς ὀλίγας ἡµέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συµφέρον, εἰς τὸ µεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. Τί ἐστι, Τῆς ἁγιότητος αὐτοῦ; Τουτέστι, τῆς καθαρότητος, ὥστε ἀξίους αὐτοῦ γενέσθαι κατὰ δύναµιν. Ἐκεῖνος σπουδάζει ἵνα λάβητε, καὶ πάντα ποιεῖ ἵνα δῷ ὑµῖν· ὑµεῖς δὲ οὐ σπουδάζετε ἵνα λάβητε. Εἶπον, φησὶ, τῷ Κυρίῳ, Κύριός µου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν µου οὐ χρείαν ἔχεις. Εἶτα, φησὶ, τοὺς µὲν τῆς σαρκὸς ἡµῶν πατέρας εἴχοµεν παιδεύοντας, καὶ ἐνετρεπόµεθα· οὐ πολλῷ δὲ µᾶλλον ὑποταγησόµεθα τῷ Πατρὶ τῶν πνευµάτων, καὶ ζήσοµεν; Τῷ Πατρὶ τῶν πνευµάτων· ἤτοι τῶν χαρισµάτων λέγει, ἤτοι τῶν εὐχῶν, ἤτοι τῶν ἀσωµάτων δυνάµεων. Ἐὰν οὕτως ἀποθνήσκωµεν, τότε ζησόµεθα. Καὶ καλῶς εἶπεν, Οἱ µὲν γὰρ πρὸς ὀλίγας ἡµέρας ἐπαίδευον κατὰ τὸ δοκοῦν αὐτοῖς· οὐ γὰρ πανταχοῦ τὸ δοκοῦν συµφέρον· οὗτος δὲ πρὸς τὸ συµφέρον.
29.3
Ἄρα ἡ παιδεία συµφέρον, ἄρα ἡ παιδεία µετάληψις ἁγιότητός ἐστι. Καὶ σφόδρα γε· ὅταν γὰρ ῥᾳθυµίαν ἐκβάλλῃ, ὅταν ἐπιθυµίαν πονηρὰν, ὅταν ἔρωτα τῶν βιωτικῶν πραγµάτων, ὅταν συστρέφῃ τὴν ψυχὴν, ὅταν ποιῇ καταγνῶναιτῶν ἐνταῦθα πάντων( τοιοῦτο γὰρ ἡ θλῖψις), οὐχὶ ἁγία γίνεται; οὐχὶ τοῦ Πνεύµατος ἐπισπᾶται τὴν χάριν; Ἐννοήσωµεν τοιγαροῦν ἀεὶ τοὺς δικαίους, καὶ ἴδωµεν πόθεν πάντες ἔλαµψαν, καὶ πρὸ πάντων, ὁ Ἄβελ, ὁ Νῶε· ἆρα γὰρ οὐχὶ ἀπὸ θλίψεως; οὐ γὰρ ἔστι τὸν µόνον ὄντα ἐν τῷ τοσούτῳ πλήθει τῶν κακῶν µὴ θλίβεσθαι. Νῶε γὰρ, φησὶ, µόνος τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησεν. Ἐννόησον γάρ µοι, εἰ νῦν µυρίους ἔχοντες ὧν ζηλώσοµεν τὴν ἀρετὴν, καὶ πατέρας, καὶ διδασκάλους, οὕτω θλιβόµεθα, τί παθεῖν ἐκεῖνον εἰκὸς ἦνµόνον µεταξὺ τοσούτων; ἀλλὰ τὰ κατὰ τὸν ὑετὸν εἴπω τὸν ξένον ἐκεῖνον καὶ παράδοξον; ἀλλὰ τὸν Ἀβραὰµ εἴπω, καὶ ἃ τοῦτον συνέβη παθεῖν, οἷον, τὰς ἀποδηµίας τὰς ἐπαλλήλους, τὴν τῆς γυναικὸς ἁρπαγὴν, τοὺς κινδύνους, τοὺς πολέµους, τοὺς πειρασµούς; Ἀλλὰ τὸν Ἰακὼβ, ὅσα πέπονθε δεινὰ, ἐλαυνόµενος πάντοθεν, καὶ πονῶν εἰκῆ, καὶ ἑτέροις µοχθῶν; πάντας µὲν γὰρ αὐτοῦ τοὺς πειρασµοὺς καταλέγειν οὐκ ἀναγκαῖον, τὴν δὲ µαρτυρίαν παρ ενεγκεῖν εὔλογον, ἢν καὶ αὐτὸς διαλεγόµενος τῷ Φαραὼ ἔλεγε· Μικραὶ καὶ πονηραὶ αἱ ἡµέραι µου, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡµέρας τῶν πατέρων µου. Ἀλλὰ τὸν Ἰωσὴφ εἴπω; ἀλλὰ τὸν Μωϋσέα; ἀλλὰ τὸν Ἰησοῦν; ἀλλὰ τὸν∆ αυΐδ; ἀλλὰ τὸν Σαµουήλ; ἀλλὰ τὸν Ἠλίαν; ἀλλὰ τὸν∆ ανιήλ; ἀλλὰ τοὺς προφήτας πάντας; Ἀλλὰ τούτους ἅπαντας ἀπὸ τῶν θλίψεων λαµπροὺς εὑρήσεις γενοµένους. Εἰπὲ οὖν µοι σὺ, ἀπὸ ἀνέσεως καὶ τρυφῆς λαµπρὸς βούλει γενέσθαι; Ἀλλ' οὐκ ἂν δύναιο. Ἀλλὰ τοὺς ἀποστόλους εἴπω; Ἀλλὰ καὶ οὗτοι πάντας ὑπερηκόντισαν τοῖς λυπηροῖς. Τί ταῦτα λέγω; καὶ ὁ Χριστὸς τοῦτό φησιν· Ἐν τῷ κόσµῳ θλῖψιν ἕξετε· καὶ πάλιν, Κλαύσετε καὶ θρηνήσετε ὑµεῖς· ὁ δὲ κόσµος χαρήσεται. Καὶ ὅτι στενὴ καὶ τεθλιµµένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ὁ τῆς ὁδοῦ Κύριος εἶπεν, ὅτι στενὴ καὶ τεθλιµµένη· σὺ δὲ τὴν πλατεῖαν ζητεῖς; καὶ πῶς οὐκ ἄτοπον;∆ ιὰ τοῦτο οὐκ ἐπιτεύξῃ τῆς ζωῆς, ἑτέραν βαδίζων, ἀλλὰ τῆς ἀπωλείας· τὴν γὰρ ἐκεῖ φέρουσαν εἴλου. Βούλει εἴπω καὶ παραγάγω εἰς µέσον τοὺς ἐν τρυφῇ; Ἀπὸ τῶν ἐσχάτων ἐπὶ τοὺς πρώτους ἀνέλθωµεν. Ὁ πλούσιος ὁ καιόµενος ἐν τῇ καµίνῳ, οἱ τῇ γαστρὶ ζῶντες Ἰουδαῖοι, ὧν ὁ Θεὸς ἡ κοιλία, οἱ ἐν τῇ ἐρήµῳ ἐπιζητοῦντες ἀεὶ ἄνεσιν, διὰ τί ἀπώλοντο; ὥσπερ καὶ οἱ ἐπὶ τοῦ Νῶε, οὐκ ἐπειδὴ τὸν ὑγρὸν τοῦτον καὶ διαλελυµένον εἵλοντο βίον; Καὶ οἱ ἐν Σοδόµοις διὰ γαστριµαργίαν· Ἐν πλησµονῇ γὰρ, φησὶν, ἄρτων ἐσπατάλων. Τοῦτο περὶ τῶν ἐν Σοδόµοις εἴρηται. Εἰ δὲ ἄρτων πλησµονὴ τοσοῦτον κακὸν εἰργάσατο, τί ἂν εἴποιµεν περὶ τῶν ἄλλων καρυκευµάτων; Ὁ Ἡσαῦ οὐχὶ ἐν ἀνέσει ἦν; τί δὲ οἱ ἴδοντες τὰς γυναῖκας τῶν υἱῶν τοῦ Θεοῦ, καὶ κατὰ κρηµνῶν ἀχθέντες; τί δὲ οἱ τοῖς ἄῤῥεσιν ἐπιµαινόµενοι; πάντες δὲ οἱ βασιλεῖς τῶν ἐθνῶν, Βαβυλωνίων, Αἰγυπτίων, οὐχὶ κακῶς τὴν ζωὴν κατέστρεψαν; οὐχὶ ἐν κολάσει εἰσί; Τὰ δὲ νῦν, εἰπέ µοι, οὐ τοιαῦτα; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οἱ τὰ µαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν· οἱ δὲ µὴ τὰ τοιαῦτα, ἐν τοῖς οὐρανοῖς. Τὸ γὰρ µαλακὸν ἱµάτιον καὶ τὴν αὐστηρὰν ἐκλύει ψυχὴν καὶ διακλᾷ καὶ διαχεῖ· κἂν τραχὺ λάβῃ σῶµα καὶ σκληρὸν, ταχέως διὰ τῆς τοιαύτης τρυφεραγωγίας µαλακὸν ποιεῖ καὶ ἀσθενές. Πόθεν γὰρ οἴεσθε ἑτέρωθεν τὰς γυναῖκας οὕτως εἶναι ἀσθενεῖς, εἰπέ µοι; ἆρα ἀπὸ τῆς φύσεως µόνης; Οὐδαµῶς, ἀλλὰ καὶ ἀπὸ τῆς ἀγωγῆς καὶ τῆς ἀνατροφῆς· ἡ γὰρ σκιατροφία, ἡ ἀργία, τὰ λουτρὰ, τὰ µύρα, τῶν ἀρωµάτων τὸ πλῆθος, τῆς στρωµνῆς ἡ ἁπαλότης, τοιαύτας αὐτὰς ἀπεργάζεται. Καὶ ἵνα µάθῃς, πρόσεχε ᾧ λέγω. Ἀπὸ κήπου, εἰπέ µοι, τῶν ἐν τῇ ἐρήµῳ ἑστώτων δένδρων, καὶ δεροµένων ὑπὸ τῶν ἀνέµων λαβὼν φυτὸν, εἰς ὑγρὸν καὶ σύσκιον κατάθου τόπον· καὶ πολὺ ἀνάξιον εὑρήσεις ἐκείνου, ἀφ' οὗ παρὰ τὴν ἀρχὴν αὐτὸ ἔλαβες. Ὅτι δὲ τοῦτό ἐστιν ἀληθὲς, αἱ ἐπὶ τῶν ἀγρῶν τρεφόµεναι γυναῖκες, τῶν ἀστικῶν ἀνδρῶν εἰσιν ἰσχυρότεραι, καὶ πολλοὺς ἂν τοιούτουςκαταπαλαίσαιεν ἐκεῖναι. Τοῦ δὲ σώµατος γενοµένου µαλακωτέρου, ἀνάγκη καὶ τὴν ψυχὴν συναπολαύειν τῆς λύµης· τὰ γὰρ πολλὰ καὶ συνδιατίθενται αὐτῆς αἱ ἐνέργειαι τῇ τούτου διαθέσει. Καὶ γὰρ ἐν νόσοις ἕτεροί ἐσµεν διὰ τὸ µαλακίζεσθαι, καὶ ὑγιαίνοντες πάλιν ἕτεροι. Καθάπερ γὰρ ἐπὶ νευρᾶς, ὅταν ὦσιν οἱ φθόγγοι ἁπαλοὶ καὶ µαλακοὶ, καὶ µὴ διατεταµένοι καλῶς, καὶ ἡ τῆς τέχνης ἀρετὴ ὑποτέµνεται, ἀναγκαζοµένη δουλεύειν τῇ µαλακίᾳ τῶν νευρῶν· οὕτω καὶ ἐπὶ τοῦ σώµατος, πολλὰς ἀπ' αὐτοῦ δέχεται βλάβας καὶ ἡ ψυχὴ, πολλὰς ἀνάγκας. Ὅταν γὰρ πολλῆς δέηται θεραπείας, πικρὰν ὑποµένει τὴν δουλείαν ἐκείνη.∆ ιὸ, παρακαλῶ, ἰσχυρὸν αὐτὸ ἐργαζώµεθα, καὶ µὴ νοσηλεύωµεν. Οὐ πρὸς ἄνδρας µόνον, ἀλλὰ καὶ πρὸς γυναῖκας ὁ λόγος ἐµοί. Τί γὰρ συνεχῶς ἐκλύεις αὐτὸ τῇ τρυφῇ, καὶ ἐξίτηλον ποιεῖς, ὦ γύναι; τί τὴν ἰσχὺν λυµαίνῃ στέασι; τὸ στέαρ χαυνότης ἐστὶ τούτῳ, οὐκ ἰσχύς. Ἐὰν δὲ τούτων ἀποστᾶσα, ἑτέρως ἄγῃς σεαυτήν· τότε καὶ τὸ κάλλος τὸ σωµατικὸν προχωρεῖ κατὰ γνώµην, ὅταν ἰσχὺς καὶ εὐεξία παρῇ· ἂν µέντοι µυρίαις αὐτὸ πολιορκῇς νόσοις, οὔτε ἄνθος χρώµατος, οὔτε εὐεξία τις ἔσται· ἀεὶ γὰρ ἐν κατηφείᾳ ἔσῃ.
29.4
Ἴστε δὲ ὅτι ὥσπερ οἶκον καλὸν, ἐπειδὰν γελάσῃ ὁ ἀὴρ, λαµπρὸν δείκνυσιν, οὕτω καὶ ὄψιν ὡραίαν φαιδρότης ἐπιγενοµένη ψυχῆς, κρείττονα ποιεῖ· ἐὰν δὲ ἐν κατηφείᾳ ᾖ καὶ ὀδύναις, δυσειδεστέρα γίνεται· τὴν δὲ κατήφειαν αἱ νόσοι ποιοῦσι καὶ αἱ ὀδύναι, τὰς δὲ νόσους τὸ µαλακώτερον γενέσθαι τὸ σῶµα ἀπὸ τῆς πολλῆς τρυφῆς. Ὥστε καὶ κατὰ τοῦτο φεύξεσθε τὴν τρυφὴν, ἐὰν ἐµοὶ πείθησθε. Ἀλλ' ἡδονὴν, φησὶν, ἔχει τὸ τρυφᾷν. Ἀλλ' οὐ τοσαύτην, ὅσας δυσκολίας. Ἄλλως δὲ, ἡ ἡδονὴ µέχρι τοῦ φάρυγγος, µέχρι τῆς γλώττης ἐστί· τῆς γὰρ τραπέζης ἀρθείσης, ἢ τοῦ σιτίου καταποθέντος, ὅµοιος ἔσῃ τῷ µὴ µετεσχηκότι, µᾶλλον δὲ πολλῷ χείρων, βάρη φέρων ἐκεῖθεν καὶ διάτασινκαὶ καρηβαρίαν καὶ ὕπνον ἐοικότα θανάτῳ, πολλάκις δὲ καὶ ἀγρυπνίαν ἀπὸ πλησµονῆς, καὶ πνεύµατος ἐµφράξεως, καὶ ἐρυγῆς· καὶ µυρία ἂν κατηράσω τῇ γαστρὶ, δέον τῇ ἀµετρίᾳ καταράσασθαι. Μὴ λιπαίνωµεν τοίνυν τὸ σῶµα, ἀλλ' ἀκούωµεν τοῦ Παύλου λέγοντος· Τῆς σαρκὸς πρόνοιαν µὴ ποιεῖσθε εἰς ἐπιθυµίας. Ὥσπερ ἂν εἴ τις εἰς ἀµάραν λαβὼν τὰ σιτία ἐµβάλλῃ, οὕτω καὶ ὁ εἰς τὴν γαστέρα ἐµβάλλων· µᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ πολλῷ χεῖρον. Ἐνταῦθα µὲν γὰρ ἀµάραν ἐργάζεται χωρὶς τῶν οἰκείων κακῶν, ἐκεῖ δὲ καὶ µυρία τίκτει τὰ νοσήµατα. Τὸ γὰρ τρέφον ἡ αὐτάρκειά ἐστιν, ὃ καὶ κατεργασθῆναι δύναται· τὸ δὲ περιττὸν τῆς χρείας οὐ µόνον οὐ τρέφει, ἀλλὰ καὶ ἐκεῖνο λυµαίνεται. Ἀλλ' οὐδεὶς ταῦτα ὁρᾷ ὑπὸ τῆς ἀκαίρου ἡδονῆς καὶ τῆς ἐν συνήθει προλήψεως ἀπατώµενος. Βούλει τρέφειν τὸ σῶµα; περίελε τὸ πλέον, τὸ αὔταρκες δίδου, καὶ ὅσον κατεργάσασθαι δυνατόν· µὴ βάρυνε αὐτὸ, ἵνα µὴ καταποντίσῃς. Τὸ αὔταρκεςκαὶ τροφή ἐστι καὶ ἡδονή· οὐδὲν γὰρ οὕτω ποιεῖ ἡδονὴν ὡς σιτίον καλῶς κατεργασθέν· οὐδὲν οὕτως ὑγείαν, οὐδὲν οὕτως ὀξύτητα αἰσθήσεων, οὐδὲν οὕτως ἐστὶ νόσου ἀπελαστικόν. Ἄρα τὸ αὔταρκες µὲν καὶ τροφή ἐστι καὶ ἡδονὴ καὶ ὑγεία, τὸ δὲ πλέον καὶ λύµη καὶ ἀηδία καὶ νόσος. Ἃ γὰρ ποιεῖ ὁ λιµὸς, ταῦτα ποιεῖ καὶ ἡ πλησµονὴ, µᾶλλον δὲ χαλεπώτερα· ἐκεῖνος µὲν γὰρ ἐν ὀλίγαις ἡµέραις ἀπήγαγε καὶ ἀπήλλαξε τὸν ἄνθρωπον, αὕτη δὲ διατρώγουσα καὶ σήπουσα τὸ σῶµα, µακρᾷ παραδίδωσι νόσῳ, καὶτότε θανάτῳ χαλεπωτάτῳ. Ἡµεῖς δὲ τὸν µὲν λιµὸν ἀπευκτὸν πρᾶγµα νοµίζοµεν, ἐπὶ δὲ τὴν τούτου χαλεπωτέραν πλησµονὴν τρέχοµεν. Πόθεν αὕτη ἡ νόσος, πόθεν αὕτη ἡ µανία; Οὐ λέγω κατατρύχειν ἑαυτοὺς, ἀλλὰ τοσοῦτον σιτεῖσθαι, ὃ καὶ ἡδονὴν ἔχει τὴν ὄντως ἡδονὴν, καὶ θρέψαι δύναται τὸ σῶµα, καὶ εὔτακτον ὑµῖνκαὶ εὐάρµοστον πρὸς τὰς ἐνεργείας παρασχεῖν τῆς ψυχῆς πεπηγὸς καλῶς καὶ συνηρµοσµένον. Ὅταν δὲ ὑπέραντλον γένηται τῇ τροφῇ, τοὺς γόµφους αὐτοὺς, ὡς ἄν τις εἴποι, καὶ τὰς ἁρµονίας διαλύσασα τὰς συµπεπηγυίας, τὴν πληµµύραν οὐδύναται κατασχεῖν ἐπεισελθοῦσα γὰρ ἡ πληµµύρα τὸ πᾶν διαλύει καὶ διαχεῖ. Τῆς σαρκὸς, φησὶ, πρόνοιαν µὴ ποιεῖσθε εἰς ἐπιθυµίας. Καὶ καλῶς εἶπεν, Εἰς ἐπιθυµίας· ὕλη γάρ ἐστιν ἡ τρυφὴ ταῖς ἀτόποις ἐπιθυµίαις, κἂν πάντων ᾖ φιλοσοφώτερος ὁ τρυφῶν, ἀνάγκη τι παθεῖν αὐτὸν ἀπὸ τοῦ οἴνου, ἀπὸ τῶν σιτίων, ἀνάγκη διαχυθῆναι, ἀνάγκη τὴν φλόγα µείζονα ἐνεγκεῖν. Ἐντεῦθεν πορνεῖαι, ἐντεῦθεν µοιχεῖαι· οὐ γὰρ δύναται πεινῶσα γαστὴρ ἔρωτα τεκεῖν, µᾶλλον δὲ οὐδὲ αὐταρκείᾳ κεχρηµένη· ἡ δὲ τίκτουσα τὰς ἀτόπους ἐπιθυµίας, ἐκείνη ἐστὶν ἡ σπαταλῶσα τῇ τρυφῇ. Καὶ καθάπερ ἡ σφόδρα δίυγρος γῆ τίκτει τοὺς σκώληκας, καὶ ἡ κόπρος ἡ διαβρεχοµένη καὶ πολλὴν ἔχουσα τὴν νοτίδα, ἡ δὲ ἀπηλλαγµένη τῆςὑγρασίας ἐκείνης καρποὺς φέρει πολλοὺς, ὅταν µὴ ἀµετρίαν ἔχῃ· κἂν µὲν γὰρ µὴ γεωργῆται, χλόην ἐκδίδωσιν, ἂν δὲ γεωργῆται, καρπούς· οὕτω καὶ ἡµεῖς. Μὴ τοίνυν ἄχρηστον τὴν σάρκα κατασκευάσωµεν, µηδὲ ἀνόνητον, µηδὲ ἐπιβλαβῆ, ἀλλὰ φυτεύσωµεν ἐν αὐτῇ χρησίµους καρποὺς καὶ φυτὰ καρποφόρα, καὶ ἐπιµέλειαν ποιώµεθα, ὥστε µὴ αὐτὰ ἐκλῦσαι τῇ τρυφῇ· καὶ γὰρ καὶ ἐκεῖνα σκώληκας ἀντὶ καρπῶν ἐκβάλλει διασαπέντα. Οὕτω καὶ ἡ ἔµφυτος ἐπιθυµία, ἐὰν αὐτὴν ὑπὲρ µέτρον διαβρέξῃς, ἀτόπους τίκτει ἡδονὰς, καὶ σφόδρα ἀτοπωτάτας. Τὴν οὖν λύµην ταύτην ἐξέλωµεν παντὶ τρόπῳ· ἵνα δυνηθῶµεν ἐπιτυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, καὶ τὰ ἑξῆς.