Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
32.0
Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωµένῳ, καὶ κεκαυµένῳ πυρὶ, γνόφῳ καὶ σκότῳ καὶ θυέλ λῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥηµά των, ἧς οἱἀκούσαντες παρῃτήσαντο µὴ προσ τεθῆναι αὐτοῖς λόγον( οὐκ ἔφερον γὰρ τὸ διαστελλόµενον· Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· καὶ,( οὕτω φοβερὸν ἦν τὸ φανταζόµενον) Μωϋσῆς εἶπεν, Ἔκφοβός εἰµι καὶ ἔντροµος)· ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴµ ἐπουρανίῳ, καὶ µυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐνοὐρανοῖς ἀπογεγραµµένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύµασι δικαίων τε τελειωµένων, καὶ διαθήκης νέας µεσίτῃ Ἰησοῦ, καὶ αἵµατι ῥαντισµοῦ, κρεῖττονλαλοῦντι παρὰ τὸν Ἄβελ.
32.1
Ἦν µὲν τὰ κατὰ τὸν ναὸν θαυµαστὰ, τὰ Ἅγια τῶν ἁγίων· ἦν δὲ πάλιν φοβερὰ καὶ ταῦτα τὰ κατὰ τὸ Σινᾶ ὄρος γεγενηµένα, τὸ πῦρ, τὸ σκότος, ὁ γνόφος, ἡ θύελλα. Ὤφθη γὰρ, φησὶν, ὁ Θεὸς ἐν Σινᾷ διὰ πυρὸς καὶ θυέλλης καὶ γνόφου. Ἡ µέντοι∆ ιαθήκη ἡ Καινὴ µετ' οὐδενὸς τούτων ἐδόθη, ἀλλ' ἐν διαλέξει ψιλῇ παρὰ τοῦ Χριστοῦ δέδοται. Ὅρα τοίνυν πῶς ποιεῖται τὰς συγκρίσεις καὶ τούτων· καὶ εἰκότως αὐτὰ ὕστερον ἔθηκεν. Ὅτε γὰρ αὐτοὺς διὰ µυρίων ἔπεισεν, ὅτε καὶ τὸ µέσον ἔδειξεν ἑκατέρας τῆς∆ ιαθήκης, τότε λοιπὸν ὡς προκατεγνωσµένης αὐτῆς, ῥᾳδίως καὶ τούτοις ἐπιχειρεῖ· καὶ τί φησιν; Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωµένῳ, καὶ κεκαυµένῳ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥηµάτων, ἧς οἱἀκούσαντες παρῃτήσαντο µὴ προστεθῆναι αὐτοῖς λόγον· οὐκ ἔφερον γὰρ τὸ διαστελλόµενον· κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Φοβερὰ ταῦτα, φησὶ, καὶ οὕτω φοβερὰ, ὡς µηδὲ φέρειν τὴν ἀκοὴν, ὡς µηδὲ θηρίον τολµᾷν ἀνιέναι. Ἀλλ' οὐ τοιαῦτα οἷα τὰ µετὰ ταῦτα· τί γὰρ τὸ Σινᾶ πρὸς τὸν οὐρανόν; τί δὲ τὸ ψηλαφώµενον πῦρ πρὸς τὸν ἀψηλάφητον Θεόν; Ὁ Θεὸς γὰρ ἡµῶν πῦρ καταναλίσκον, φησίν. Ὅτι δὲ φρίκης ἔγεµον τὰ ἐν τῷ ὄρει τότε γεγενηµένα, δῆλον ἐξ ὧν ἔλεγον· Μὴ λαλείτω ὁ Θεὸς, ἀλλὰ λαλείτω ἡµῖν Μωϋσῆς. Οὐκ ἔφερον γὰρ, φησὶ, τὸ διαστελλόµενον· Κἂν θηρίον θίγῃ, τοῦ ὄρους, λιθοβοληθήσεται, καὶ( οὕτω φοβερὸν ἦν τὸ φανταζόµενον), Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰµι καὶ ἔντροµος. Τί θαυµαστὸν εἰ περὶ τοῦ λαοῦ τοιαῦτα παθεῖν διαλέγεται, ὅπου καὶ αὐτὸς ὁ εἰς τὸν γνόφον εἰσελθὼν, οὗ ἦν ὁ Θεὸς, φησὶν, Ἔµφοβός εἰµι καὶ ἔντροµος; Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴµ ἐπουρανίῳ, καὶ µυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐνοὐρανοῖς ἀπογεγραµµένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύµασι δικαίων τετελειωµένων, καὶ διαθήκης νέας µεσίτῃ Ἰησοῦ, καὶ αἵµατι ῥαντισµοῦ, κρεῖττονλαλοῦντι παρὰ τὸν Ἄβελ. Ὅρα διὰ πόσων ἔδειξε τὸ ὑπερέχον τῆς Καινῆς πρὸς τὴν Παλαιάν. Ἀντὶ γὰρ τῆς κάτω Ἱερουσαλὴµ ἡ ἐπουράνιος· Προσεληλύθατε γὰρ, φησὶ, πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴµ ἐπουρανίῳ· ἀντὶ Μωϋσέως ὁ Ἰησοῦς· Καὶ διαθήκης, φησὶ, νέας µεσίτῃ Ἰησοῦ· ἀντὶ δὲ τοῦ λαοῦ πάν τες οἱ ἄγγελοι· Καὶ µυριάσιν ἀγγέλων πανηγύρει, φησί. Τίνας δὲ πρωτοτόκους καλεῖ λέγων, Καὶ Ἐκκλησίᾳ πρωτοτόκων; Πάντας τοὺς χοροὺς τῶν πιστῶν. Τοὺς αὐτοὺς δὲ καὶ πνεύµατα δικαίων τετελειωµένων λέγει. Μὴ τοίνυν ἀσχάλλετε· µετὰ τούτων ἔσεσθε, φησί. Τί ἐστιν ὃ λέγει, Αἵµατι ῥαντισµοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ; τὸ γὰρ τοῦ Ἄβελ ἐλάλησε; Ναί· καὶ πῶς, ἄκουε Παύλου λέγοντος, Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε, δι' ἧς ἐµαρτυρήθη εἶναι δίκαιος· καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ. Τοῦτο καὶ ὁ Θεὸς δείκνυσι λέγων· Φωνὴ αἵµατος τοῦ ἀδελφοῦ σου βοᾷ πρός µε. Ἢ τοῦτο τοίνυν ἔστιν εἰπεῖν, ἢ ὅτι ἔτι καὶ νῦν ᾄδεται· ἀλλ' οὐχ οὕτως ὡς τὸ τοῦ Χριστοῦ· τοῦτο γὰρ πάντας ἐκάθηρε, καὶ φωνὴν ἀφίησι λαµπροτέραν καὶ εὐσηµοτέραν, ὅσῳ µείζονα τὴν µαρτυρίαν ἔχει τὴν διὰ τῶν πραγµάτων. Βλέπετε µὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον, τὸν ἐπὶ γῆς παραιτησάµενοι χρηµατίζοντα, πολλῷ µᾶλλον ἡµεῖς οἱ τὸν ἀπ' οὐρανοῦ ἀποστρεφόµενοι. Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε· νῦν δὲ ἐπήγγελται, λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ µόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ, Ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευοµένων τὴν µετάθεσιν, ὡς πεποιηµένων, ἵνα µείνῃ τὰ µὴ σαλευόµενα.∆ ιὸ βασιλείαν ἀσάλευτον παραλαµβάνοντες, ἔχοµεν χάριν, δι' ἧς λατρεύωµεν εὐαρέστως τῷ Θεῷ µετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡµῶν πῦρ καταναλίσκον. Φοβερὰ ἐκεῖνα, ἀλλὰ πολλῷ ταῦτα θαυµασιώτερα καὶ λαµπρότερα· οὐ γὰρ σκότος ἐνταῦθα, οὐδὲ γνόφος, οὐδὲ θύελλα, ὥσπερ ἐκεῖ. Καὶ τίνος ἕνεκεν διὰ πυρὸς ὤφθη τότε ὁ Θεός; Ἐµοὶ δοκεῖ δι' ἐκείνων αἰνίττεσθαι τὸ ἀσαφὲς τῆς Παλαιᾶς, καὶ τὸ συνεσκιασµένον τοῦ νόµου καὶ τὸ συγκεκαλυµµένον· ἄλλως δὲ, ἵνα δείξῃ ὅτι ὁ νοµοθέτης φοβερὸς ὀφείλει εἶναι, καὶ κολαστικὸς τοῖς παραβαίνουσι.
32.2
Τί δὲ οἱ ἦχοι τῆς σάλπιγγος; Εἰκότως, ἅτε ὡς βασιλέως τινὸς παρόντος. Τοῦτο γοῦν καὶ ἐπὶ τῆς δευτέρας ἔσται παρουσίας· Σαλπίσει γὰρ, φησὶ, καὶ πάντες ἀναστησόµεθα. Ὥστε τῇ τοῦ Θεοῦ δυνάµει πάντων ἡ ἀνάστασις ἔσται. Ἡ δὲ φωνὴ τῆς σάλπιγγος οὐδὲν ἕτερον, ἀλλ' ἢ τοῦτο δηλοῖ, ὅτι πάντας ἐγηγέρθαι δεῖ. Ἀλλὰ τότε µὲν ἦσαν ἐκεῖνα αἰσθητὰ, καὶ ὄψεις, καὶ φωναί· τὰ δὲ µετὰ ταῦτα πάντα, νοητὰ καὶ ἀόρατα. Καὶ τὸ µὲν πῦρ τοῦτο δηλοῖ, ὅτι ὁ Θεὸς πῦρ ἐστι. Πῦρ γὰρ, φησὶν, ὁ Θεὸς ἡµῶν καταναλίσκον· ὁ δὲ γνόφος καὶ τὸ σκότος καὶ ὁ καπνὸς πάλιν τὸ φοβερὸν ἐµφαίνει. Οὕτω καὶ ὁ Ἡσαΐας φησί· Καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Καὶ ἡ θύελλα τί βούλεται; Ῥᾴθυµον τὸ γένος τὸ ἀνθρώπινον ἦν· ἔδει τοίνυν αὐτὸ διανίστασθαι τούτοις. Οὐδεὶς γὰρ οὕτω νωθὴς, ὃς οὐκ ἄνω τὴν διάνοιαν εἶχε γινοµένων τούτων καὶ νοµοθετουµένων· Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ· ἔδει γὰρ τοῦ Θεοῦ φέρεσθαι τὴν φωνήν. Ἐπεὶ δὲ διὰ Μωϋσέως ἔµελλε νοµοθετεῖν, διὰ τοῦτο ἀξιόπιστον αὐτὸν ποιεῖ. Οὐχ ἑώρων αὐτὸν διὰ τὸν γνόφον, οὐκ ἤκουον αὐτοῦ διὰ τὸ ἰσχνόφωνον. Τί οὖν; Ἀποκρίνεται ὁ Θεὸς φωνῇ φθεγγόµενος, ὥσπερ καὶ δηµηγορῶν, καὶ ἐξακουστὰ ποιῶν τὰ νοµοθετούµενα. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα· Οὐ γὰρ προσεληλύθατε ψηλαφωµένῳ ὄρει, καὶ κεκαυµένῳ πυρὶ καὶ σάλπιγγος ἤχῳ, φωνῇ ῥηµάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο, φησὶ, µὴπροστεθῆναι αὐτοῖς τὸν λόγον. Ἄρα αὐτοὶ γεγόνασιν αἴτιοι τοῦ διὰ σαρκὸς φανῆναι τὸν Θεόν. Τί δὲ καὶ ἔλεγον; Λαλείτω ἡµῖν Μωϋσῆς, καὶ µὴ λαλείτω ἡµῖν ὁ Θεός. Οἱ τὰς συγκρίσεις ποιοῦντες, µᾶλλον ἐκεῖνα αἴρουσιν, ἵνα ταῦτα πολλῷ µείζονα δείξωσιν· ἐγὼ δὲ κἀκεῖνα ἡγούµενος θαυµαστὰ( Θεοῦ γὰρ ἔργα, καὶ τῆς αὐτοῦ δυνάµεως ἀπόδειξις), ὅµως καὶ ταύτῃ κρείττονα καὶ θαυµασιώτερα τὰ ἡµέτερα δείκνυµι.∆ ιπλῇ γὰρ µεγάλα· ὅτι τε λαµπρὰ καὶ ὅτι µείζονα ὄντα, εὐπρόσιτα µᾶλλόν ἐστι καὶ ἡµερώτερα. Τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων φησί· Ἡµεῖς δὲ ἀνακεκαλυµµένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόµεθα, καὶ οὐχ ὡς Μωϋσῆς ἐτίθει κάλυµµα ἐπὶ πρόσωπον αὐτοῦ. Οὐκ ἠξιώθησαν, φησὶν, ὧν ἡµεῖς ἐκεῖνοι. Τίνος γὰρ κατηξιώθησαν; σκότος εἶδον, γνόφον, φωνῆς ἤκουσαν. Ἀλλὰ καὶ σὺ φωνῆς ἤκουσας, οὐ διὰ γνόφου, ἀλλὰ διὰ σαρκός· οὐ διεταράχθης οὐδὲ διεθορυβήθης, ἀλλὰ καὶ ἔστης καὶ διελέχθης τῷ µεσίτῃ. Ἄλλως δὲ, καὶ τὸ ἀόρατον δείκνυσι διὰ τοῦ σκότους. Καὶ γνόφος, φησὶν, ὑπὸ τοὺς πόδας αὐτοῦ. Τότε καὶ Μωϋσῆς ἔδεισε, νυνὶ δὲ οὐδείς· κάτω εἱστήκει ὁ λαὸς τότε, ἡµεῖς δὲ οὐκ ἐσµὲν κάτω, ἀλλὰ τοῦ οὐρανοῦ ἀνώτεροι, ἐγγὺς τοῦ Θεοῦ ὡς υἱοὶ, ἀλλ' οὐχ ὡς Μωϋσῆς. Ἐκεῖ ἔρηµος ἦν, ἐνταῦθα πόλις, καὶ µυριάσιν ἀγγέλων πανηγύρει· ἐνταῦθα τὴν χαρὰν δείκνυσι καὶ τὴν εὐφροσύνην, ἀντὶ τοῦ γνόφου καὶ τοῦ σκότους καὶ τῆς θυέλλης Καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐνοὐρανοῖς ἀπογεγραµµένων, καὶ κριτῇ Θεῷ πάντων. Ἐκεῖνοι οὐ προσῆλθον, ἀλλὰ πόῤῥω εἱστήκεισαν, καὶ ὁ Μωϋσῆς· ὑµεῖς δὲ προσεληλύθατε. Ἐνταῦθα αὐτοὺς φοβεῖ εἰπὼν, Καὶ κριτῇ Θεῷ πάντων. Ἄρα οὐχὶ τῶν Ἰουδαίων µόνον, οὐδὲ τῶν πιστῶν, ἀλλὰ καὶ τῆς οἰκουµένης ἁπάσης καθεδεῖται κριτής. Καὶ πνεύµασι δικαίων τετελειωµένων. Τὰς ψυχὰς λέγει τῶν εὐδοκίµων. Καὶ διαθήκης νέας µεσίτῃ Ἰησοῦ, καὶ αἵµατι ῥαντισµοῦ· τουτέστι, καθαρµοῦ. Κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Εἰ δὲ τὸ αἷµα λαλεῖ, πολλῷ µᾶλλον ὁ σφαγιασθεὶς ζῇ. Τί δὲ λαλεῖ, ἄκουε· Καὶ τὸ πνεῦµα, φησὶ, λαλεῖ στεναγµοῖς ἀλαλήτοις. Πῶς λαλεῖ; Ἔνθα γὰρ ἂν εἰς εἰλικρινῆ διάνοιαν ἐµπέσῃ, αὐτὴν διανίστησι, καὶ ποιεῖ λαλεῖν. Βλέπετε µὴ παραιτήσησθε τὸν λαλοῦντα· τουτέστι, Μὴ ἀπογνῶτε. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον τὸν ἐπὶ τῆς γῆς παραιτησάµενοι χρηµατίζοντα. Τίνα λέγει; Ἐµοὶ δοκεῖ, Μωϋσῆν. Ὃ δὲ λέγει, τοῦτόἐστιν· Εἰ ἐπὶ γῆς νοµοθετοῦντα παραιτησάµενοι οὐκ ἐξέφυγον, ἀπὸ τοῦ οὐρανοῦ νοµοθετοῦντα πῶς παραιτησόµεθα; Ἐνταῦθα ἐπιδείκνυσιν, οὐχ ὅτι ἄλλος ἐστὶν ἐκεῖνος· µὴ γένοιτο· οὐκ ἄλλον καὶ ἄλλον δείκνυσιν, ἀλλὰ ὅτι φοβερὸς φαίνεται φωνὴν ἀφιεὶς ἐκ τοῦ οὐρανοῦ. Αὐτὸς µὲν οὖν ἐστι καὶ οὗτος κἀκεῖνος, φοβερὸς δὲ οὗτος· οὐ γὰρ διαφορὰν λέγει προσώπων, ἀλλὰ δόσεως. Πόθεν δῆλον; Ἐξ ὧν ἐπήγαγε λέγων· Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον, παραιτησάµενοι τὸν ἐπὶ γῆς χρηµατίζοντα, πολλῷ µᾶλλον ἡµεῖς οἱ τὸν ἀπ' οὐρανῶν ἀποστρεφόµενοι. Τί οὖν; ἄλλος οὗτός ἐστι παρ' ἐκεῖνον; πῶς οὖν φησιν, Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε; ἡ γὰρ τοῦ τότε δόντος τὸν νόµον φωνὴ τὴν γῆν ἐσάλευσε. Νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ µόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ, ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευοµένων τὴν µετάθεσιν ὡς πεποιηµένων. Ἄρα ἐκ τοῦ µέσου πάντα ἀρεήσεται, καὶ ἐπὶ τὸ βέλτιον συµπαγήσεται ἄνωθεν· τοῦτο γὰρ αἰνίττεται ταῦτα λέγων ἐνταῦθα. Τί τοίνυν ἀλγεῖς, ἐν κόσµῳ πάσχων οὐ µένοντι, ἐν κόσµῳ θλιβόµενος µικρὸν ὕστερον παροδευοµένῳ; Εἰ ἐν ὑστέρῳ τοῦ κόσµου ἡ ἄνεσις ἦν, τότε θλίβεσθαι ἐχρῆν πρὸς τὸ τέλος ὁρῶντα. Ἵνα µείνῃ, φησὶ, τὰ µὴ σαλευόµενα. Ποῖα δέ ἐστι τὰ µὴ σαλευόµενα; Τὰ µέλλοντα.
32.3
Πάντα τοίνυν ὑπὲρ τούτου πράττωµεν, ὥστε ἐκείνων τυχεῖν, ὥστε ἐκείνων ἀπολαῦσαι τῶν ἀγαθῶν. Ναὶ δέοµαι καὶ ἀντιβολῶ, τοῦτο σπουδάζωµεν. Οὐδεὶς ἐν πόλει µελλούσῃ καταπίπτειν οἰκοδοµεῖ. Εἰπὲ δή µοι, παρακαλῶ, εἴ τις ἔλεγεν ὅτι µετὰ ἐνιαυτὸν αὕτη πεσεῖται ἡ πόλις, ἡ δεῖνα δὲ οὐ πάντως, ἆρα ἂν ᾠκοδόµησας ἐν τῇ µελλούσῃ καταπίπτειν; Ὥστε τοῦτο καὶ νῦν λέγω, µὴ οἰκοδοµῶµεν ἐν τῷ κόσµῳ τούτῳ· πεσεῖται µικρὸν ὕστερον, καὶ πάντα ἀπολεῖται. Τί δὲ λέγω, πεσεῖται; πρὸ τῆς πτώσεως ἡµεῖς ἀπολούµεθα καὶ δεινὰ πεισόµεθα, ἡµεῖς αὐτῶν ἐκστησόµεθα. Τί οἰκοδοµοῦµεν ἐπὶ τὴν ἄµµον; Οἰκοδοµήσωµεν ἐπὶ τὴν πέτραν· ὅπερ γὰρ ἐὰν ἐπέλθῃ, ἀνάλωτος ἐκείνη µένει ἡ οἰκοδοµὴ, οὐδὲν αὐτὴν δυνήσεται ἑλεῖν, εἰκότως· πάσαις γὰρ ἐπιβουλαῖς τοιαύταις ἄβατος ὁ χῶρος ἐκεῖνος, ὥσπερ οὖν ὁ ἐνταῦθα βατός· καὶ γὰρ σεισµοὶ καὶ ἐµπρησµοὶ καὶ πολεµίων ἔφοδος καὶ ζῶντας ἡµᾶς ἀφαιρεῖται αὐτὴν, πολλάκις δὲ καὶ µετ' αὐτῆς ἀπόλλυσιν. Ὅταν δὲ καὶ αὐτὴ ἑστήκῃ, τότε ἡµᾶς ἢ νόσος ἀπήγαγε θᾶττον, ἢ µένοντας οὐκ εἴασεν αὐτῆς ἀπολαῦσαι καλῶς· ποία γὰρ ἡδονὴ, ἔνθα νόσοι, καὶ συκοφαντίαι, καὶ φθόνος, καὶ ἐπιβουλαί; Ἢ εἰ µηδὲν τούτων ᾖ τὸ ἐνοχλοῦν, παιδία πολλάκις µὴ ἔχοντες, ἀλύοµεν, δυσανασχετοῦµεν, οὐκ ἔχοντες οἷς παραδῶµεν τὰς οἰκίας καὶ τἄλλα πάντα· καὶ κατατρυχόµεθα λοιπὸν ὡς ἑτέροις πονοῦντες· πολλάκις δὲ καὶ εἰς ἐχθροὺς ἦλθεν ὁ κλῆρος, οὐκ ἀπελθόντων µόνον ἡµῶν, ἀλλὰ καὶ ζώντων. Τί τοίνυν ἀθλιώτερον τοῦ τοῖς ἐχθροῖς κάµνειν, καὶ ἵνα ἐκεῖνοι ἀναπαύσωνται, αὐτοὺς ἁµαρτίας συλλέγειν; καὶ τούτου τὰ ὑποδείγµατα πολλὰ ἐν ταῖς πόλεσιν ὁρᾶται· καὶ σιγῶ, ἵνα µὴ λυπήσω τοὺς ἀπεστερηµένους· ἐπεὶ εἶπον ἂν ὀνοµαστὶ καί τινας ἐξ αὐτῶν, καὶ πολλὰ εἶχον διηγήµατα εἰπεῖν, καὶ πολλὰς ὑποδεῖξαι οἰκίας ὑµῖν, αἳ κυρίους ἔλαβον τοὺς ἐχθροὺς τῶνπερὶ αὐτὰς πονησάντων· οὐκ οἰκίαι δὲ, ἀλλὰ καὶ ἀνδράποδα καὶ ἅπας ὁ κλῆρος πολλάκις εἰς τοὺς ἐχθροὺς περιῆλθε. Τοιαῦτα γὰρ τὰ ἀνθρώπινα. Ἐν τοῖς οὐρανοῖς δὲ οὐδὲν ἔστι δεῖσαι τούτων, µὴ τοῦ τετελευτηκότος ἕτερος ἔλθῃ ὁ ἐχθρὸς, καὶ τὸν κλῆρον διαδέξηται· οὔτε γὰρ θάνατός ἐστιν ἐκεῖ. οὔτε ἀπέχθεια· αἱ σκηναὶ τῶν ἁγίων εἰσὶ µόναι· ἐν δὲ τοῖς ἁγίοις ἐκείνοις ἀγαλλίασις, χαρὰ, εὐφροσύνη· Φωνὴ γὰρ, φησὶν, ἀγαλλιάσεως ἐν σκηναῖς δικαίων. Αἰώνιοί εἰσι, τέλος οὐκ ἔχουσαι. Οὐχ αὗται τῷ χρόνῳ καταπίπτουσιν, οὐ τοὺς κεκτηµένους ἀµείβουσιν, ἀλλ' ἑστήκασιν ἐν ἀκµῇ διηνεκεῖ, εἰκότως· οὐ γὰρ ἔστι τι φθαρτὸν οὐδὲ ἐπίκηρον ἐκεῖ, ἀλλὰ πάντα ἀθάνατα καὶ ἀκήρατα. Οὐκοῦν κενώσωµεν εἰς ταύτην τὴν οἰκοδοµὴν τὰ χρήµατα· οὐ δεῖ τεκτόνων ἡµῖν, οὐδὲ ἐργατῶν· αἱ τῶν πενήτων χεῖρες τὰς τοιαύτας οἰκοδοµοῦσιν οἰκίας, οἱ χωλοὶ, οἱ τυφλοὶ, οἱ ἀνάπηροι· οὗτοι ἐκείνας τὰς οἰκίας οἰκοδοµοῦσι. Καὶ µὴ θαυµάσῃς, ὅπου γε καὶ βασιλείαν ἡµῖν οὗτοι προξενοῦσι, καὶ παῤῥησίαν ἡµῖν διδόασι πρὸς τὸν Θεόν. Ἡ γὰρ ἐλεηµοσύνη τέχνη τίς ἐστιν ἀρίστη, καὶ προστάτις τῶν ἐργαζοµένων αὐτήν· φίλη γὰρ τῷ Θεῷ ἐστι, καὶ πλησίον ἕστηκεν αὐτοῦ, ὑπὲρ ὧν ἂν βούληται, εὐκόλως αἰτοῦσα χάριν, µόνον ἂν µὴ ἀδικῆται παρ' ἡµῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτὴν ἐργαζώµεθα· ὡς ἐὰν ᾖ καθαρὰ, πολλὴν τοῖς ἀναπέµπουσιν αὐτὴν δίδωσι τὴν παῤῥησίαν. Τοσαύτη αὐτῆς ἡ ἰσχὺς, ὅτι καὶ ὑπὲρ προσκεκρουκότων δεῖται, καὶ ὑπὲρ ἡµαρτηκότων. Αὕτη διαῤῥήγνυσι τὰ δεσµὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, θανατοῖ τὸν σκώληκα, ἀπελαύνει τὸν τῶν ὀδόντων βρυγµόν· ταύτῃ µετὰ πολλῆς ἀδείας ἀνοίγονται τῶν οὐρανῶν αἱ πύλαι. Καὶ ὥσπερ βασιλίδος εἰσιούσης οὐδεὶς τολµήσει τῶν φυλάκων τῶν ἐπὶ ταῖς θύραις τεταγµένων ἐξετάσαι τίς εἴη καὶ πόθεν, ἀλλὰ πάντες εὐθέως ὑποδέχονται· οὕτω δὴ καὶ τὴν ἐλεηµοσύνην· βασιλὶς γάρ ἐστιν ὄντως, ὁµοίους ἀνθρώπους ποιοῦσα Θεῷ. Ἔσεσθε γὰρ, φησὶν, οἰκτίρµονες, ὡς ὁ Πατὴρ ὑµῶν ὁ οὐράνιος οἰκτίρµων ἐστίν. Ὑπόπτερός ἐστι καὶ κούφη, πτέρυγας ἔχουσα χρυσᾶς, πτῆσιν ἔχουσα πάνυ τέρπουσαν τοὺς ἀγγέλους. Ἐκεῖ, φησὶ, Πτέρυγες περιστερᾶς περιηργυρωµέναι, καὶ τὰ µετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. Καθάπερ γὰρ περιστερά τις χρυσῆ καὶ ζῶσα, πέταται, ὄµµα προσηνὲς ἔχουσα, ὀφθαλµὸν ἥµερον. Οὐδὲν τοῦ ὀφθαλµοῦ ἐκείνου βέλτιον. Καλός ἐστι καὶ ὁ ταὼς, ἀλλὰ πρὸς ἐκείνην κολοιός ἐστιν· οὕτως ἡ ὄρνις αὕτη καλή τίς ἐστι καὶ θαυµαστή. Ἄνω διὰ παντὸς ὁρᾷ, πολλῇ τοῦ Θεοῦ τῇ δόξῃ περιστοιχίζεται· παρθένος ἐστὶ πτέρυγας ἔχουσα χρυσᾶς, περιεσταλµένη, λευκὸν πρόσωπον ἔχουσα καὶ ἥµερον· ὑπόπτερός ἐστι καὶ κούφη, παρὰ τὸν θρόνον ἑστῶσα τὸν βασιλικόν. Ὅταν κρινώµεθα, ἄφνω ἐφίπταται καὶ φαίνεται, καὶ ἐξαιρεῖται τῆς κολάσεως ἡµᾶς, ταῖς αὑτῆς πτέρυξι περιβάλλουσα. Ταύτην θέλει ὁ Θεὸς µᾶλλον, ἢ θυσίας· πολλὰ περὶ αὐτῆς διαλέγεται· οὕτως αὐτὴν φιλεῖ. Χήραν καὶ ὀρφανὸν καὶ πένητα, φησὶν, ἀναλήψεται. Ἀπ' αὐτῆς φιλεῖ καλεῖσθαι ὁ Θεός· Οἰκτίρµων καὶ ἐλεήµων ὁ Κύριος, φησὶν ὁ∆ αυῒδ, µακρόθυµος καὶ πολυέλεος καὶ ἀληθινός· καὶ πάλιν ἕτερος, Ἔλεος τοῦ Θεοῦ ἐπὶ πᾶσαν τὴν γῆν. Αὕτη τὸ τῶν ἀνθρώπων γένος διέσωσεν· εἰ γὰρ µὴ ἠλέησεν ἡµᾶς ὁ Θεὸς, πάντα ἂν ἀπόλωλεν· αὕτη ἐχθροὺς ἡµᾶς ὄντας κατήλλαξεν, αὕτη τὰ µυρία ἀγαθὰ εἰργάσατο, αὕτη τὸν Υἱὸν τοῦ Θεοῦ ἔπεισε δοῦλον γενέσθαι καὶ κενῶσαι ἑαυτόν. Ταύτην ζηλώσωµεν, ἀγαπητοὶ, δι' ἧς ἐσώθηµεν· ταύτην ἀγαπήσωµεν, ταύτην χρηµάτων προτιµήσωµεν, καὶ χωρὶς χρηµάτων ψυχὴν ἐλεήµονα ἔχωµεν. Οὐδὲν οὕτω χαρακτηριστικὸν Χριστιανοῦ, ὡς ἐλεηµοσύνη· οὐδὲν οὕτω καὶ ἄπιστοι καὶ πάντες θαυµάζουσιν, ὡς ὅταν ἐλεῶµεν. Πολλαχοῦ γὰρ καὶ ἡµεῖς δεόµεθα τοῦ ἐλέους τούτου, καὶ πρὸς τὸν Θεὸν καθ' ἑκάστην λέγοµεν· Κατὰ τὸ µέγα σου ἔλεος ἐλέησον ἡµᾶς. Πρότερον αὐτοὶ ἀρχώµεθα· µᾶλλον δὲ οὐκ ἀρχόµεθα πρότερον· καὶ γὰρ αὐτὸς ἤδη ἐπεδείξατο τὸν ἔλεον αὐτοῦ τὸν περὶ ἡµᾶς. Ἀλλ', ἀγαπητοὶ, κἂν δεύτεροι ἑπώµεθα. Εἰ γὰρ ἄνθρωποι τὸν ἐλεήµονα, κἂν µυρία ἐργάσηται ἁµαρτήµατα, ἐλεοῦσι· πολλῷ µᾶλλον ὁ Θεός. Ἄκουε τοῦ προφήτου λέγοντος· Ἐγὼ δὲ ὡσεὶ ἐλαία, φησὶ, κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τοιοῦτοι γενώµεθα, ὡς ἐλαία γενώµεθα· πάντοθεν βριθώµεθα ταῖς ἐντολαῖς· οὐ γὰρ ἀρκεῖ ὡς ἐλαίαν εἶναι, ἀλλὰ καὶ κατάκαρπον. Εἰσὶ γὰρ οἳ ἐλεοῦντες ὀλίγα διδόασιν, ἢ διὰ παντὸς τοῦ ἐνιαυτοῦ ἅπαξ, ἢ καθ' ἑκάστην ἑβδοµάδα, ἢ τὸ τυχὸν προϊέµενοι· οὗτοι ἐλαῖαι µέν εἰσιν, οὐ κατάκαρποι δὲ, ἀλλὰ καὶ ξηραί. Ὅτι µὲν γὰρ ἐλεοῦσιν, ἐλαῖαι· ὅτι δὲ οὐ φιλοτίµως, οὐ κατάκαρποι ἐλαῖαι. Ἀλλ' ἡµεῖς κατάκαρποι γενώµεθα. Ὃ πολλάκις εἶπον, καὶ λέγω νῦν· οὐ τῷ µέτρῳ τῶν διδοµένων τὸ µέγεθος δείκνυται τῆς ἐλεηµοσύνης, ἀλλὰ τῇ προαιρέσει τοῦ διδόντος. Ἴστε τὰ κατὰ τὴν χήραν· καλὸν ἀεὶ φέρειν τοῦτο τὸ ὑπόδειγµα, ἵνα µηδὲ ὁ πένης ἀπογινώσκῃ ἑαυτοῦ, ὁρῶν εἰς τὴν τὰ δύο λεπτὰ καταβαλοῦσαν. Ἤνεγκάν τινες καὶ τρίχας ἐν τῇ τοῦ ναοῦ κατασκευῇ, καὶ οὐδὲ οὗτοι ἀπεβλήθησαν. Ἀλλ' εἰ µὲν χρυσίον ἔχοντες, τρίχας ἔφερον, ἐπικατάρατοι· εἰ δὲ τοῦτο ἔχοντες µόνον, τοῦτο ἤνεγκαν, ἀπόδεκτοι.∆ ιὰ τοῦτο καὶ ὁ Κάϊν ἐµέµφθη, οὐκ ἐπειδὴ φαῦλα προσήνεγκεν, ἀλλ' ἐπειδὴ ὧν εἶχε τὰ φαυλότερα· Ἐπικατάρατος, φησὶν, ὃς ἔχει ἄρσεν, καὶ θύει διεφθαρµένον τῷ Θεῷ, Οὐχ ἁπλῶς εἶπεν, ἀλλ' ὁ ἔχων, φησὶ, καὶ φειδόµενος. Εἰ τοίνυν τις οὐκ ἔχει, ἀπήλλακται καὶ ἐγκληµάτων, µᾶλλον δὲ ἔχει µισθόν. Τί γὰρ δύο ὀβολῶν εὐτελέστερον, καὶ τριχῶν οὐδαµινέστερον; τί δὲ σεµιδάλεως κοτύλης; ἀλλ' ὅµως ταῦτα ηὐδοκίµησεν ὁµοίως τοῖς µόσχοις καὶ τῷ χρυσίῳ. Καθ' ὃ γὰρ ἔχει τις, εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει· καὶ, Ὡς ἂν ἔχῃ, φησὶν, ἡ χείρ σου, εὖ ποίει· διὸ, παρακαλῶ, κενώσωµεν προθύµως τὰ ὄντα εἰς τοὺς πένητας· κἂν ὀλίγα ᾖ, τὸν αὐτὸν ληψόµεθα µισθὸν τοῖς τὰ πλείονα καταβάλλουσι, µᾶλλον δὲ πλείονα τῶν µυρία τάλαντα καταβαλλόντων. Ἂν ταῦτα ποιῶµεν, ἐπιτευξόµεθα τῶν ἀφάτων θησαυρῶν τοῦ Θεοῦ, ἂν µὴ ἀκούωµεν µόνον, ἀλλὰ καὶ πράττωµεν, ἂν µὴ ἐπαινῶµεν, ἀλλὰ καὶ διὰ τῶνἔργων ἐπιδεικνύωµεν. Ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.