Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
3.0
Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουµένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· Καὶ πρὸς µὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύµατα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
3.1
Ὁ µὲν Κύριος ἡµῶν Ἰησοῦς Χριστὸς τὴν παρουσίαν αὑτοῦ τὴν ἔνσαρκον ἔξοδον καλεῖ· οἷον ὡς ὅταν λέγῃ· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ πάλιν, Ἐγὼ ἐκ τοῦ Πατρός µου ἐξῆλθον, καὶ ἥκω· καὶ πολλαχοῦ τοῦτο ἴδοι τις ἄν. Ὁ δὲ Παῦλος εἴσοδον αὐτὴν καλεῖ λέγων· Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουµένην· εἰσαγωγὴν ταύτην λέγων τὴν τῆς σαρκὸς ἀνάληψιν. Τί δήποτε δὲ περὶ αὐτοῦ διαφόρως τῷ λόγῳ κέχρηνται, καὶ κατὰ τί οὕτως εἴρηται;∆ ῆλόν ἐστι καὶ ἀπ' αὐτῶν τῶν σηµαινοµένων. Ὁ µὲν γὰρ Χριστὸς ἔξοδον τὴν ἑαυτοῦ παρουσίαν εἰκότως καλεῖ· ἔξω γὰρ ἦµεν τοῦ Θεοῦ. Καὶ καθάπερ ἐν τοῖς βασιλείοις οἱ δεσµῶται καὶ προσκεκρουκότες τῷ βασιλεῖ, ἔξω ἑστήκασιν· ὁ δὲ βουλόµενος αὐτοὺς καταλλάξαι, οὐκ ἔνδον τούτους εἰσάγων, ἀλλ' αὐτὸς ἐξιὼν ἔξω τούτοις διαλέγεται, ἕως ἂν αὐτοὺς καταστήσας ἀξίους τῆς ὄψεωςτοῦ βασιλέως εἰσαγάγῃ· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἐξελθὼν γὰρ πρὸς ἡµᾶς, τουτέστι, σάρκα ἀναλαβὼν, καὶ διαλεχθεὶς τὰ παρὰ τοῦ βασιλέως, οὕτως ἡµᾶς εἰσήγαγε, καὶ καθαρίσας τῶν ἁµαρτηµάτων, καὶ καταλλάξας.∆ ιὰ τοῦτο ἔξοδον αὐτὴν καλεῖ. Ὁ δὲ Παῦλος εἴσοδον αὐτὴν ὀνοµάζει, ἀπὸ µεταφορᾶς τῶν κληρονοµούντων, καὶ νοµὴν παραλαµβανόντων καὶ κτῆσίν τινα· τὸ γὰρ εἰπεῖν, Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουµένην, τοῦτό ἐστι δηλοῦντος, ὅταν ἐγχειρίσῃ αὐτῷ τὴν οἰκουµένην· τότε γὰρ αὐτὴν ἐκτήσατο πᾶσαν, ὅτε καὶ ἐγνώσθη. Οὐ περὶ τοῦ Θεοῦ δὲ Λόγου φησὶ ταῦτα, ἀλλὰ περὶ τοῦ κατὰ σάρκα Χριστοῦ· εἰκότως. Εἰ γὰρ ἐν τῷ κόσµῳ ἦν, κατὰ τὸν Ἰωάννην, καὶ ὁ κόσµος δι' αὐτοῦ ἐγένετο, πῶς ἑτέρως ἂν εἰσήχθη, ἀλλ' ἢ ἐν σαρκί; Καὶ προσκυνησάτωσαν αὐτῷ, φησὶ, πάντες ἄγγελοι Θεοῦ. Ἐπειδὰν µέγα τι καὶ ὑψηλὸν λέγειν µέλλῃ, προκατασκευάζει αὐτὸ καὶ ποιεῖ εὐπαράδεκτον τῷ τὸν Πατέρα ποιῆσαι εἰσαγαγόντα τὸν Υἱόν. Σκόπει δέ· εἶπεν ἀνωτέρω, ὅτι οὐ διὰ προφητῶν ἐλάλησεν ἡµῖν, ἀλλὰ διὰ τοῦ Υἱοῦ· ἔδειξεν ὅτι κρείττων ἀγγέλων ὁ Υἱὸς, καὶ ἀπὸ τοῦ ὀνόµατος δὲ τοῦτο κατασκευάσας, καὶ ἀπὸ τοῦ τὸν Πατέρα ποιῆσαι εἰσαγαγόντα τὸν Υἱόν. Ἐνταῦθα δὲ λοιπὸν καὶ ἀφ' ἑτέρου κατασκευάζει. Ποίου δὴ τούτου; Ἀπὸ τῆς προσκυνήσεως· τοῦτο δὲ κα ὶ ὅσῳ κρείττων ἐστὶ δείκνυσιν· ὅσῳ γὰρ∆ εσπότης δούλου.∆ ιὸ καὶ ὡς ἂν εἴ τις εἰσαγαγών τινα εἰς οἰκίαν βασιλέως, τοὺς προεστῶτας αὐτῆς εὐθέως κελεύει προσκυνεῖν αὐτῷ· οὕτω καὶ αὐτὸς ποιεῖ, περὶ τοῦ κατὰ σάρκα λέγων τὴν ἐν κόσµῳ εἰσαγωγὴν, καὶ τὸ, Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ, διὰ τοῦτο ἐπάγων. Ἆρα οὖν ἄγγελοι µόνον, οὐχὶ δὲ καὶ ἄλλαι δυνάµεις; Ἄπαγε· ἄκουσον γὰρ τῶν ἑξῆς· Καὶ πρὸς µὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύµατα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱὸν, Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἰδοὺ ἡ µεγίστη διαφορά· ὅτι οἱ µὲν κτιστοὶ, ὁ δὲ ἄκτιστος. Καὶ διὰ τί πρὸς µὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν, Ὁ ποιῶν· πρὸς δὲ τὸν Υἱὸν διὰ τί οὐκ εἶπεν, ὁ ποιῶν; καίτοι ἐνῆν τὴν διαφορὰν οὕτως εἰπεῖν· πρὸς µὲν τοὺς ἀγγέλους αὐτοῦ λέγει, Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύµατα· πρὸς δὲ τὸν Υἱὸν, Κύριος ἔκτισέ µε· καὶ πάλιν, Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησεν. Ἀλλ' οὔτε ἐκεῖνο περὶ τοῦ Χριστοῦ Κυρίου Υἱοῦ εἴρηται, οὔτε τοῦτο περὶ τοῦ Θεοῦ Λόγου, ἀλλὰ περὶ τοῦ κατὰ σάρκα. Ἔνθα γὰρ τὴν ἀληθῆ διαφορὰν ἠβούλετο δηλοῦν, οὐκέτι ἀγγέλους περιέλαβε µόνον, ἀλλὰ καὶ πᾶσαν τὴν ἄνω δύναµιν τὴν λειτουργικήν. Ὁρᾷς πῶς διαιρεῖ καὶ µεθ' ὅσης τῆς σαφηνείας κτίσµατα καὶ κτιστὴν, λειτουργοὺς καὶ δεσπότην, καὶ κληρονόµον καὶ γνήσιον Υἱὸν καὶ δούλους; Πρὸς δὲ τὸν Υἱόν φησιν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἰδοὺ βασιλείας σύµβολον. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἰδοὺ πάλιν καὶ ἄλλο βασιλείας σύµβολον. Εἶτα πάλιν εἰς τὸ κατὰ σάρκα· Ἠγάπησας δικαιοσύνην, καὶ ἐµίσησας ἀνοµίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Τί ἐστι, Θεός σου; Ἐπειδὴ γὰρ µέγα ἐφθέγξατο, πάλιν αὐτὸ παραµυθεῖται. Ἐνταῦθα καὶ Ἰουδαίους, καὶ τοὺς Παύλου τοῦ Σαµοσατέως, καὶ Ἀρειανοὺς, καὶ Μάρκελλον καὶ Σαβέλλιον ἔβαλε καὶ Μαρκίωνα. Πῶς; Ἰουδαίους µὲν, δύο τὸν αὐτὸν δεικνὺς, καὶ Θεὸν, καὶ ἄνθρωπον· τοὺς δὲ ἄλλους, τοὺς Παύλου λέγω τοῦ Σαµοσατέως, τῷ περὶ τῆς αἰωνίου ὑπάρξεως ταῦτα διαλέγεσθαι, καὶ τῆς ἀκτίστου οὐσίας· πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ, Ἐποίησε, τὸ, Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τέθεικε. Πρός τε Ἀρειανοὺς τοῦτό τε αὐτὸ πάλιν, καὶ ὅτι οὐ δοῦλος· εἰ δὲ κτίσµα, δοῦλος. Πρὸς δὲ Μάρκελλον καὶ τοὺς ἄλλους, ὅτι δύο ἐστὶ ταῦτα πρόσωπα διῃρηµένα κατὰ τὴν ὑπόστασιν· πρὸς δὲ Μαρκιωνιστὰς, ὅτι ἡ θεότης οὐ χρίεται, ἀλλ' ἡ ἀνθρωπότης. Εἶτα, Παρὰ τοὺς µετόχους σου, φησί. Τίνες δέ εἰσιν οἱ µέτοχοι, ἀλλ' ἢ οἱ ἄνθρωποι; Τουτέστι, τὸ Πνεῦµα οὐκ ἐκ µέτρου ἔλαβεν ὁ Χριστός.
3.2
Ὁρᾷς πῶς συνάπτει ἀεὶ τῷ περὶ τῆς ἀκτίστου φύσεως καὶ τὸν περὶ τῆς οἰκονοµίας λόγον; Τί τούτου σαφέστερον; Εἶδες πῶς οὐκ ἔστι τὸ αὐτὸ, κτίσµα καὶ γέννηµα; οὐ γὰρ ἂν διεῖλε, καὶ πρὸς ἀντιδιαστολὴν τοῦ, Ἐποίησεν, ἐπήγαγε τὸ, Πρὸς δὲ τὸν Υἱὸν εἶπεν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· οὐδ' ἂν διαφορώτερον ὄνοµα ἐκάλει τὸ Υἱὸς ὄνοµα, εἰ τοῦ αὐτοῦ ἦν σηµεῖον. Ποῖον γὰρ τὸ διάφορον; εἰ γὰρ τὸ κτίσµα καὶ γέννηµα ταὐτὸν, ἐκεῖνοι δὲ ἐποιήθησαν, τί τὸ διαφορώτερον; Ἰδοὺ πάλιν τὸ, ὁ Θεὸς, µετὰ τοῦ ἄρθρου. Καὶ πάλιν φησί· Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεµελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαµένεις· καὶ πάντες ὡς ἱµάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ἵνα µὴ ἀκούσας· Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουµένην, ὡς δῶρον νοµίσῃς εἶναι ὕστερον αὐτῷ προσδοθὲν, τοῦτο καὶ ἄνω προδιωρθώσατο, καὶπάλιν ἐπιδιορθοῦται λέγων· Κατ' ἀρχάς· οὐχὶ νῦν, ἀλλ' ἄνωθεν. Ἰδοὺ πάλιν καὶ τὸν Σαµοσατέα Παῦλον καιρίᾳ πλήττει πληγῇ καὶ Ἄρειον, ἃ περὶ τοῦ Πατρός ἐστι, ταῦτα ἁρµόσας τῷ Υἱῷ. Μετὰ δὲ τούτου καί τι ἄλλο πάρεργον ᾐνίξατο, καὶ µεῖζον τούτου· καὶ γὰρ τὴν µετασχηµάτισιν τοῦ κόσµου παρεδήλωσε λέγων· Ὡς ἱµάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Ὃ καὶ ἐν τῇ πρὸς Ῥωµαίους φησὶν, ὅτι µετασχηµατίσει τὸν κόσµον. Καὶ τὸ εὔκολον δηλῶν, ἐπήγαγεν· Ἑλίξεις. Ὥσπερ γὰρ ἂν εἴ τις περιβόλαιον ἑλίξῃ, οὕτως αὐτὸς τὸν κόσµον καὶ ἑλίξει καὶ ἀλλάξει. Εἰ δὲ τὴν ἐπὶ τὸ βέλτιον καὶ τὸ κρεῖττον µετασχηµάτισιν καὶ δηµιουργίαν οὕτως εὐκόλως ἐργάζεται, ἐπὶ τῆς ἐλάττονος δηµιουργίας ἑτέρου ἐδεῖτο; Μέχρι τίνος οὐκ αἰσχύνεσθε; Ἅµα δὲ καὶ παραµυθία µεγίστη τοῦτό ἐστι, τὸ γνῶναι ὅτι οὐκ ἔσται οὕτω τὰ πράγµατα, ἀλλὰ τὰ πάντα µεταβολὴν λήψεται, καὶ πάντα ἐναλλαγήσεται, αὐτὸς δὲ µένει διαπαντὸς ζῶν, καὶ ἀπείρως ζῶν· Καὶ τὰ ἔτη σου, φησὶν, οὐκ ἐκλείψουσι. Τίνι δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν µου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Ἰδοὺ πάλιν αὐτοὺς παραθαῤῥύνει, εἴ γε µέλλοιεν οἱ ἐχθροὶ αὐτῶν ἡττηθήσεσθαι, καὶ ἐχθροὶ αὐτῶν οἱ αὐτοί εἰσιν, οἳ καὶ τοῦ Χριστοῦ. Τοῦτο πάλιν βασιλείας, τοῦτο ὁµοτιµίας, τοῦτο τιµῆς, οὐκ ἀδυναµίας, τὸ τὸν Πατέρα ὀργίζεσθαι ὑπὲρ τῶν εἰς τὸν Υἱὸν γεγενηµένων· τοῦτο πολλῆς ἀγάπης δεῖγµα καὶ γνησιό τητος τῆς ὡς ἀπὸ πατρὸς πρὸς υἱόν. Ὁ γὰρ ὀργιζόµενος ὑπὲρ αὐτοῦ, πῶς ἀλλότριος αὐτοῦ ἐστιν; Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου. Ὅπερ καὶ ἐν τῷ δευτέρῳ ψαλµῷ φησιν· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκµυκτηριεῖ αὐτούς. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυµῷ αὐτοῦ ταράξει αὐτούς. Καὶ πάλιν αὐτός φησι· Τοὺς µὴ θελήσαντάς µε βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγάγετε ὧδε ἐνώπιόν µου, καὶ κατασφάξατε αὐτούς. Ὅτι γὰρ αὐτοῦ ἐστι τὰ ῥήµατα, ἄκουσον τί φησι καὶ ἑτέρωθι· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑµῖν ὁ οἶκος ὑµῶν ἔρηµος. Καὶ πάλιν, Ἀρθήσεται ἀφ' ὑµῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς· καὶ πάλιν, Ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται· ἐφ' ὃν δ' ἂν πέσῃ, λικµήσει αὐτόν. Ἄλλως δὲ, ὁ µέλλων ἐκεῖ κρίνειν αὐτοὺς, πολλῷ µᾶλλον αὐτοὺς δίκην ἐνταῦθα τῆς εἰς αὐτὸν παροινίας ἀπῄτησεν. Ὥστε τιµῆς µόνης ἐστὶ τῆς εἰς τὸν Υἱὸν, τὸ, Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύµατα, εἰς διακονίαν ἀποστελλόµενα διὰ τοὺς µέλλοντας κληρονοµεῖν σωτηρίαν; Τί θαυµαστὸν, φησὶν, εἰ τῷ Υἱῷ λειτουργοῦσιν, ὅταν καὶ πρὸς τὴν ἡµετέραν σωτηρίαν λειτουργῶσιν; Ὅρα πῶς ἐπαίρει αὐτῶν τὰ φρονήµατα, καὶ πολλὴν δείκνυσι τοῦ Θεοῦ τὴν εἰς ἡµᾶς τιµὴν, εἴπερ ἀγγέλους τοὺς ὑπὲρ ἡµᾶς ταύτην ἔταξεν ἔχειν διακονίαν, τὴν ὑπὲρ ἡµῶν. Ὡς ἂν εἴποι τις, Εἰς τοῦτο κέχρηται αὐτοῖς, φησὶ, τοῦτο ἀγγέλων λειτουργία, τὸ διακονεῖν τῷ Θεῷ εἰς σωτηρίαν ἡµετέραν. Ὥστε ἀγγελικὸν ἔργον τοῦτό ἐστι, τὸ πάντα ποιεῖν εἰς σωτηρίαν τῶν ἀδελφῶν· µᾶλλον δὲ αὐτοῦ τοῦ Χριστοῦ τὸ ἔργον ἐστίν· αὐτὸς µὲν γὰρ ὡς∆ εσπότης σώζει, οὗτοι δὲ ὡς δοῦλοι. Καὶ ἡµεῖς εἰ καὶ δοῦλοι, ἀλλὰ σύνδουλοι ἀγγέλων. Τί κεχήνατε πρὸς τοὺς ἀγγέλους, φησί;∆ οῦλοί εἰσι τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ πολλαχοῦ δι' ἡµᾶς πέµπονται, καὶ πρὸς σωτηρίαν τὴν ἡµετέραν λειτουργοῦσιν· ὥστε ὁµόδουλοι ἡµῶν εἰσιν. Ἐννοήσατε πῶς οὐ πολλὴν δίδωσι τοῖς κτίσµασι διαφοράν· καίτοι πολὺ τὸ µέσον ἀγγέλων καὶ ἀνθρώπων· ἀλλ' ὅµως πλησίον ἡµῶν αὐτοὺς κατάγει, µονονουχὶ λέγων· Ἡµῖν κάµνουσι, δι' ἡµᾶς περιτρέχουσιν, ἡµῖν, ὡς ἂν εἴποι τις, ὑπηρετοῦσιν. Αὕτη ἐστὶν ἡ διακονία αὐτῶν, τὸ δι' ἡµᾶς πανταχοῦ πέµπεσθαι.
3.3
Καὶ τούτων τῶν ὑποδειγµάτων µεστὴ µὲν ἡ Παλαιὰ, µεστὴ δὲ καὶ ἡ Καινή. Ὅταν γὰρ ἄγγελοι ποιµένας εὐαγγελίζωνται, ὅταν τὴν Μαριὰµ, ὅταν τὸν Ἰωσὴφ, ὅταν ἐπὶ τοῦ µνήµατος καθέζωνται, ὅταν πέµπωνται εἰπεῖν τοῖς µαθηταῖς· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; ὅταν Πέτρον ἀπολύωσι τοῦ δεσµωτηρίου, ὅταν Φιλίππῳ διαλέγωνται, πῶς ἡµῖν οὐχ ὑπουργοῦσιν; Ἐννόησον τοίνυν τὴν τιµὴν, ὅση τυγχάνει, ὅταν ὡς πρὸς φίλους πέµπῃ διακόνους τοὺς ἀγγέλους ὁ Θεὸς, ὅταν Κορνηλίῳ ἄγγελος φαίνηται, ὅταν πάνταςτοὺς ἀποστόλους ἀπὸ τοῦ δεσµωτηρίου ἄγγελος ἐκβάλλῃ, καὶ λέγῃ· Πορευθέντες στῆτε, καὶ λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ τὰ ῥήµατα τῆς ζωῆς ταύτης. Τί τὰ ἄλλα λέγω; καὶ αὐτῷ Παύλῳ ἄγγελος φαίνεται. Ὁρᾷς αὐτοὺς διακονοῦντας ἡµῖν διὰ τὸν Θεὸν, καὶ εἰς τὰ µέγιστα διακονοῦντας;∆ ιὰ τοῦτό φησιν ὁ Παῦλος· Πάντα ὑµῶν, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε κόσµος, εἴτε ἐνεστῶτα, εἴτε µέλλοντα. Ἐπέµφθη µὲν οὖν καὶ ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς διάκονος, οὐδὲ ὡς λειτουργὸς, ἀλλ' ὡς Υἱὸς καὶ µονογενὴς, καὶ τὰ αὐτὰ τῷ Πατρὶ βουλόµενος. Μᾶλλον δὲ οὐδὲ ἐπέµφθη· οὐ γὰρ ἐκ τόπου εἰς τόπον µετέβη, ἀλλὰ σάρκα ἀνέλαβεν· οὗτοι δὲ τόπους ἀµείβουσι, καὶ τοὺς προτέρους ἀφέντες ἐν οἷς εἰσιν, οὕτως εἰς ἑτέρους ἔρχονται ἐν οἷς οὐκ ἦσαν. Καὶ τοῦτο δὲ πάλιν παραθαῤῥύνων αὐτοὺς λέγει· Τί δεδοίκατε; ἄγγελοι διακονοῦσιν ἡµῖν. Καὶ εἰπὼν περὶ τοῦ Υἱοῦ, καὶ τὰ κατὰ τὴν οἰκονοµίαν, καὶ τὰ κατὰ τὴν δηµιουργίαν, καὶ τὰ κατὰ τὴν βασιλείαν, καὶ τὸ ὁµότιµον δείξας, καὶ ὅτι ὡς∆ εσπότης κρατεῖ, οὐχὶ τῶν ἀνθρώπων µόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάµεων, λοιπὸν παρακαλεῖ αὐτοὺς, κατασκευάσας τὸν λόγον, ὥστε προσέχειν ἡµᾶςτοῖς ἀκουσθεῖσι, καί φησι·∆ ιὸ χρὴ περισσοτέρως ἡµᾶς προσέχειν τοῖς ἀκουσθεῖσιν. Ἐνταῦθα βουλόµενος εἰπεῖν, ὅτι δεῖ περισσοτέρως τοῦ νόµου προσέχειν, ἐσιώπησεν αὐτὸ, δῆλον δὲ ὅµως τοῦτο ποιεῖ ἐν τῇ κατασκευῇ, οὐκ ἐν συµβουλῇοὐδὲ ἐν παρακλήσει· οὕτω γὰρ ἄµεινον ἦν. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος, φησὶν, ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον µισθαποδοσίαν· πῶς ἡµεῖς ἐκφευξόµεθα, τηλικαύτης ἀµελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, εἰς ἡµᾶς ὑπὸ τῶν ἀκουσάντων ἐβεβαιώθη.∆ ιὰ τί περισσοτέρως ἡµᾶς δεῖ προσέχειν τοῖς ἀκουσθεῖσιν; οὐχὶ κἀκεῖνα Θεοῦ, καὶ ταῦτα; Ἢ τοίνυν περισσοτέρως τοῦ νόµου φησὶν, ἢ ὅτι µεγάλως· οὐχὶ συγκρίνων, µὴ γένοιτο. Ἐπειδὴ γὰρ ὑπὸ τοῦ χρόνου τοῦ πολλοῦ µεγάλην εἶχον περὶ τῆς Παλαιᾶς ὑπόληψιν, ταῦτα δὲ ὡς νέα ἔτι καταπεφρόνητο, δείκνυσιν ἐκ περιουσίας, ὅτιτούτοις δεῖ µᾶλλον προσέχειν. Πῶς; Μονονουχὶ λέγων, ὅτι τοῦ Θεοῦ µὲν καὶ ταῦτα κἀκεῖνα, ἀλλ' οὐχ ὁµοίως. Καὶ τοῦτο ἡµῖν ὕστερον δείκνυσι· τέως δὲ ἐπιπολαιότερον αὐτὸ κατασκευάζει, ὕστερον δὲ φανερώτερον, λέγων· Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄµεµπτος· καὶ πάλιν, Τὸ γὰρ παλαιούµενον καὶ γηράσκον ἐγγὺς ἀφανισµοῦ· καὶ πολλὰ ἕτερα τοιαῦτα. Ἀλλ' οὔπω τολµᾷ τοιοῦτον οὐδὲν εἰπεῖν ἐν προοιµίοις, ἕως ἂν προκαταλάβῃ καὶ κατάσχῃ ταῖς πλείοσι προκατασκευαῖς τὸν ἀκροατήν.∆ ιὰ τί τοίνυν δεῖ περισσοτέρως ἡµᾶς προσέχειν, εἰπέ, Μήποτε, φησὶ, παραῤῥυῶµεν. Τουτέστι, µὴ ἀπολώµεθα, µὴ ἐκπέσωµεν. Καὶ δείκνυσιν ἐνταῦθα τὸ χαλεπὸν τῆς ἐκπτώσεως, ὅτι δύσκολον τὸ παραῤῥυὲν πάλιν ἐπανελθεῖν, καθότι ἐκ ῥᾳθυµίας τοῦτο συνέβη. Ἔλαβε δὲ τὴν λέξιν ἀπὸ τῶν Παροιµιῶν· Υἱὲ γὰρ, φησὶ, µὴ παραῤῥυῇς· καὶ τὸ εὔκολον τοῦ ὀλίσθου δεικνὺς, καὶ τὸ χαλεπὸν τῆς ἀπωλείας· τουτέστιν, οὐκ ἀκίνδυνος ἡµῖν ἡ παρακοή. Καὶ δι' ὧν µὲν κατασκευάζει δείκνυσιν ὅτι µείζων ἡ κόλασις. Ἀφίησι δὲ πάλιν αὐτὴν ἐν τῇ περιζητήσει, καὶ οὐκ ἐν τῷ συµπεράσµατι. Καὶ γὰρ τοῦτό ἐστιν ἀνεπαχθῆ τὸν λόγον ποιεῖν, µὴ ἀφ' ἑαυτοῦ πανταχοῦ τὴν κρίσιν ἐπάγοντα ἀποφαίνεσθαι, ἀλλὰ κύριον ἀφιέναι τὸν ἀκροατὴν, ἵνααὐτὸς ἐνέγκῃ τὴν ψῆφον· ὅπερ καὶ εὐγνωµονεστέρους ἐποίει γενέσθαι. Ποιεῖ δὲ αὐτὸ καὶ ἐν τῇ Παλαιᾷ ὁ προφήτης Νάθαν, καὶ ἐν τῷ Ματθαίῳ ὁ Χριστὸς λέγων· Τί ποιήσει τοῖς γεωργοῖς τοῦ ἀµπελῶνος ἐκείνου; καὶ αὐτοὺς ἀναγκάζων τὴν ψῆφον ἐξενεγκεῖν· τοῦτο γὰρ ἡ µε γίστη νίκη. Εἶτα εἰπών· Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, οὐκ ἐπήγαγε, πολλῷ µᾶλλον ὁ διὰ τοῦ Χριστοῦ· ἀλλὰ τοῦτο µὲν εἴασεν, εἶπε δὲ τὸ ἔλαττον, Πῶς ἡµεῖς ἐκφευξόµεθα, τηλικαύτης ἀµελήσαντες σωτηρίας; Καὶ ὅρα πῶς ποιεῖται τὴν σύγκρισιν. Εἰ γὰρ ὁ δι' ἀγγέλων λόγος λαληθεὶς, φησίν. Ἐκεῖ,∆ ι' ἀγγέλων, ἐνταῦθα δὲ,∆ ιὰ τοῦ Κυρίου· κἀκεῖ µὲν λόγος, ἐνταῦθα δὲ σωτηρία. Εἶτα, ἵνα µὴ εἴπῃ τις, τί δαί; ἃ σὺ λέγεις, ὦ Παῦλε, ταῦτα τοῦ Χριστοῦ ἐστι; προλαµβάνει, καὶ ἀποδείκνυσι τὸ ἀξιόπιστον ἔχοντα. Τῷ τε παρ' ἐκείνου γὰρ ἀκηκοέναι αὐτὰ τὸ ἀξιόπιστον δείκνυσι, καὶ τῷ νῦν ὑπὸ τοῦ Θεοῦ αὐτὰ λέγεσθαι, οὐχ ἁπλῶς φωνῆς φεροµένης, καθάπερἐπὶ Μωϋσέως, ἀλλὰ σηµείων γινοµένων, καὶ πραγµάτων µαρτυρούντων.
3.4
Τί δέ ἐστιν, Εἰ γὰρὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος; Καὶ ἐν τῇ πρὸς Γαλάτας οὕτω πως φησί·∆ ιαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ µεσίτου· καὶ πάλιν, Ἐλάβετε τὸν νόµον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε· καὶ πανταχοῦ δι' ἀγγέλων αὐτόν φησι δίδοσθαι. Τινὲς µὲν οὖν τὸν Μωϋσέα φασὶν αἰνίττεσθαι· ἀλλ' οὐκ ἔχει λόγον· ἀγγέλους γὰρ ἐνταῦθα πολλούς φησι. Καὶ ἀγγέλους δὲ ἐνταῦθα τούτους φησὶ τοὺς ἐν τῷ οὐρανῷ. Τί οὖν ἐστιν εἰπεῖν; Ἤτοι τὴν δεκάλογόν φησι µόνον· ἐκεῖ γὰρ Μωϋσῆς ἐλάλει, καὶ ὁ Θεὸς ἀπεκρίνετο· ἢ ὅτι παρῆσαν ἄγγελοι, τοῦ Θεοῦ διαταττοµένου· ἢ ὅτι περὶ τῶν ἐν τῇ Παλαιᾷ λεγοµένων καὶ πραττοµένων ἁπάντων, ὡς ἀγγέλων κοινωνησάντων ἐν τούτοις ταῦτά φησι. Πῶς δὲ ἀλλαχοῦ φησιν, ὅτι Ὁ νόµος διὰ Μωϋσέως ἐδόθη, ἐνταῦθα δὲ δι' ἀγγέλων; φησὶ γὰρ, Καὶ κατέβη ὁ Θεὸς ἐν γνόφῳ. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος. Τί ἐστι, Βέβαιος; Ἀληθὴς, ὡς ἄν τις εἴποι, καὶ πιστός· διότι ἐν τῷ προσήκοντι καιρῷ πάντα ἐξέβη τὰ λεχθέντα· ἢ τοίνυν τοῦτό φησιν, ἢ ὅτι ἐκράτησε, καὶ αἱ ἀπειλαὶ εἰς ἔργον ἤρχοντο· ἢ λόγον φησὶ τὰ προστάγµατα. Πολλὰ γὰρ χωρὶς νόµου προσέταξαν ἄγγελοι παρὰ Θεοῦ πεµπόµενοι· οἷον ἐπὶ τοῦ κλαυθµῶνος, ἐπὶ τῶν Κριτῶν, ἐπὶ τοῦ Σαµψών.∆ ιὰ γὰρ τοῦτο οὐκ εἶπε· Νόµος, ἀλλὰ, Λόγος. Καὶ τάχα µοι δοκεῖ τοῦτο λέγειν δηλῶν διὰ τούτου µᾶλλον τὰ διὰ τῶν ἀγγέλων οἰκονοµηθέντα. Τί οὖν ἐροῦµεν; Ὅτι παρῆσαν οἱ ἄγγελοι τότε οἱ τὸ ἔθνος ἐµπεπιστευµένοι, καὶ αὐτοὶ τὰς σάλπιγγας ἐποίουν, καὶ τὰ ἕτερα, τὸ πῦρ, τὸν γνόφον. Καὶ πᾶσα παράβασις, φησὶ, καὶ παρακοὴ ἔλαβεν ἔνδικον µισθαποδοσίαν. Οὐχ ἡ µὲν, ἡ δὲ οὒ, ἀλλὰ πᾶσα. Οὐδὲν ἀνεκδίκητον ἔµεινε, φησὶν, ἀλλ' Ἔλαβεν ἔνδικον µισθαποδοσίαν· ἀντὶ τοῦ, κόλασιν. Καὶ τί δήποτε οὕτως εἶπεν; Οὕτως ἔθος τῷ Παύλῳ µὴ πολὺν τῶν λέξεων ποιεῖσθαι λόγον, ἀλλ' ἀδιαφόρως καὶ ἐπὶ εὐφήµων τιθέναι κακέµφατα· οἷον καὶ ἀλλαχοῦ φησιν· Αἰχµαλωτίζοντες πᾶν νόηµα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καὶ πάλιν ἀλλαχοῦ τὴν ἀντιµισθίαν τέθεικεν ἀντὶ κολάσεως, καὶ ἐνταῦθα τὴν κόλασιν µισθὸν καλεῖ. Εἰ δίκαιον, φησὶ, παρὰ τῷ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑµᾶς θλῖψιν, καὶ ὑµῖν τοῖς θλιβοµένοις ἄνεσιν. Τουτέστιν, οὐ παρεφθάρη τὸ δίκαιον, ἀλλ' ἐπεξῆλθεν ὁ Θεὸς, καὶ τὴν δίκην περιέτρεψεν ἐπὶ τοὺς ἡµαρτηκότας· καίτοι τῶν ἁµαρτηµάτων οὐ πάντων εἰς φανερὸν γινοµένων, εἰ µὴ παραβαθείη τὰ διατεταγµένα. Πῶς οὖν ἡµεῖς, φησὶν, ἐκφευξόµεθα, τηλικαύτης ἀµελήσαντες σωτηρίας;∆ ιὰ τούτου ἐδήλωσεν, ὅτι οὐ πολλή τις ἦν ἐκείνη ἡ σωτηρία. Καλῶς δὲ καὶ τὸ, Τηλικαύτης, προσέθηκεν. Οὐ γὰρ ἐκ πολέµων, φησὶν, ἡµᾶς διασώσει νῦν, οὐδὲ τὴν γῆν καὶ τὰ ἐν τῇ γῇ ἀγαθὰ παρέξει, ἀλλὰ θανάτου κατάλυσις ἔσται, ἀλλὰ διαβόλου ἀπώλεια, ἀλλ' οὐρανῶν βασιλεία, ἀλλὰ ζωὴ αἰώνιος. Ταῦτα γὰρ πάντα ἐν συντόµῳ ἐνέφηνεν εἰπὼν, Τηλικαύτης ἀµελήσαντες σωτηρίας. Εἶτα καὶ τὸ ἀξιόπιστον ἐπάγει· Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου· τουτέστι, παρ' αὐτῆς τῆς πηγῆς ἔσχε τὴν ἀρχήν· οὐκ ἄνθρωπος αὐτὴν διεπόρθµευσεν εἰς τὴν γῆν, οὐ κτιστὴ δύναµις, ἀλλ' αὐτὸς ὁ Μονογενής. Ὑπὸ τῶν ἀκουσάντων εἰς ἡµᾶς ἐβεβαιώθη. Τί ἐστιν, Ἐβεβαιώθη; Ἐπιστεύθη, ἢ ἐξέβη· τὸν γὰρ ἀῤῥαβῶνα, φησὶν, ἔχοµεν· τουτέστιν, οὐκ ἐσβέσθη, οὐκ ἔληξεν, ἀλλὰ κρατεῖ καὶ περιγίνεται. Τὸ δὲ αἴτιον, ἡ θεία δύναµις ἐνεργεῖ. Τί ἐστιν, Ὑπὸ τῶν ἀκουσάντων; Τουτέστιν, οἱ παρὰ τοῦ Κυρίου ἀκούσαντες αὐτοὶ ἡµᾶς ἐβεβαίωσαν. Μέγα τοῦτο καὶ ἀξιόπιστον. Ὅπερ καὶ Λουκᾶς φησιν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· Καθὼς παρέδοσαν ἡµῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόµενοι τοῦ λόγου. Πῶς οὖν ἐβεβαιώθη; τί οὖν, εἰ οἱ ἀκούσαντες ἔπλασαν, φησί; Τοῦτο τοίνυν ἀναιρῶν, καὶ δεικνὺς οὐκ ἀνθρωπίνην τὴν χάριν, ἐπήγαγε, Συνεπιµαρτυροῦντος τοῦ Θεοῦ. Οὐκ ἂν γὰρ, εἰ ἔπλασαν, ὁ Θεὸς αὐτοῖς ἐµαρτύρησε. Μαρτυροῦσι µὲν κἀκεῖνοι, µαρτυρεῖ δὲ καὶ ὁ Θεός. Πῶς µαρτυρεῖ; Οὐ λόγῳ, οὐδὲ φωνῇ· ἦν µὲν γὰρ καὶ τοῦτο πιστόν· ἀλλὰ πῶς; Σηµείοις καὶ τέρασι καὶ ποικίλαις δυνάµεσι. Καλῶς τὸ, Ποικίλαις δυνάµεσι, τέθεικε, τὴν ἀφθονίαν τῶν χαρισµάτων δηλῶν· ὅπερ οὐ γεγένηται ἐπὶ τῶν προτέρων, οὐδὲ τοσαῦτα σηµεῖα, καὶ οὕτω διάφορα. Τουτέστιν, οὐχ ἁπλῶς ἐπιστεύσαµεν ἐκείνοις, ἀλλὰ διὰ σηµείων καὶ τεράτων. Ὥστε οὐκ ἐκείνοις πιστεύοµεν, ἀλλ' αὐτῷ τῷ Θεῷ. Καὶ Πνεύµατος ἁγίου µερισµοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν. Τί οὖν, ὅτι καὶ γόητες σηµεῖα ποιοῦσι, καὶ Ἰουδαῖοι ἐν Βεελζεβοὺλ ἔλεγον αὐτὸν ἐκβάλλειν τὰ δαιµόνια; Ἀλλ' οὐ τοιαῦτα ποιοῦσι σηµεῖα· διὰ τοῦτο εἶπε, Ποικίλαις δυνάµεσιν. Ἐκεῖνα γὰρ οὐ δύναµις, ἀλλ' ἀσθένεια καὶ φαντασία καὶ διάκενα πράγµατα.∆ ιὰ τοῦτο εἶπε, Πνεύµατος ἁγίου µερισµοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.
3.5
Ἐνταῦθα καί τι ἄλλο αἰνίττεσθαί µοι δοκεῖ· εἰκὸς γὰρ µὴ εἶναι πολλοὺς ἐκεῖ χαρίσµατα ἔχοντας, ἐκλελοιπέναι δὲ ταῦτα, ἅτε νωθροτέρων αὐτῶν γενοµένων. Ἵν' οὖν αὐτοὺς καὶ ἐν τούτῳ παραµυθήσηται, καὶ µὴ ἀφῇ καταπεσεῖν, τὸ πᾶν ἀνέθηκε τῇ τοῦ Θεοῦ βουλῇ· αὐτὸς οἶδε τίνι τί συµφέρει, φησὶ, καὶ οὕτω καταµερίζει τὴν χάριν· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ λέγων· Ὁ Θεὸς ἔθετο ἕνα ἕκαστον ἡµῶν, καθὼς ἠθέλησε· καὶ πάλιν, Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύµατος δίδοται πρὸς τὸ συµφέρον, κατὰ τὴν αὐτοῦ θέλησιν.∆ είκνυσιν ὅτι τὸ χάρισµα κατὰ τὴν τοῦ Πατρός ἐστι θέλησιν. Πολλάκις δὲ καὶ δι' ἀκάθαρτον βίον καὶ νωθῆ οὐκ ἔλαβον πολλοὶ χάρισµα· ἐνίοτε δὲ καὶ καλὸν βίον ἔχοντες καὶ καθαρὸν οὐκ ἔλαβον· τί δήποτε; Ὥστε µὴ ἐκτραχηλισθῆναι, ὥστε µὴ φυσιωθῆναι, ὥστε µὴ ῥᾳ θυµοτέρους γενέσθαι, ὥστε µὴ πλέον ἐπαρθῆναι. Εἰ γὰρ καὶ χωρὶς χαρίσµατος αὐτὴ τοῦ καθαροῦ βίου ἡ συνείδησις ἱκανὴ ἐπᾶραι, πολλῷ µᾶλλον, ὅταν καὶ ἡ χάρις προσῇ. Ὥστε τοῖς ταπεινοῖς καὶ τοῖς ἀφελέσι µᾶλλον ἐδίδοτο· καὶ µάλιστα τοῖς ἀφελέσιν· Ἐν ἀφελότητι γὰρ, φησὶ, καὶ ἐν ἀγαλλιάσει καρδίας. Καὶ γὰρ καὶ ταύτῃ προέτρεψεν αὐτοὺς µᾶλλον· καὶ εἰ ῥᾳθυµότεροι ἦσαν, κατένυξεν. Ὁ γὰρ ταπεινὸς καὶ µὴ µεγάλα περὶ ἑαυτοῦ φανταζόµενος, σπουδαιότερος γίνεται, ὅταν λάβῃ χάρισµα, ἅτε παρ' ἀξίαν εἰληφὼς, καὶ οὐκ ἄξιον ἑαυτὸν εἶναι κρίνων· ὁ δέ τι κατωρθωκέναι νοµίζων, ὀφειλὴν εἶναι τὸ πρᾶγµα ἡγούµενος καὶ πεφυσίωται. Ὥστε ὁ Θεὸς συµφερόντως τὸ πρᾶγµα οἰκονοµεῖ τοῦτο. Ὅπερ καὶ ἐν τῇ Ἐκκλησίᾳ συµβαῖνον ἴδοι τις ἄν· ὁ µὲν γὰρ ἔχει λόγον διδασκαλικὸν, ὁ δὲ οὐδὲ διᾶραι τὸ στόµα δύναται. Μηδεὶς τοίνυν λυπείσθω διὰ τοῦτο· Ἑκάστῳ γὰρ ἡ φανέρωσις τοῦ Πνεύµατος δίδοται πρὸς τὸ συµφέρον. Εἰ γὰρ ἄνθρωπος οἰκοδεσπότης οἶδε τίνι τί ἐγχειρίσει, πολλῷ µᾶλλον ὁ Θεὸς ὁ ἐπιστάµενος τὸν νοῦν τῶν ἀνθρώπων, ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν. Ἕν ἐστι µόνον τὸ λύπης ἄξιον, τὸ ἁµαρτάνειν, ἄλλο δὲ οὐδέν. Μὴ εἴπῃς,∆ ιὰ τί οὐκ ἔχω χρήµατα; ἢ, Εἰ εἶχον, παρέσχον ἂν τοῖς πένησιν. Οὐκ οἶδας, εἰ εἶχες, εἰ µὴ µᾶλλον καὶ πλεονέκτης ἦς· νῦν µὲν γὰρ ταῦτα λέγεις, ἐν δὲ τῇ πείρᾳ γενόµενος, ἕτερος ἂν ἧς. Ἐπεὶ καὶ ὅταν ὦµεν κεκορεσµένοι, νοµίζοµεν ὅτι δυνάµεθα νηστεύειν· ὅταν δὲ µικρὸν διαλείπωµεν, ἕτερος ἡµᾶς ἐπεισέρχεται λογισµός. Πάλιν, ὅταν ὦµεν ἐκτὸς τῆς µέθης, νοµίζοµεν δύνασθαι περιγενέσθαι τοῦ πάθους· ὅταν δὲ ἁλῶµεν ὑπ' αὐτῆς, οὐκέτι. Μὴ εἴπῃς, Εἰς τί οὐκ ἔσχον χάρισµα διδασκαλικόν; ἢ, Εἰ εἶχον, µυρίους ἂν ᾠκοδόµησα. Οὐκ οἶδας, εἰ εἶχες, µὴ εἰς κρίµα σοι ἐγένετο, µὴ βασκανία, µὴ ὄκνος παρεσκεύαζε τὸ τάλαντον κρύπτειν. Νῦν µὲν οὖν ἁπάντων τούτων ἀπήλλαξαι, καὶ τὸ σιτοµέτριον ἐὰν µὴ δῷς, οὐκ ἐγκαλῇ· τότε δὲ µυρίοις ἂν ὑπεύθυνος ἦς. Ἄλλως δὲ, οὐδὲ νῦν ἐκτὸς εἶ τοῦ χαρίσµατος.∆ εῖξον ἐν τῷ µικρῷ, οἷος ἦς, εἰ ἐκεῖνο εἶχες· Εἰ γὰρ ἐν τῷ µικρῷ οὐ γίνεσθε, φησὶ, πιστοὶ, πῶς τὸ µέγα ὑµῖν τις δώσει;∆ εῖξον ὡς ἡ χήρα· δύο γὰρ ὀβολοὺς εἶχεν ἐκείνη, καὶ ὅλα κατέλαβεν, ὅσα ἐκέκτητο. Χρήµατα ζητεῖς; δεῖξον ὅτι τῶν ὀλίγων καταφρονεῖς, ἵνα σοι πιστεύσω καὶ περὶ τῶν πολλῶν· εἰ δὲ µηδὲ τούτων καταφρονεῖς, πολλῷ µᾶλλον οὐδὲ ἐκείνων. Πάλιν, ἐν τῷ λόγῳ δεῖξον ὅτι κέχρησαι δεόντως τῇ παραινέσει καὶ τῇ συµβουλῇ. Οὐκ ἔχεις εὐγλωττίαν τὴν ἔξωθεν; οὐκ ἔχεις νοηµάτων ἀφθονίαν; ἀλλ' ὅµως ταῦτα τὰ κοινὰ οἶδας. Παῖδα ἔχεις, γείτονα ἔχεις, φίλον ἔχεις, ἀδελφὸν ἔχεις, οἰκείου ς ἔχεις· κἂν δηµοσίᾳ ἐπὶ τῆς ἐκκλησίας µὴ δύνῃ λόγον ἀποτεῖναι µακρὸν, τούτοις ἰδίᾳ δύνασαι παραινεῖν· ἐνταῦθα οὐ ῥητορείας χρεία, οὐδὲ µακρᾶς ἀποτάσεως· δεῖξον ἐπὶ τούτων, ὅτι εἰ καὶ λόγον εἶχες, οὐκ ἂν ἠµέλησας. Εἰ δὲ ἐν τῷ µικρῷ οὐ σπουδάζεις, πῶς σοι πιστεύσω περὶ τοῦ µεγάλου; Ὅτι γὰρ τοῦτο ἕκαστος δύναται, ἄκουσον πῶς καὶ λαϊκοῖς τοῦτο ἐπέτρεψεν ὁ Παῦλος· Ἕκαστος, φησὶν, οἰκοδοµεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε· καὶ, Παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Οἶδεν ὁ Θεὸς πῶς ἑκάστῳ διανείµῃ. Μὴ σὺ τοῦ Μωϋσέως εἶ βελτίων; Ἄκουσον πῶς ἀποδυσπετεῖ. Μὴ ἐγὼ δύναµαι, φησὶ, βαστάζειν αὐτοὺς, ὅτι εἶπές µοι, Ἆρον αὐτοὺς, ὡσεὶ ἄραι τιθη νὸς τὸν θηλάζοντα; Τί οὖν ὁ Θεός; Ἐξεῖλεν ἀπὸ τοῦ πνεύµατος αὐτοῦ, καὶ ἔδωκε τοῖς ἄλλοις, δεικνὺς ὅτι οὐδὲ ὅτε ἐβάσταζεν αὐτοὺς, αὐτοῦ τοῦτο τὸ χάρισµα ἦν, ἀλλὰ τοῦ Πνεύµατος. Εἰ τὸ χάρισµα εἶχες, πολλάκις ἂν ἐπήρθης, πολλάκις ἂν ἐξετράπης· οὐκ οἶδας σὺ σαυτὸν, ὡς ὁ Θεός σε οἶδε. Μὴ λέγωµεν· Εἰς τί τοῦτο, καὶ διὰ τί τοῦτο; ὅταν οἰκονοµῇ ὁ Θεὸς, µὴ ἀπαιτῶµεν αὐτὸν εὐθύνας· τοῦτο γὰρ ἐσχάτης ἀσεβείας καὶ ἀπονοίας ἐστί.∆ οῦλοί ἐσµεν, καὶ δοῦλοι πολὺ τοῦ∆ εσπότου διεστηκότες, οὐδὲ τὰ ἐν ποσὶν ἐπιστάµενοι. Μὴ δὴ τὴν βουλὴν τοῦ Θεοῦ περιεργαζώµεθα, ἀλλ' ὅπερ δέδωκε, τοῦτο φυλάττωµεν, κἂν µικρὸν ᾖ, κἂν ἔσχατον, καὶ πάντως εὐδοκιµήσοµεν· µᾶλλον δὲ, οὐδὲν µικρὸν τῶν τοῦ Θεοῦ δωρεῶν ἐστιν· ἀλγεῖς ὅτι οὐκ ἔχεις χάρισµα διδασκαλίας; εἰπὲ δή µοι, τί σοι δοκεῖ µεῖζον εἶναι, χάρισµα διδασκαλίας, ἢ χάρισµα ἰαµάτων; Πάντως τοῦτο. Τί δὲ, τοῦ νόσους ἀπελαύνειν οὐ δοκεῖ σοι µεῖζον εἶναι τὸ τυφλοὺς ὀµµατοῦν; οὐ δοκεῖ σοι µεῖζον εἶναι τὸ νεκροὺς ἀνιστᾷν; Τί δὲ, εἰπέ µοι; τοῦ λόγῳ τοῦτο ποιεῖν οὐ δοκεῖ σοι µεῖζον εἶναι τὸ σκιαῖς καὶ σουδαρίοις τοῦτο ἐργάζεσθαι; Τί οὖν θέλεις, εἰπέ µοι, σκιαῖς καὶ σουδαρίοις νεκροὺς ἀνιστᾷν, ἢ τὸ χάρισµα τῆς διδασκαλίας ἔχειν; Πάντως ἐκεῖνο, ἐρεῖς, τὸ σκιαῖς καὶ σουδαρίοις νεκροὺς ἀνιστᾷν.
3.6
Ἂν οὖν σοι δείξω, ὅτι πολλῷ τούτου µεῖζόν ἐστιν ἕτερον χάρισµα, καὶ ἐξόν σοι λαβεῖν, οὐ λαµβάνων, δικαίως καὶ τούτων ἀπεστέρησαι, τί ἐρεῖς; Πλὴν τοῦτο τὸ χάρισµα οὐχ ἑνὶ, οὐδὲ δευτέρῳ, ἀλλὰ πᾶσιν ἔξεστιν ἔχειν. Οἶδα ὅτι κεχήνατε καὶ ἐξεπλάγητε, εἴ γε µέλλοιτε ἀκούσεσθαι, ὅτι ἔξεστιν ὑµῖν µεῖζον χάρισµα ἔχειν τοῦ νεκροὺς ἀνιστᾷν, καὶ τυφλοὺς ὀµµατοῦν, καὶἐκεῖνα ποιεῖν ἃ καὶ ἐπὶ τῶν ἀποστόλων· καὶ τάχα καὶ ἄπιστον ὑµῖν εἶναι δοκεῖ. Τί οὖν τοῦτό ἐστι τὸ χάρισµα; Ἡ ἀγάπη. Ἀλλὰ πιστεύσατέ µοι· οὐκ ἐµὸς γὰρ οὗτος ὁ λόγος, ἀλλὰ τοῦ Χριστοῦ διὰ Παύλου φθεγγοµένου. Τί γάρ φησι; Ζηλοῦτε τὰ χαρίσµατα τὰ κρείττονα, καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑµῖν δείκνυµι. Τί ἐστιν, Ἔτι καθ' ὑπερβολήν; Ὃ λέγει τοιοῦτόν ἐστι· Κορίνθιοι µέγα ἐφρόνουν ἐπὶ τοῖς χαρίσµασι τότε, καὶ οἱ ἔχοντες γλώσσας, τὸ ἐλάχιστον χάρισµα, ἐφυσιοῦντο κατὰ τῶν λοιπῶν. Λέγει οὖν· Ὅλως θέλετε χαρίσµατα; ἐγὼ δείκνυµι ὑµῖν ὁδὸν χαρισµάτων, οὐχ ἁπλῶς ὑπερέχουσαν, ἀλλὰ καθ' ὑπερβολήν. Εἶτά φησιν, Ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ µὴ ἔχω, οὐδέν εἰµι· καὶ ἐὰν ἔχω πίστιν, ὥστε ὄρη µεθιστάνειν, ἀγάπην δὲ µὴ ἔχω, οὐδέν εἰµι. Εἶδες χάρισµα; Οὐκοῦν ζήλωσον τοῦτο τὸ χάρισµα. Τοῦτο τοῦ νεκροὺς ἐγείρειν µεῖζον· τοῦτο τῶν ἄλλων ἁπάντων πολλῷ βέλτιον. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἄκουσον τί φησιν ὁ Χριστὸς τοῖς µαθηταῖς διαλεγόµενος· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐµοὶ µαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Εἶτα δεικνὺς ἐν ποίῳ, οὐκ εἶπε τὰ θαύµατα, ἀλλὰ τί; Ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Καὶ πάλιν πρὸς τὸν Πατέρα φησίν· Ἐν τούτῳ γνώσονται, ὅτι σύ µε ἀπέστειλας, ἐὰν ὦσιν ἕν. Καὶ αὐτὸς ἔλεγε πρὸς τοὺς µαθητάς· Ἐντολὴν καινὴν δίδωµι ὑµῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Τῶν τοίνυν τοὺς νεκροὺς ἀνιστώντων σεµνότερος ὁ τοιοῦτος καὶ λαµπρότερος· εἰκότως. Ἐκεῖνο µὲν γὰρ ὅλον τῆς τοῦ Θεοῦ χάριτός ἐστι, τοῦτο δὲ καὶ τῆς σῆς σπουδῆς. Τοῦτο ὄντως Χριστιανοῦ· τοῦτο δείκνυσι τὸν τοῦ Χριστοῦ µαθητὴν, τὸν ἐσταυρωµένον, τὸν οὐδὲν ἔχοντα κοινὸν ἐν τῇ γῇ· τούτου χωρὶς οὐδὲ µαρτύριον ὠφελῆσαί τι δύναται. Καὶ ἵνα µάθῃς, ὅρα τοῦτο σαφῶς· ἔλαβε δύο κορυφὰς ἀρετῶν ὁ µακάριος Παῦλος, µᾶλλον δὲ τρεῖς, τὰς ἐν τοῖς σηµείοις, τὰς ἐν τῇ γνώσει, τὰς ἐν τῷ βίῳ· καὶ ταύτης ἄνευ οὐδὲν ἔφησεν εἶναι ταῦτα. Πῶς δὲ οὐδέν ἐστι ταῦτα, ἐγὼ λέγω· Ἐὰν ψωµίσω µου, φησὶ, τὰ ὑπάρχοντα, ἀγάπην δὲ µὴ ἔχω, οὐδέν εἰµι. Ἔστι γὰρ καὶ ψωµίζοντα µὴ εἶναι ἀγαπητικὸν, καὶ χρήµατα κενοῦντα. Καὶ εἴρηται µὲν ἡµῖν ταῦτα ἀρκούντως ἐν τῷ τόπῳ τῷ περὶ τῆς ἀγάπης, κἀκεῖ παραπέµποµεν τοὺς ἐντυγχάνοντας· τέως δὲ, ὅπερ ἔφην, ζηλώσωµεν τὸ χάρισµα, ἀγαπήσωµεν ἀλλήλους, καὶ οὐδενὸς ἑτέρου δεηθησόµεθα πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν, ἀλλὰ πάνταἡµῖν ἔσται εὔκολα χωρὶς ἱδρώτων, καὶ ἅπαντα κατορθώσοµεν µετὰ πολλῆς τῆς σπουδῆς. Ἀλλ' ἰδοὺ καὶ νῦν, φησὶν, ἀγαπῶµεν ἀλλήλους· ὁ µὲν γὰρ ἔχει φίλους δύο, ἢ τρεῖς, ὁ δὲ τέτταρας. Ἀλλὰ τοῦτο οὐκ ἔστι διὰ τὸν Θεὸν ἀγαπᾷν, ἀλλὰ διὰ τὸ φιλεῖσθαι· τὸ δὲ διὰ τὸν Θεὸν ἀγαπᾷν, οὐ ταύτην ἔχει τὴν ἀρχὴν τῆς ἀγάπης, ἀλλὰ πρὸς πάντας, ὡς πρὸς ἀδελφοὺς, ὁ τοιοῦτος διακείσεται, τοὺς µὲν ὁµοπίστους, ἅτε γνησίους ὄντας ἀδελφοὺς, φιλῶν, τοὺς δὲ αἱρετικοὺς καὶ Ἕλληνας καὶ Ἰουδαίους, ὡς ἀδελφοὺς µὲν κατὰ τὴν φύσιν, φαύλους δὲ τυγχάνοντας καὶἀχρήστους, ἐλεῶν, καὶ τηκόµενος ὑπὲρ αὐτῶν καὶ δακρύων. Ἐν τούτῳ ὅµοιοι ἐσόµεθα τῷ Θεῷ, ἐὰν πάντας ἀγαπῶµεν, καὶ τοὺς ἐχθροὺς, οὐκ ἐὰν σηµεῖα ποιῶµεν. Ἐπεὶ καὶ τὸν Θεὸν θαυµάζοµεν µὲν καὶ ὅταν θαύµατα ἐργάζηται, πολλῷ δὲ πλέον, ὅταν φιλανθρωπεύηται, ὅταν ἀνεξικακῇ. Εἰ τοίνυν καὶ ἐπὶ τοῦ Θεοῦ ἐκεῖνο πολλοῦ θαύµατος ἄξιον, πολλῷ µᾶλλον ἐπ' ἀνθρώπων εὔδηλον ὅτι τοῦτο ἡµᾶς θαυµαστοὺς ἀπεργάζεται. Τοῦτο τοίνυν ζηλώσωµεν· καὶ Παύλου καὶ Πέτρου καὶ τῶν µυρίους ἀναστησάντων νεκροὺς οὐδὲν ἔλαττον ἕξοµεν, κἂν πυρετὸν ἀπελάσαι µὴ δυνώµεθα· ἐκείνης δὲ χωρὶς, κἂν αὐτῶν τῶν ἀποστόλων µείζονα ἐργασώµεθα σηµεῖα, κἂν µυρίοις κινδύνοις ἑαυτοὺς ὑπὲρ τῆς πίστεως παραβάλωµεν, οὐδὲν ἡµῖνἔσται ὄφελος. Καὶ ταῦτα οὐκ ἐγὼ λέγω, ἀλλ' αὐτὸς ὁ τῆς ἀγάπης τρόφιµος ταῦτα ἐπίσταται· ἐκείνῳ τοίνυν πειθώµεθα. Οὕτω γὰρ δυνησόµεθα ἐπιτυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς µετασχεῖν, χάριτι καὶ φιλαν θρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.