Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 4 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
4.0
Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουµένην τὴν µέλλουσαν, περὶ ἧς λαλοῦµεν.∆ ιεµαρτύ ρατο δέ πού τις, λέγων· Τί ἐστιν ἄνθρωπος ὅτι µιµνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους.
4.1
Ἠβουλόµην γνῶναι σαφῶς, εἴ τινες µετὰ τῆς προσηκούσης σπουδῆς τῶν λεγοµένων ἀκούουσιν, εἰ µὴ παρὰ τὴν ὁδὸν τὰ σπέρµατα ῥίπτοµεν· οὕτω γὰρ ἂν προθυµότερον τὴν διδασκαλίαν ἐποιησάµην. Ἐροῦµεν γὰρ, κἂν µηδεὶς ἀκούῃ, διὰ τὸν ἐπικείµενον παρὰ τοῦ Σωτῆρος φόβον.∆ ιαµάρτυραι γὰρ, φησὶ, τῷ λαῷ τούτῳ· κἂν µὴ ἀκούσωσιν, αὐτὸς ἀνεύθυνος ἔσῃ. Εἰ δὲ ἐπεπείσµην περὶ τῆς ὑµετέρας σπουδῆς, οὐ διὰ τὸν φόβον ἔλεγον µόνον, ἀλλὰ καὶ µεθ' ἡδονῆς τοῦτο ἐποίουν. Νῦν µὲν γὰρ κἂν µηδεὶς ἀκούῃ, κἂν ἐµοὶ τὸ πρᾶγµα ἀκίνδυνον ᾖ τὸ ἐµαυτοῦ πληροῦντι, ἀλλ' ὅµως οὐ µεθ' ἡδονῆς ὁ πόνος γίνεται. Τί γὰρ ὄφελος, ὅταν µὴ ἐγκαλῶµαι µὲν ἐγὼ, ὠφελῆται δὲ µηδείς; Εἰ δέ τινες µέλλοιεν προσέχειν, οὐ τοσαύτην ἀπὸ τοῦ µὴ κολάζεσθαι ληψόµεθα ὄνησιν, ὅσην ἀπὸ τῆς προκοπῆς τῆς ὑµετέρας. Πῶς οὖν εἴσοµαι τοῦτο; Ἐπιτηρήσας ὑµῶν τινας τοὺς οὐ πάνυ προσέχοντας, τούτους ἐρήσοµαι κατ' ἰδίαν συντυχὼν, κἂν εὕρω τινὰ τῶν εἰρηµένων κατέχοντας, οὐ λέγω πάντα· τοῦτο γὰρ ὑµῖν οὐ σφόδρα εὔκολον· ἀλλὰ κἂν ὀλίγα ἐκ πολλῶν, εὔδηλον ὅτι περὶ τῶν πολλῶν οὐδὲ ἀµφιβάλλω λοιπόν. Καὶ ἐχρῆν µὲν ἡµᾶς, µὴ προειπόντας τοῦτο, ἀφυλάκτοις ὑµῖν ἐπιτεθῆναι· πλὴν ἀλλ' ἀγαπητὸν, εἰ καὶ οὕτω δυνηθείηµεν ἐπιτυχεῖν· µᾶλλον δὲ, καὶ οὕτω δύναµαι ἀφυλάκτοις ἐπιθέσθαι. Ὅτι µὲν γὰρ ἐρήσοµαι, προεῖπον· πότε δὲ ἐρήσοµαι, οὐκέτι δῆλον καθίστηµι· ἴσως γὰρ σήµερον, ἴσως δὲ αὔριον, ἴσως δὲ µετὰ εἴκοσιν ἢ καὶ τριάκοντα ἡµέρας, ἴσως δὲ µετὰ ἐλάττους, ἴσως δὲ καὶ µετὰ πλείους. Οὕτω καὶ ὁ Θεὸς τὴν ἡµέραν ἡµῶν τῆς τελευτῆς ἄδηλον ἐποίησε· καὶ οὔτε εἰ σήµερον, οὔτε εἰ αὔριον, οὔτε εἰ µετὰ ἐνιαυτὸν ὅλον, οὔτε εἰ µετὰ πλείονα ἔτη ἐπιστήσεται, δῆλον ἡµῖν ἀφῆκεν εἶναι, ἵνα τῷ τῆς προσδοκίαςἀδήλῳ διαπαντὸς ἐν ἀρετῇ κατέχωµεν ἑαυτούς· καὶ ὅτι µὲν ἀπελευσόµεθα, εἶπεν, πότε δὲ, οὐκέτι. Οὕτω κἀγὼ, ὅτι µὲν ἐρήσοµαι, εἶπον, πότε δὲ, οὐ προσέθηκα, βουλόµενος ὑµᾶς ἐν φροντίδι εἶναι διαπαντός. Καὶ µή τις λεγέτω, ὅτι Πρὸ τεσσάρων ἑβδοµάδων καὶ πέντε καὶ πλειόνων ταῦτα ἤκουσα, καὶ κατέχειν οὐ δύναµαι· τὸν γὰρ ἀκούοντα οὕτω βούλοµαι κατέχειν, ὡς ἄληστον ἔχειν τὴν µνήµην, καὶ µὴ ἐξίτηλον, µηδὲ ἀποπτύειν τὰ λεγόµενα. Βούλοµαι γὰρ ὑµᾶς κατέχειν, οὐχ ἵνα ἐµοὶ εἴπητε, ἀλλ' ἵνα ὑµεῖς κερδάνητε· καὶ τοῦτο ἐµοί ἐστι τὸ σπουδαζόµενον. Ἀλλ' ἐπεὶ ὅσα ἐχρῆν εἰπεῖν εἰς ἀσφάλειαν, ἡµῖν εἴρηται, ἀναγκαῖον λοιπὸν ἄρξασθαι τῆς ἀκολουθίας. Τί δὴ οὖν πρόκειται ἡµῖν εἰπεῖν σήµερον; Οὐ γὰρ ἀγγέλοις, φησὶν, ὑπέταξε τὴν οἰκουµέ νην τὴν µέλλουσαν, περὶ ἧς λαλοῦµεν. Ἆρα µὴ περὶ ἑτέρας τινὸς διαλέγεται οἰκουµένης; Οὐκ ἔστιν, ἀλλὰ περὶ ταύτης.∆ ιὰ γὰρ τοῦτο προσέθηκε, Περὶ ἧς λαλοῦµεν, ἵνα µὴ ἀφῇ τὸν νοῦν πλανηθέντα ἑτέραν τινὰ ἐπιζητεῖν. Πῶς οὖν αὐτὴν µέλλουσαν καλεῖ; Ὥσπερ καὶ ἑτέρωθί φησιν, Ὅς ἐστι τύπος τοῦ µέλλοντος, περὶ τοῦ Ἀδὰµ καὶ τοῦ Χριστοῦ λέγων ἐν τῇ πρὸς Ῥωµαίους ἐπιστολῇ, πρὸς τοὺς χρόνους τοῦἈδὰµ µέλλοντα τὸν κατὰ σάρκα Χριστὸν καλῶν( καὶ γὰρ ἔµελλεν)· οὕτω καὶ νῦν, ἐπειδὴ εἶπεν, Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουµένην, ἵνα µὴ νοµίσῃς ἑτέραν οἰκουµένην λέγειν αὐτὸν, πολλαχόθεν µὲναὐτὸ καὶ ἄλλοθεν βεβαιοῦται, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ εἰπεῖν αὐτὴν µέλλουσαν· ἔµελλε γὰρ ἡ οἰκουµένη· ὁ Υἱὸς τοῦ Θεοῦ ἦν ἀεί. Ταύτην οὖν τὴν µέλλουσαν ἔσεσθαι οὐκ ἀγγέλοις ὑπέταξεν, ἀλλὰ τῷ Χριστῷ. Ὅτι δὲ πρὸς τὸν Υἱὸν εἴρηται, φησὶ, δῆλον· οὐδὲ γὰρ ἐκεῖνο ἄν τις εἴποι, ὅτι πρὸς ἀγγέλους. Εἶτα καὶ ἑτέραν παράγει µαρτυρίαν, καί φησι·∆ ιεµαρτύρατο δέ πού τις, λέγων.∆ ιὰ τί µὴ τὸ ὄνοµα τοῦ προφήτου εἶπεν, ἀλλ' ἔκρυψεν αὐτό; Καὶ ἐν ἑτέραις δὲ µαρτυρίαις τοῦτο ποιεῖ· ὡς ὅταν λέγῃ· Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουµένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ πάλιν, Ἐγὼ ἔσοµαι αὐτῷ εἰς Πατέρα. Καὶ πρὸς µὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύµατα· πρὸς δὲ τὸν Υἱὸν, Καὶ καταρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεµελίωσας. Οὕτω καὶ ἐνταῦθά φησι·∆ ιεµαρτύρατο δέ πού τις, λέγων. Τοῦτο δὲ αὐτὸ οἶµαι, τὸ κρύπτειν καὶ µὴ τιθέναι τὸν εἰρηκότα τὴν µαρτυρίαν, ἀλλ' ὡς περιφεροµένην καὶ κατάδηλον οὖσαν εἰσάγειν, δεικνύντος ἐστὶναὐτοὺς σφόδρα ἐµπείρους εἶναι τῶν Γραφῶν. Τί ἐστιν ἄνθρωπος, ὅτι µιµνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους· δόξῃ καὶ τιµῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.
4.2
Ταῦτα δὲ εἰ καὶ εἰς τὴν κοινὴν ἀνθρωπότητα εἴρηται, ἀλλ' ὅµως κυριώτερον ἁρµόσειεν ἂν τῷ Χριστῷ κατὰ σάρκα· τὸ γὰρ, Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, ἐκείνου µᾶλλόν ἐστιν, ἢ ἡµῶν. Ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ οὐδὲν ἡµᾶς ὄντας ἐπεσκέψατο, καὶ τὸ ἐξ ἡµῶν ἀναλαβὼν καὶ ἑνώσας ἑαυτῷ, πάντων ἀνώτερος γέγονεν. Ἐν γὰρ τῷ ὑποτάξαι, φησὶν, αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶµεν αὐτῷ τὰ πάντα ὑποτεταγµένα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐπειδὴ εἶπεν, Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, εἰκὸς δὲ ἦν αὐτοὺς ἔτι ἀσχάλλειν, εἶτα µετὰ ταῦτα ὀλίγα τινὰ παρενθεὶς, ταύτηντὴν µαρτυρίαν ἐπήγαγε βεβαιοῦσαν ἐκείνην. Ἵνα γὰρ µὴ λέγωσι, Πῶς τοὺς ἐχθροὺς ἔθηκεν ὑπὸ τοὺς πόδας αὐτοῦ, τοσαῦτα παθόντων ἡµῶν; ἱκανῶς µὲν καὶ ἐν τῷ προτέρῳ αὐτὸ ᾐνίξατο· τὸ γὰρ, Ἕως, οὐ τὸ εὐθέως ἐδήλου γινόµενον, ἀλλὰ τὸ ἐν χρόνῳ· ἐνταῦθα δὲ αὐτὸ ἐπεξέρχεται. Μὴ γὰρ, ἐπειδὴ οὐδέπω ὑπετάγησαν, φησὶ, νοµίσῃς µηδὲ ὑποτάττεσθαι· ὅτι µὲν γὰρ δεῖ ὑποταγῆναι, δῆλον· καὶ γὰρ ἡ προφητεία διὰ τοῦτο εἴρηται· Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ, φησὶ, τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Πῶς οὖν οὐ πάντα ὑποτέτακται; Ὅτι µέλλει ὑποτάσσεσθαι. Εἰ τοίνυν πάντα µὲν ὑποταγῆναι ὀφείλει, οὔπω δὲ ὑποτέτακται, µὴ ἄσχαλλε µηδὲ θορυβοῦ. Εἰ µὲν γὰρ τοῦ τέλους παραγενοµένου, καὶ πάντων ὑποταγέντων, ταῦτα ἔπασχες, εἰκότως ἤλγεις· νῦν δὲ οὔπω ὁρῶµεν αὐτῷ τὰ πάντα ὑποτεταγµένα, οὔπω ἐκράτησεν ὁ Βασιλεὺς καθαρῶς. Τί τοίνυν θορυβῇ, πάσχων κακῶς; οὔπω πάντων περιγέγονε τὸ κήρυγµα, οὔπω καιρὸς τέλεον ὑποταγῆναι. Εἶτα πάλιν ἑτέρα παράκλησις· ἤδη ὁ µέλλων πάντας ἔχειν ὑποτεταγµένους, καὶ αὐτὸς ἀπέθανε, καὶ µυρία πέπονθε. Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωµένον βλέποµεν, φησὶν, Ἰησοῦν, διὰ τὸ πάθηµα τοῦ θανάτου. Εἶτα τὰ χρηστὰ πάλιν,∆ όξῃ καὶ τιµῇ ἐστεφανωµένον. Εἶδες πῶς αὐτῷ πάντα ἥρµοσε; καὶ γὰρ τὸ, Βραχὺ, αὐτῷ ἂν ἁρµόσειε µᾶλλον, τῷ τρεῖς ἡµέρας γενοµένῳ ἐν τῷ ᾅδῃ µόνας, ἀλλ' οὐχ ἡµῖν τοῖς ἐπιπολὺ φθειροµένοις· ὁµοίως καὶ τὸ,∆ όξῃ καὶ τιµῇ, ἐκείνῳ πολλῷ πλέον, ἢ ἡµῖν ἁρµόσει. Πάλιν αὐτοὺς ἀναµιµνήσκει τοῦ σταυροῦ, δύο ταῦτα κατορθῶσαι σπουδάζων, καὶ τὴν κηδεµονίαν αὐτοῦ δεῖξαι, καὶ πεῖσαι αὐτοὺς πάντα φέρειν γενναίως, εἰς τὸν∆ ιδάσκαλον ἀφορῶντας. Εἰ γὰρ ὁ προσκυνούµενος ὑπ' ἀγγέλων, φησὶν, ἠνέσχετο βραχύ τι παρ' ἀγγέλους ἔχειν διὰ σέ· πολλῷ µᾶλλον σὺ ὁ τῶν ἀγγέλων ἐλάττων, πάντα φέρειν ὀφείλεις δι' αὐτόν. Εἶτα δείκνυσιν, ὅτι δόξα καὶ τιµὴ ὁ σταυρός ἐστιν· ὡσπεροῦν καὶ αὐτὸς δόξαν αὐτὸν καλεῖ λέγων· Ἦλθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Εἰ οὖν ἐκεῖνος τὰ διὰ τοὺς δούλους δόξαν καλεῖ, πολλῷ µᾶλλον σὺ τὰ διὰ τὸν∆ εσπότην. Ὁρᾷς τοῦ σταυροῦ τὸν καρπὸν, ὅσος; Μὴ φοβηθῇς τὸ πρᾶγµα· σκυθρωπὸν µὲν γὰρ εἶναί σοι δοκεῖ, µυρία δὲ τίκτει ἀγαθά.∆ είκνυσιν ἐκ τούτων τοῦ πειρασµοῦ τὸ ὄφελος. Εἶτά φησιν· Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Ὅπως, φησὶ, χάριτι Θεοῦ. Κἀκεῖνος µὲν διὰ τὴν χάριν τοῦ Θεοῦ τὴν εἰς ἡµᾶς ταῦτα πέπονθεν· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, φησὶν, ἀλλ' ὑπὲρ ἡµῶν πάντων παρέδωκεν αὐτόν. Τίνος ἕνεκεν; Οὐκ ὤφειλε τοῦτο ἡµῖν, ἀλλὰ χάριτι πεποίηκε. Καὶ πάλιν ἐν τῇ πρὸς Ῥωµαίους Ἐπιστολῇ φησι Πολλῷ µᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺςπολλοὺς ἐπερίσσευσεν. Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου· οὐχὶ τῶν πιστῶν µόνον, ἀλλὰ καὶ τῆς οἰκουµένης ἁπάσης· αὐτὸς µὲν γὰρ ὑπὲρ πάντων ἀπέθανε. Τί δὲ, εἰ µὴ πάντες ἐπίστευσαν; Αὐτὸς τὸ ἑαυτοῦ πεπλήρωκε. Καὶ κυρίως εἶπεν· Ὑπὲρ παντὸς γεύσηται θανάτου. Καὶ οὐκ εἶπεν· Ἀποθάνῃ· ὥσπερ γὰρ ὄντως γευσάµενος, οὕτω µικρὸν ἐν αὐτῷ ποιήσας διάστηµα, εὐθέως ἀνέστη. Τῷ µὲν οὖν εἰπεῖν·∆ ιὰ τὸ πάθηµα τοῦ θανάτου, τὸν ὄντως θάνατον ἐσήµανε· τῷ δὲ, Ἀγγέλων κρείττων, τὴν ἀνάστασιν ἐδήλωσε. Καθάπερ γὰρ ἰατρὸς οὐκ ἔχων ἀνάγκην τῶν τῷ ἀῤῥώστῳ παρεσκευασµένων σιτίων ἀπογεύσασθαι, διὰ τὴν περὶ ἐκεῖνον κηδεµονίαν πρότεροναὐτὸς ἀπογεύεται, ἵνα πείσῃ τὸν ἄῤῥωστον θαρσοῦντα κατατολµῆσαι τῆς βρώσεως· οὕτω καὶ ὁ Χριστὸς, ἐπειδὴ πάντες ἄνθρωποι τὸν θάνατον ἐδεδοίκεσαν, πείθων αὐτοὺς κατατολµᾷν τοῦ θανάτου, καὶ αὐτὸς ἀπεγεύσατο αὐτοῦ, οὐκἔχων ἀνάγκην. Ἔρχεται γὰρ, φησὶν, ὁ τοῦ κόσµου τούτου ἄρχων, καὶ οὐχ εὑρίσκει ἐν ἐµοὶ οὐδέν. Οὕτω καὶ τὸ, Χάριτι, καὶ τὸ, Ὑπὲρ παντὸς γεύσηται θανάτου, τοῦτο συνίστησιν. Ἔπρεπε γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθηµάτων τελειῶσαι.
4.3
Περὶ τοῦ Πατρὸς ἐνταῦθα λέγει. Ὁρᾷς πῶς πάλιν τὸ,∆ ι' οὗ, αὐτῷ ἁρµόζει; Οὐκ ἂν τοῦτο ἐποίησεν, εἴ γε ἐλαττώσεως ἦν, καὶ τῷ Υἱῷ µόνον προσῆκον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἄξια, φησὶ, τῆς φιλανθρωπίας αὑτοῦ πεποίηκε τῷ τὸν πρωτότοκον λαµπρότερον ἀποδεῖξαι πάντων, καὶ ὥσπερ ἀθλητὴν γενναῖον καὶ τοὺςἄλλους ὑπερέχοντα, τοῖς ἑτέροις ὑπόδειγµα θεῖναι. Τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν· τουτέστι, τὸν αἴτιον τῆς σωτηρίας. Ὁρᾷς ὅσον τὸ µέσον; καὶ οὗτος Υἱὸς, καὶ ἡµεῖς υἱοί· ἀλλ' ὁ µὲν σώζει, ἡµεῖς δὲ σωζόµεθα. Εἶδες πῶς ἡµᾶς καὶ συνάγει καὶ διίστησι; Πολλοὺς, φησὶν, υἱοὺς εἰς δόξαν ἀγαγόντα. Ἐνταῦθα συνήγαγε· Τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν· καὶ πάλιν διέστησε.∆ ιὰ παθηµάτων τελειῶσαι. Ἄρα τὰ παθήµατα τελείωσις, καὶ αἰτία τῆς σωτηρίας. Ὁρᾷς ὅτι τὸ παθεῖν κακῶς, οὐκ ἔστιν ἐγκαταλελειµµένων; Εἰ δὲ τούτῳ πρώτῳ τετίµηκε τὸν Υἱὸν ὁ Θεὸς, τῷ διὰ παθηµάτων αὐτὸν ἀγαγεῖν· ὄντως τοῦ τὸν κόσµον ποιῆσαι, καὶ ἐκ µὴ ὄντων παραγαγεῖν αὐτὸν, τὸ σάρκα ἀναλαβόντα παθεῖν ἅπερ ἔπαθε, πολλῷ µεῖζόν ἐστι. Καὶ τοῦτο µὲν οὖν φιλανθρωπίας, ἐκεῖνο δὲ πολλῷ πλέον. Καὶ δεικνὺς καὶ αὐτὸς τοῦτο αὐτὸ, φησίν· Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχοµένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὑτοῦ, καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοιςἐν Χριστῷ Ἰησοῦ. Ἔπρεπε γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθηµάτων τελειῶσαι. Ἔπρεπε γὰρ αὐτῷ, φησὶ, τῷ κηδεµόνι ὄντι, καὶ πάντα εἰς τὸ εἶναι παραγαγόντι, ἐκδοῦναι τὸν Υἱὸν ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας, τὸν ἕνα ὑπὲρ τῶν πολλῶν. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ,∆ ιὰ παθηµάτων τελειῶσαι, δεικνὺς ὅτι ὁ παθὼν ὑπέρ τινος, οὐκ ἐκεῖνον ὠφελεῖ µόνον, ἀλλὰ καὶ αὐτὸς λαµπρότερος γίνεταικαὶ τελειότερος. Καὶ τοῦτο δὲ πρὸς τοὺς πιστοὺς, φησὶ, παραθαῤῥύνων αὐτούς. Καὶ γὰρ ὁ Χριστὸς τότε ἐδοξάσθη, ὅτε ἔπαθεν. Ὅταν δὲ εἴπω, ὅτι Ἐδοξάσθη, µὴ νοµίσῃς δόξης πρόσληψιν αὐτῷ γίνεσθαι· ἐκείνην γὰρ τὴν τῆς φύσεως εἶχεν ἀεὶ, οὐδὲν προσλαβών. Ὅ τε γὰρ ἁγιάζων, φησὶ, καὶ οἱ ἁγιαζόµενοι, ἐξ ἑνὸς πάντες.∆ ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν. Ἰδοὺ πάλιν πῶς συνάγει τιµῶν αὐτοὺς καὶ παραµυθούµενος καὶ ἀδελφοὺς αὐτοὺς ποιῶν τοῦ Χριστοῦ, κατὰ τοῦτο τὸ ἐξ ἑνὸς εἶναι. Εἶτα πάλιν ἀσφαλιζόµενος, καὶ δεικνὺς ὅτι τὸ κατὰ σάρκα φησὶν, ἐπήγαγε τὸ, Ὁ ἁγιάζων, καὶ οἱ ἁγιαζόµενοι. Ὁρᾷς ὅσον τὸ µέσον; ὁ µὲν γὰρ ἁγιάζει, ἡµεῖς δὲ ἁγιαζόµεθα. Καὶ ἀνωτέρω τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν ἔφη. Εἰς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα.∆ ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν. Ὁρᾷς πῶς πάλιν δείκνυσι τὴν ὑπεροχήν; Τῷ γὰρ εἰπεῖν· Οὐκ ἐπαισχύνεται, δείκνυσιν οὐ τῆς τοῦ πράγµατος φύσεως, ἀλλὰ τῆς φιλοστοργίας τοῦ µὴ ἐπαισχυνοµένου τὸ πᾶν ὂν, καὶ τῆς ταπεινοφροσύνηςτῆς πολλῆς. Εἰ γὰρ καὶ ἐξ ἑνὸς, ἀλλ' ὁ µὲν ἁγιάζει, ἡµεῖς δὲ ἁγιαζόµεθα. Πολὺ δὲ τὸ µέσον· καὶ ὁ µὲν ἐκ τοῦ Πατρὸς, ὡς Υἱὸς γνήσιος, τουτέστιν, ἐκ τῆς οὐσίας αὐτοῦ· ἡµεῖς δὲ ὡς κτίσµα, τουτέστιν, ἐξ οὐκ ὄντων. Ὥστε πολὺ τὸ µέσον.∆ ιό φησιν· Οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνοµά σου τοῖς ἀδελφοῖς µου. Τὴν γὰρ σάρκα ἐνδυσάµενος, ἐνεδύσατο καὶ τὴν ἀδελφότητα καὶ συνεισῆλθεν ὁµοῦ τῇ σαρκὶ καὶ ἡ ἀδελφότης. Ἀλλὰ τοῦτο µὲν εἰκότως παράγει· τὸ δὲ, Ἐγὼ ἔσοµαι πεποιθὼς ἐπ' αὐτῷ, τί βούλεται; Καὶ τὸ µετὰ ταῦτα δὲ εἰκότως· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ µοι ἔδωκεν ὁ Θεός. Ὥσπερ γὰρ ἐνταῦθα πατέρα δείκνυσιν ἑαυτὸν, οὕτως ἐκεῖ ἀδελφόν· Ἀπαγγελῶ, φησὶ, τὸ ὄνοµά σου τοῖς ἀδελφοῖς µου· καὶ πάλιν τὴν ὑπεροχὴν δείκνυσι, καὶ πολὺ τὸ µέσον, διὰ τῶν ἑξῆς· Ἐπεὶ οὖν τὰ παιδία, φησὶ, κεκοινώνηκεν αἵµατος καὶ σαρκός.
4.4
Ὁρᾷς ποῦ, φησὶ, τὸ ὅµοιον; κατὰ τὴν σάρκα. Παραπλησίως καὶ αὐτὸς µετέσχε τῶν αὐτῶν. Αἰσχυνέσθωσαν πάντες οἱ αἱρετικοὶ, ἐγκαλυπτέσθωσαν οἱ δοκήσει λέγοντες αὐτὸν παραγενέσθαι, καὶ οὐκ ἀληθείᾳ. Οὐ γὰρ εἶπεν, ὅτι Μετέσχε τούτων, µόνον, καὶ ἐσίγησε· καίτοι καὶ εἰ οὕτως εἶπεν, ἱκανὸν ἦν· ἀλλ' ἕτερόν τι µεῖζον ἐνέφηνε, τὸ, Παραπλησίως, προσθείς. Οὐ φαντασίᾳ οὐδὲ εἰκόνι, φησὶν, ἀλλ' ἀληθείᾳ· ἐπεὶ τὸ, Παραπλησίως, οὐ σώζεται. Εἶτα δείξας τὴν ἀδελφότητα, καὶ τὴν αἰτίαν τίθησι τῆς οἰκονοµίας· Ὅπως διὰ τοῦ θανάτου, φησὶ, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι, τὸν διάβολον. Ἐνταῦθα τὸ θαυµαστὸν δείκνυσιν, ὅτι δι' οὗ ἐκράτησεν ὁ διάβολος, διὰ τούτου ἡττήθη, καὶ ὅπερ ἰσχυρὸν ἦν αὐτῷ ὅπλον κατὰ τῆς οἰκουµένης, ὁθάνατος, τούτῳ αὐτὸν ἔπληξεν ὁ Χριστός· καὶ τὸ πολὺ τῆς δυνάµεως τοῦ νικήσαντος ἐµφαίνει. Ὁρᾷς ὅσον ὁ θάνατος εἰργάσατο καλόν; Καὶ ἀπαλλάξῃ, φησὶ, τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Τίνος ἕνεκεν φρίττετε, φησὶ, τί δεδοίκατε τὸν καταργηθέντα; οὐκέτι φοβερός ἐστιν, ἀλλὰ πεπάτηται, καταπεφρόνηται, εὐτελής ἐστι καὶ οὐδενὸς ἄξιος. Τί δέ ἐστιν, Ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας; τί τοῦτο, φησίν; Ὅτι ὁ τὸν θάνατον δεδοικὼς, δοῦλός ἐστι, καὶ πάντα ὑφίσταται ὑπὲρ τοῦ µὴ ἀποθανεῖν· ἢ ἐκεῖνο, ὅτι πάντες δοῦλοι ἦσαν τοῦ θανάτου, φησὶ, καὶ τῷ µηδέπω αὐτὸν λελύσθαι ἐκρατοῦντο· ἢ,[ εἰ µὴ τοῦτο,] ὅτι φόβῳ διηνεκεῖ συνέζων οἱ ἄνθρωποι. Ἀεὶ γὰρ ἀποτεθνήξεσθαι προσδοκῶντες, καὶ τὸν θάνατον δεδοικότες, οὐδεµιᾶς ἡδονῆς αἴσθησιν λαβεῖν ἠδύναντο, τοῦ φόβου τούτου παρόντος αὐτοῖς· τοῦτο γὰρ ᾐνίξατο εἰπών·∆ ιὰ παντὸς τοῦ ζῇν.∆ είκνυσιν ἐνταῦθα τοὺς θλιβοµένους, τοὺς ἐλαυνοµένους, τοὺς διωκοµένους, τοὺς καὶ πατρίδος καὶ οὐσίας καὶ τῶν ἄλλων ἁπάντων ἀποστερουµένους, ἥδιον διάγοντας καὶ ἐλευθεριώτερον ἐκείνων τῶν ἐν τρυφῇ τὸ πάλαι τυγχανόντων, τῶν µηδὲν τοιούτων παθόντων, τῶν εὐθηνουµένων· εἴ γε ἐκεῖνοι µὲν διὰ παντὸς τοῦ ζῇν ὑπὸ τῷ φόβῳ τούτῳ ἦσαν καὶ δοῦλοι, αὐτοὶ δὲ τούτου εἰσὶν ἀπηλλαγµένοι, καὶ γελῶντες τοῦτο, ὅπερἐκεῖνοι πεφρίκασιν. Ὥσπερ γὰρ εἴ τις δεσµώτην µέλλοντα τὴν ἐπὶ θάνατον ἄγεσθαι, καὶ ἀεὶ τοῦτο προσδοκῶντα, λιπαίνοι πολλῇ τῇ τρυφῇ· τοιοῦτόν τι ἦν τὸ παλαιὸν ὁ θάνατος. Νῦν δὲ ταυτὸν γέγονεν, οἷον ἂν εἴ τις τὸν φόβον ἐκεῖνον ἐκβαλὼν, µετὰ τῆς τρυφῆς ἀθλεῖν προτρέποι, καὶ τὸν ἀγῶνα προτιθεὶς, ἐπαγγέλοιτο µηκέτιεἰς θάνατον, ἀλλ' εἰς βασιλείαν ἀγαγεῖν. Τίνων οὖν ἠθέλησας σὺ γενέσθαι, τῶν ἐν τῷ δεσµωτηρίῳ λιπαινοµένων µετὰ τοῦ καθ' ἑκάστην ἡµέραν τὴν ἀπόφασιν προσδοκᾷν, ἢ τῶν ἀθλούντωνπολλὰ, καὶ πονούντων ἑκοντὶ, ὥστε τὸ διάδηµα τῆς βασιλείας ἀναδήσασθαι; Ὁρᾷς πῶς αὐτῶν ἦρε τὴν ψυχὴν, καὶ µετεώρους εἰργάσατο;∆ είκνυσι δὲ οὐ τὸν θάνατον µόνον πεπαυµένον, ἀλλὰ διὰ τούτου κἀκεῖνον τὸν ἄσπονδον πρὸς ἡµᾶς ἀεὶ τὸν πόλεµον ἐπανῃρηµένον καὶ ἐπιδεικνύµενον, τὸν διάβολον λέγω καταργηθέντα· ὁ γὰρ θάνατον µὴ δεδοικὼς, ἔξω τῆς τυραννίδος ἐστὶ τοῦ διαβόλου. Εἰ γὰρ δέρµα ὑπὲρ δέρµατος, καὶ πάντα δοίη ἄν τις ὑπὲρ τῆς ψυχῆς αὐτοῦ· ὅταν καὶ ταύτης κρίνῃ τις καταφρονεῖν, τίνος ἔσται δοῦλος λοιπόν; Οὐδένα δέδοικεν, οὐδένα φοβεῖται, πάντων ἐστὶν ἀνώτερος, καὶ πάντων ἐλευθεριώτερος. Ὁ γὰρ τῆς ψυχῆς τῆς ἑαυτοῦ καταφρονῶν, πολλῷ µᾶλλον τῶν ἄλλων. Ὅταν δὲ εὕρῃ ψυχὴν τοιαύτην ὁ διάβολος, οὐδὲν ἐργάσασθαι δυνήσεται ἐν αὐτῇ τῶν ἑαυτοῦ. Τί γὰρ, εἰπέ µοι, χρηµάτων ζηµίαν ἀπειλήσει καὶ ἀτιµίαν καὶ πατρίδος ἔκπτωσιν; Ἀλλὰ ταῦτα µικρὰ τῷ µηδὲ τὴν ψυχὴν τιµίαν τιθεµένῳ, κατὰ τὸν µακάριον Παῦλον. Ὁρᾷς ὅτι τοῦ θανάτου τὴν τυραννίδα ἐκβαλὼν, συγκατέλυσε καὶ τοῦ διαβόλου τὴν ἰσχύν; ὁ γὰρ περὶ ἀναστάσεως µυρία φιλοσοφεῖν εἰδὼς, πῶς δέδοικε θάνατον; πῶς φρίττει λοιπόν; Μὴ τοίνυν ἀσχάλλετε λέγοντες,∆ ιὰ τί τὰ καὶ τὰ πεπόνθαµεν; οὕτω γὰρ λαµπροτέρα ἡ νίκη γίνεται· οὐκ ἂν δὲ ἦν λαµπρὰ, εἰ µὴ θανάτῳ τὸν θάνατον ἔλυσε. Τὸ δὲ θαυµαστὸν τοῦτό ἐστιν, ὅτι δι' αὐτῶν αὐτὸν ἐνίκησε, δι' ὧν ἴσχυσε, τὸ εὔπορον αὐτοῦ πανταχοῦ καὶ εὐµήχανον δεικνύς. Μὴ δὴ προδῶµεν τὴν δοθεῖσαν ἡµῖν δωρεάν. Οὐ γὰρ ἐλάβοµεν, φησὶ, πνεῦµα δειλίας, ἀλλὰ πνεῦµα δυνάµεως καὶ ἀγάπης καὶ σωφρονισµοῦ. Στῶµεν οὖν γενναίως καταγελῶντες τοῦ θανάτου.
4.5
Ἀλλὰ γὰρ ἐπῆλθέ µοι στενάξαι πικρὸν, ποῦ µὲν ὁ Χριστὸς ἡµᾶς ἀνήγαγε, ποῦ δὲ ἑαυτοὺς κατηγάγοµεν. Ὅταν γὰρ ἴδω τοὺς κοπετοὺς τοὺς κατὰ τὴν ἀγορὰν, τὰς οἰµωγὰς, ἃς ἐπὶ τοῖς ἐξερχοµένοις ποιοῦνται τοῦ βίου, τὰς ὀλολυγὰς, τὰς ἀσχηµοσύνας τὰςἄλλας, πιστεύσατε, αἰσχύνοµαι καὶ Ἕλληνας καὶ Ἰουδαίους καὶ αἱρετικοὺς τοὺς ὁρῶντας, καὶ πάντας ἁπλῶς τοὺς διὰ τοῦτο καταγελῶντας ἡµῶν· ὅσα γὰρ ἂν εἴπω λοιπὸν, εἰκῇ ἐρῶ περὶ ἀναστάσεως φιλοσοφῶν. Τί δήποτε; Ὅτι οὐ τοῖς λεγοµένοις παρ' ἐµοῦ προσέχουσιν Ἕλληνες, ἀλλὰ τοῖς γινοµένοις παρ' ὑµῶν· εὐθέως γὰρ ἐροῦσι· Πότε τούτων τις καταφρονῆσαι θανάτου δυνήσεται, µηδὲ ἕτερον τεθνεῶτα δυνάµενος ἰδεῖν; Καλὰ τὰ εἰρηµένα ὑπὸ τοῦ Παύλου, καλὰ, καὶ τῶν οὐρανῶν ἄξια, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας· τί γάρ φησι; Καὶ ἀπαλλάξει τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Ἀλλ' οὐκ ἀφίετε ταῦτα πιστεύεσθαι ὑµεῖς, µαχόµενοι διὰ τῶν ἔργων αὐτοῖς· καίτοι πολλὰ ἐπιτειχίσαντος τοῦ Θεοῦ γίνεσθαι πρὸς τοῦτο, ἵνα ἀνέλῃ τὴν πονηρὰν ταύτην συνήθειαν. Εἰπὲ γάρ µοι, τί βούλονται αἱ λαµπάδες αἱ φαιδραί; οὐχ ὡς ἀθλητὰς αὐτοὺς προπέµποµεν; τί δὲ οἱ ὕµνοι; οὐχὶ τὸν Θεὸν δοξάζοµεν, καὶ εὐχαριστοῦµεν ὅτι λοιπὸν ἐστεφάνωσε τὸν ἀπελθόντα, ὅτι τῶν πόνων ἀπήλλαξεν, ὅτι τῆς δειλίας ἐκβαλὼν ἔχει παρ' ἑαυτῷ; οὐ διὰ τοῦτο ὕµνοι; οὐ διὰ τοῦτο ψαλµωδίαι; Ταῦτα πάντα χαιρόντων ἐστίν· Εὐθυµεῖ γὰρ, φησὶ, τίς; ψαλλέτω. Ἀλλ' οὐ τούτοις προσέχουσιν Ἕλληνες. Μὴ γάρ µοι, φησὶν, εἴπῃς τὸν ἐκτὸς τοῦ πάθους φιλοσοφοῦντα, τοῦτο γὰρ οὐδὲν µέγα οὐδὲ θαυµαστὸν, ἀλλὰ δεῖξόν µοι τὸν ἐν αὐτῷ τῷ πάθειφιλοσοφοῦντα, καὶ τότε πιστεύσω τῇ ἀναστάσει. Καὶ τὸ µὲν βιωτικὰς γυναῖκας τοῦτο ποιεῖν, θαυµαστὸν οὐδέν· καίτοι γε καὶ αὐτὸ δεινόν· καὶ γὰρ καὶ αὗται τὴν αὐτὴν ἀπαιτοῦνται φιλοσοφίαν· διὸ καὶ Παῦλός φησι· Περὶ δὲ τῶν κεκοιµηµένων οὐ θέλω ὑµᾶς ἀγνοεῖν, ἵνα µὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ µὴ ἔχοντες ἐλπίδα. Οὐχὶ µονάζουσιν ἔγραφε ταῦτα οὐδὲ ἀειπαρθένοις, ἀλλὰ καὶ κοσµικαῖς γάµῳ ὁµιλησάσαις, καὶ βιωτικοῖς. Πλὴν ἀλλ' οὐχ οὕτω δεινὸν τοῦτο· ὅταν δέ τις, ἢ γυνὴ, ἢ ἀνὴρ ἐσταυρῶσθαι τῷ κόσµῳ λέγων, ὁ µὲν τρίχας τίλλῃ, ἡ δὲ κωκύῃ µεγάλα, τί τούτου ἀσχηµονέστερον; Πιστεύσατέ µοι λέγοντι· εἴγε ὡς ἐχρῆν ἐγίνετο, πολὺν ἔδει χρόνον τοὺς τοιούτους εἴργεσθαι τῶν οὐδῶν τῶν τῆς ἐκκλησίας. Οἱ γὰρ ὄντως ἄξιοι πένθους, οὗτοί εἰσιν, οἱ τὸν θάνατον δεδοικότες ἔτι καὶ φρίττοντες, οἱ τῇ ἀναστάσει διαπιστοῦντες. Ἀλλ' οὐ τῇ ἀναστάσει διαπιστῶ, φησὶν, ἀλλὰ τὴν συνήθειαν ἐπιζητῶ.∆ ιὰ τί οὖν, εἰπέ µοι, ὅταν ἀποδηµῇ, καὶ ἀποδηµίαν µακρὰν, οὐ τὰ αὐτὰ ποιεῖς; Ἀλλὰ κλαίω καὶ τότε, φησὶ, καὶ θρηνῶ ἐπιζητοῦσα. Ἀλλ' ἐκεῖνο µὲν ὄντως συνήθειαν ἐπιζητούσης ἐστὶ, τοῦτο δὲ ἀπεγνωκυίας τὴν ἐπάνοδον. Ἐννόησον τί ψάλλεις κατὰ τὸν καιρὸν ἐκεῖνον· Ἐπίστρεψον, ψυχή µου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· καὶ πάλιν, Οὐ φοβηθήσοµαι κακὰ, ὅτι σὺ µετ' ἐµοῦ εἶ· καὶ πάλιν, Σύ µου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης µε. Ἐννόησον τί βούλονται οὗτοι οἱ ψαλµοί. Ἀλλ' οὐ προσέχεις, ἀλλὰ µεθύεις ὑπὸ τοῦ πένθους. Κἂν ἐν τοῖς ἑτέρων κηδεύµασι κατανόησον ἀκριβῶς, ἵνα ἔχῃς φάρµακον ἐν τοῖς σοῖς. Ἐπίστρεψον, ψυχή µου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε, λέγεις, καὶ δακρύεις; οὐχὶ σκηνὴ ταῦτά ἐστιν, οὐχ ὑπόκρισις; Εἰ µὲν γὰρ ὄντως πιστεύεις οἷς λέγεις, περιττῶς πενθεῖς· εἰ δὲ παίζεις καὶ ὑποκρίνῃ καὶ µύθους αὐτὰ εἶναι νοµίζεις, τί καὶ ψάλλεις; τί καὶ ἀνέχῃ τῶν παραγινοµένων; διὰ τί µὴ ἀπελαύνεις τοὺς ψάλλοντας; Ἀλλὰ µαινοµένων τοῦτο, φησί. Κἀκεῖνο πολλῷ µᾶλλον. Τέως µὲν οὖν παραινῶ· τοῦ χρόνου δὲ προϊόντος σφοδρότερον τῷ πράγµατι χρήσοµαι· καὶ γὰρ µειζόνως δέδοικα, µὴ τούτῳ τῷ τρόπῳ χαλεπή τις νόσος ἐν τῇ Ἐκκλησίᾳ ὑπεισέλθῃ. Τοῦτον µὲν οὖν τὸν κοπετὸν ὕστερον ἐπανορθωσώµεθα· τέως δὲ παραγγέλλω καὶ διαµαρτύροµαι καὶ πλουσίοις καὶ πένησι, καὶ γυναιξὶ καὶ ἀνδράσι. Γένοιτο µὲν οὖν πάντας ὑµᾶς ἀπενθήτους τὸν βίον ἐξελθεῖν, καὶ κατὰ νόµον τὸν προσήκοντα πατέρας ὑπὸ τῶν υἱῶν γεγηρακότας προπέµψεσθαικαὶ µητέρας ὑπὸ θυγατέρων καὶ ἐγγόνων καὶ µετεγγόνων ἐν λιπαρῷ τῷ γήρᾳ, καὶ µηδαµοῦ γενέσθαι ἄωρον θάνατον. Γένοιτο µὲν οὖν τοῦτο, καὶ τοῦτο εὔχοµαι, καὶ τοὺς προέδρους δὲ καὶ πάντας ὑµᾶς ὑπὲρ ἀλλήλων παρακαλῶ δεηθῆναι τοῦ Θεοῦ, καὶ κοινὴνποιήσασθαι ταύτην εὐχήν· εἰ δὲ, ὅπερ ἀπείη µηδὲ συµβαίη, πικρός τις γένηται θάνατος( πικρὸς δὲ λέγω, οὐ τῇ φύσει· οὐδὲ γάρ ἐστι λοιπὸν πικρὸς ὁ θάνατος· ὕπνου γὰρ οὐδὲν διενήνοχεν· ἀλλὰ πικρὸς λέγω, πρὸς τὴν ἡµετέραν διάθεσιν)· εἰ οὖν οὗτος συµβαίη, καί τινες τὰς θρηνούσας ταύτας µισθώσαιντο, πιστεύσατέ µοι λέγοντι, οὐκ ἄλλως γὰρ ἐρῶ, ἀλλ' ὡς ἔχω· ὁ βουλόµενος ὀργιζέσθω· πολὺν αὐτὸν χρόνον τῆς ἐκκλησίας ἀπείρξω ὡς τὸν εἰδωλολάτρην. Εἰ γὰρ τὸν πλεονέκτην εἰδωλολάτρην καλεῖ ὁ Παῦλος, πολλῷ µᾶλλον τὸν ἐπὶ πιστοῦ τὰ τῶν εἰδωλολατρῶν ἐπεισφέροντα. Τίνος γὰρ ἕνεκεν, εἰπέ µοι, πρεσβυτέρους καλεῖς, καὶ τοὺς ψάλλοντας; οὐχ ὥστε παραµυθήσασθαι, οὐχ ὥστε τιµῆσαι τὸν ἀπελθόντα; Τί τοίνυν αὐτὸν ὑβρίζεις; τί δὲ παραδειγµατίζεις; τί δὲ παίζεις, ὥσπερ ἐν σκηνῇ; Ἡµεῖς ἐρχόµεθα τὰ περὶ ἀναστάσεως φιλοσοφοῦντες, πάντας παιδεύοντες, καὶ τοὺς µηδέπω πεπληγµένους, διὰ τῆς εἰς ἐκεῖνον τιµῆς, εἴ ποτε συµβαίητι τοιοῦτον, φέρειν γενναίως· σὺ δὲ ἄγεις τοὺς τὰ ἡµέτερα καθαιροῦντας, τό γε αὐτῶν µέρος;
4.6
Τί τούτου τοῦ γέλωτος καὶ τῆς χλευασίας χεῖρον; τί ταύτης τῆς ἀνωµαλίας βαρύτερον; Αἰσχύνθητε καὶ ἐντράπητε· εἰ δὲ µὴ βούλεσθε, ἡµεῖς οὐκ ἀνεχόµεθα ἔθη τοιαῦτα ὀλέθρια τῇ ἐκκλησίᾳ ἐπεισαγαγεῖν· Τοὺς γὰρ ἁµαρτάνοντας, φησὶν, ἐνώπιον πάντων ἔλεγχε. Κἀκείναις δὲ ταῖς ταλαιπώροις καὶ ἀθλίαις δι' ὑµῶν ἀπαγορεύοµεν, µηδέποτε ταῖς τῶν πιστῶν ἐκφοραῖς ἐπεισιέναι, ἵνα µὴ ὄντως τὰ οἰκεῖααὐτὰς ἀναγκάσωµεν θρηνεῖν κακὰ, καὶ παιδεύσωµεν µὴ ἐν ἀλλοτρίοις ταῦτα ποιεῖν, ἀλλὰ τὰς οἰκείας συµφορὰς µᾶλλον ὀδύρεσθαι· καὶ γὰρ καὶ πατὴρ φιλόστοργος, ὅταν υἱὸν ἄτακτον ἔχῃ, οὐκ ἐκείνῳ µόνον παραινεῖ µὴ πλησιάζειν τοῖς πονηροῖς, ἀλλὰ καὶ ἐκείνους φοβεῖ. Ἰδοὺ τοίνυν καὶ ὑµῖν κἀκείναις δι' ὑµῶν παραινῶ, ὥστε µήτε ὑµᾶς καλεῖν τὰς τοιαύτας, µήτε ἐκείνας παραγίνεσθαι. Καὶ γένοιτο µὲν τὸν λόγον τι ἐργάσασθαι πλέον καὶ τὴν ἀπειλὴν ἰσχῦσαι· εἰ δὲ, ὅπερ ἀπείη, καταφρονηθῶµεν, ἀναγκασθησόµεθα λοιπὸν εἰς ἔργον ἀγαγεῖν τὴν ἀπειλὴν, ὑµᾶς µὲν τοῖς νόµοις παιδεύοντες τοῖςἐκκλησιαστικοῖς, ἐκείνας δὲ ὡς ἐκείναις προσῆκόν ἐστιν. Εἰ δέ τις ἀπαυθαδιαζόµενος καταφρονεῖ, ἀκουέτω τοῦ Χριστοῦ λέγοντος καὶ νῦν· Ἐὰν ὁ ἀδελφός σου ἁµαρτήσῃ εἰς σὲ, ὕπαγε, ἔλεγξον αὐτὸν µεταξὺ σοῦ καὶ αὐτοῦ µόνου· εἰ δὲ µὴ πείθοιτο, παράλαβε µετὰ σεαυτοῦ ἕνα ἢ δύο· εἰ δὲ καὶ οὕτως ἀντιλέγοι, εἰπὲ τῇ Ἐκκλησίᾳ· εἰ δὲ καὶ τῆς Ἐκκλησίας παρακούσειεν, ἔστω σοι ὡς ὁ ἐθνι κὸς καὶ ὁ τελώνης. Εἰ δὲ τὸν εἰς ἐµὲ ἁµαρτάνοντα, ἐπειδὰν µὴ πείθοιτο, οὕτως ἀποστρέφεσθαι κελεύει· τὸν εἰς ἑαυτὸν ἁµαρτάνοντα· καὶ εἰς τὸν Θεὸν πῶς ἔχειν ὀφείλω, ὑµεῖς κρίνατε· ὑµεῖς γὰρ ἡµῶν καταγινώσκετε οὐ µαλακῶς προσφεροµένων ἡµῖν. Εἰ δέ τις καταφρονεῖ τῶν δεσµῶν τῶν παρ' ἡµῶν, πάλιν αὐτὸν ὁ Χριστὸς παιδευέτω λέγων. Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεµένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυµένα ἐν τῷ οὐρανῷ. Εἰ γὰρ καὶ ἡµεῖς ταλαίπωροι καὶ οὐδαµινοὶ καὶ τοῦ καταφρονεῖσθαι ἄξιοι, ὥσπερ οὖν καὶ ἄξιοι, ἀλλ' οὐχ ἑαυτοὺς ἐκδικοῦµεν, οὐδὲ ὀργὴν ἀµυνόµεθα, ἀλλὰ τῆς ὑµετέρας σωτηρίας φροντίζοµεν. Αἰδέσθητε, παρακαλῶ, καὶ ἐντράπητε· εἰ γὰρ φίλον τις φέρει, σφοδρότερον τοῦ δέοντος ἐπιφερόµενον, τὸν σκοπὸν ἐξετάζων, καὶ ὅτι εὐνοϊκῶς, ἀλλ' οὐκ ἀλαζονευόµενος τοῦτο ποιεῖ· πολλῷ µᾶλλον διδάσκαλον ἐπιπλήττοντα, καὶ διδάσκαλον οὐδὲ αὐτὸν ἐξ αὐθεντίας ταῦτα λέγοντα, οὐδὲ ὡς ἐν τάξει ἄρχοντος, ἀλλ' ὡς ἐν τάξει κηδεµόνος. Οὐ γὰρ ἐξουσίαν ἐπιδείξασθαι βουλόµενοι, ταῦτα λέγοµεν· Πῶς γὰρ οἱ µηδὲ εἰς πεῖραν αὐτῶν ἐλθεῖν εὐχόµενοι; ἀλλ' ὑπὲρ ὑµῶν ἀλγοῦντες καὶ κοπτόµενοι. Σύγγνωτε δὴ, καὶ µηδεὶς καταφρονείτω τῶν δεσµῶν τῶν ἐκκλησιαστικῶν· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ δεσµῶν, ἀλλ' ὁ Χριστὸς ὁ τὴν ἐξουσίαν ταύτην ἡµῖν δεδωκὼς, καὶ κυρίους ποιῶν ἀνθρώπους τῆς τοσαύτης τιµῆς. Ἡµεῖς µὲν γὰρ εἰς τὸ λύειν βουλόµεθα κατακεχρῆσθαι τῇ ἐξουσίᾳ· µᾶλλον δὲ οὐδὲ τούτου, ἀνάγκην ἔχειν βουλόµεθα· οὐδένα γὰρ βουλόµεθα εἶναι δεσµώτην παρ' ἡµῖν· οὐχ οὕτως ἐσµὲν ἄθλιοι καὶ ταλαίπωροι, εἰ καὶ σφόδρα οὐδαµινοί τινές ἐσµεν. Εἰ δὲ ἀναγκασθείηµεν, σύγγνωτε· οὐ γὰρ ἑκόντες οὐδὲ βουλόµενοι, ἀλλὰ µᾶλλον ὑµῶν τῶν δεδεµένων ἀλγοῦντες, τὰ δεσµὰ περιβάλλοµεν. Εἰ δέ τις καταφρονοίη τούτων, ἐπιστή σεται ὁ τῆς κρίσεως καιρὸς ὁ διδάσκων αὐτόν. Τὸ δὲ λοιπὸν οὐ βούλοµαι εἰπεῖν, ἵνα µὴ πλήξω τὴν διάνοιαν ὑµῶν. Ἡµεῖς µὲν γὰρ πρῶτον µὲν εὐχόµεθα εἰς ἀνάγκην µὴ ἐλθεῖν· εἰ δὲ ἔλθοιµεν, τὸ ἑαυτῶν πληροῦµεν, περιβάλλοµεν τὰ δεσµά. Εἰ δέ τις διαῤῥήξειε ταῦτα, ἐγὼ τὸ ἐµαυτοῦ πεποίηκα, καὶ ἀνεύθυνός εἰµι λοιπὸν, ὁ δὲ λόγος ἔσται σοι πρὸς τὸν ἐµοὶ κελεύσαντα δῆσαι. Οὐδὲ γὰρ εἰ, βασιλέως προκαθηµένου, τῶν δορυφόρων τῶν παρεστώτων τις ἐκελεύσθη δῆσαί τινα τῶν ἐν τῇ τάξει καὶ τὰ δεσµὰ περιβαλεῖν, ἐκεῖνος δὲοὐ µόνον ἀπώσαιτο τοῦτον, ἀλλὰ καὶ συντρίψειε τὰ δεσµὰ, ὁ δορυφόρος ἐστὶν ὁ τὴν ὕβριν πεπονθὼς, ἀλλ' ὁ βασιλεὺς πολλῷ µᾶλλον ὁ κελεύσας. Εἰ γὰρ τὰ εἰς τοὺς πιστοὺς γινόµενα αὐτὸς οἰκειοῦται, ὅταν τοὺς εἰς τὸ διδάσκειν τεταγµένους ὑβρίζητε, πολλῷ µᾶλλον ὡς αὐτὸς ὑβριζόµενος διακείσεται. Ἀλλὰ µὴ γένοιτό τινα τῶν ἐπὶ τῆς ἐκκλησίας ταύτης εἰς ἀνάγκην τῶν δεσµῶν τούτων ἐλθεῖν. Ὥσπερ γὰρ τὸ µὴ ἁµαρτάνειν καλόν· οὕτω τὸ φέρειν ἐπιτίµησιν χρήσιµον. Φέρωµεν τοίνυν τὴν ἐπίπληξιν, καὶ σπουδάζωµεν τὸ µὴ ἁµαρτάνειν· εἰ δὲ ἁµάρτοιµεν, φέρωµεν τὴν ἐπιτίµησιν. Ὥσπερ γὰρ καλὸν µὲν τὸ µὴ πλήττεσθαι, εἰ δὲ τοῦτο γένοιτο, τὸ φάρµακον ἐπιτεθῆναι τῇ πληγῇ χρήσιµον· οὕτω καὶ ἐνταῦθα. Ἀλλὰ µὴ γένοιτό τινα τῶν τοιούτων δεηθῆναι φαρµάκων· Πεπείσµεθα δὲ περὶ ὑµῶν τὰ κρείττονα, καὶ ἐχόµενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦµεν. Σφοδρότερον δὲ διελέχθηµεν ὑπὲρ πλείονος ἀσφαλείας. Βέλτιον γὰρ ἐµὲ θρασύν τινα καὶ ἀπηνῆ καὶ αὐθάδη ὑποπτεύεσθαι παρ' ὑµῶν, ἢ ὑµᾶς τὰ τῷ Θεῷ µὴ δοκοῦντα ποιεῖν. Πιστεύοµεν δὲ τῷ Θεῷ, ὅτι οὐκ ἀνόνητος ὑµῖν αὕτη ἡ ἐπιτίµησις ἔσται, ἀλλ' οὕτω µεταβληθήσεσθε, ὡς τούτους τοὺς λόγους εἰς τὰ ὑµέτεραἐγκώµια ἀναλίσκεσθαι, καὶ εἰς τοὺς ἐπαίνους. Γένοιτο δὲ ὑµᾶς βιοῦν κατὰ τὸ δοκοῦν τῷ Θεῷ, ἵνα καταξιωθῶµεν ἅπαντες τυχεῖν τῶν ἀγαθῶν, ὧν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, ἐνΧριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν.

Intertext edge

Open linked passage

Note