Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Matthew
John ChrysostomHom. Matt. 15 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
15.1
ΟΜΙΛΙΑ ΙΕʹ. Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος: καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μα θηταὶ αὐτοῦ. Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδί δασκεν αὐτοὺς, λέγων:« Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐ ρανῶν.» αʹ. Ὅρα τὸ ἀφιλότιμον καὶ ἀκόμπαστον. Οὐ γὰρ περιῆγεν αὐτοὺς μεθ' ἑαυτοῦ, ἀλλ' ὅτε μὲν θεραπεῦσαι ἔδει, αὐτὸς περιῄει πανταχοῦ, καὶ πόλεις καὶ χώρας ἐπισκοπούμενος: ὅτε δὲ πολὺς ὄχλος γέγονεν, ἐν ἑνὶ καθέζεται χωρίῳ: καὶ οὐκ ἐν πόλει καὶ ἀγορᾷ μέσῃ, ἀλλ' ἐν ὄρει καὶ ἐρημίᾳ, παιδεύων ἡμᾶς μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν, καὶ τῶν ἐν μέσῳ θορύβων ἀπαλλάττεσθαι, καὶ μάλιστα ὅταν φιλοσοφεῖν δέῃ, καὶ περὶ ἀναγκαίων διαλέγεσθαι πραγμάτων. Ἀναβάντος δὲ αὐτοῦ καὶ καθίσαντος, προσῆλθον οἱ μαθηταί. Εἶδες αὐτῶν τὴν ἐπίδοσιν τῆς ἀρετῆς, καὶ πῶς ἀθρόον βελτίους ἐγένοντο; Οἱ μὲν γὰρ πολλοὶ, τῶν θαυμάτων ἦσαν θεαταί: οὗτοι δὲ καὶ ἀκοῦσαί τι λοιπὸν ἐπεθύμουν μέγα καὶ ὑψηλόν: ὅπερ οὖν αὐτὸν καὶ εἰς τὴν διδασκαλίαν ἐνέβαλε, καὶ τῶν λόγων ἄρξασθαι τούτων ἐποίησεν. Οὐδὲ γὰρ σώματα ἐθεράπευε μόνον, ἀλλὰ καὶ ψυχὰς διώρθου, καὶ πάλιν ἀπὸ τῆς τούτων ἐπιμελείας ἐπὶ τὴν ἐκείνων μετέβαινε θεραπείαν, ποικίλλων τε ὁμοῦ τὴν ὠφέλειαν, καὶ ἀναμιγνὺς τῇ τῶν λόγων διδασκαλίᾳ τὴν ἀπὸ τῶν ἔργων ἐπίδειξιν, καὶ τὰ ἀναίσχυντα τῶν αἱρετικῶν ἐμφράττων στόματα, δι' ὧν ἑκατέρας οὐσίας ἐκήδετο, δεικνὺς ὅτι ὁλοκλήρου τοῦ ζώου αὐτός ἐστι Δημιουργός. Διὸ καὶ πολλῆς ἑκατέρᾳ τῇ φύσει μετεδίδου προνοίας, νῦν μὲν ἐκείνην, νῦν δὲ ταύτην διορθούμενος. Ὃ δὴ καὶ τότε ἐποίει. Ἀνοίξας γὰρ, φησὶ, τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτούς. Καὶ τίνος ἕνεκεν πρόσκειται τὸ, Ἀνοίξας τὸ στόμα αὐτοῦ; Ἵνα μάθῃς ὅτι καὶ σιγῶν ἐπαίδευεν, οὐχὶ φθεγγόμενος μόνον, ἀλλὰ νῦν μὲν τὸ στόμα ἀνοίγων, νῦν δὲ τὴν ἀπὸ τῶν ἔργων ἀφιεὶς φωνήν. Ὅταν δὲ ἀκούσῃς, ὅτι Ἐδίδασκεν αὐτοὺς, μὴ τοῖς μαθηταῖς αὐτὸν διαλέγεσθαι νόμιζε μόνον, ἀλλὰ καὶ δι' ἐκείνων ἅπασιν. Ἐπειδὴ γὰρ τὸ πλῆθος δημῶδες ἦν, ἔτι δὲ καὶ τῶν χαμαὶ συρομένων, τῶν μαθητῶν τὸν χορὸν ὑποστησάμενος, πρὸς ἐκείνους ποιεῖται τοὺς λόγους, ἐν τῇ πρὸς αὐτοὺς διαλέξει καὶ τοῖς λοιποῖς ἅπασι, τοῖς σφόδρα ἀποδέουσι τῶν λεγομένων, ἀνεπαχθῆ γίνεσθαι παρασκευάζων τῆς φιλοσοφίας τὴν διδασκαλίαν. Ὅπερ οὖν καὶ ὁ Λουκᾶς αἰνιττόμενος ἔλεγεν, ὅτι τὸν λόγον ἀπέστρεψε πρὸς αὐτούς: καὶ ὁ Ματθαῖος δὲ αὐτὸ τοῦτο δηλῶν ἔγραφεν, ὅτι Προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, καὶ αὐτοὺς ἐδίδασκεν. Οὕτω γὰρ καὶ οἱ λοιποὶ προσέχειν ἔμελλον προθυμότερον, ἢ εἰ πρὸς ἅπαντας ἀπετείνατο. Πόθεν οὖν ἄρχεται, καὶ ποῖα θεμέλια τίθησι τῆς καινῆς πολιτείας ἡμῖν; Ἀκούσωμεν μετὰ ἀκριβείας τῶν λεγομένων: εἴρηται μὲν γὰρ πρὸς ἐκείνους, ἐγράφη δὲ καὶ διὰ τοὺς μετὰ ταῦτα ἅπαντας. Διὰ δὴ τοῦτο προσεῖχε μὲν τοῖς μαθηταῖς δημηγορῶν: οὐκ εἰς ἐκείνους δὲ περιίστησι τὰ λεγόμενα, ἀλλ' ἀδιορίστως προσάγει τοὺς μακαρισμοὺς ἅπαντας. Οὐδὲ γὰρ εἶπε, Μακάριοί ἐστε ὑμεῖς, ἐὰν πτωχοὶ γένησθε, ἀλλὰ, Μακάριοι οἱ πτωχοί. Καίτοι καὶ εἰ ἐκείνους εἰρήκει, κοινὰ τὰ τῆς συμβουλῆς ἔμελλε γίνεσθαι. Καὶ γὰρ ὅταν λέγῃ: Ἰδοὺ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος: οὐ πρὸς ἐκείνους διαλέγεται μόνους, ἀλλὰ καὶ δι' ἐκείνων πρὸς τὴν οἰκουμένην ἅπασαν: καὶ ὅταν αὐτοὺς μακαρίζῃ διωκομένους καὶ ἐλαυνομένους καὶ τὰ ἀνήκεστα πάσχοντας, οὐκ ἐκείνοις μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς τὰ αὐτὰ κατορθοῦσι πλέκει τὸν στέφανον. Πλὴν ἀλλ' ἵνα καὶ σαφέστερον τοῦτο γένηται, καὶ μάθῃς ὅτι πρὸς σὲ ἔχει κοινωνίαν πολλὴν τὰ λεγόμενα, καὶ πρὸς τὴν φύσιν δὲ ἅπασαν τὴν ἀνθρωπίνην, εἴ τις βούλοιτο προσέχειν, ἄκουσον πῶς τῶν θαυμασίων τούτων ἄρχεται λόγων: Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τί ἐστιν, Οἱ πτωχοὶ τῷ πνεύματι; Οἱ ταπεινοὶ καὶ συντετριμμένοι τὴν διάνοιαν. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ψυχὴν καὶ τὴν προαίρεσιν εἴρηκεν. Ἐπειδὴ γάρ εἰσι πολλοὶ ταπεινοὶ, οὐχ ἑκόντες, ἀλλ' ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης βιαζόμενοι, ἀφεὶς ἐκείνους( οὐδὲ γὰρ ἂν εἴη τοῦτο ἐγκώμιον), τοὺς ἀπὸ προαιρέσεως ἑαυτοὺς ταπεινοῦντας καὶ καταστέλλοντας μακαρίζει πρώτους. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Οἱ ταπεινοὶ, ἀλλ', Οἱ πτωχοί; Ὅτι τοῦτο ἐκείνου πλέον. Τοὺς γὰρ κατεπτηχότας ἐνταῦθά φησι, καὶ τρέμοντας τοῦ Θεοῦ τὰ ἐπιτάγματα, οὓς καὶ διὰ Ἡσαΐου τοῦ προφήτου σφόδρα ἀποδεχόμενος ὁ Θεὸς, ἔλεγεν: Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; βʹ. Καὶ γὰρ πολλοὶ τῆς ταπεινοφροσύνης οἱ τρόποι: καὶ ὁ μέν ἐστι ταπεινὸς συμμέτρως, ὁ δὲ μεθ' ὑπερβολῆς ἁπάσης Ταύτην καὶ ὁ μακάριος προφήτης ἐπαινεῖ τὴν ταπεινοφροσύνην, οὐ τὴν ἁπλῶς κατεσταλμένην ἡμῖν διάνοιαν ὑπογράφων, ἀλλὰ τὴν σφόδρα συντεθραυμένην, δι' ὧν φησι: Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ταύτην ἀντὶ θυσίας μεγάλης προσάγουσι τῷ Θεῷ, λέγοντες: Ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Ταύτην καὶ ὁ Χριστὸς μακαρίζει νῦν. Ἐπειδὴ γὰρ τὰ μέγιστα τῶν κακῶν καὶ τὴν οἰκουμένην λυμηνάμενα ἅπασαν ἐξ ἀπονοίας εἰσῆλθεν: ὅ τε γὰρ διάβολος οὐκ ὢν πρὸ τούτου τοιοῦτος, οὕτω διάβολος γέγονεν: ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν: Ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου: ὅ τε πρῶτος ἄνθρωπος ταύταις παρὰ τοῦ διαβόλου φυσηθεὶς ταῖς ἐλπίσιν ἐξετραχηλίσθη καὶ θνητὸς ἐγένετο: προσδοκήσας γὰρ ἔσεσθαι θεὸς, καὶ ὅπερ εἶχεν ἀπώλεσεν: ὅπερ οὖν καὶ ὁ Θεὸς ὀνειδίζων αὐτῷ, καὶ τὴν ἄνοιαν αὐτοῦ κωμῳδῶν, ἔλεγεν: Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν. Καὶ ἕκαστος δὲ τῶν μετὰ ταῦτα ἐντεῦθεν εἰς ἀσέβειαν ἐξώκειλεν, ἰσοθεΐαν φαντασθείς: ἐπεὶ οὖν αὕτη τῶν κακῶν ἡ ἀκρόπολις ἦν, καὶ ἡ ῥίζα καὶ ἡ πηγὴ τῆς πονηρίας ἁπάσης, τῷ νοσήματι τὸ κατάλληλον κατασκευάζων φάρμακον, ὥσπερ θεμέλιον ἰσχυρόν τινα καὶ ἀσφαλῆ τοῦτον πρῶτον κατεβάλετο τὸν νόμον. Ταύτης γὰρ ὑποκειμένης, μετὰ ἀσφαλείας ἅπαντα τὰ ἄλλα ἐπιτίθησιν ὁ οἰκοδομῶν: ταύτης δὲ ἀνῃρημένης, κἂν μέχρι τῶν οὐρανῶν φθάσῃ πολιτευόμενος, ἅπαντα ὑποσύρεται ῥᾳδίως, καὶ εἰς χαλεπὸν καταστρέφει τέλος. Κἂν νηστείαν, κἂν εὐχὴν, κἂν ἐλεημοσύνην, κἂν σωφροσύνην, κἂν ἄλλ' ὁτιοῦν συναγάγῃς ἀγαθὸν, ταπεινοφροσύνης χωρὶς, διαῤῥεῖ καὶ ἀπόλλυται ἅπαντα. Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Φαρισαίου γέγονε. Καὶ γὰρ μετὰ τὸ φθάσαι εἰς αὐτὴν τὴν κορυφὴν, πάντα ἀπολέσας κατέβη, ἐπειδὴ τὴν μητέρα τῶν ἀγαθῶν οὐκ εἶχεν. Ὥσπερ γὰρ ἡ ἀπόνοια πηγὴ κακίας ἁπάσης ἐστὶν, οὕτως ἡ ταπεινοφροσύνη φιλοσοφίας ἁπάσης ἀρχή. Διὸ καὶ ἐντεῦθεν ἄρχεται, πρόῤῥιζον ἀνασπῶν τὴν ἀλαζονείαν ἐκ τῆς τῶν ἀκουόντων ψυχῆς. Καὶ τί τοῦτο πρὸς τοὺς μαθητὰς, φησὶ, τοὺς πάντοθεν ὄντας ταπεινούς; Οὐδὲ γὰρ εἶχον ἀφορμὴν ἀπονοίας τινὰ, ἁλιεῖς καὶ πένητες ὄντες, καὶ ἄσημοι καὶ ἰδιῶται. Εἰ καὶ μὴ πρὸς τοὺς μαθητὰς ταῦτα, ἀλλὰ πρός γε τοὺς παρόντας τότε, καὶ τοὺς μετὰ ταῦτα μέλλοντας αὐτοὺς ὑποδέχεσθαι, ἵνα μὴ διὰ ταῦτα αὐτῶν καταφρονῶσι: μᾶλλον δὲ καὶ πρὸς τοὺς μαθητάς. Εἰ γὰρ καὶ μὴ τότε, ἀλλ' ὕστερον ἔμελλον δεῖσθαι τῆς ὠφελείας ταύτης, μετὰ τὰ σημεῖα καὶ τὰ θαύματα, καὶ τὴν τῆς οἰκουμένης τιμὴν, καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν. Οὔτε γὰρ πλοῦτος, οὔτε δυναστεία, οὐκ αὐτὴ ἡ βασιλεία οὕτως ἐπᾶραι ἦν ἱκανὴ, ὡς τὰ ἐκείνοις ὑπάρξαντα. Ἄλλως δὲ καὶ πρὸ τῶν σημείων εἰκὸς ἦν αὐτοὺς καὶ τότε ἐπαρθῆναι, τὸ πλῆθος ὁρῶντας καὶ τὸ θέατρον ἐκεῖνο τὸ περιεστηκὸς τὸν διδάσκαλον, καὶ παθεῖν τι ἀνθρώπινον. Διόπερ αὐτῶν εὐθέως καταστέλλει τὸ φρόνημα. Καὶ οὐκ εἰσάγει ἐν τάξει παραινέσεων τὰ λεγόμενα καὶ ἐπιταγμάτων, ἀλλ' ἐν τάξει μακαρισμοῦ, ἀνεπαχθέστερον τὸν λόγον ποιῶν, καὶ πᾶσιν ἀνοίγων τὸ τῆς διδασκαλίας στάδιον. Οὐ γὰρ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ', Οἱ ταῦτα ποιοῦντες μακάριοι πάντες. Ὥστε κἂν δοῦλος ᾖς, κἂν πτωχὸς, κἂν πένης, κἂν ξένος, κἂν ἰδιώτης, οὐδέν ἐστι τὸ κωλύον σε ἔσεσθαι μακάριον, ἂν τὴν ἀρετὴν ταύτην ζηλώσῃς. Ἀρξάμενος τοίνυν ἐντεῦθεν, ὅθεν μάλιστα ἐχρῆν, πρόεισιν ἐφ' ἑτέραν ἐντολὴν, ἀπεναντίας δοκοῦσαν εἶναι τῇ τῆς οἰκουμένης ψήφῳ. Ἁπάντων γὰρ τοὺς χαίροντας ζηλωτοὺς εἶναι νομιζόντων, τοὺς δὲ ἐν ἀθυμίᾳ καὶ πενίᾳ καὶ πένθει ἀθλίους, αὐτὸς τούτους ἀντ' ἐκείνων μακαρίζει, λέγων οὕτω: Μακάριοι οἱ πενθοῦντες. Καίτοιγε ἅπαντες αὐτοὺς ταλανίζουσι. Διὰ γὰρ τοῦτο προλαβὼν τὰ σημεῖα εἰργάσατο, ἵνα τοιαῦτα νομοθετῶν ἀξιόπιστος ᾖ. Καὶ ἐνταῦθα δὲ πάλιν οὐχ ἁπλῶς τοὺς πενθοῦντας τέθεικεν, ἀλλὰ τοὺς ὑπὲρ ἁμαρτημάτων τοῦτο ποιοῦντας: ὡς τό γε ἕτερον καὶ σφόδρα ἐστὶ κεκωλυμένον, τὸ ἐπί τινι τῶν βιωτικῶν θρηνεῖν. Ὅπερ οὖν καὶ ὁ Παῦλος ἐδήλου λέγων, ὅτι Ἡ μὲν τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται: ἡ δὲ κατὰ Θεὸν, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. γʹ. Τούτους τοίνυν καὶ αὐτὸς ἐνταῦθα μακαρίζει τοὺς οὕτω λυπουμένους: καὶ οὐδὲ ἁπλῶς τοὺς λυπουμένους τέθεικεν, ἀλλὰ τοὺς μετ' ἐπιτάσεως. Διόπερ οὐδὲ εἶπεν, Οἱ λυπούμενοι, ἀλλὰ, Οἱ πενθοῦντες. Καὶ γὰρ αὕτη πάλιν ἡ ἐντολὴ πάσης ἐστὶ φιλοσοφίας διδάσκαλος. Εἰ γὰρ οἱ παῖδας, ἢ γυναῖκα, ἢ ἄλλον τινὰ τῶν προσηκόντων ἀπελθόντα πενθοῦντες, οὐ χρημάτων, οὐ σωμάτων ἐρῶσι κατ' ἐκεῖνον τῆς ὀδύνης τὸν καιρὸν, οὐ δόξης ἐφίενται, οὐχ ὕβρεσι παροξύνονται, οὐχ ὑπὸ βασκανίας ἁλίσκονται, οὐχ ὑπὸ ἄλλου πολιορκοῦνταί τινος πάθους, τοῦ πένθους γινόμενοι μόνου: πολλῷ μᾶλλον οἱ τὰ ἁμαρτήματα πενθοῦντες τὰ ἑαυτῶν, ὡς πενθεῖν ἄξιον, μείζονα ταύτης ἐπιδείξονται φιλοσοφίαν. Εἶτα, τί τὸ ἔπαθλον αὐτοῖς; Ὅτι αὐτοὶ παρακληθήσονται, φησίν. Ποῦ παρακληθήσονται; εἰπέ μοι. Καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ἐπειδὴ γὰρ τὸ ἐπίταγμα σφόδρα ἦν φορτικὸν καὶ ἐπαχθὲς, ὃ μάλιστα αὐτὸ κοῦφον ἐποίει, τοῦτο ὑπέσχετο δώσειν. Ὥστε εἰ θέλεις παρακαλεῖσθαι, πένθει. Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ εἰρημένον. Ὅταν γὰρ ὁ Θεὸς παρακαλῇ, κἂν μυρίαι νιφάδες ἐπέλθωσι λυπηρῶν, πάντων ἀνώτερος ἔσῃ. Καὶ γὰρ πολλῷ μείζους ἀεὶ τῶν πόνων δίδωσι τὰς ἀμοιβὰς ὁ Θεός: ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε, μακαρίους ἀποφαίνων τοὺς πενθοῦντας, οὐ κατὰ τὴν τοῦ πράγματος ἀξίαν, ἀλλὰ κατὰ τὴν αὐτοῦ φιλανθρωπίαν. Οἱ γὰρ πενθοῦντες, πλημμελήματα πενθοῦσι: τοῖς δὲ τοιούτοις ἀρκεῖ τὸ συγγνώμης ἀπολαῦσαι καὶ ἀπολογίας τυχεῖν. Ἀλλ' ἐπειδὴ αὐτὸς σφόδρα ἐστὶ φιλάνθρωπος, οὐδὲ ἐν τῇ τῶν κολάσεων ἀναιρέσει, οὐδὲ ἐν τῇ τῶν ἁμαρτημάτων ἀπαλλαγῇ τὴν ἀντίδοσιν ἵστησιν, ἀλλὰ καὶ μακαρίους ποιεῖ, καὶ πολλῆς μεταδίδωσι παρακλήσεως. Πενθεῖν δὲ ἡμᾶς οὐχ ὑπὲρ τῶν οἰκείων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων κελεύει πλημμελημάτων: οἷαι τῶν ἁγίων ἦσαν αἱ ψυχαί: οἵα ἦν ἡ τοῦ Μωϋσέως: οἵα ἡ τοῦ Παύλου, ἡ τοῦ Δαυΐδ: καὶ γὰρ καὶ οὗτοι πάντες ἀλλότρια πολλάκις ἐπένθησαν κακά. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Ποίαν γῆν; εἰπέ μοι. Τινὲς νοητήν φασιν. Ἀλλ' οὐκ ἔστι τοῦτο: οὐδαμοῦ γὰρ εὑρίσκομεν ἐν τῇ Γραφῇ γῆν νοητήν. Ἀλλὰ τί ποτέ ἐστι τὸ εἰρημένον; Αἰσθητὸν τίθησιν ἔπαθλον, ὥσπερ καὶ ὁ Παῦλος. Εἰπὼν γὰρ, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἐπήγαγεν, Οὕτω γὰρ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Καὶ αὐτὸς τῷ λῃστῇ πάλιν: Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὔτε γὰρ ἀπὸ τῶν μελλόντων ἀγαθῶν προτρέπει μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων, διὰ τοὺς παχυτέρους τῶν ἀκροωμένων καὶ πρὸ τῶν μελλόντων ἐκεῖνα ζητοῦντας. Διὰ τοῦτο γοῦν καὶ προϊὼν ἔλεγεν: Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου. Εἶτα τῆς τοιαύτης φιλοσοφίας τὸ ἔπαθλον τίθησι, καί φησι: Μή ποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ. Ὁρᾷς πόθεν ἐφόβησεν; Ἀπὸ τῶν αἰσθητῶν, ἀπὸ τῶν παρὰ πόδας συμβαινόντων. Καὶ πάλιν: Ὃς ἐὰν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακὰ, ἔνοχος ἔσται τῷ συνεδρίῳ. Καὶ ὁ Παῦλος δὲ αἰσθητὰ τιθεὶς ἔπαθλα πολύς ἐστι, καὶ ἀπὸ τῶν παρόντων προτρέπων: οἷον ὡς ὅταν περὶ παρθενίας διαλέγηται: οὐδὲν γὰρ περὶ τῶν οὐρανῶν εἰπὼν ἐκεῖ, τέως ἀπὸ τῶν παρόντων ἐνάγει, λέγων: Διὰ τὴν ἐνεστῶσαν ἀνάγκην: καὶ, Ἐγὼ δὲ ὑμῶν φείδομαι: καὶ, Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Οὕτω δὴ καὶ ὁ Χριστὸς τοῖς πνευματικοῖς τὰ αἰσθητὰ ἀνέμιξεν. Ἐπειδὴ γὰρ νομίζεται ὁ πρᾶος ἅπαντα ἀπολλύναι τὰ ἑαυτοῦ, τὸ ἐναντίον ὑπισχνεῖται λέγων, ὅτι οὗτος μὲν οὖν ἐστιν ὁ μετὰ ἀσφαλείας τὰ ὄντα κεκτημένος, ὁ μὴ θρασὺς, μηδὲ ἀλαζών: ὁ δὲ τοιοῦτος καὶ τῶν πατρῴων ἐκστήσεται πολλάκις, καὶ αὐτῆς τῆς ψυχῆς. Ἄλλως δὲ καὶ ἐπειδὴ ἐν τῇ Παλαιᾷ συνεχῶς ὁ Προφήτης, Οἱ γὰρ πραεῖς κληρονομήσουσι γῆν, ἔλεγεν, ἀπὸ τῶν συντρόφων αὐτοῖς ῥημάτων ἐνυφαίνει τὸν λόγον, ὥστε μὴ πανταχοῦ ξενοφωνεῖσθαι. Ταῦτα δὲ λέγει, οὐ μέχρι τῶν παρόντων ἱστὰς τὰς ἀμοιβὰς, ἀλλὰ μετὰ τούτων κἀκεῖνα παρέχων. Ἄν τε γὰρ πνευματικὸν εἴπῃ τι, οὐκ ἀφαιρεῖται τὰ ἐν τῷ παρόντι βίῳ: ἄν τε τῶν ἐν τῷ βίῳ τι πάλιν ὑπόσχηται, οὐ μέχρι τούτου τὴν ὑπόσχεσιν ἵστησι. Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν: καὶ πάλιν: Ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει. _Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Ποίαν δικαιοσύνην; Ἢ τὴν καθόλου φησὶν ἀρετὴν, ἢ τὴν μερικὴν ταύτην τὴν ἀπεναντίας τῇ πλεονεξίᾳ κειμένην. Ἐπειδὴ γὰρ μέλλει περὶ ἐλεημοσύνης ἐπιτάττειν, δεικνὺς πῶς ἐλεεῖν χρὴ, οἷον ὅτι οὐκ ἐξ ἁρπαγῆς, οὐδὲ ἐκ πλεονεξίας, μακαρίζει τοὺς δικαιοσύνης ἀντιποιουμένους. δʹ. Καὶ ὅρα μεθ' ὅσης αὐτὸ τίθησιν ὑπερβολῆς. Οὐ γὰρ εἶπε, Μακάριοι οἱ δικαιοσύνης ἀντεχόμενοι, ἀλλὰ, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην: ἵνα μὴ ἁπλῶς, ἀλλὰ μετὰ ἐπιθυμίας ἁπάσης αὐτὴν μετίωμεν. Ἐπειδὴ γὰρ τοῦτο μάλιστα ἴδιον τῆς πλεονεξίας ἐστὶ, καὶ οὐχ οὕτως ἐρῶμεν σιτίων καὶ ποτῶν, ὡς τοῦ πλείονα κτᾶσθαι καὶ περιβάλλεσθαι: τὴν ἐπιθυμίαν ταύτην περὶ τὸ μὴ πλεονεκτεῖν μεταθεῖναι ἐκέλευσεν. Εἶτα πάλιν αἰσθητὸν τὸ ἔπαθλον ὁρίζει, λέγων: Ὅτι αὐτοὶ χορτασθήσονται. Διὰ γὰρ τὸ νομίζεσθαι τὴν πλεονεξίαν εὐπόρους ποιεῖν τοὺς πολλοὺς, λέγει ὅτι τοὐναντίον μὲν οὖν ἐστιν: ἡ γὰρ δικαιοσύνη τοῦτο ἐργάζεται. Μὴ τοίνυν δίκαια πράττων φοβοῦ πενίαν, μηδὲ τρέμε λιμόν. Οἱ γὰρ ἁρπάζοντες, οὗτοι μάλιστά εἰσιν οἱ πάντων ἐκπίπτοντες: ὡς ὁ γοῦν δικαιοσύνης ἐρῶν, τὰ πάντων αὐτὸς ἔχει μετὰ ἀσφαλείας. Εἰ δὲ οἱ τῶν ἀλλοτρίων μὴ ἐφιέμενοι τοσαύτης ἀπολαύουσιν εὐπορίας, πολλῷ μᾶλλον οἱ τὰ ἑαυτῶν προϊέμενοι. Μακάριοι οἱ ἐλεήμονες. Ἐνταῦθα οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον ἐμοὶ δοκεῖ λέγειν, ἀλλὰ καὶ τοὺς διὰ πραγμάτων. Ποικίλος γὰρ ὁ τῆς ἐλεημοσύνης τρόπος, καὶ πλατεῖα αὕτη ἡ ἐντολή. Τί οὖν αὐτῆς τὸ ἔπαθλον; Ὅτι αὐτοὶ ἐλεηθήσονται. Καὶ δοκεῖ μὲν ἀντίδοσις εἶναί τις ἴση: ἔστι δὲ πολὺ μεῖζον τοῦ κατορθώματος. Αὐτοὶ μὲν γὰρ ἐλεοῦσιν ὡς ἄνθρωποι, ἐλεοῦνται δὲ παρὰ τοῦ τῶν ὅλων Θεοῦ. Οὐκ ἔστι δὲ ἴσος ἀνθρώπινος ἔλεος καὶ θεῖος, ἀλλ' ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον οὗτος ἐκείνου διέστηκε. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ἰδοὺ πάλιν πνευματικὸν τὸ ἔπαθλον. Καθαροὺς δὲ ἐνταῦθά φησιν, ἤτοι τοὺς καθολικὴν ἀρετὴν κεκτημένους, καὶ μηδὲν ἑαυτοῖς συνειδότας πονηρὸν, ἢ τοὺς ἐν σωφροσύνῃ διάγοντας: οὐδενὸς γὰρ ἡμῖν οὕτω δεῖ πρὸς τὸ τὸν Θεὸν ἰδεῖν, ὡς τῆς ἀρετῆς ταύτης. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν: Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ὄψιν δὲ ἐνταῦθά φησιν, ἣν ἀνθρώπῳ δυνατὸν ἰδεῖν. Ἐπειδὴ γὰρ πολλοὶ ἐλεοῦσι μὲν, καὶ οὐχ ἁρπάζουσιν, οὐδὲ πλεονεκτοῦσι, πορνεύουσι δὲ καὶ ἀσελγαίνουσι: δεικνὺς ὅτι οὐκ ἀρκεῖ τὸ πρότερον, καὶ τοῦτο προσέθηκεν. Ὅπερ δὴ καὶ ὁ Παῦλος Μακεδόσιν ἐμαρτύρησε, Κορινθίοις ἐπιστέλλων, ὅτι οὐ μόνον ἐν ἐλεημοσύνῃ ἐπλούτουν, ἀλλὰ καὶ ἐν τῇ ἄλλῃ ἀρετῇ: εἰπὼν γὰρ περὶ τῆς φιλοτιμίας αὐτῶν τῆς ἐν τοῖς χρήμασι, φησὶν, ὅτι καὶ Ἑαυτοὺς ἔδωκαν τῷ Κυρίῳ καὶ ἡμῖν. _Μακάριοι οἱ εἰρηνοποιοί. Ἐνταῦθα οὐ τὸ μὴ στασιάζειν αὐτοὺς μόνον καὶ ἀπεχθάνεσθαι πρὸς ἀλλήλους ἀναιρεῖ, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιζητεῖ, ἵνα καὶ ἑτέρους στασιάζοντας συνάγωμεν: καὶ πάλιν πνευματικὸν ἐπάγει τὸ ἔπαθλον. Ποῖον δὴ τοῦτο; Ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Καὶ γὰρ τοῦ Μονογενοῦς ἔργον ἐγένετο τοῦτο, συναγαγεῖν τὰ διεστῶτα, καὶ καταλλάξαι τὰ ἐκπεπολεμωμένα. Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι πανταχοῦ ἡ εἰρήνη καλὸν, ἐπήγαγε: Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης: τουτέστι, τῆς ἀρετῆς ἕνεκεν, τῆς ὑπὲρ ἑτέρων προστασίας, τῆς εὐσεβείας. Δικαιοσύνην γὰρ εἴωθεν ἀεὶ τὴν ἅπασαν λέγειν τῆς ψυχῆς φιλοσοφίαν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε. Οἷον, Κἂν γόητας, κἂν πλάνους, κἂν λυμεῶνας, κἂν ὁτιοῦν ἕτερον καλέσωσι, μακάριοί ἐστε, φησί. Τί τούτων καινότερον γένοιτ' ἂν τῶν ἐπιταγμάτων, ὅταν τὰ τοῖς ἄλλοις φευκτὰ, ταῦτα ποθεινὰ εἶναι λέγῃ: τὸ πτωχεύειν λέγω, καὶ πενθεῖν, καὶ διώκεσθαι, καὶ κακῶς ἀκούειν; Ἀλλ' ὅμως καὶ εἶπε, καὶ ἔπεισεν, οὐχὶ δύο καὶ δέκα καὶ εἴκοσι καὶ ἑκατὸν καὶ χιλίους ἀνθρώπους, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν. Καὶ ἀκούοντες τὰ φορτικὰ καὶ ἐπαχθῆ καὶ ἀπεναντίας τῇ τῶν πολλῶν συνηθείᾳ, ἐξεπλήττοντο οἱ ὄχλοι. Τοσαύτη ἡ τοῦ λέγοντος δύναμις ἦν. εʹ. Πλὴν ἀλλ' ἵνα μὴ νομίσῃς, ὅτι τὸ κακῶς ἀκούειν ἁπλῶς μακαρίους ποιεῖ, δύο τέθεικε διορισμοὺς, ὅταν καὶ δι' αὐτὸν, καὶ ψευδῆ ᾖ τὰ λεγόμενα. Ἐπεὶ ἐὰν μὴ ταῦτα προσῇ, οὐ μόνον οὐ μακάριος, ἀλλὰ καὶ ἄθλιος ὁ κακῶς ἀκούων. Εἶτα ὅρα τὸ ἔπαθλον πάλιν: Ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Σὺ δὲ, εἰ καὶ μὴ καθ' ἕκαστον τῶν μακαρισμῶν βασιλείαν ἀκούεις δωρουμένην, μὴ ἀθύμει. Εἰ γὰρ καὶ διαφόρως ὀνομάζει τὰς ἀμοιβὰς, ἀλλὰ πάντας εἰς τὴν βασιλείαν εἰσάγει. Καὶ γὰρ ὅταν εἴπῃ, Παρακληθήσονται οἱ πενθοῦντες, καὶ ἐλεηθήσονται οἱ ἐλεοῦντες, καὶ τὸν Θεὸν ὄψονται οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ υἱοὶ Θεοῦ κληθήσονται οἱ εἰρηνοποιοὶ, οὐδὲν ἄλλο ἢ τὴν βασιλείαν διὰ τούτων ἁπάντων αἰνίττεται: οἱ γὰρ τούτων ἀπολαύοντες, ἐκείνης ἐπιτεύξονται πάντως. Μὴ τοίνυν τῶν τῷ πνεύματι πτωχῶν μόνων νόμιζε εἶναι τὸ ἔπαθλον, ἀλλὰ καὶ τῶν πεινώντων τὴν δικαιοσύνην, καὶ τῶν πράων, καὶ τῶν ἄλλων ἁπάντων ἁπαξαπλῶς. Διὰ γὰρ τοῦτο ἐπὶ πάντων τὸν μακαρισμὸν ἔθηκεν, ἵνα μηδὲν αἰσθητὸν ἀναμένῃς. Οὐδὲ γὰρ ἂν εἴη μακάριος ὁ ἐν τούτοις στεφανούμενος, ἃ τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ σκιᾶς ταχύτερον παρατρέχει. Εἰπὼν δὲ, Ὅτι ὁ μισθὸς ὑμῶν πολὺς, ἐπήγαγε καὶ ἑτέραν παράκλησιν, λέγων: Οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. Ἐπειδὴ γὰρ ἐκεῖνο ἔμελλε, τὸ τῆς βασιλείας, καὶ ἐν ἐλπίσιν ἦν, ἐντεῦθεν αὐτοῖς παρέχεται τὴν παραμυθίαν, ἀπὸ τῆς κοινωνίας τῶν πρὸ αὐτῶν πεπονθότων κακῶς. Μὴ γὰρ νομίσητε, φησὶν, ὅτι ἐναντία τινὰ λέγοντες καὶ νομοθετοῦντες, ταῦτα πάσχετε: ἢ ὅτι πονηρῶν δογμάτων ὄντες διδάσκαλοι, μέλλετε ἐλαύνεσθαι παρ' αὐτῶν. Οὐ γὰρ τῆς πονηρίας τῶν λεγομένων, ἀλλὰ τῆς κακίας τῶν ἀκουόντων αἱ ἐπιβουλαὶ καὶ οἱ κίνδυνοι. Ὅθεν οὐδὲ ὑμᾶς τοὺς κακῶς πάσχοντας διαβάλλουσιν, ἀλλὰ τοὺς κακῶς ποιοῦντας ἐκείνους. Καὶ μαρτυρεῖ τούτοις ἅπας ὁ ἔμπροσθεν χρόνος. Οὐδὲ γὰρ τοῖς προφήταις παρανομίαν καὶ ἀντίθεον φρόνημα ἐγκαλοῦντες, τοὺς μὲν ἐλίθαζον, τοὺς δὲ ἤλαυνον, τοὺς δὲ μυρίοις ἑτέροις περιέβαλλον κακοῖς. Μὴ δὴ τοῦτο θορυβείτω ὑμᾶς: ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης καὶ τὰ νῦν ἅπαντα πράττουσιν. Εἶδες πῶς τὰ φρονήματα αὐτῶν ἀνέστησεν, ἐγγὺς τῶν περὶ Μωϋσέα καὶ Ἠλίαν στήσας αὐτούς; Οὕτω καὶ ὁ Παῦλος Θεσσαλονικεῦσι γράφων, φησίν. Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Καὶ γὰρ καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων. Ὃ δὴ καὶ ἐνταῦθα κατεσκεύασεν ὁ Χριστός. Καὶ ἐπὶ μὲν τῶν ἄλλων μακαρισμῶν ἔλεγε, Μακάριοι οἱ πτωχοὶ, καὶ οἱ ἐλεήμονες: ἐνταῦθα δὲ οὐκ ἀδιορίστως αὐτὸ τέθεικεν, ἀλλὰ πρὸς αὐτοὺς τρέπει τὸν λόγον, λέγων: Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα: δεικνὺς ὅτι αὐτῶν τοῦτο μάλιστα ἐξαίρετόν ἐστι, καὶ ὑπὲρ τοὺς ἄλλους ἅπαντας τῶν διδασκάλων ἴδιον τοῦτο. Ὁμοῦ δὲ καὶ τὸ αὐτοῦ ἀξίωμα ἐνταῦθα αἰνίττεται, καὶ τὴν πρὸς τὸν γεγεννηκότα ὁμοτιμίαν. Ὥσπερ γὰρ ἐκεῖνοι διὰ τὸν Πατέρα, φησὶν, οὕτω καὶ ὑμεῖς δι' ἐμὲ ταῦτα πείσεσθε. Ὅταν δὲ εἴπῃ, Τοὺς προφήτας τοὺς πρὸ ὑμῶν, δείκνυσι καὶ αὐτοὺς προφήτας ἤδη γεγενημένους. Εἶτα δηλῶν ὅτι τοῦτο μάλιστα αὐτοὺς ὠφελεῖ καὶ ποιεῖ λαμπροὺς, οὐκ εἶπεν, ὅτι Κακῶς μὲν ἐροῦσι καὶ διώξουσιν, ἐγὼ δὲ κωλύσω τοῦτο: οὐ γὰρ ἐν τῷ μὴ ἀκούειν κακῶς, ἀλλ' ἐν τῷ κακῶς ἀκούοντας φέρειν γενναίως, καὶ διὰ τῶν ἔργων αὐτοὺς ἐλέγχειν, τὴν ἀσφάλειαν αὐτοῖς βούλεται εἶναι: πολλῷ γὰρ τοῦτο ἐκείνου μεῖζον: ὥσπερ τοῦ μὴ πλήττεσθαι τὸ πληττόμενον μηδὲν πάσχειν δεινὸν πολλῷ μεῖζόν ἐστιν. Ἐνταῦθα μὲν οὖν φησιν, ὅτι Ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς: ὁ δὲ Λουκᾶς καὶ ἐπιτεταμένως καὶ μετὰ πλείονος αὐτὸν παραμυθίας τοῦτο εἰρηκέναι φησίν. Οὐ γὰρ δὴ μόνον τοὺς κακῶς ἀκούοντας διὰ τὸν Θεὸν μακαρίζει, ἀλλὰ καὶ τοὺς παρὰ πάντων καλῶς ἀκούοντας ταλανίζει: Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Καίτοι καὶ τοὺς ἀποστόλους καλῶς ἔλεγον: ἀλλ' οὐ πάντες. Διὰ τοῦτο οὐκ εἶπεν, Ὅταν καλῶς ὑμᾶς εἴπωσιν οἱ ἄνθρωποι, ἀλλ', Ὅταν πάντες. Οὐδὲ γὰρ δυνατὸν τοὺς ἐν ἀρετῇ ζῶντας παρὰ πάντων ἀκούειν καλῶς. Καὶ πάλιν φησίν: Ὅταν ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, χαίρετε καὶ σκιρτήσατε. Οὐδὲ γὰρ τῶν κινδύνων μόνον, ὧν ὑπέμενον, ἀλλὰ καὶ τῆς κακηγορίας πολλὴν ὁρίζει τὴν ἀντίδοσιν. Διὰ τοῦτο οὐκ εἶπεν, Ὅταν ἐλάσωσιν ὑμᾶς καὶ ἀποκτείνωσιν, ἀλλ', Ὅταν ὀνειδίσωσι, καὶ εἴπωσι πᾶν πονηρόν. Μάλιστα γὰρ τῶν πραγμάτων αὐτῶν χαλεπώτερον δάκνουσιν αἱ κακηγορίαι. Ἐν μὲν γὰρ τοῖς κινδύνοις πολλὰ τὰ κουφίζοντα τὸν πόνον ἐστίν: οἷον, τὸ παρὰ πάντων ἀλείφεσθαι, τὸ πολλοὺς ἔχειν τοὺς κροτοῦντας καὶ στεφανοῦντας καὶ ἀνακηρύττοντας: ἐνταῦθα δὲ ἐν τῇ κακηγορίᾳ καὶ αὕτη ἀνῄρηται ἡ παραμυθία. Οὐ γὰρ δοκεῖ τι μέγα εἶναι τὸ κατόρθωμα, καὶ μᾶλλον τῶν κινδύνων δάκνει τὸν ἁγωνιζόμενον. Πολλοὶ γοῦν καὶ ἐπὶ βρόχον ἦλθον, πονηρὰν οὐ φέροντες δόξαν. Καὶ τί θαυμάζεις ἐπὶ τῶν ἄλλων; Τὸν γὰρ προδότην ἐκεῖνον, τὸν ἀναίσχυντον καὶ μιαρὸν καὶ πρὸς πάντα ἀπερυθριάσαντα ἁπλῶς, τοῦτο μάλιστα ἐπὶ βρόχον ὁρμῆσαι παρεσκεύασε. Καὶ ὁ Ἰὼβ δὲ, ὁ ἀδάμας, καὶ πέτρας στεῤῥότερος, ἡνίκα μὲν τὰ χρήματα ἀφῄρητο καὶ τὰ ἀνήκεστα ἔπασχε δεινὰ, καὶ ἄπαις ἐξαίφνης ἐγένετο, καὶ πηγὴν σκωλήκων τὸ σῶμα ἀναβλύζον ἑώρα, καὶ τὴν γυναῖκα ἐπικειμένην, διεκρούσατο μετ' εὐκολίας ἅπαντα: ἐπειδὴ δὲ εἶδε τοὺς φίλους ὀνειδίζοντας καὶ ἐπεμβαίνοντας, καὶ πονηρὰν δόξαν περὶ αὐτοῦ ἔχοντας, καὶ λέγοντας ὑπὲρ ἁμαρτημάτων ταῦτα πάσχειν, καὶ κακίας διδόναι δίκην: τότε ἐθορυβήθη, τότε ἐταράχθη ὁ γενναῖος καὶ μέγας ἀνήρ. Ϛʹ. Καὶ ὁ Δαυῒδ δὲ ἅπαντα ἀφεὶς ἅπερ ἔπαθεν, ἀντὶ τῆς κακηγορίας μόνης ἀμοιβὴν ἐζήτει παρὰ τοῦ Θεοῦ: Ἄφες γὰρ αὐτὸν καταρᾶσθαι, φησὶν, ὅτι Κύριος ἐνετείλατο αὐτῷ, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ μοι ἀντὶ τῆς κατάρας τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ. Καὶ ὁ Παῦλος δὲ οὐχὶ τοὺς κινδυνεύοντας μόνον, οὐδὲ τοὺς ἀφαιρουμένους τὰ ὄντα, ἀλλὰ καὶ τούτους ἀνακηρύττει, οὕτω λέγων: Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων: τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι. Διὰ δὴ τοῦτο καὶ τὸν μισθὸν πολὺν τέθεικεν ὁ Χριστός. Εἶτα ἵνα μή τις λέγῃ: Ἐνταῦθα οὐκ ἀμύνεις, οὐδὲ ἀποῤῥάπτεις αὐτῶν τὰ στόματα, κἀκεῖ μισθὸν δίδως; τέθεικε τοὺς προφήτας, δεικνὺς ὅτι οὐδὲ ἐκεῖ ἤμυνεν ὁ Θεός. Εἰ δὲ ὅπου παρὰ πόδας ἦσαν αἱ ἀντιδόσεις, ἀπὸ τῶν μελλόντων αὐτοὺς ἤλειψε: πολλῷ μᾶλλον νῦν, ὅτε τρανοτέρα αὕτη γέγονεν ἡ ἐλπὶς, καὶ μείζων ἡ φιλοσοφία. Θέα δὲ καὶ μετὰ πόσας ἐντολὰς αὐτὸ τέθεικεν. Οὐδὲ γὰρ ἁπλῶς αὐτὸ πεποίηκεν, ἀλλὰ δηλῶν ὅτι οὐκ ἔνι τὸν μὴ πᾶσιν ἐκείνοις κατεσκευασμένον καὶ συγκεκροτημένον πρὸς τούτους ἐκβῆναι τοὺς ἀγῶνας. Διά τοι τοῦτο ἀπὸ τῆς προτέρας ἀεὶ τῇ ἐπιούσῃ προοδοποιῶν ἐντολῇ, σειρὰν ἡμῖν τινα χρυσῆν ὕφηνεν. Ὅ τε γὰρ ταπεινὸς, καὶ τὰ οἰκεῖα πάντως πενθήσει ἁμαρτήματα: ὁ πενθῶν, καὶ πρᾶος ἔσται καὶ δίκαιος καὶ ἐλεήμων: ὁ ἐλεήμων, καὶ δίκαιος καὶ κατανενυγμένος, πάντως καὶ καθαρὸς τῇ καρδίᾳ ὁ δὲ τοιοῦτος. καὶ εἰρηνοποιός. Ὁ δὲ ταῦτα πάντα κατωρθωκὼς, καὶ πρὸς κινδύνους ἔσται παρατεταγμένος, καὶ οὐ ταραχθήσεται ἀκούων κακῶς, καὶ μυρία πάσχων δεινά. Παραινέσας τοίνυν ἃ προσῆκε, πάλιν ἀναπαύει τοῖς ἐγκωμίοις αὐτούς. Ἐπειδὴ γὰρ ὑψηλὰ τὰ ἐπιτάγματα ἦν, καὶ πολλῷ μείζονα τῶν ἐν τῇ Παλαιᾷ, ἵνα μὴ θορυβῶνται καὶ ταράττωνται, καὶ λέγωσι: Πῶς δυνησόμεθα ταῦτα κατορθοῦν; ἄκουσον τί φησιν: Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς: δεικνὺς ὅτι ἀναγκαίως ταῦτα ἐπιτάττε: Οὐ γὰρ ὑπὲρ τῆς καθ' ἑαυτοὺς ζωῆς, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης, φησὶν, ἁπάσης ὁ λόγος ἔσται ὑμῖν. Οὐδὲ γὰρ εἰς δύο πόλεις, καὶ δέκα, καὶ εἴκοσιν, οὐδὲ εἰς ἓν ἔθνος ὑμᾶς ἀποστέλλω, καθάπερ τοὺς προφήτας, ἀλλ' εἰς γῆν καὶ θάλατταν καὶ τὴν οἰκουμένην ἅπασαν, καὶ ταύτην κακῶς διακειμένην. Τῷ γὰρ εἰπεῖν, Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς, ἔδειξε μωρανθεῖσαν ἅπασαν τὴν ἀνθρωπίνην φύσιν, καὶ κατασαπεῖσαν ὑπὸ τῶν ἁμαρτημάτων. Διά τοι τοῦτο ταύτας παρ' αὐτῶν ἐπιζητεῖ τὰς ἀρετὰς, αἳ μάλιστα πρὸς τὴν τῶν πολλῶν ἐπιμέλειάν εἰσιν ἀναγκαῖαι καὶ χρήσιμοι. Ὅ τε γὰρ πρᾶος καὶ ἐπιεικὴς καὶ ἐλεήμων καὶ δίκαιος, οὐκ εἰς αὐτὸν συγκλείει τὰ κατορθώματα μόνον, ἀλλὰ καὶ εἰς τὴν ἑτέρων ὠφέλειαν τὰς καλὰς ταύτας ὑπερχεῖσθαι παρασκευάζει πηγάς. Ὁ δ' αὖ καθαρὸς τὴν καρδίαν καὶ εἰρηνοποιὸς, καὶ ἐλαυνόμενος ὑπὲρ τῆς ἀληθείας, πάλιν πρὸς τὸ κοινῇ συμφέρον τὸν βίον καθίσταται. Μὴ τοίνυν νομίσητε, φησὶν, ἐπὶ τοὺς τυχόντας ἀγῶνας ἕλκεσθαι, μηδὲ ὑπὲρ μικρῶν τινων εἶναι τὸν λόγον ὑμῖν: Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Τί οὖν; τὰ σεσηπότα αὐτοὶ διώρθωσαν; Οὐδαμῶς. Οὔτε γὰρ δυνατὸν τὰ διεφθορότα ἤδη ἐπιπάσσοντας ἅλας ὠφελεῖν. Οὐ δὴ τοῦτο ἐποίουν: ἀλλὰ ἀνανεωθέντα πρότερον καὶ παραδοθέντα αὐτοῖς, καὶ τῆς δυσωδίας ἀπαλλαγέντα ἐκείνης, τότε ἥλιζον, κατέχοντες καὶ διατηροῦντες ἐν τῇ νεαρότητι ταύτῃ, ἣν παρὰ τοῦ Δεσπότου παρέλαβον. Τὸ μὲν γὰρ ἀπαλλαγῆναι τῆς σηπεδόνος τῶν ἁμαρτημάτων, τοῦ Χριστοῦ κατόρθωμα γέγονε: τὸ δ' αὖ πάλιν μηκέτι ἐπ' ἐκείνην ἐπανελθεῖν, τῆς τούτων σπουδῆς καὶ ταλαιπωρίας ἔργον ἦν. Ὁρᾷς πῶς κατὰ μικρὸν δείκνυσι καὶ τῶν προφητῶν ὄντας βελτίους; Οὐ γὰρ τῆς Παλαιστίνης διδασκάλους εἶναί φησιν, ἀλλὰ τῆς γῆς ἁπάσης: καὶ οὐχ ἁπλῶς διδασκάλους, ἀλλὰ καὶ φοβερούς. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ κολακεύοντες, οὐδὲ θεραπεύοντες, ἀλλ' ἐπιστύφοντες ὥσπερ τὸ ἅλας, οὕτω ποθεινοὶ πᾶσι γεγόνασι. Μὴ τοίνυν θαυμάσητε, φησὶν, εἰ τοὺς ἄλλους ἀφεὶς ὑμῖν διαλέγομαι, καὶ πρὸς τοσούτους ἕλκω κινδύνους. Ἐννοήσατε γὰρ ὅσαις πόλεσι καὶ δήμοις καὶ ἔθνεσι μέλλω πέμπειν ὑμᾶς ἐπιστάτας. Διὰ τοῦτο οὐχ ὑμᾶς εἶναι βούλομαι φρονίμους μόνον, ἀλλὰ καὶ ἑτέρους τοιούτους ποιεῖν. Τοὺς δὲ τοιούτους πολὺ δεῖ συνετοὺς εἶναι, ἐν οἷς ἡ τῶν ἄλλων κινδυνεύεται σωτηρία, καὶ τοσαύτην αὐτοῖς τὴν περιουσίαν εἶναι τῆς ἀρετῆς, ὡς καὶ ἄλλοις μεταδιδόναι τῆς ὠφελείας. Εἰ γὰρ τοιοῦτοι μὴ γένοισθε, οὐδὲ ὑμῖν αὐτοῖς ἀρκέσετε. ζʹ. Μὴ τοίνυν δυσχεράνητε, ὡς ἐπαχθῶν ὄντων τῶν λεγομένων. Τοῖς μὲν γὰρ ἄλλοις μωρανθεῖσι δυνατὸν ἐπανελθεῖν δι' ὑμῶν: ὑμεῖς δὲ, εἰ τοῦτο πάθοιτε, μεθ' ἑαυτῶν καὶ ἑτέρους προσαπολεῖτε. Ὥστε ὅσῳ μεγάλα ἐγχειρίζεσθε πράγματα, τοσούτῳ καὶ μείζονος δεῖσθε σπουδῆς. Διό φησιν: Ἂν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθῆναι ἔξω, καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. Οἱ μὲν γὰρ ἄλλοι μυριάκις πίπτοντες, δύνανται τυχεῖν συγγνώμης: ὁ δὲ διδάσκαλος, ἐὰν τοῦτο πάθῃ, πάσης ἀπεστέρηται ἀπολογίας, καὶ τὴν ἐσχάτην δώσει τιμωρίαν. Ἵνα γὰρ μὴ ἀκούοντες, Ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, δειλιάσωσιν εἰς μέσον προελθεῖν, λέγει, ὅτι Ἂν μὴ πρὸς ταῦτα ἦτε παρατεταγμένοι, εἰκῆ ἐξελέγητε. Οὐ γὰρ τὸ κακῶς ἀκούειν χρὴ δεδοικέναι, ἀλλὰ τὸ συνυποκρινομένους φαίνεσθαι: τότε γὰρ μωρανθήσεσθε καὶ καταπατηθήσεσθε. Ἐὰν δὲ μένητε αὐτοὺς ἐπιστύφοντες, εἶτα κακῶς ἀκούητε, χαίρετε. Τοῦτο γὰρ ἁλὸς ἔργον ἐστὶ, τὸ δάκνειν καὶ λυπεῖν τοὺς χαύνους. Ὥστε ἀναγκαίως ἡ κακηγορία ἕπεται, οὐδὲν ὑμᾶς βλάπτουσα, ἀλλὰ καὶ μαρτυροῦσα ὑμῶν τῇ στεῤῥότητι. Ἂν δὲ φοβηθέντες αὐτὴν, προδῶτε τὴν προσήκουσαν ὑμῖν σφοδρότητα, πολλῷ χαλεπώτερα πείσεσθε, καὶ κακῶς ἀκούοντες καὶ καταφρονούμενοι παρὰ πάντων. Τοῦτο γάρ ἐστι, καταπατεῖσθαι. Εἶτα ἐφ' ἕτερον ὑψηλότερον ἄγει παράδειγμα: Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Πάλιν τοῦ κόσμου, οὐκ ἔθνους ἑνὸς, οὐδὲ εἴκοσι πόλεων, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης: καὶ φῶς, νοητὸν, καὶ τῆς ἀκτῖνος ταύτης πολὺ βέλτιον, ὥσπερ οὖν καὶ ἅλας πνευματικόν. Καὶ πρότερον ἅλας, καὶ τότε φῶς: ἵνα μάθῃς ἡλίκον τῶν κατεστυμμένων ῥημάτων τὸ κέρδος, καὶ τῆς σεμνῆς διδασκαλίας τὸ ὄφελος. Καὶ γὰρ σφίγγει, καὶ οὐκ ἀφίησι διαῤῥεῦσαι, καὶ διαβλέψαι ποιεῖ πρὸς ἀρετὴν χειραγωγοῦσα. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη: οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν ὑπὸ τὸν μόδιον. Πάλιν αὐτοὺς διὰ τούτων εἰς ἀκρίβειαν ἄγει βίου, παιδεύων ἐναγωνίους εἶναι, ὡς ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς κειμένους, καὶ ἐν μέσῳ τῷ τῆς οἰκουμένης ἀγωνιζομένους θεάτρῳ. Μὴ γὰρ δὴ τοῦτο ἴδητε, φησὶν, ὅτι ἐνταῦθα καθήμεθα νῦν, καὶ ἐν μικρῷ γωνίας ἐσμὲν μέρει: οὕτω γὰρ κατάδηλοι ἔσεσθε πᾶσιν, ὡσανεὶ πόλις ὑπὲρ κορυφῆς ὄρους κειμένη, ὡσανεὶ λύχνος ἐν οἰκίᾳ ὑπὲρ τῆς λυχνίας φαίνων. Ποῦ νῦν οἱ τῇ δυνάμει τοῦ Χριστοῦ διαπιστοῦντες; Ἀκουέτωσαν ταῦτα, καὶ τῆς προφητείας τὴν δύναμιν ἐκπλαγέντες, προσκυνείτωσαν αὐτοῦ τὴν ἰσχύν. Ἐννόησον γὰρ ἡλίκα ὑπέσχετο τοῖς οὐδὲ ἐν τῇ χώρᾳ γνωρίμοις οὖσι τῇ αὐτῶν: ὅτι γῆ καὶ θάλαττα αὐτοὺς εἴσεται, καὶ πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἥξουσι τῇ φήμῃ: μᾶλλον δὲ οὐδὲ τῇ φήμῃ, ἀλλὰ καὶ τῇ τῆς εὐεργεσίας ἐνεργείᾳ. Οὐδὲ γὰρ ἡ φήμη φέρουσα πανταχοῦ δήλους αὐτοὺς ἐποίησεν, ἀλλὰ καὶ αὐτὴ ἡ διὰ τῶν ἔργων ἐπίδειξις. Καθάπερ γὰρ ὑπόπτεροι γενόμενοι, τῆς ἀκτῖνος σφοδρότερον τὴν γῆν ἐπέδραμον ἅπασαν, σπείροντες τῆς εὐσεβείας τὸ φῶς. Ἐνταῦθα δέ μοι αὐτοὺς καὶ πρὸς παῤῥησίαν ἀλείφειν δοκεῖ: τὸ μὲν γὰρ εἰπεῖν, Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη, τὴν αὐτοῦ δύναμίν ἐστιν ἐμφαίνοντος: ὥσπερ γὰρ ἐκείνην κρυβῆναι ἀμήχανον, οὕτω τὸ κήρυγμα ἀδύνατον σιγηθῆναι καὶ λαθεῖν. Ἐπειδὴ γὰρ εἶπε διωγμοὺς καὶ κακηγορίας καὶ ἐπιβουλὰς καὶ πολέμους, ἵνα μὴ νομίσωσιν ὅτι ταῦτα αὐτοὺς ἐπιστομίσαι δυνήσεται, θαῤῥύνων αὐτούς φησιν, ὅτι οὐ μόνον οὐ λήσεται, ἀλλὰ καὶ καταλάμψει τὴν οἰκουμένην ἅπασαν: καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ἔσονται λαμπροὶ καὶ ἐπίσημοι. Τούτῳ μὲν οὖν τὴν ἑαυτοῦ δύναμιν ἐνδείκνυται: τῷ δὲ ἑξῆς τὴν παῤῥησίαν ἀπαιτεῖ τὴν παρ' αὐτῶν, οὕτω λέγων: Οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἐγὼ μὲν γὰρ ἧψα τὸ φῶς, φησί: τὸ δὲ μεῖναι καιόμενον, τῆς ὑμετέρας γενέσθω σπουδῆς: οὐ δι' ὑμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας τῆς αὐγῆς ἀπολαύειν ταύτης, καὶ πρὸς τὴν ἀλήθειαν χειραγωγεῖσθαι. Οὐ γὰρ δὴ δυνήσονται αἱ κακηγορίαι συσκιάσαι ὑμῶν τὴν λαμπηδόνα, ἐὰν ὑμεῖς ἦτε μετὰ ἀκριβείας βιοῦντες, καὶ οὕτως ὡς μέλλοντες ἅπασαν ἐπιστρέφειν τὴν οἰκουμένην. Ἄξιον τοίνυν τῆς χάριτος ἐπιδείξασθε βίον, ἵν' ὥσπερ ἐκείνη πανταχοῦ κηρύττεται, οὕτω καὶ αὕτη ἐκείνῃ συντρέχῃ. Εἶτα καὶ ἕτερον κέρδος τίθησι μετὰ τῆς τῶν ἀνθρώπων σωτηρίας, ἱκανὸν αὐτοὺς ἐναγωνίους ποιῆσαι, καὶ εἰς πᾶσαν ἀγαγεῖν σπουδήν. Οὐ γὰρ δὴ τὴν οἰκουμένην διορθώσετε, φησὶ, μόνον, ὀρθῶς βιοῦντες, ἀλλὰ καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάσετε: ὥσπερ οὖν τὰ ἐναντία ποιοῦντες, καὶ τοὺς ἀνθρώπους ἀπολεῖτε, καὶ τοῦ Θεοῦ τὸ ὄνομα βλασφημεῖσθαι ποιήσετε. ηʹ. Καὶ πῶς, φησὶν, ὁ Θεὸς δοξασθήσεται δι' ἡμῶν, εἴγε μέλλοιεν ἡμᾶς κακηγορεῖν οἱ ἄνθρωποι; Ἀλλ' οὐ πάντες: κἀκεῖνοι δὲ αὐτοὶ οἱ ἐν βασκανίᾳ τοῦτο ποιοῦντες, κατὰ τὸ συνειδὸς ὑμᾶς θαυμάσονται καὶ ἀποδέξονται: ὥσπερ οὖν οἱ φανερῶς κολακεύοντες τοὺς ἐν πονηρίᾳ ζῶντας κατὰ νοῦν διαβάλλουσι. Τί οὖν; πρὸς ἐπίδειξιν ἡμᾶς κελεύεις ζῇν καὶ πρὸς φιλοτιμίαν; Ἄπαγε, οὐ τοῦτό φημι. Οὐδὲ γὰρ εἶπον, Σπουδάζετε ὑμεῖς εἰς μέσον φέρειν τὰ κατορθώματα ὑμῶν: οὐδὲ εἶπον, Δείξατε αὐτά: ἀλλὰ, Λαμψάτω τὸ φῶς ὑμῶν: τουτέστι, πολλὴ ἔστω ἡ ἀρετὴ, καὶ δαψιλὲς τὸ πῦρ, καὶ τὸ φῶς ἄφατον. Ὅταν γὰρ τοσαύτη ᾖ ἡ ἀρετὴ, ἀδύνατον αὐτὴν λαθεῖν, κἂν μυριάκις ὁ μετιὼν αὐτὴν συσκιάσῃ. Ἄληπτον αὐτοῖς παράσχεσθε βίον, καὶ μηδεμίαν ἐχέτωσαν ἀληθῆ κατηγορίας ἀφορμήν: καὶ, κἂν μυρίοι οἱ κατηγοροῦντες ὦσιν, οὐδεὶς ὑμῖν ἐπισκιάσαι δυνήσεται. Καὶ καλῶς εἶπε, Τὸ φῶς. Οὐδὲν γὰρ οὕτως ἐπίσημον ἄνθρωπον ποιεῖ, κἂν μυριάκις λανθάνειν βούληται, ὡς ἀρετῆς ἐπίδειξις. Ὥσπερ γὰρ αὐτὴν τὴν ἀκτῖνα περιβεβλημένος, οὕτως αὐτῆς φαιδρότερος λάμπει, οὐκ εἰς γῆν τὰς μαρμαρυγὰς ἀφιεὶς, ἀλλὰ καὶ αὐτὸν ὑπερβαίνων τὸν οὐρανόν. Ἐντεῦθεν καὶ παραμυθεῖται αὐτοὺς μειζόνως. Εἰ γὰρ καὶ ἀλγεῖτε, φησὶ, βλασφημούμενοι, ἀλλ' ἕξετε πολλοὺς τοὺς δι' ὑμᾶς θαυμάζοντας τὸν Θεόν. Ἑκατέρωθεν δὲ ὁ μισθὸς ὑμῖν συλλέγεται, καὶ δοξαζομένου τοῦ Θεοῦ δι' ὑμᾶς, καὶ βλασφημουμένων ὑμῶν διὰ τὸν Θεόν. Ἵνα γὰρ μὴ ἐπιτηδεύωμεν κακῶς ἀκούειν, μαθόντες ὅτι μισθὸν ἔχει τὸ πρᾶγμα, οὔτε ἐκεῖνο ἁπλῶς τέθεικε, ἀλλὰ μετὰ δύο διορισμῶν: οἷον, ὅταν ψευδῆ λέγηται, καὶ ὅταν διὰ τὸν Θεόν: καὶ δείκνυσιν, ὅτι οὐκ ἐκεῖνο μόνον, ἀλλὰ καὶ τὸ καλῶς ἀκούειν πολὺ φέρει τὸ κέρδος, τῆς δόξης εἰς τὸν Θεὸν διαβαινούσης: καὶ χρηστὰς αὐτοῖς ὑποτείνει τὰς ἐλπίδας. Οὐ γὰρ τοσοῦτον, φησὶν, ἰσχύει ἡ κακηγορία τῶν πονηρῶν, ὡς καὶ τοῖς ἄλλοις ἐπισκοτεῖν εἰς τὸ ἰδεῖν ὑμῶν τὸ φῶς. Ὅταν γὰρ μωρανθῆτε, τότε ὑμᾶς καταπατήσουσι μόνον, οὐχ ὅταν τὰ ὀρθὰ πράττοντες διαβάλησθε. Τότε γὰρ καὶ πολλοὶ ἔσονται οἱ θαυμάζοντες, οὐχ ὑμᾶς μόνον, ἀλλὰ δι' ὑμᾶς καὶ τὸν Πατέρα τὸν ὑμέτερον. Καὶ οὐκ εἶπε, τὸν Θεὸν, ἀλλὰ, τὸν Πατέρα, τῆς μελλούσης αὐτοῖς δίδοσθαι εὐγενείας ἤδη προκαταβάλλων τὰ σπέρματα. Εἶτα δεικνὺς τὸ ὁμότιμον, ἀνωτέρω μὲν ἔλεγε: Μὴ λυπεῖσθε ὅταν κακῶς ἀκούητε: ἀρκεῖ γὰρ ὑμῖν τὸ δι' ἐμὲ ταῦτα ἀκούειν: ἐνταῦθα δὲ τὸν Πατέρα τίθησι, πανταχοῦ τὸ ἴσον δηλῶν. Εἰδότες τοίνυν τὸ ἀπὸ τῆς σπουδῆς ταύτης κέρδος, καὶ τῆς ῥᾳθυμίας τὸν κίνδυνον( τῆς γὰρ ἡμετέρας ἀπωλείας πολλῷ χεῖρον τὸ τὸν Δεσπότην τὸν ἡμέτερον βλασφημεῖσθαι δι' ἡμᾶς),« Ἀπρόσκοποι γινώμεθα καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ:» τόν τε βίον ἡλίου λαμπρότερον παρεχόμενοι, κἄν τις βούληται κακηγορεῖν, μὴ τῷ κακῶς ἀκούειν ἀλγοῦντες, ἀλλὰ τῷ δικαίως ἀκούειν κακῶς. Ἂν μὲν γὰρ ἐν πονηρίᾳ ζῶμεν, κἂν μηδεὶς ὁ κακηγορῶν ᾖ, πάντων ἐσμὲν ἀθλιώτεροι: ἂν δὲ ἀρετῆς ἐπιμελώμεθα, κἂν ἡ οἰκουμένη λέγῃ κακῶς, τότε πάντων ἐσόμεθα ζηλωτότεροι, καὶ πάντας ἐπισπασόμεθα τοὺς σώζεσθαι προαιρουμένους: οὐδὲ γὰρ τῇ κακηγορίᾳ τῶν πονηρῶν, ἀλλὰ τῇ ἀρετῇ τοῦ βίου προσέξουσι. Καὶ γὰρ σάλπιγγος ἁπάσης

Intertext edge

Open linked passage

Note