Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Matthew
John ChrysostomHom. Matt. 57 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
57.1
ΟΜΙΛΙΑ ΝΖʹ. Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες: Τί οὖν οἱ γραμματεῖς λέγουσιν, ὅτι Ἠλίαν δεῖ ἐλ θεῖν πρῶτον; αʹ. Οὐκ ἄρα ἀπὸ τῶν Γραφῶν τοῦτο ᾔδεσαν, ἀλλ' ἐκεῖνοι ἑαυτοὺς διεσάφουν, καὶ περιεφέρετο ὁ λόγος οὗτος ἐν τῷ ἀπείρῳ δήμῳ, καθάπερ καὶ ἐπὶ τοῦ Χριστοῦ. Διὸ καὶ ἡ Σαμαρεῖτις ἔλεγε: Μεσσίας ἔρχεται: ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα: καὶ αὐτοὶ ἠρώτων τὸν Ἰωάννην: Ἠλίας εἶ, ἢ ὁ προφήτης; Ἐκράτει μὲν γὰρ, ὅπερ ἔφην, ὁ λόγος, καὶ ὁ περὶ τοῦ Χριστοῦ, καὶ ὁ περὶ τοῦ Ἠλία, οὐχ ὡς ἐχρῆν δὲ παρ' ἐκείνων ἑρμηνευόμενος. Αἱ μὲν γὰρ Γραφαὶ δύο λέγουσι τοῦ Χριστοῦ παρουσίας, ταύτην τε τὴν γεγενημένην, καὶ τὴν μέλλουσαν: καὶ ταύτας δηλῶν ὁ Παῦλος ἔλεγεν: Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν. Ἰδοὺ ἡ μία: ἄκουσον πῶς καὶ τὴν ἑτέραν δηλοῖ. Εἰπὼν γὰρ ταῦτα, ἐπήγαγε: Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ οἱ προφῆται δὲ ἑκατέρας μέμνηνται: τῆς μέντοι μιᾶς, τῆς δευτέρας, πρόδρομον λέγουσι τὸν Ἠλίαν ἔσεσθαι. Τῆς μὲν γὰρ προτέρας ἐγένετο ὁ Ἰωάννης, ὃν καὶ Ἠλίαν ὁ Χριστὸς ἐκάλει: οὐκ ἐπειδὴ Ἠλίας ἦν, ἀλλ' ἐπειδὴ τὴν διακονίαν ἐπλήρου τὴν ἐκείνου. Ὥσπερ γὰρ ἐκεῖνος πρόδρομος ἔσται τῆς δευτέρας παρουσίας, οὕτω καὶ οὗτος τῆς προτέρας ἐγένετο. Ἀλλ' οἱ γραμματεῖς ταῦτα συγχέοντες, καὶ διαστρέφοντες τὸν δῆμον, ἐκείνης ἐμνημόνευον μόνης πρὸς τὸν δῆμον, τῆς δευτέρας παρουσίας, καὶ ἔλεγον, ὅτι Εἰ οὗτός ἐστιν ὁ Χριστὸς, ἔδει τὸν Ἠλίαν προλαβεῖν. Διὰ τοῦτο καὶ οἱ μαθηταὶ λέγουσι: Πῶς οἱ γραμματεῖς λέγουσιν, Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; Διὰ τοῦτο καὶ πρὸς τὸν Ἰωάννην πέμψαντες οἱ Φαρισαῖοι ἠρώτων: Εἰ σὺ εἶ Ἠλίας; οὐ μνημονεύοντες οὐδαμοῦ τῆς προτέρας παρουσίας. Τίς οὖν ἐστιν ἡ λύσις, ἣν ὁ Χριστὸς ἐπήγαγεν; Ὅτι Ἠλίας μὲν ἔρχεται τότε πρὸ τῆς δευτέρας μου παρουσίας: καὶ νῦν δὲ ἐλήλυθεν Ἠλίας: τὸν Ἰωάννην οὕτω καλῶν. Οὗτος ἦλθεν Ἠλίας. Εἰ δὲ τὸν Θεσβίτην ζητοίης, ἔρχεται. Διὸ καὶ ἔλεγεν: Ἠλίας μὲν ἔρχεται, καὶ ἀποκαταστήσει πάντα. Ποῖα πάντα; Ἅπερ ὁ προφήτης ἔλεγε Μαλαχίας. Ἀποστελῶ γὰρ ὑμῖν, φησὶν, Ἠλίαν τὸν Θεσβίτην, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. Εἶδες ἀκρίβειαν προφητικῆς ῥήσεως, Ἐπειδὴ γὰρ τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσεν ὁ Χριστὸς, διὰ τὴν κοινωνίαν τῆς διακονίας, ἵνα μὴ νομίσῃς τοῦτο καὶ παρὰ τοῦ προφήτου λέγεσθαι νῦν, προσέθηκεν αὐτοῦ καὶ τὴν πατρίδα, εἰπὼν, Τὸν Θεσβίτην: Ἰωάννης δὲ Θεσβίτης οὐκ ἦν. Καὶ ἕτερον δὲ μετὰ τούτου παράσημον τίθησι λέγων, Μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην, τὴν δευτέραν αὐτοῦ παρουσίαν ἐμφαίνων τὴν φοβεράν. Τῇ γὰρ προτέρᾳ οὐκ ἦλθε πατάξαι τὴν γῆν. Οὐ γὰρ ἦλθον, φησὶν, ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Δηλῶν τοίνυν, ὅτι πρὸ ἐκείνης ἔρχεται ὁ Θεσβίτης τῆς τὴν κρίσιν ἐχούσης, τοῦτο εἴρηκε. Καὶ τὴν αἰτίαν δὲ ὁμοῦ διδάσκει τῆς παρουσίας αὐτοῦ. Τίς δὲ ἡ αἰτία; Ἵνα ἐλθὼν πείσῃ πιστεῦσαι τοὺς Ἰουδαίους τῷ Χριστῷ, καὶ μὴ πάντες ἄρδην ἀπόλωνται παραγενομένου. Διὸ δὴ καὶ αὐτὸς εἰς ἐκείνην αὐτοὺς παραπέμπων τὴν μνήμην, φησί: Καὶ ἀποκαταστήσει πάντα: τουτέστι, διορθώσεται τὴν ἀπιστίαν τῶν Ἰουδαίων τῶν τότε εὑρισκομένων. Διὸ καὶ σφόδρα ἀκριβέστατα εἴρηκεν. Οὐ γὰρ εἶπεν, Ἀποκαταστήσει καρδίαν υἱοῦ πρὸς πατέρα, ἀλλὰ, Πατρὸς πρὸς υἱόν. Ἐπειδὴ γὰρ πατέρες ἦσαν τῶν ἀποστόλων οἱ Ἰουδαῖοι, τοῦτο λέγει, ὅτι ἀποκαταστήσει τοῖς δόγμασι τῶν υἱῶν αὐτῶν, τουτέστι, τῶν ἀποστόλων, τὰς καρδίας τῶν πατέρων, τουτέστι, τοῦ γένους τῶν Ἰουδαίων τὴν διάνοιαν. Λέγω δὲ ὑμῖν, ὅτι Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἔγνωσαν αὐτὸν, ἀλλ' ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτῶν. Τότε συνῆκαν, ὅτι περὶ Ἰωάννου εἶπεν αὐτοῖς. Καίτοι οὔτε οἱ γραμματεῖς τοῦτο εἶπον, οὔτε αἱ Γραφαί: ἀλλ' ἐπειδὴ λοιπὸν ὀξύτεροι ἐγένοντο καὶ προσεκτικώτεροι πρὸς τὰ λεγόμενα, ταχέως συνίεσαν. Πόθεν δὲ ἔγνωσαν τοῦτο οἱ μαθηταί; Ἦν ἤδη προειρηκὼς αὐτοῖς, Αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι: ἐνταῦθα δὲ, ὅτι Ἦλθε: καὶ πάλιν, ὅτι Ἠλίας ἔρχεται καὶ ἀποκαταστήσει πάντα. Ἀλλὰ μὴ θορυβηθῇς, μηδὲ πεπλανῆσθαι τὸν λόγον νομίσῃς, εἰ ποτὲ μὲν αὐτὸν ἥξειν, ποτὲ δὲ ἐληλυθέναι ἔφη. Πάντα γὰρ ἀληθῆ ταῦτα. Ὅταν μὲν γὰρ εἴπῃ, ὅτι Ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα, αὐτὸν Ἠλίαν φησὶ, καὶ τὴν τότε ἐσομένην τῶν Ἰουδαίων ἐπιστροφήν: ὅταν δὲ εἴπῃ, ὅτι Ὁ μέλλων ἔρχεσθαι, κατὰ τὸν τρόπον τῆς διακονίας Ἰωάννην Ἠλίαν καλεῖ. Καὶ γὰρ οἱ προφῆται ἕκαστον τῶν εὐδοκίμων βασιλέων Δαυῒδ ἐκάλουν, καὶ τοὺς Ἰουδαίους ἄρχοντας Σοδόμων καὶ υἱοὺς Αἰθιόπων, ἀπὸ τῶν τρόπων. Ὥσπερ γὰρ ἐκεῖνος τῆς δευτέρας ἔσται παρουσίας, οὕτως οὗτος τῆς προτέρας ἐγένετο πρόδρομος. βʹ. Οὐ διὰ τοῦτο δὲ μόνον Ἠλίαν αὐτὸν ὀνομάζει πανταχοῦ, ἀλλ' ἵνα δείξῃ σφόδρα αὐτὸν τῇ Παλαιᾷ συμβαίνοντα, καὶ κατὰ προφητείαν καὶ τὴν παρουσίαν ταύτην οὖσαν. Διὸ καὶ ἐπάγει πάλιν, ὅτι Ἦλθε, καὶ οὐκ ἔγνωσαν αὐτὸν, ἀλλ' ἐποίησαν εἰς αὐτὸν πάντα ὅσα ἠθέλησαν. Τί ἐστι, Πάντα ὅσα ἠθέλησαν; Ἐνέβαλον εἰς δεσμωτήριον, ὕβρισαν, ἀπέκτειναν, ἤνεγκαν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακος. Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτῶν. Ὁρᾷς πῶς πάλιν εὐκαίρως αὐτοὺς ἀναμιμνήσκει τοῦ πάθους, ἀπὸ τοῦ πάθους τοῦ Ἰωάννου πολλὴν αὐτοῖς προξενῶν τὴν παραμυθίαν; Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ θαύματα εὐθέως ἐργάσασθαι μεγάλα. Καὶ γὰρ ἡνίκα ἂν περὶ τοῦ πάθους διαλέγηται, εὐθέως θαυματουργεῖ, καὶ μετὰ τοὺς λόγους, καὶ πρὸ τῶν λόγων τούτων: καὶ πολλαχοῦ τοῦτο παρατηρήσαντα ἔστιν εὑρεῖν. Τότε γοῦν, φησὶν, ἤρξατο δεικνύειν, ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ ἀποκτανθῆναι, καὶ πολλὰ παθεῖν. Τότε, πότε; Ὅτε ὡμολογήθη Χριστὸς καὶ Υἱὸς εἶναι τοῦ Θεοῦ. Πάλιν ἐν τῷ ὄρει, ὅτε τὴν θαυμαστὴν αὐτοῖς ἔδειξεν ὄψιν, καὶ περὶ τῆς δόξης αὐτοῦ διελέχθησαν οἱ προφῆται, ἀνέμνησεν αὐτοὺς τοῦ πάθους. Εἰπὼν γὰρ τὴν κατὰ Ἰωάννην ἱστορίαν, ἐπήγαγεν: Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτῶν. Καὶ μετὰ μικρὸν πάλιν, ὅτε τὸν δαίμονα ἐξέβαλεν, ὃν οὐκ ἴσχυσαν οἱ μαθηταὶ ἐκβαλεῖν. Καὶ γὰρ καὶ τότε, Ἀναστρεφομένων αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, φησὶν, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ὅτι μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Τοῦτο δὲ ἐποίει, τῷ μεγέθει τῶν θαυμάτων τὴν ὑπερβολὴν τῆς λύπης ὑποτεμνόμενος, καὶ παντὶ τρόπῳ αὐτοὺς παραμυθούμενος, ὥσπερ καὶ ἐνταῦθα τῇ μνήμῃ τοῦ θανάτου Ἰωάννου πολλὴν αὐτοῖς παρεῖχε τὴν παράκλησιν. Εἰ δὲ λέγοι τις: Τίνος ἕνεκεν μὴ καὶ νῦν τὸν Ἠλίαν ἀναστήσας ἔπεμψεν, εἴ γε τοσαῦτα αὐτοῦ μαρτυρεῖ τῇ παρουσίᾳ ἀγαθά; ἐροῦμεν, ὅτι καὶ νῦν τὸν Χριστὸν νομίζοντες Ἠλίαν εἶναι, οὐκ ἐπίστευον αὐτῷ. Οἱ μὲν γὰρ, φησὶν, Ἠλίαν σε λέγουσιν, οἱ δὲ Ἱερεμίαν. Καὶ Ἰωάννου δὲ καὶ Ἠλίου οὐδὲν ἦν τὸ μέσον, ἢ ὁ χρόνος μόνος. Πῶς οὖν τότε πιστεύσουσι; φησί. Καὶ γὰρ ἀποκαταστήσει πάντα, οὐ διὰ τὸ γνώριμος εἶναι μόνον, ἀλλὰ καὶ διὰ τὸ διαταθῆναι μέχρι τῆς ἡμέρας ἐκείνης ἐπὶ πλέον τοῦ Χριστοῦ τὴν δόξαν, καὶ παρὰ πᾶσιν εἶναι τοῦ ἡλίου φανερωτέραν. Ὅταν οὖν τοσαύτης προλαβούσης ὑπολήψεως καὶ προσδοκίας, ἔλθῃ ἐκεῖνος τὰ αὐτὰ κηρύττων τούτῳ, καὶ ἀναγγέλλων καὶ αὐτὸς τὸν Ἰησοῦν, εὐκολώτερον δέξονται τὰ λεγόμενα. Ὅταν δὲ εἴπῃ, Οὐκ ἔγνωσαν αὐτὸν, καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογεῖται. Καὶ οὐ ταύτῃ αὐτοὺς μόνον παραμυθεῖται, ἀλλὰ καὶ τῷ δεῖξαι ἀδίκως παρ' αὐτῶν πάσχοντα ἅπερ πάσχει, καὶ τῷ τὰ λυπηρὰ δύο συγκαλύψαι σημείοις, τῷ τε ἐν τῷ ὄρει, καὶ τῷ μέλλοντι γίνεσθαι. Ταῦτα δὲ ἀκούσαντες, οὐκ ἐρωτῶσιν αὐτὸν, πότε ἔρχεται Ἠλίας, ἢ τῇ ἀθυμίᾳ πιεζόμενοι τοῦ πάθους, ἢ δεδοικότες. Πολλαχοῦ γὰρ ὅταν ἴδωσι μὴ βουλόμενόν τι σαφῶς εἰπεῖν, σιγῶσι λοιπόν. Ὅτε γοῦν ἐν τῇ Γαλιλαίᾳ διατριβόντων εἶπε, Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι, καὶ ἀποκτενοῦσιν αὐτὸν, ἐπήγαγεν, ὁ Μάρκος μὲν, ὅτι Ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι: ὁ Λουκᾶς δὲ, ὅτι Ἦν παρακεκαλυμμένον ἀπ' αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτοῦ, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι περὶ τοῦ ῥήματος. Ἐλθόντων δὲ αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν, καὶ λέγων: Κύριε, ἐλέησόν μου τὸν υἱὸν, ὅτι σεληνιάζεται, καὶ κακῶς πάσχει. Πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ: καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἴσχυσαν αὐτὸν θεραπεῦσαι. Τοῦτον τὸν ἄνθρωπον σφόδρα ἀσθενοῦντα κατὰ πίστιν δείκνυσιν ἡ Γραφή: καὶ ἐκ πολλῶν τοῦτο δῆλον: ἔκ τε τοῦ εἰπεῖν τὸν Χριστὸν, Τῷ πιστεύοντι πάντα δυνατά: ἔκ τε τοῦ εἰπεῖν αὐτὸν τὸν προσελθόντα, Βοήθει μου τῇ ἀπιστίᾳ: καὶ ἐκ τοῦ τὸν Χριστὸν κελεῦσαι τῷ δαίμονι, μηκέτι εἰσελθεῖν εἰς αὐτόν: καὶ ἐκ τοῦ πάλιν εἰπεῖν τὸν ἄνθρωπον τῷ Χριστῷ, Εἰ δύνασαι Καὶ εἰ ἡ ἀπιστία αὐτοῦ γέγονεν αἰτία, φησὶ, τοῦ μὴ ἐξελθεῖν τὸν δαίμονα, τί τοῖς μαθηταῖς ἐγκαλεῖ; Δεικνὺς ὅτι δυνατὸν αὐτοῖς, καὶ χωρὶς τῶν προσαγόντων μετὰ πίστεως, πολλαχοῦ θεραπεῦσαι. Ὥσπερ γὰρ ἤρκει πολλάκις ἡ τοῦ προσάγοντος πίστις εἰς τὸ καὶ παρ' ἐλαττόνων λαβεῖν, οὕτω τῶν ποιούντων πολλάκις ἤρκεσεν ἡ δύναμις, καὶ μὴ πιστευόντων τῶν προσελθόντων, θαυματουργῆσαι. Καὶ ταῦτα ἀμφότερα δείκνυται ἐν ταῖς Γραφαῖς. Οἵ τε γὰρ περὶ Κορνήλιον ἀπὸ τῆς αὐτῶν πίστεως ἐπεσπάσαντο τοῦ Πνεύματος τὴν χάριν: καὶ ἐπὶ τοῦ Ἐλισσαίου δὲ, οὐδενὸς πιστεύσαντος, νεκρὸς ἀνέστη. Οἵ τε γὰρ ῥίψαντες, οὐ διὰ πίστιν, ἀλλὰ διὰ δειλίαν ἔῤῥιψαν ἁπλῶς καὶ ὡς ἔτυχε, φοβηθέντες τὸ πειρατήριον, καὶ ἔφυγον: αὐτός τε ὁ ῥιφεὶς ἀποτεθνηκὼς ἦν, καὶ ἀπὸ μόνης τῆς τοῦ ἁγίου σώματος δυνάμεως ἀνίστατο ὁ νεκρός. Ὅθεν δῆλον ἐνταῦθα, ὅτι καὶ οἱ μαθηταὶ ἠσθένησαν, ἀλλ' οὐ πάντες: οἱ στῦλοι γὰρ οὐ παρῆσαν ἐκεῖ. γʹ. Θέα δὲ τούτου καὶ ἑτέρωθεν τὴν ἀγνωμοσύνην, πῶς ἐπὶ τοῦ ὄχλου ἐντυγχάνει τῷ Ἰησοῦ κατὰ τῶν μαθητῶν λέγων, ὅτι Προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἴσχυσαν αὐτὸν θεραπεῦσαι. Ἀλλ' αὐτὸς ἀπαλλάττων αὐτοὺς τῶν ἐγκλημάτων ἐπὶ τοῦ δήμου, ἐκείνῳ τὸ πλέον λογίζεται. Ὦ γενεὰ γὰρ, φησὶν, ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ' ὑμῶν; οὐκ εἰς τὸ τούτου πρόσωπον μόνον ἀποτεινόμενος, ἵνα μὴ ἀπορήσῃ τὸν ἄνθρωπον, ἀλλὰ καὶ εἰς πάντας Ἰουδαίους. Καὶ γὰρ εἰκὸς πολλοὺς τῶν παρόντων σκανδαλισθῆναι, καὶ τὰ μὴ προσήκοντα ἐννοῆσαι περὶ αὐτῶν. Ὅταν δὲ εἴπῃ, Ἕως πότε ἔσομαι μεθ' ὑμῶν; δείκνυσι πάλιν ἀσπαστὸν ὄντα τὸν θάνατον αὐτῷ, καὶ ἐπιθυμίας τὸ πρᾶγμα, καὶ ποθεινὴν τὴν ἀποδημίαν: καὶ ὅτι οὐ τὸ σταυρωθῆναι, ἀλλὰ τὸ εἶναι μετ' αὐτῶν βαρύ. Οὐ μὴν ἔστη μέχρι τῶν ἐγκλημάτων: ἀλλὰ τί φησι; Φέρετέ μοι αὐτὸν ὧδε. Καὶ αὐτὸς δὲ ἐρωτᾷ αὐτὸν, πόσον χρόνον ἔχει, καὶ ὑπὲρ τῶν μαθητῶν ἀπολογούμενος, κἀκεῖνον ἄγων εἰς ἐλπίδα χρηστὴν, καὶ τοῦ πιστεῦσαι, ὅτι ἔσται αὐτῷ ἀπαλλαγὴ τοῦ κακοῦ. Καὶ ἀφίησιν αὐτὸν σπαράττεσθαι, οὐ πρὸς ἐπίδειξιν( ἐπειδὴ γοῦν ὄχλος συνήγετο, καὶ ἐπετίμησεν αὐτῷ), ἀλλὰ δι' αὐτὸν τὸν πατέρα: ἵν' ὅταν ἴδῃ θορυβούμενον τὸ δαιμόνιον ἀπὸ τοῦ κληθῆναι μόνον, κἂν οὕτως ἐναχθῇ εἰς τὴν πίστιν τοῦ ἐσομένου θαύματος. Ἐπειδὴ δὲ ἐκεῖνος εἶπεν, ὅτι Ἐκ παιδὸς, καὶ ὅτι, Εἰ δύνασαι, βοήθει μοι, λέγει: Τῷ πιστεύοντι πάντα δυνατὰ, πάλιν εἰς αὐτὸν περιτρέπων τὸ ἔγκλημα. Καὶ ὅτε μὲν ἔλεγεν ὁ λεπρός: Εἰ θέλεις, δύνασαί με καθαρίσαι, μαρτυρῶν αὐτοῦ τῇ ἐξουσίᾳ, ἐπαινῶν αὐτὸν καὶ βεβαιῶν τὸ εἰρημένον, ἔλεγε: Θέλω, καθαρίσθητι. Ὅτε δὲ οὗτος οὐδὲν ἄξιον τῆς αὐτοῦ δυνάμεως ἐφθέγξατο εἰπών: Εἰ δύνασαι, βοήθει μοι, ὅρα πῶς αὐτὸ διορθοῦται, ὡς οὐ δεόντως εἰρημένον. Τί γάρ φησιν; Εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι: Τοσαύτη παρ' ἐμοὶ δυνάμεως περιουσία, ὡς καὶ ἑτέρους δύνασθαι ποιεῖν ταῦτα θαυματουργεῖν. Ὥστε ἂν πιστεύῃς ὡς δεῖ, καὶ αὐτὸς δύνασαι θεραπεῦσαι, φησὶ, καὶ τοῦτον καὶ ἑτέρους πολλούς. Καὶ ταῦτα εἰπὼν, ἀπήλλαξε τὸν δαιμονῶντα. Σὺ δὲ μὴ μόνον ἐντεῦθεν αὐτοῦ σκόπει τὴν πρόνοιαν καὶ τὴν εὐεργεσίαν, ἀλλὰ καὶ ἐξ ἐκείνου τοῦ καιροῦ, οὗ συνεχώρησεν ἔνδον εἶναι τὸν δαίμονα. Καὶ γὰρ εἰ μὴ πολλῆς προνοίας καὶ τότε ἀπέλαυεν ὁ ἄνθρωπος, πάλαι ἂν ἀπολώλει. Καὶ γὰρ εἰς τὸ πῦρ αὐτὸν ἔβαλλε, φησὶ, καὶ εἰς τὸ ὕδωρ. Ὁ δὲ ταῦτα τολμῶν καὶ ἀνεῖλεν ἂν πάντως, εἰ μὴ καὶ ἐν τοσαύτῃ μανίᾳ πολὺν ἐπέθηκεν ὁ Θεὸς αὐτῷ τὸν χαλινόν: ὥσπερ οὖν καὶ ἐπ' ἐκείνων τῶν γυμνῶν, τῶν ἐν ταῖς ἐρημίαις τρεχόντων, καὶ λίθοις ἑαυτοὺς κατακοπτόντων. Εἰ δὲ σεληνιαζόμενον καλεῖ, μηδὲν θορυβηθῇς: τοῦ γὰρ πατρὸς τοῦ δαιμονῶντός ἐστιν ἡ φωνή. Πῶς οὖν φησι καὶ ὁ εὐαγγελιστὴς, ὅτι σεληνιαζομένους πολλοὺς ἐθεράπευσεν; Ἀπὸ τῆς τῶν πολλῶν ὑπονοίας αὐτοὺς καλῶν. Ὁ γὰρ δαίμων ἐπὶ διαβολῇ τοῦ στοιχείου καὶ ἐπιτίθεται τοῖς ἁλοῦσι, καὶ ἀνίησιν αὐτοὺς, κατὰ τοὺς τῆς σελήνης δρόμους: οὐχ ὡς ἐκείνης ἐνεργούσης, ἄπαγε: ἀλλ' αὐτὸς τοῦτο κακουργῶν εἰς τὴν τοῦ στοιχείου διαβολήν. Διὸ καὶ πεπλανημένη παρὰ τοῖς ἀνοήτοις ἐκράτησε δόξα, καὶ οὕτω τοὺς τοιούτους καλοῦσι δαίμονας ἀπατώμενοι: οὐδὲ γάρ ἐστι τοῦτο ἀληθές. Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ κατ' ἰδίαν, ἠρώτησαν αὐτὸν, τίνος ἕνεκεν οὐκ ἠδυνήθησαν αὐτοὶ τὸν δαίμονα ἐκβαλεῖν. Ἐμοὶ δοκοῦσιν ἀγωνιᾷν καὶ δεδοικέναι, μήποτε τὴν χάριν, ἣν ἐπιστεύθησαν, ἀπώλεσαν. Ἔλαβον γὰρ ἐξουσίαν κατὰ δαιμόνων ἀκαθάρτων. Διὸ καὶ ἐρωτῶσι, κατ' ἰδίαν αὐτῷ προσελθόντες, οὐκ αἰσχυνόμενοι( εἰ γὰρ τὸ ἔργον ἐξῆλθε, καὶ ἠλέγχθησαν, περιττὸν ἦν αἰσχύνεσθαι λοιπὸν τὴν διὰ τῶν λόγων ὁμολογίαν): ἀλλ' ἐπειδὴ περὶ ἀποῤῥήτου καὶ μεγάλου πράγματος ἔμελλον αὐτὸν ἐρωτᾷν. Τί οὖν ὁ Χριστός; Διὰ τὴν ἀπιστίαν ὑμῶν, φησίν. Ἐὰν γὰρ ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Εἰ δὲ λέγοις, Ποῦ ὄρος μετέθηκαν; ἐκεῖνο ἂν εἴποιμι, ὅτι πολλῷ μείζονα ἐποίησαν, μυρίους νεκροὺς ἀναστήσαντες. Οὐδὲ γὰρ ἴσον, ὄρος μεταστῆσαι, καὶ θάνατον ἀπὸ σώματος κινῆσαι. Λέγονται δὲ μετ' ἐκείνους ἅγιοί τινες ἐκείνων ἐλάττους πολλῷ, καὶ ὄρη χρείας καλεσάσης μεταθεῖναι. Ὅθεν δῆλον ὡς καὶ οὗτοι μετέθεσαν ἂν, καλούσης χρείας. Εἰ δὲ τότε οὐκ ἐγένετο χρεία, μὴ ἐγκάλει. Ἄλλως δὲ καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι Μεταστήσετε πάντως, ἀλλ' ὅτι Δυνήσεσθε καὶ τοῦτο. Εἰ δὲ οὐ μετέστησαν, οὐκ ἐπειδὴ οὐκ ἠδυνήθησαν,( πῶς γὰρ, οἱ τὰ μείζονα δυνηθέντες;) ἀλλ' ἐπειδὴ οὐκ ἐβουλήθησαν, διὰ τὸ μὴ γενέσθαι χρείαν. Εἰκὸς δὲ καὶ γεγενῆσθαι τοῦτο, καὶ μὴ γεγράφθαι: οὐδὲ γὰρ πάντα ἃ ἐθαυματούργησαν ἐγράφη. Τότε μέντοι ἀτελέστερον πολλῷ διέκειντο. Τί οὖν; οὐδὲ ταύτην τὴν πίστιν εἶχον τότε; Οὐκ εἶχον: οὐδὲ γὰρ ἀεὶ οἱ αὐτοὶ ἦσαν: ἐπεὶ καὶ Πέτρος νῦν μὲν μακαρίζεται, νῦν δὲ ἐπιτιμᾶται: καὶ οἱ λοιποὶ δὲ εἰς ἄνοιαν σκώπτονται παρ' αὐτοῦ, ὅτε οὐ συνῆκαν τὸν περὶ τῆς ζύμης λόγον. Συνέβη δὲ καὶ τότε τοὺς μαθητὰς ἀσθενῆσαι: ἀτελέστερον γὰρ διέκειντο πρὸ τοῦ σταυροῦ. Πίστιν δὲ ἐνταῦθα λέγει τὴν τῶν σημείων, καὶ σινάπεως μέμνηται, τὴν ἄφατον αὐτῆς δηλῶν δύναμιν. Εἰ γὰρ καὶ τῷ ὄγκῳ μικρὸν εἴναι τὸ σίνηπι δοκεῖ, ἀλλὰ τῇ δυνάμει ἁπάντων ἐστὶ σφοδρότερον. Δεικνὺς τοίνυν, ὅτι καὶ τὸ ἐλάχιστον τῆς γνησίας πίστεως μεγάλα δύναται, ἐμνήσθη τοῦ σινάπεως: καὶ οὐδὲ μέχρι τούτου ἔστη μόνον, ἀλλὰ καὶ ὄρη προσέθηκε, καὶ περαιτέρω προέβη. Οὐδὲν γὰρ, φησὶν, ἀδυνατήσει ὑμῖν. δʹ. Σὺ δὲ κἀνταῦθα αὐτῶν θαύμασον τὴν φιλοσοφίαν, καὶ τοῦ Πνεύματος τὴν ἰσχύν: τὴν μὲν φιλοσοφίαν, ὅτι οὐκ ἔκρυψαν αὐτῶν τὸ ἐλάττωμα: τοῦ δὲ Πνεύματος τὴν ἰσχὺν, ὅτι τοὺς οὐδὲ κόκκον σινάπεως ἔχοντας οὕτω κατὰ μικρὸν ἀνήγαγεν, ὡς ποταμοὺς καὶ πηγὰς ἐν αὐτοῖς πίστεως ἀναδοῦναι. Τὸ δὲ γένος τοῦτο οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ: τὸ τῶν δαιμόνων ἅπαν, οὐ τὸ τῶν σεληνιαζομένων λέγων μόνον. Ὁρᾷς πῶς αὐτοῖς ἤδη τὸν περὶ νηστείας προκαταβάλλεται λόγον; Μὴ γάρ μοι ἀπὸ τῶν σπανιζόντων λέγε, ὅτι τινὲς καὶ χωρὶς νηστείας ἐξέβαλον. Εἰ γὰρ καὶ περὶ τῶν ἐπιτιμώντων τοῦτο ἂν εἴποι τις ἑνός που καὶ δευτέρου, ἀλλὰ πάσχοντα ἀμήχανόν ποτε τρυφῶντα ἀπαλλαγῆναι τῆς μανίας ταύτης. Δεῖ γὰρ μάλιστα τοῦ πράγματος τούτου τῷ τὰ τοιαῦτα νοσοῦντι. Καὶ μὴν εἰ πίστεως χρεία, φησὶ, τί δεῖ νηστείας; Ὅτι μετὰ τῆς πίστεως κἀκεῖνο οὐ μικρὰν εἰσάγει τὴν ἰσχύν. Καὶ γὰρ φιλοσοφίαν πολλὴν ἐντίθησι, καὶ ἄγγελον ἐξ ἀνθρώπου κατασκευάζει, καὶ ταῖς ἀσωμάτοις δυνάμεσι πυκτεύει: ἀλλ' οὐ καθ' ἑαυτὴν, ἀλλὰ δεῖ καὶ εὐχῆς, καὶ πρώτης εὐχῆς. Ὅρα γοῦν ὅσα ἀγαθὰ ἐξ ἀμφοτέρων γίνεται. Ὁ γὰρ εὐχόμενος ὡς χρὴ, καὶ νηστεύων, οὐ πολλῶν δεῖται: ὁ δὲ πολλῶν μὴ δεόμενος οὐκ ἂν γένοιτο φιλοχρήματος: ὁ μὴ φιλοχρήματος, καὶ πρὸς ἐλεημοσύνην ἐπιτηδειότερος. Ὁ νηστεύων κοῦφός ἐστι καὶ ἐπτερωμένος, καὶ μετὰ νήψεως εὔχεται, καὶ τὰς ἐπιθυμίας σβέννυσι τὰς πονηρὰς, καὶ ἐξιλεοῦται Θεὸν, καὶ ταπεινοῖ τὴν ψυχὴν ἐπαιρομένην. Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι ἀεὶ σχεδὸν ἐνήστευον. Ὁ εὐχόμενος μετὰ νηστείας διπλᾶς ἔχει τὰς πτέρυγας, καὶ τῶν ἀνέμων αὐτῶν κουφοτέρας. Οὐδὲ γὰρ χασμᾶται καὶ διατείνεται καὶ ναρκᾷ εὐχόμενος, ὅπερ πάσχουσιν οἱ πολλοί: ἀλλ' ἔστι πυρὸς σφοδρότερος, καὶ τῆς γῆς ἀνώτερος. Διὸ καὶ μάλιστα ὁ τοιοῦτος τοῖς δαίμοσιν ἐχθρὸς καὶ πολέμιος. Οὐδὲν γὰρ ἀνθρώπου γνησίως εὐχομένου δυνατώτερον. Εἰ γὰρ γυνὴ ὠμόν τινα ἄρχοντα, καὶ οὔτε Θεὸν φοβούμενον, οὔτε ἄνθρωπον ἐντρεπόμενον, ἴσχυσεν ἐπικάμψαι, πολλῷ μᾶλλον τὸν Θεὸν ἐπισπάσεται ὁ συνεχῶς αὐτῷ προσεδρεύων, καὶ γαστρὸς κρατῶν, καὶ τρυφὴν ἐκβάλλων. Εἰ δὲ ἀσθενές σοι τὸ σῶμα, ὥστε νηστεύειν διηνεκῶς, ἀλλ' οὐκ εἰς προσευχὴν ἀσθενὲς, οὐδὲ πρὸς ὑπεροψίαν γαστρὸς ἄτονον. Εἰ γὰρ καὶ νηστεύειν οὐ δύνασαι, ἀλλὰ μὴ τρυφᾷν δύνασαι: οὐ μικρὸν δὲ καὶ τοῦτο, οὐδὲ πολὺ νηστείας ἀπέχον: ἀλλ' ἱκανὸν μὲν καὶ τοῦτο κατασπάσαι τοῦ διαβόλου τὴν μανίαν. Καὶ γὰρ οὐδὲν οὕτως ἐκείνῳ τῷ δαίμονι φίλον, ὡς τρυφὴ καὶ μέθη: ἐπειδὴ καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἁπάντων τῶν κακῶν. Διὰ ταύτης γοῦν ποτε τοὺς Ἰσραηλίτας εἰς εἰδωλολατρείαν ἐνέβαλε: διὰ ταύτης τοὺς Σοδομίτας εἰς παρανόμους ἀνῆψεν ἔρωτας. Τοῦτο γὰρ, φησὶ, τὸ ἀνόμημα Σοδόμων: ἐν ὑπερηφανίᾳ, καὶ ἐν πλησμονῇ ἄρτων, καὶ εὐθηνίαις ἐσπατάλων. Διὰ ταύτης μυρίους ἑτέρους ἀπώλεσε, καὶ τῇ γεέννῃ παρέδωκε. Τί γὰρ οὐκ ἐργάζεται κακὸν ἡ τρυφή; Χοίρους ἐξ ἀνθρώπων ποιεῖ, καὶ χοίρων χείρους. Ὁ μὲν γὰρ χοῖρος βορβόρῳ ἐγκαλινδεῖται, καὶ κόπρῳ τρέφεται: οὗτος δὲ ἐκείνης βδελυκτοτέραν σιτεῖται τράπεζαν, μίξεις ἐπινοῶν ἀθέσμους, καὶ παρανόμους ἔρωτας. Ὁ τοιοῦτος οὐδὲν δαιμονῶντος διενήνοχεν: ὁμοίως γὰρ ἀναισχυντεῖ καὶ μαίνεται. Καὶ τὸν μὲν δαιμονῶντα κἂν ἐλεοῦμεν, τοῦτον δὲ ἀποστρεφόμεθα καὶ μισοῦμεν. Τί δήποτε; Ὅτι αὐθαίρετον ἐπισπᾶται μανίαν, καὶ τὸ στόμα, καὶ τοὺς ὀφθαλμοὺς καὶ ῥῖνας, καὶ πάντα ἁπλῶς ὀχετοὺς ἀμάρας ἐργάζεται. Εἰ δὲ καὶ τὰ ἔνδον ἴδοις, ὄψει καὶ τὴν ψυχὴν καθάπερ ἔν τινι χειμῶνι καὶ κρυμῷ πεπηγυῖαν καὶ ναρκῶσαν, καὶ οὐδὲν τὸ σκάφος ὠφελῆσαι δυναμένην διὰ τὴν τοῦ χειμῶνος ὑπερβολήν. Αἰσχύνομαι εἰπεῖν, ὅσα ἀπὸ τρυφῆς πάσχουσιν ἄνδρες καὶ γυναῖκες κακά: τῷ δὲ αὐτῶν καταλείπω συνειδότι, τῷ ταῦτα ἀκριβέστερον εἰδότι. Τί γὰρ αἰσχρότερον γυναικὸς μεθυούσης, ἢ ἁπλῶς παραφερομένης; Ὅσῳ γὰρ ἀσθενέστερον τὸ σκεῦος, τοσούτῳ πλέον τὸ ναυάγιον, ἄν τε ἐλευθέρα ᾖ, ἄν τε δούλη. Ἡ μὲν γὰρ ἐλευθέρα ἐν μέσῳ τῷ θεάτρῳ τῶν δούλων ἀσχημονεῖ: ἡ δὲ δούλη πάλιν ὁμοίως μεταξὺ τῶν δούλων: καὶ παρασκευάζουσι τοῦ Θεοῦ τὰ δῶρα βλασφημεῖσθαι παρὰ τῶν ἀνοήτων. Πολλῶν γοῦν ἀκούω λεγόντων, ὅταν ταῦτα συμβαίνῃ τὰ πάθη: Μὴ ἔστω οἶνος. Ὢ τῆς ἀνοίας! ὢ τῆς παραπληξίας! Ἄλλων ἁμαρτανόντων ταῖς τοῦ Θεοῦ δωρεαῖς ἐγκαλεῖς: καὶ πόσης τοῦτο μανίας; Μὴ γὰρ ὁ οἶνος ἐποίησεν, ἀλλ' ἡ ἀκολασία τῶν ἀπολαυόντων κακῶς. Εἰπὲ τοίνυν, Μὴ ἔστω μέθη, μὴ ἔστω τρυφή: εἰ δὲ λέγοις, Μὴ ἔστω οἶνος, ἐρεῖς κατὰ μικρὸν προβαίνων, Μὴ ἔστω σίδηρος, διὰ τοὺς ἀνδροφόνους: Μὴ ἔστω νὺξ, διὰ τοὺς κλέπτας: Μὴ ἔστω φῶς, διὰ τοὺς συκοφάντας: Μὴ ἔστω γυνὴ, διὰ τὰς μοιχείας: καὶ πάντα ἁπλῶς ἀναιρήσεις. εʹ. Ἀλλὰ μὴ οὕτω ποίει: σατανικῆς γὰρ τοῦτο γνώμης: μηδὲ διάβαλλε τὸν οἶνον, ἀλλὰ τὴν μέθην: καὶ λαβὼν τοῦτον αὐτὸν νήφοντα, ὑπόγραψον πᾶσαν αὐτοῦ τὴν ἀσχημοσύνην, καὶ εἰπὲ πρὸς αὐτόν: Οἶνος ἐδόθη, ἵνα εὐφραινώμεθα, οὐχ ἵνα ἀσχημονῶμεν: ἵνα γελῶμεν, οὐχ ἵνα γελώμεθα: ἵνα ὑγιαίνωμεν, οὐχ ἵνα νοσῶμεν: ἵνα ἀσθένειαν σώματος διορθωσώμεθα, οὐχ ἵνα ψυχῆς ἰσχὺν καταβάλωμεν. Ἐτίμησέ σε ὁ Θεὸς τῷ δώρῳ: τί σαυτὸν ὑβρίζεις τῇ ἀμετρίᾳ; Ἄκουσον τί φησιν ὁ Παῦλος: Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ ὁ ἅγιος ἐκεῖνος, καὶ νόσῳ κατεχόμενος, καὶ ἐπαλλήλους ἀῤῥωστίας ὑπομένων, οὐ μετέλαβεν οἴνου, ἕως ἐπέτρεψεν ὁ διδάσκαλος, τίνα ἂν σχοίημεν συγγνώμην ἡμεῖς ἐν ὑγείᾳ μεθύοντες; Ἐκείνῳ μὲν ἔλεγεν, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στομαχόν σου: ὑμῶν δὲ ἑκάστῳ τῶν μεθυόντων ἐρεῖ: Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὰς πορνείας, διὰ τὰς πυκνὰς αἰσχρολογίας, διὰ τὰς ἑτέρας ἐπιθυμίας τὰς πονηρὰς, ἃς ἡ μέθη τίκτειν εἴωθεν. Εἰ δὲ μὴ βούλεσθε διὰ ταῦτα ἀπέχεσθαι, διὰ γοῦν τὰς ἀθυμίας τὰς ἐξ αὐτοῦ καὶ τὰς ἀηδίας ἀπέχεσθε. Οἶνος γὰρ εἰς εὐφροσύνην ἐδόθη: Οἶνος γὰρ, φησὶν, εὐφραίνει καρδίαν ἀνθρώπου: ὑμεῖς δὲ καὶ ταύτην αὐτοῦ λυμαίνεσθε τὴν ἀρετήν. Ποία γὰρ εὐφροσύνη μὴ εἶναι ἐν ἑαυτῷ, καὶ ἀλγηδόνας μυρίας ἔχειν, καὶ πάντα ὁρᾷν περιφερόμενα, καὶ σκοτοδίνῳ κατέχεσθαι, καὶ κατὰ τοὺς πυρέττοντας δεῖσθαι τῶν ἐλαίῳ καταβρεχόντων τὰς κεφαλάς; Ταῦτά μοι οὐ πρὸς πάντας εἴρηται, μᾶλλον δὲ πρὸς πάντας: οὐκ ἐπειδὴ πάντες μεθύουσι: μὴ γένοιτο: ἀλλ' ἐπειδὴ τῶν μεθυόντων οἱ μὴ μεθύοντες οὐ φροντίζουσι. Διὰ τοῦτο καὶ πρὸς ὑμᾶς ἀποτείνομαι μᾶλλον, τοὺς ὑγιαίνοντας: ἐπεὶ καὶ ἰατρὸς τοὺς ἀῤῥωστοῦντας ἀφεὶς, ἐκείνοις διαλέγεται τοῖς παρακαθημένοις αὐτοῖς. Πρὸς ὑμᾶς τοίνυν ἀποτείνω τὸν λόγον, παρακαλῶν μήτε ἁλῶναί ποτε τῷ πάθει τούτῳ, καὶ τοὺς ἁλόντας ἀνιμᾶσθαι, ἵνα μὴ τῶν ἀλόγων φαίνωνται χείρους. Ἐκεῖνα μὲν γὰρ πλέον τῆς χρείας οὐδὲν ἐπιζητεῖ: οὗτοι δὲ κἀκείνων ἀλογώτεροι γεγόνασι, τοὺς τῆς συμμετρίας ὑπερβαίνοντες ὅρους. Πόσῳ γὰρ βελτίων τούτων ὁ ὄνος; πόσῳ δὲ ἀμείνων ὁ κύων; Καὶ γὰρ ἕκαστον τούτων τῶν ζώων, καὶ τῶν ἄλλων δὲ ἁπάντων, ἄν τε φαγεῖν, ἄν τε πιεῖν δέῃ, ὅρον τὴν αὐτάρκειαν οἶδε, καὶ πέρα τῆς χρείας οὐ πρόεισι: κἂν μυρίοι οἱ καταναγκάζοντες ὦσιν, οὐκ ἀνέξεται ἐξελθεῖν εἰς ἀμετρίαν. Οὐκοῦν ταύτῃ καὶ τῶν ἀλόγων χείρους ὑμεῖς, οὐ παρὰ τοῖς ὑγιαίνουσι μόνον, ἀλλὰ καὶ παρ' ὑμῖν αὐτοῖς. Ὅτι γὰρ καὶ κυνῶν καὶ ὄνων ἀτιμοτέρους ἑαυτοὺς εἶναι κεκρίκατε, δῆλον ἐκεῖθεν. Τὰ μὲν γὰρ ἄλογα ταῦτα οὐκ ἀναγκάζεις πέρα τοῦ μέτρου τροφῆς ἀπολαύειν: κἂν ἔρηταί τις, Διατί; Ἵνα μὴ καταβλάψῃς, ἐρεῖς: σαυτῷ δὲ οὐδὲ ταύτην παρέχεις τὴν πρόνοιαν. Οὕτω κἀκείνων σαυτὸν εὐτελέστερον εἶναι νομίζεις, καὶ περιορᾷς διηνεκῶς χειμαζόμενον. Οὐδὲ γὰρ ἐν τῇ ἡμέρᾳ τῆς μέθης μόνον τὴν ἐκ τῆς μέθης βλάβην ὑπομένεις, ἀλλὰ καὶ μετὰ τὴν ἡμέραν ἐκείνην. Καὶ καθάπερ πυρετοῦ παρελθόντος, ἡ ἐκ τοῦ πυρετοῦ μένει λύμη: οὕτω καὶ μέθης ἀπελθούσης, ἡ τῆς μέθης ζάλη καὶ ἐν τῇ ψυχῇ καὶ ἐν τῷ σώματι στρέφεται: καὶ τὸ μὲν ἄθλιον σῶμα κεῖται παραλυθὲν, καθάπερ ὑπὸ ναυαγίου σκάφος: ἡ δὲ τούτου ταλαιπωροτέρα ψυχὴ, καὶ τούτου διαλυθέντος τὸν χειμῶνα διεγείρει, καὶ τὴν ἐπιθυμίαν ἀνάπτει, καὶ ὅταν δοκῇ σωφρονεῖν, τότε μάλιστα μαίνεται, οἶνον καὶ πίθους καὶ φιάλας καὶ κρατῆρας φανταζομένη. Καὶ καθάπερ ἐν χειμῶνι παυθείσης τῆς ζάλης, ἡ διὰ τὸν χειμῶνα μένει ζημία: οὕτω δὴ καὶ ἐνταῦθα, Καὶ γὰρ ὥσπερ ἐκεῖ τῶν ἀγωγίμων, οὕτω καὶ Κἂν σωφροσύνην εὕρῃ, κἂν αἰδῶ, κἂν σύνεσιν, κἂν ἐπιείκειαν, κἂν ταπεινοφροσύνην, πάντα ῥίπτει εἰς τὸ τῆς παρανομίας πέλαγος ἡ μέθη. Ἀλλὰ τὰ μετὰ ταῦτα οὐκέτι ὅμοια. Ἐκεῖ μὲν γὰρ μετὰ τὴν ἐκβολὴν τὸ σκάφος κουφίζεται: ἐνταῦθα δὲ βαρύνεται μᾶλλον. Ἀντὶ γὰρ ἐκείνου τοῦ πλούτου δέχεται ψάμμον καὶ ὕδωρ ἁλμυρὸν, καὶ πάντα τὸν τῆς μέθης φορυτὸν, ἅπερ ἅμα τοῖς ἐπιβάταις καὶ τῷ κυβερνήτῃ καταβαπτίζει τὸ σκάφος εὐθέως. Ἵν' οὖν μὴ ταῦτα πάσχωμεν, ἀπαλλάξωμεν ἑαυτοὺς τοῦ χειμῶνος. Οὐκ ἔστι μετὰ μέθης βασιλείαν οὐρανῶν ἰδεῖν. Μὴ πλανᾶσθε γὰρ, φησίν: οὐ μέθυσοι, οὐ λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσι. Καὶ τί λέγω βασιλείαν; Μετὰ γὰρ μέθης οὐδὲ τὰ παρόντα ἔστιν ἰδεῖν. Καὶ γὰρ τὰς ἡμέρας νύκτας ἐργάζεται ἡμῖν ἡ μέθη, καὶ τὸ φῶς σκότος: καὶ τῶν ὀφθαλμῶν ἀνεῳγμένων οὐδὲ τὰ ἐν ποσὶ βλέπουσιν οἱ μεθύοντες. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλὰ καὶ μετὰ τούτων καὶ ἑτέραν χαλεπωτάτην ὑπομένουσι δίκην, ἀθυμίας ἀλόγους, μανίαν, ἀῤῥωστίαν, γέλωτα, ὄνειδος διηνεκῶς ὑπομένοντες. Ποία τοίνυν συγγνώμη τοῖς ἑαυτοὺς τοσούτοις περιπείρουσι κακοῖς; Οὐκ ἔστιν οὐδεμία. Φύγωμεν τοίνυν τὸ νόσημα, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note