Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Matthew
John ChrysostomHom. Matt. 62 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
62.1
ΟΜΙΛΙΑ ΞΒʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. αʹ. Συνεχῶς τὴν Ἰουδαίαν ἀφεὶς διὰ τὴν βασκανίαν τὴν ἐκείνων, νῦν ἐπιχωριάζει λοιπὸν, ἐπειδὴ τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι: οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα τέως ἄνεισιν, ἀλλ' εἰς τὰ ὅρια τῆς Ἰουδαίας. Καὶ ἐλθόντι ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ Ἐθεράπευσεν αὐτούς. Οὔτε τῇ τῶν λόγων διδασκαλίᾳ διηνεκῶς ἐνδιατρίβει, οὔτε τῇ τῶν σημείων θαυματουργίᾳ: ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιεῖ, ποικίλλων τὴν σωτηρίαν τῶν προσεδρευόντων καὶ ἑπομένων, ὥστε ἀπὸ μὲν τῶν σημείων ἀξιόπιστος, ἐν οἷς ἔλεγε, φανῆναι διδάσκαλος, ἀπὸ δὲ τῆς τῶν λόγων διδασκαλίας ἐπιτεῖναι τὸ ἀπὸ τῶν σημείων κέρδος. Τοῦτο δὲ ἦν τὸ πρὸς θεογνωσίαν αὐτοὺς χειραγωγῆσαι. Σὺ δέ μοι κἀκεῖνο σκόπει, πῶς ὁλοκλήρους δήμους παρατρέχουσιν ἑνὶ ῥήματι οἱ μαθηταὶ, οὐ κατὰ ὄνομα ἕκαστον ἀπαγγέλλοντες τῶν θεραπευομένων. Οὐ γὰρ εἶπον, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα: ἀλλ' ὅτι Πολλοὶ, τὸ ἀκόμπαστον παιδεύοντες. Ἐθεράπευε δὲ ὁ Χριστὸς, ἐκείνους τε εὐεργετῶν, καὶ δι' ἐκείνων πολλοὺς ἑτέρους. Ἡ γὰρ τῆς τούτων ἀσθενείας διόρθωσις ἑτέροις ὑπόθεσις θεογνωσίας ἐγίνετο. Ἀλλ' οὐχὶ τοῖς Φαρισαίοις, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μᾶλλον ἐκθηριοῦνται: καὶ προσέρχονται αὐτῷ πειράζοντες. Ἐπειδὴ γὰρ τῶν γινομένων ἐπιλαβέσθαι οὐκ εἶχον, προβλήματα αὐτῷ προβάλλουσι. Προσελθόντες γὰρ αὐτῷ καὶ πειράζοντες ἔλεγον: Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; Ὢ τῆς ἀνοίας! Ὤ| οντο ἐπιστομίζειν αὐτὸν διὰ τῶν ζητημάτων, καίτοιγε ἤδη λαβόντες αὐτοῦ τεκμήριον τῆς δυνάμεως ταύτης. Ὅτε γοῦν περὶ τοῦ σαββάτου πολλὰ διελέχθησαν, ὅτε εἶπον, ὅτι Βλασφημεῖ, ὅτε εἶπον, ὅτι Δαιμόνιον ἔχει, ὅτε τοῖς μαθηταῖς ἐπετίμησαν διὰ τῶν σπορίμων βαδίζουσιν, ὅτε περὶ ἀνίπτων διελέχθησαν χειρῶν, πανταχοῦ ἀποῤῥάψας αὐτῶν τὰ στόματα, καὶ τὴν ἀναίσχυντον ἐμφράξας γλῶτταν, οὕτω παρέπεμψεν. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἀφίσταται. Τοιοῦτον γὰρ ἡ πονηρία, τοιοῦτον ἡ βασκανία, ἀναίσχυντον καὶ ἰταμόν: κἂν μυριάκις ἐπιστομισθῇ, μυριάκις ἐφίσταται πάλιν. Σὺ δέ μοι σκόπει καὶ τὴν ἐκ τοῦ τρόπου τῆς ἐρωτήσεως κακουργίαν. Οὐδὲ γὰρ εἶπον αὐτῷ: Ἐκέλευσας μὴ ἀφιέναι γυναῖκα: καὶ γὰρ ἤδη ἦν περὶ τοῦ νόμου τούτου διαλεχθείς: ἀλλ' ὅμως οὐκ ἐμνημόνευσαν ἐκείνων τῶν ῥημάτων, ἀλλ' ὡρμήθησαν μὲν ἐκεῖθεν, οἰόμενοι δὲ μείζονα ποιεῖν τὴν ἐνέδραν, καὶ βουλόμενοι εἰς ἀντινομίας ἀνάγκην αὐτὸν ἐμβαλεῖν, οὐ λέγουσι, Διατί ἐνομοθέτησας τὸ καὶ τό; ἀλλ' ὡς οὐδενὸς εἰρημένου, ἐρωτῶσιν, Εἰ ἔξεστι, προσδοκῶντες ὅτι ἐπιλέλησται εἰρηκώς: καὶ ὄντες ἕτοιμοι, εἰ μὲν εἴποι, ὅτι ἔξεστιν ἀφεῖναι, ἀντιθεῖναι αὐτῷ τὰ παρ' αὐτοῦ εἰρημένα, καὶ εἰπεῖν: Πῶς οὖν εἴρηκας τὰ ἐναντία; εἰ δὲ τὰ αὐτὰ πάλιν ἅπερ καὶ ἔμπροσθεν, ἀντιθεῖναι τὸ Μωϋσέως. Τί οὖν αὐτός; Οὐκ εἶπε, Τί με πειράζετε, ὑποκριταί; καίτοιγε μετὰ ταῦτα λέγει: ἀλλ' ἐνταῦθα οὔ φησι τοῦτο. Τί δήποτε; Ἵνα μετὰ τῆς δυνάμεως αὐτοῦ καὶ τὴν ἡμερότητα ἐπιδείξηται. Οὔτε γὰρ ἀεὶ σιγᾷ, ἵνα μὴ νομίσωσι λανθάνειν: οὔτε ἀεὶ ἐλέγχει, ἵνα παιδεύσῃ ἡμᾶς ἡμέρως πάντα φέρειν. Πῶς οὖν αὐτοῖς ἀποκρίνεται; Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἀπ' ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; καὶ εἶπεν: Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Ὅρα σοφίαν διδασκάλου. Ἐρωτηθεὶς γὰρ, Εἰ ἔξεστιν, οὐκ εὐθέως εἶπεν, Οὐκ ἔξεστιν, ἵνα μὴ θορυβηθῶσι καὶ ταραχθῶσιν: ἀλλὰ πρὸ τῆς ἀποφάσεως διὰ τῆς κατασκευῆς κατέστησε δῆλον τοῦτο, δεικνὺς ὅτι καὶ αὐτὸ τοῦ Πατρὸς αὐτοῦ ἐστι τὸ πρόσταγμα, καὶ ὅτι οὐκ ἐναντιούμενος Μωϋσεῖ ταῦτα ἐπέταξεν, ἀλλὰ καὶ σφόδρα συμβαίνων. Σκόπει δὲ αὐτὸν οὐκ ἀπὸ τῆς δημιουργίας ἰσχυριζόμενον μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ προστάγματος αὐτοῦ. Οὐ γὰρ εἶπεν, ὅτι ἐποίησεν ἕνα ἄνδρα καὶ μίαν γυναῖκα μόνον: ἀλλ' ὅτι καὶ τοῦτο ἐκέλευσεν, ὥστε τὸν ἕνα τῇ μιᾷ συνάπτεσθαι. Εἰ δὲ ἐβούλετο ταύτην μὲν ἀφιέναι, ἑτέραν δὲ ἐπεισάγειν, ἕνα ἄνδρα ποιήσας, πολλὰς ἂν ἔπλασε γυναῖκας. Νῦν δὲ καὶ τῷ τρόπῳ τῆς δημιουργίας καὶ τῷ τρόπῳ τῆς νομοθεσίας ἔδειξεν, ὅτι ἕνα δεῖ μιᾷ συνοικεῖν διαπαντὸς, καὶ μηδέποτε διαῤῥήγνυσθαι. Καὶ ὅρα πῶς φησιν: Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησε: τουτέστιν, Ἐκ μιᾶς ῥίζης ἐγένοντο: καὶ εἰς ἓν σῶμα συνῆλθον: Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν. Εἶτα φοβερὸν ποιῶν τὸ ταύτης κατηγορεῖν τῆς νομοθεσίας, καὶ πηγνὺς τὸν νόμον, οὐκ εἶπε, Μὴ διασπᾶτε τοίνυν, μηδὲ χωρίζετε: ἀλλ' ὅτι Ὃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Εἰ δὲ Μωϋσέα προβάλλῃ, ἐγώ σοι λέγω τὸν Μωϋσέως δεσπότην, καὶ μετὰ τούτου καὶ τῷ χρόνῳ ἰσχυρίζομαι. Ὁ γὰρ Θεὸς ἐξ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς: καὶ πρεσβύτερος οὗτος ὁ νόμος, εἰ καὶ δοκεῖ παρ' ἐμοῦ νῦν εἰσάγεσθαι, καὶ μετὰ πολλῆς κείμενος τῆς σπουδῆς. Οὐδὲ γὰρ ἁπλῶς προσήγαγε τὴν γυναῖκα τῷ ἀνδρὶ, ἀλλὰ καὶ μητέρα ἀφεῖναι ἐκέλευσε καὶ πατέρα. Καὶ οὐδὲ ἐλθεῖν πρὸς τὴν γυναῖκα ἁπλῶς ἐνομοθέτησεν, ἀλλὰ καὶ κολληθῆναι, τῷ τρόπῳ τῆς λέξεως τὸ ἀδιάσπαστον ἐμφαίνων. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ ἑτέραν μείζονα συνάφειαν ἐπεζήτησεν: Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. βʹ. Εἶτα ἐπειδὴ τὸν παλαιὸν ἀνέγνω νόμον, τὸν καὶ διὰ πραγμάτων καὶ διὰ ῥημάτων εἰσενεχθέντα, καὶ ἀξιόπιστον ἀπὸ τοῦ δεδωκότος ἀπέφηνε, μετ' ἐξουσίας λοιπὸν καὶ αὐτὸς ἑρμηνεύει καὶ νομοθετεῖ λέγων: Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὥσπερ οὖν σάρκα τεμεῖν ἐναγὲς, οὕτω καὶ γυναῖκα διαστῆσαι παράνομον. Καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ τὸν Θεὸν ἐπήγαγε λέγων: Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω: δεικνὺς ὅτι καὶ παρὰ φύσιν καὶ παρὰ νόμον τὸ γινόμενον: παρὰ φύσιν μὲν, ὅτι μία διατέμνεται σάρξ: παρὰ νόμον δὲ, ὅτι τοῦ Θεοῦ συνάψαντος καὶ κελεύσαντος μὴ διαχωρίζεσθαι, αὐτοὶ συνεπιτίθεσθε τοῦτο δρᾷν. Τί οὖν μετὰ ταῦτα ἐχρῆν; οὐχ ἡσυχάσαι, καὶ ἐπαινέσαι τὸ εἰρημένον; οὐχὶ θαυμάσαι τὴν σοφίαν; οὐκ ἐκπλαγῆναι τὴν συμφωνίαν τὴν πρὸς τὸν Πατέρα; Ἀλλ' οὐδὲν τούτων ποιοῦσιν, ἀλλ' ὡς δῆθεν ἐπαγωνιζόμενοί φασι: Πῶς οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι αὐτήν; Καίτοιγε τοῦτο λοιπὸν οὐκ αὐτοὺς ἔδει προβαλεῖν, ἀλλ' αὐτὸν αὐτοῖς: ἀλλ' ὅμως οὐκ ἐπεμβαίνει, οὐδὲ λέγει τοῦτο αὐτοῖς, ὅτι Τοῦδε οὐκ εἰμὶ λοιπὸν ὑπεύθυνος ἐγώ: ἀλλὰ καὶ τοῦτο διαλύεται. Καὶ μὴν εἰ ἀλλότριος ἦν τῆς παλαιᾶς, οὐκ ἂν ἠγωνίσατο ὑπὲρ Μωϋσέως: οὐκ ἂν ἀπὸ τῶν ἅπαξ ἐν ἀρχῇ γενομένων ἰσχυρίσατο: οὐκ ἂν ἐσπούδασε τὰ αὐτοῦ δεῖξαι συμβαίνοντα τοῖς παλαιοῖς. Καίτοιγε πολλὰ καὶ ἄλλα Μωϋσῆς ἐκέλευσε, καὶ τὰ περὶ βρωμάτων, καὶ τὰ περὶ σαββάτου: τίνος οὖν ἕνεκεν οὐδαμοῦ αὐτὸν προβάλλονται, ὡς ἐνταῦθα; Βουλόμενοι τὸ πλῆθος τῶν ἀνδρῶν ἐπιστρατεῦσαι αὐτῷ. Καὶ γὰρ ἀδιάφορον Ἰουδαίοις τοῦτο ἦν, καὶ πάντες τοῦτό γε ἔπραττον. Διὰ δὴ τοῦτο τοσούτων ἐν τῷ ὄρει λεχθέντων, ταύτης ἐμέμνηντο μόνης τῆς ἐντολῆς νῦν. Ἀλλ' ὅμως ἡ ἀπόῤῥητος σοφία καὶ ὑπὲρ τούτων ἀπολογεῖται, καί φησι: Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν οὕτως ἐνομοθέτησε. Καὶ οὐδὲ ἐκεῖνον ἀφίησιν ὑπὸ κατηγορίαν μένειν, ἐπειδὴ καὶ τὸν νόμον αὐτὸς ἦν αὐτῷ δεδωκώς: ἀλλ' ἐξαιρεῖται αὐτὸν τοῦ ἐγκλήματος, καὶ τὸ πᾶν εἰς τὴν ἐκείνων περιτρέπει κεφαλήν: ὃ πανταχοῦ ποιεῖ. Καὶ γὰρ ὅτε τοὺς μαθητὰς τίλλοντας τοὺς στάχυας ᾐτιῶντο, δείκνυσιν αὐτοὺς ὄντας ὑπευθύνους: καὶ ὅτε παράβασιν ἐνεκάλουν περὶ τοῦ μὴ νίπτεσθαι τὰς χεῖρας, δείκνυσιν αὐτοὺς ὄντας τοὺς παραβάτας: καὶ ἐπὶ τοῦ σαββάτου δὲ, καὶ πανταχοῦ, καὶ ἐνταῦθα ὁμοίως. Εἶτα ἐπειδὴ φορτικὸν ἦν τὸ εἰρημένον, καὶ πολλὴν ἔφερεν αὐτοῖς τὴν διαβολὴν, ταχέως πάλιν ἐπὶ τὸν ἀρχαῖον ἀνάγει νόμον τὸν λόγον, λέγων ὅπερ καὶ ἔμπροσθεν εἶπεν: Ἀπ' ἀρχῆς δὲ οὐκ ἐγένετο οὕτω: τουτέστιν, ὅτι διὰ τῶν πραγμάτων ἡμῖν ἐξ ἀρχῆς ὁ Θεὸς ἐνομοθέτησε τὰ ἐναντία. Ἵνα γὰρ μὴ λέγωσι, Πόθεν δῆλον ὅτι διὰ τὴν ἡμῶν σκληρότητα τοῦτο εἶπε Μωϋσῆς; ἐκεῖθεν πάλιν αὐτοὺς ἐπιστομίζει. Εἰ γὰρ οὗτος προηγούμενος ἦν ὁ νόμος καὶ συμφέρων, οὐκ ἂν ἐκεῖνος ἐξ ἀρχῆς ἐδόθη: οὐκ ἂν οὕτω πλάττων ἔπλασεν ὁ Θεός: οὐκ ἂν τοιαῦτα εἶπε: Λέγω δὲ ὑμῖν, ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται. Ἐπειδὴ γὰρ αὐτοὺς ἐπεστόμισε, μετὰ αὐθεντίας νομοθετεῖ λοιπὸν, ὥσπερ ἐπὶ τῶν βρωμάτων, ὥσπερ ἐπὶ τοῦ σαββάτου. Καὶ γὰρ ἐπὶ τῶν βρωμάτων τρεψάμενος αὐτοὺς, τότε διελέχθη τοῖς ὄχλοις, ὅτι Οὐ τὸ εἰσερχόμενον κοινοῖ τὸν ἄνθρωπον: καὶ ἐπὶ τοῦ σαββάτου ἐπιστομίσας αὐτούς φησιν: Ὥστε ἔξεστιν ἐν σαββάτῳ καλῶς ποιεῖν: καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο. Ἀλλ' ὅπερ ἐκεῖ συνέβη, τοῦτο καὶ ἐνταῦθα. Ὥσπερ γὰρ ἐκεῖ τῶν Ἰουδαίων ἐπιστομισθέντων οἱ μαθηταὶ ἐθορυβήθησαν, καὶ προσελθόντες αὐτῷ μετὰ Πέτρου ἔλεγον: Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην: οὕτω καὶ νῦν θορυβηθέντες ἔλεγον: Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου, συμφέρει μὴ γαμῆσαι. Καὶ γὰρ νῦν ἐνόησαν μᾶλλον ἢ πρότερον τὸ λεχθέν. Διὰ τοῦτο τότε μὲν ἐσίγησαν, νῦν δὲ, ἐπειδὴ ἀντίῤῥησις καὶ ἀπόκρισις γέγονε, καὶ ἐρώτησις καὶ πεῦσις, καὶ σαφέστερος ὁ νόμος ἐφάνη, ἐρωτῶσιν αὐτόν. Καὶ φανερῶς μὲν ἀντειπεῖν οὐ τολμῶσι: τὸ δὲ ἐξ αὐτοῦ βαρὺ δοκοῦν εἶναι καὶ φορτικὸν εἰς μέσον προάγουσι, λέγοντες: Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι. Καὶ γὰρ σφόδρα ἐπαχθὲς ἐδόκει εἶναι τὸ γυναῖκα πάσης κακίας γέμουσαν ἔχειν, καὶ ἀνέχεσθαι ἀνημέρου θηρίου διαπαντὸς ἔνδον συγκεκλεισμένου. γʹ. Καὶ ἵνα μάθῃς, ὅτι σφόδρα τοῦτο αὐτοὺς ἐθορύβει, ὁ Μάρκος αὐτὸ δηλῶν ἔλεγεν, ὅτι κατ' ἰδίαν εἶπον αὐτῷ. Τί δέ ἐστιν, Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός; Τουτέστιν, εἰ διὰ τοῦτο συνήφθη, ἵνα ἓν ὦσιν: ἢ ἐκεῖνο, Εἰ αἰτίαν λήψεται ἐπὶ τούτοις ὁ ἀνὴρ, καὶ πανταχοῦ παρανομεῖ ἐκβάλλων, κουφότερον πρὸς ἐπιθυμίαν μάχεσθαι φύσεως καὶ πρὸς ἑαυτὸν, ἢ πρὸς γυναῖκα πονηράν. Τί οὖν ὁ Χριστός; Οὐκ εἶπεν, ὅτι Ναὶ, κουφότερον, καὶ ποίει τοῦτο: ἵνα μὴ νομίσωσιν ὅτι νόμος τὸ πρᾶγμά ἐστιν: ἀλλ' ἐπήγαγεν: Οὐ πάντες χωροῦσιν, ἀλλ' οἷς δέδοται: ἐπαίρων τὸ πρᾶγμα, καὶ δεικνὺς μέγα ὂν, καὶ ταύτῃ ἐφελκόμενος καὶ προτρέπων. Ἀλλ' ὅρα ἐνταῦθα ἐναντιολογίαν. Αὐτὸς μὲν γὰρ μέγα φησὶ τοῦτο: ἐκεῖνοι δὲ κουφότερον. Καὶ γὰρ ἀμφότερα ἔδει γενέσθαι, καὶ παρ' αὐτοῦ μέγα ὁμολογηθῆναι, ἵνα προθυμοτέρους ἐργάσηται, καὶ ἐκ τῶν εἰρημένων παρ' αὐτοῖς κουφότερον δειχθῆναι, ἵνα καὶ ταύτῃ μᾶλλον τὴν παρθενίαν ἕλωνται καὶ τὴν ἐγκράτειαν. Ἐπειδὴ γὰρ τὸ περὶ παρθενίας εἰπεῖν ἐπαχθὲς εἶναι ἐδόκει, ἐκ τῆς ἀνάγκης τοῦ νόμου τούτου εἰς τὴν ἐπιθυμίαν αὐτοὺς ἐκείνην ἐνέβαλεν. Εἶτα τὸ δυνατὸν δεικνύς φησιν: Εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως: καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων: καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν: διὰ τούτων λανθανόντως ἐνάγων αὐτοὺς εἰς τὴν τοῦ πράγματος αἵρεσιν, καὶ τὸ δυνατὸν τῆς ἀρετῆς ταύτης κατασκευάζων, καὶ μόνον οὐχὶ λέγων, ὅτι Ἐννόησον, εἰ ἐκ φύσεως τοιοῦτος ἦς, ἢ παρὰ τῶν τὰ τοιαῦτα ἐπηρεαζόντων τὸ αὐτὸ τοῦτο ὑπέμεινας, τί ἂν ἐποίησας, τῆς ἀπολαύσεως μὲν ἐστερημένος, μισθὸν δὲ οὐκ ἔχων; Οὐκοῦν εὐχαρίστει τῷ Θεῷ νῦν, ὅτι μετὰ μισθοῦ καὶ στεφάνων τοῦτο ὑπομένεις, ὃ χωρὶς στεφάνων ἐκεῖνοι: μᾶλλον δὲ οὐδὲ τοῦτο, ἀλλὰ καὶ πολλῷ κουφότερον, τῇ τε ἐλπίδι διορθούμενος, καὶ τῷ συνειδότι τοῦ κατορθώματος, καὶ μηδὲ τὴν ἐπιθυμίαν οὕτω κυμαίνουσαν ἔχων. Οὐ γὰρ οὕτως ἐκτομὴ μέλους, ὡς λογισμοῦ χαλινὸς, τὰ τοιαῦτα οἶδε καταστέλλειν κύματα, καὶ γαλήνην ποιεῖν: μᾶλλον δὲ λογισμὸς μόνος. Διὰ τοῦτο τοίνυν ἐκείνους παρήγαγεν, ἵνα τούτους ἀλείψῃ ἐπεὶ εἰ μὴ τοῦτο κατεσκεύαζε, τί βούλεται ὁ περὶ τῶν ἄλλων εὐνούχων λόγος αὐτῷ; Ὅταν δὲ λέγῃ, ὅτι Εὐνούχισαν ἑαυτοὺς, οὐ τῶν μελῶν λέγει τὴν ἐκτομήν: ἄπαγε: ἀλλὰ τῶν πονηρῶν λογισμῶν τὴν ἀναίρεσιν. Ὡς ὅ γε τὸ μέλος ἐκτεμὼν, καὶ ἀρᾷ ἐστιν ὑπεύθυνος, καθὼς ὁ Παῦλός φησιν: Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Καὶ μάλα εἰκότως. Καὶ γὰρ τὰ τῶν ἀνδροφόνων ὁ τοιοῦτος τολμᾷ, καὶ τοῖς τοῦ Θεοῦ διαβάλλουσι τὴν δημιουργίαν δίδωσιν ἀφορμὴν, καὶ τῶν Μανιχαίων ἀνοίγει τὰ στόματα, καὶ τοῖς παρ' Ἕλλησιν ἀκρωτηριαζομένοις τὰ αὐτὰ παρανομεῖ. Τὸ γὰρ ἀποκόπτειν τὰ μέλη, δαιμονικῆς ἐνεργείας καὶ σατανικῆς ἐπιβουλῆς ἐξ ἀρχῆς γέγονεν ἔργον: ἵνα τοῦ Θεοῦ τὸ ἔργον διαβάλλωσιν: ἵνα τὸ ζῶον τοῦτο λυμήνωνται: ἵνα μὴ τῇ προαιρέσει, ἀλλὰ τῇ τῶν μελῶν φύσει τὸ πᾶν λογισάμενοι, οὕτως ἀδεῶς ἁμαρτάνωσιν αὐτῶν οἱ πολλοὶ, ἅτε ἀνεύθυνοι ὄντες: καὶ διπλῇ παραβλάψωσι τὸ ζῶον τοῦτο, καὶ τῷ τὰ μέλη πηροῦν, καὶ τῷ τῆς προαιρέσεως τὴν ὑπὲρ τῶν ἀγαθῶν προθυμίαν κωλύειν. Ταῦτα δὲ ὁ διάβολος ἐνομοθέτησε, πρὸς τοῖς εἰρημένοις καὶ ἕτερον πονηρὸν δόγμα εἰσάγων, καὶ τῷ περὶ εἱμαρμένης καὶ ἀνάγκης καὶ ἐντεῦθεν προοδοποιῶν λόγῳ, καὶ πανταχοῦ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἡμῖν ἐλευθερίαν λυμαινόμενος, καὶ πείθων φυσικὰ εἶναι τὰ κακὰ, καὶ πολλὰ ἕτερα ἐντεῦθεν ὑποσπείρων δόγματα πονηρὰ, εἰ καὶ μὴ προφανῶς. Τοιαῦτα γὰρ τοῦ διαβόλου τὰ δηλητήρια. Διὰ τοῦτο παρακαλῶ φεύγειν τὴν τοιαύτην παρανομίαν. Μετὰ γὰρ τῶν εἰρημένων οὐδὲ τὰ τῆς ἐπιθυμίας ἡμερώτερα ἐντεῦθεν, ἀλλὰ καὶ χαλεπώτερα γίνεται. Ἑτέρωθεν γὰρ ἔχει τὰς πηγὰς τὸ σπέρμα τὸ ἐν ἡμῖν, καὶ ἑτέρωθεν κυμαίνει. Καὶ οἱ μὲν ἀπὸ ἐγκεφάλου, οἱ δὲ ἀπὸ ὀσφύος τὸν οἶστρον ἐκεῖνον φύεσθαι λέγουσιν: ἐγὼ δὲ οὐδαμόθεν ἄλλοθεν εἴποιμι ἂν, ἀλλ' ἢ ἀπὸ γνώμης ἀκολάστου καὶ διανοίας ἠμελημένης, κἂν αὐτὴ σωφρονῇ, τῶν φυσικῶν κινημάτων βλάβος οὐδέν. Εἰπὼν τοίνυν τοὺς εὐνούχους, τοὺς εἰκῆ καὶ μάτην εὐνούχους, εἰ μὴ τῷ λογισμῷ καὶ αὐτοὶ σωφρονοῖεν, καὶ τοὺς ὑπὲρ τῶν οὐρανῶν παρθενεύοντας, πάλιν ἐπάγει λέγων: Ὁ δυνάμενος χωρεῖν, χωρείτω: προθυμοτέρους τε ποιῶν τῷ δεῖξαι ὑπέρογκον ὂν τὸ κατόρθωμα, καὶ οὐκ ἀφιεὶς εἰς ἀνάγκην νόμου τὸ πρᾶγμα κατακλεισθῆναι, διὰ τὴν ἄφατον αὐτοῦ ἡμερότητα. Καὶ τοῦτο εἶπεν, ὅτε σφόδρα ἔδειξε δυνατὸν ὂν, ἵνα πλείων τῆς προαιρέσεως ἡ φιλοτιμία γένηται. δʹ. Καὶ εἰ προαιρέσεώς ἐστι, φησὶ, πῶς ἀρχόμενος ἔλεγεν, Οὐ πάντες χωροῦσιν, ἀλλ' οἷς δέδοται; Ἵνα μάθῃς ὅτι μέγας ὁ ἆθλος, οὐχ ἵνα ἀποκλήρωσίν τινα ἠναγκασμένην ὑποπτεύσῃς. Δέδοται γὰρ ἐκείνοις, τοῖς βουλομένοις. Εἶπε δὲ οὕτω, δεικνὺς ὅτι πολλῆς δεῖ τῆς ἄνωθεν ῥοπῆς τῷ εἰς τοῦτο εἰσελθόντι τὸ σκάμμα, ἧς ἀπολαύσεται πάντως ὁ βουλόμενος. Ἔθος γὰρ αὐτῷ ταύτῃ κεχρῆσθαι τῇ λέξει, ὅταν μέγα τὸ κατορθούμενον ᾖ, ὡς ὅταν λέγῃ: Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, δῆλον καὶ ἐκ τοῦ παρόντος. Εἰ γὰρ τῆς ἄνωθεν δόσεως μόνης ἐστὶ, καὶ οὐδὲν αὐτοὶ συνεισφέρουσιν οἱ παρθενεύοντες, περιττῶς αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγείλατο, καὶ τῶν ἄλλων αὐτοὺς διεῖλεν εὐνούχων. Σὺ δέ μοι σκόπει, πῶς ἐξ ὧν ἕτεροι πονηρεύονται, κερδαίνουσιν ἕτεροι. Οἱ μὲν γὰρ Ἰουδαῖοι μηδὲν μαθόντες ἀπῆλθον: οὐδὲ γὰρ ἵνα μάθωσιν ἠρώτων: οἱ δὲ μαθηταὶ καὶ ἐντεῦθεν ἐκέρδαινον. Τότε προσηνέχθη αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς, καὶ προσεύξηται: καὶ ἐπετίμησαν οἱ μαθηταὶ αὐτοῖς. Ὁ δὲ εἶπεν αὐτοῖς: Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με: τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας, ἐπορεύθη ἐκεῖθεν. Καὶ τίνος ἕνεκεν οἱ μαθηταὶ ἀπεσόβουν τὰ παιδία; Ἀξιώματος ἕνεκεν. Τί οὖν αὐτός; Διδάσκων αὐτοὺς μετριάζειν, καὶ τύφον καταπατεῖν κοσμικὸν, καὶ λαμβάνει καὶ ἐναγκαλίζεται, καὶ τοῖς τοιούτοις τὴν βασιλείαν ἐπαγγέλλεται: ὅπερ καὶ ἔμπροσθεν εἴρηκεν. Καὶ ἡμεῖς τοίνυν, εἰ βουλοίμεθα κληρονόμοι γενέσθαι τῶν οὐρανῶν, τὴν ἀρετὴν ταύτην μετὰ πολλῆς κτησώμεθα τῆς ἐπιμελείας. Οὗτος γὰρ φιλοσοφίας ὅρος, μετὰ συνέσεως ἄπλαστον εἶναι: τοῦτο βίος ἀγγελικός. Καὶ γὰρ πάντων τῶν παθῶν καθαρεύει ἡ ψυχὴ τοῦ παιδίου. Τοῖς λελυπηκόσιν οὐ μνησικακεῖ, ἀλλ' ὡς φίλοις προσέρχεται, ὡς οὐδενὸς γενομένου. Καὶ ὅσα ἂν παρὰ τῆς μητρὸς μαστιχθῇ, ταύτην ἐπιζητεῖ, καὶ πάντων αὐτὴν προτιμᾷ. Κἂν βασιλίδα δείξῃς μετὰ διαδήματος, οὐ προτίθησι τῆς μητρὸς ῥάκια περιβεβλημένης, ἀλλ' ἕλοιτο ἂν μᾶλλον ἐκείνην ἰδεῖν μετὰ τούτων, ἢ τὴν βασιλίδα μετὰ κόσμου. Τὸ γὰρ οἰκεῖον καὶ ἀλλότριον οὐ πενίᾳ καὶ πλούτῳ, ἀλλὰ φιλίᾳ διαγινώσκειν οἶδε. Καὶ τῶν ἀναγκαίων οὐδὲν πλέον ἐπιζητεῖ, ἀλλ' ὅσον ἐμπλησθῆναι τοῦ μαστοῦ, καὶ ἀφίσταται τῆς θηλῆς. Τὸ παιδίον οὐ λυπεῖται ἐφ' οἷς ἡμεῖς: οἷον ἐπὶ ζημίᾳ χρημάτων, καὶ τοῖς τοιούτοις: καὶ οὐ χαίρει πάλιν ἐφ' οἷς ἡμεῖς, τοῖς ἐπικήροις τούτοις: οὐκ ἐπτόηται πρὸς κάλλη σωμάτων. Διὰ τοῦτο ἔλεγε: Τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν: ἵνα τῇ προαιρέσει ταῦτα ἐργαζώμεθα, ἃ τῇ φύσει τὰ παιδία ἔχει. Ἐπειδὴ γὰρ οἱ Φαρισαῖοι οὐδαμόθεν ἄλλοθεν, ὡς ἀπὸ κακουργίας καὶ ἀπονοίας ἔπραττον ἃ ἔπραττον, διὰ τοῦτο ἄνω καὶ κάτω τοὺς μαθητὰς ἀφελεῖς εἶναι κελεύει, ἐκείνους τε αἰνιττόμενος, καὶ τούτους παιδεύων. Καὶ γὰρ οὐδὲν οὕτως εἰς ἀλαζονείαν ἐπαίρει, ὡς ἀρχὴ καὶ προεδρία. Ἐπεὶ οὖν ἔμελλον οἱ μαθηταὶ ἀπολαύειν τιμῆς πολλῆς κατὰ τὴν οἰκουμένην ἅπασαν, προκαταλαμβάνει αὐτῶν τὴν διάνοιαν, οὐκ ἀφιεὶς ἀνθρωπινόν τι παθεῖν, οὐδὲ τιμὰς ἀπαιτεῖν παρὰ τοῦ πλήθους, οὐδὲ τὸ σοβεῖν πρὸ αὐτῶν. Εἰ γὰρ καὶ μικρὰ ταῦτα εἶναι δοκεῖ, ἀλλὰ μεγάλων κακῶν ἐστιν αἴτια. Οὕτω γοῦν οἱ Φαρισαῖοι παιδοτριβούμενοι εἰς τὴν κορωνίδα τῶν κακῶν ἐξέπεσον, τοὺς ἀσπασμοὺς, τὰς προεδρίας τοὺς μεσασμοὺς ἐπιζητοῦντες: ἀπὸ γὰρ τούτων εἰς δοξομανίαν, εἶτα ἐκεῖθεν εἰς ἀσέβειαν ἐξώκειλαν. Διὰ δὴ τοῦτο ἐκεῖνοι μὲν ἀρὰν ἐπισπασάμενοι διὰ τοῦ πειράζειν, ἀπῆλθον: τὰ παιδία δὲ εὐλογίαν, ἅτε τούτων ἁπάντων ἠλευθερωμένα. Γενώμεθα δὴ καὶ ἡμεῖς κατὰ τὰ παιδία, καὶ τῇ κακίᾳ νηπιάζωμεν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἑτέρως ἰδεῖν τὸν οὐρανόν: ἀλλ' ἀνάγκη πάντως εἰς γέενναν ἐμπεσεῖν τὸν ὕπουλον καὶ πονηρόν. Καὶ πρὸ τῆς γεέννης δὲ ἐνταῦθα τὰ ἔσχατα πεισόμεθα. Ἐὰν γὰρ κακὸς γένῃ, φησὶ, μόνος ἀντλήσεις τὰ κακὰ ἐὰν δὲ ἀγαθὸς, σαυτῷ καὶ τῷ πλησίον. Σκόπει γοῦν, ὡς τοῦτο καὶ ἐπὶ τῶν προτέρων συνέβη. Οὔτε γὰρ πονηρότερόν τι τοῦ Σαοὺλ γέγονεν, οὔτε ἁπλούστερον καὶ ἀφελέστερον τοῦ Δαυΐδ. Τίς οὖν ὁ ἰσχυρότερος ἦν; Οὐ δεύτερον αὐτὸν εἰς χεῖρας ἔλαβεν ὁ Δαυῒδ, καὶ κύριος τοῦ ἀνελεῖν γενόμενος, ἀπέστη; οὐχ ὡς ἐν σαγήνῃ καὶ δεσμωτηρίῳ συνειλημμένον εἶχε, καὶ ἐφείσατο; Καὶ ταῦτα καὶ ἑτέρων παροξυνόντων, καὶ αὐτὸς μυρία ἐγκαλεῖν ἔχων ἐγκλήματα: ἀλλ' ὅμως ἀφῆκε σῶον ἀπελθεῖν. Καίτοι ὁ μὲν μετὰ πάσης αὐτὸν τῆς στρατιᾶς ἐδίωκεν, ὁ δὲ μετὰ ὀλίγων φυγάδων ἀπεγνωσμένων ἦν, ἀλώμενος καὶ τόπους ἐκ τόπων ἀμείβων: ἀλλ' ὅμως ὁ φυγὰς τοῦ βασιλέως περιεγένετο: ἐπειδὴ ὁ μὲν μετὰ ἁπλότητος, ὁ δὲ μετὰ πονηρίας παρετάττετο. Τί γὰρ ἂν γένοιτο πονηρότερον ἐκείνου, ὃς τὸν αὐτῷ στρατηγοῦντα, καὶ τοὺς πολέμους ἅπαντας κατορθοῦντα, καὶ τῆς νίκης καὶ τῶν τροπαίων τοὺς μὲν πόνους ὑπομένοντα, τοὺς δὲ στεφάνους ἐκείνῳ κομίζοντα ἀνελεῖν ἐπεχείρει; εʹ. Τοιοῦτον γὰρ ἡ βασκανία: ἀεὶ τοῖς οἰκείοις ἐπιβουλεύει καλοῖς, καὶ τὸν ἔχοντα αὐτὴν τήκει, καὶ μυρίαις περιβάλλει συμφοραῖς. Καὶ ὁ δείλαιος γοῦν ἐκεῖνος, ἕως ὅτε ὁ Δαυῒδ ἀπέστη, οὐκ ἔῤῥηξε τὴν φωνὴν ἐκείνην τὴν ἐλεεινὴν, ὀλοφυρόμενος καὶ λέγων: Θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοὶ, καὶ Κύριος ἀπέστη ἀπ' ἐμοῦ. Ἕως ὅτε ἐχωρίσθη τοῦ Δαυῒδ, οὐκ ἔπεσεν ἐν πολέμῳ, ἀλλὰ καὶ ἐν ἀσφαλείᾳ καὶ ἐν δόξῃ ἦν: καὶ γὰρ εἰς τὸν βασιλέα τοῦ στρατηγοῦ διέβαινεν ἡ δόξα. Οὐδὲ γὰρ τυραννικὸς ἦν ὁ ἀνὴρ, οὐδὲ θρόνου ἐκβαλεῖν ἐπεχείρει, ἀλλ' αὐτῷ πάντα κατώρθου, καὶ σφόδρα περὶ αὐτὸν διέκειτο: καὶ τοῦτο καὶ ἐκ τῶν μετὰ ταῦτα δῆλον. Ὅτε μὲν γὰρ ὑπ' αὐτῷ ταττόμενος ἦν, ἴσως τῷ νόμῳ τῆς ὑποταγῆς ταῦτα ἄν τις λογίσαιτο τῶν οὐκ ἀκριβῶς ἐξεταζόντων: ἐπειδὴ δὲ ἐξήγαγεν ἑαυτὸν τῆς βασιλείας ἐκείνου, τί λοιπὸν ἦν τὸ κατέχον αὐτὸν, καὶ πεῖθον τοῦ πρὸς ἐκεῖνον ἀπέχεσθαι πολέμου; μᾶλλον δὲ, τί οὐκ ἦν παροξῦνον ἐπὶ τὴν σφαγήν; Οὐ πονηρὸς καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις περὶ αὐτὸν γέγονεν; οὐχὶ παθὼν εὖ; οὐχὶ μηδὲν ἔχων ἐγκαλεῖν; οὐκ ἐπικίνδυνος αὐτῷ καὶ ἐπισφαλὴς ἡ βασιλεία αὐτοῦ καὶ ἡ σωτηρία ἦν; οὐ πλανᾶσθαι ἔδει διηνεκῶς καὶ φεύγειν, καὶ περὶ τῶν ἐσχάτων τρέμειν, ζῶντος ἐκείνου καὶ κρατοῦντος; Ἀλλ' ὅμως οὐδὲν τούτων αὐτὸν ἠνάγκασεν αἱμάξαι τὸ ξίφος: ἀλλὰ καὶ καθεύδοντα ὁρῶν, καὶ δεδεμένον, καὶ μόνον, καὶ ἐν μέσοις αὐτοῖς, καὶ τῆς κεφαλῆς ἁψάμενος, καὶ πολλῶν ὄντων τῶν διεγειρόντων, καὶ Θεοῦ ψῆφον εἶναι λεγόντων τὴν τοιαύτην εὐκαιρίαν, ἐκεῖνος καὶ ἐπετίμησε τοῖς παρορμῶσι, καὶ ἀπέσχετο τοῦ φόνου, καὶ σῶον ἐξέπεμψε καὶ ὑγιῆ: καὶ ὥσπερ σωματοφύλαξ ὢν αὐτοῦ μᾶλλον, καὶ ὑπασπιστὴς, οὐ πολέμιος, οὕτως ἐνεκάλει τῷ στρατοπέδῳ τὴν εἰς τὸν βασιλέα προδοσίαν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς ψυχῆς; τί τῆς ἡμερότητος ἐκείνης; Τοῦτο γὰρ δυνατὸν μὲν καὶ ἐκ τῶν εἰρημένων συνιδεῖν: πολλῷ δὲ πλέον καὶ ἐκ τῶν νυνὶ γενομένων. Ὅταν γὰρ τὴν ἡμετέραν καταμάθωμεν φαυλότητα, τότε ἀκριβέστερον εἰσόμεθα τῶν ἁγίων ἐκείνων τὴν ἀρετήν. Διὸ παρακαλῶ πρὸς τὸν ζῆλον ἐκείνων τρέχειν. Καὶ γὰρ εἰ δόξης ἐρᾷς, καὶ διὰ τοῦτο ἐπιβουλεύεις τῷ πλησίον, τότε αὐτῆς ἀπολαύσῃ μειζόνως, ὅταν αὐτὴν διαπτύσας ἀπόσχῃ τῆς ἐπιβουλῆς. Ὥσπερ γὰρ τὸ χρηματίζεσθαι φιλαργυρίας ἐναντίον: οὕτω πρὸς τὸ δόξης ἐπιτυχεῖν, τὸ δόξης ἐρᾷν. Καὶ εἰ βούλεσθε, καθ' ἕκαστον ἐξετάσωμεν. Ἐπειδὴ γὰρ τῆς γεέννης ἡμῖν φόβος οὐδεὶς, οὐδὲ τῆς βασιλείας λόγος πολὺς, φέρε κἂν ἀπὸ τῶν παρόντων ὑμᾶς ἐναγάγωμεν. Τίνες γάρ εἰσιν οἱ καταγέλαστοι; εἰπέ μοι: οὐχὶ οἱ διὰ δόξαν τι ποιοῦντες τὴν τῶν πολλῶν; Τίνες δὲ ἐπαινετοί; οὐχὶ οἱ τὸν παρὰ τῶν πολλῶν διαπτύοντες ἔπαινον; Οὐκοῦν εἰ τὸ κενῆς δόξης ἐρᾷν ἐπονείδιστον, ὁ δὲ κενόδοξος οὐ δύναται λαθεῖν ἐρῶν αὐτῆς, ἐπονείδιστος ἔσται πάντως, καὶ γέγονεν αὐτῷ τὸ δόξης ἐρᾷν ἀτιμίας αἴτιον. Οὐ ταύτῃ δὲ μόνον καταισχύνεται, ἀλλὰ καὶ τὸ πολλὰ ἀναγκάζεσθαι ποιεῖν αἰσχρὰ, καὶ δουλοπρεπείας τῆς ἐσχάτης γέμοντα. Καὶ ὥσπερ εἰς τὸ κερδαίνειν βλάπτεσθαι μάλιστα ἀπὸ τοῦ νοσήματος τῆς φιλοκερδείας εἰώθασιν οἱ ἄνθρωποι:( πολλὰς γοῦν ἀπάτας ὑφίστανται, καὶ τὰ μικρὰ κέρδη μεγάλας ποιεῖ ζημίας: διὸ καὶ εἰς παροιμίαν ὁ λόγος οὗτος ἐξενίκησεν:) οὕτω καὶ τῷ λάγνῳ κώλυμα πρὸς τὸ ἡδονῆς ἀπολαύειν τὸ πάθος γίνεται. Τοὺς γοῦν σφόδρα καταφερεῖς καὶ γυναικοδούλους, τούτους μάλιστα ὡς ἀνδράποδα περιφέρουσιν αἱ γυναῖκες, καὶ οὐκ ἄν ποτε καταξιώσαιεν ἐκεῖναι ὡς ἀνδράσιν αὐτοῖς κεχρῆσθαι, ῥαπίζουσαι, διαπτύουσαι, ἄγουσαι καὶ περιάγουσαι πανταχοῦ, καὶ θρυπτόμεναι, καὶ πάντα ἐπιτάττουσαι μόνον. Οὕτω καὶ τοῦ ἀπονενοημένου καὶ δοξομανοῦντος καὶ δοκοῦντος εἶναι ὑψηλοῦ, οὐδὲν ταπεινότερον καὶ ἀτιμότερον. Καὶ γὰρ φιλόνεικον τὸ τῶν ἀνθρώπων γένος, καὶ πρὸς οὐδὲν ἕτερον ἀντικαθίσταται, ὡς πρὸς ἀλαζόνα καὶ ὑπερόπτην καὶ δόξης δοῦλον. Καὶ αὐτὸς δὲ ἐκεῖνος, ὥστε διατηρῆσαι τὸ σχῆμα τῆς ἀπονοίας, τὰ τῶν ἀνδραπόδων πρὸς τοὺς πλείονας ἐπιδείκνυται, κολακεύων, θεραπεύων, παντὸς ἀργυρωνήτου δουλείαν δουλεύων χαλεπωτέραν. Ταῦτ' οὖν ἅπαντα εἰδότες, καταθώμεθα ταῦτα τὰ πάθη, ἵνα μὴ καὶ ἐνταῦθα δίκην δῶμεν, καὶ ἐκεῖ κολασθῶμεν ἀπέραντα. Γενώμεθα τῆς ἀρετῆς ἐρασταί. Οὕτω γὰρ καὶ πρὸ τῆς βασιλείας τὰ μέγιστα ἐνταῦθα καρπωσόμεθα καλὰ, καὶ ἀπελθόντες ἐκεῖ τῶν αἰωνίων μεθέξομεν ἀγαθῶν: ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note