Homilies on Philemon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
2.0
Εὐχαριστῶ τῷ Θεῷ µου πάντοτε, µνείαν σου ποιούµενος ἐπὶ τῶν προσευχῶν µου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν ΚύριονἸησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γέ νηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡµῖν εἰς Χριστὸν Ἰησοῦν.
2.1
Οὐκ εὐθέως ἐκ προοιµίων αἰτεῖ τὴν χάριν, ἀλλὰ πρότερον τὸν ἄνδρα θαυµάσας, καὶ ἐπαινέσας ἐπὶ τοῖς κατορθώµασι, καὶ τῆς αὑτοῦ ἀγάπης δείξαςτεκµήριον οὐ µικρὸν τὸ διαπαντὸς αὐτοῦ µεµνῆσθαι ἐν ταῖς προσευχαῖς, καὶ εἰπὼν, ὅτι πολλοὶ ἀναπαύονται πρὸς αὐτὸν, καὶ πᾶσιν ὑπακούει καὶ πείθεται· τότε καὶ αὐτὴν τελευταῖον τίθησι, µάλιστα αὐτὸν δυσωπῶν τούτῳ. Εἰ γὰρ ἕτεροι ἐπιτυγχάνουσιν ὧν δέονται, πολλῷ µᾶλλον Παῦλος· εἰ πρὸ τῶν ἄλλων ἐλθὼν ἄξιος ἦν τυχεῖν, πολλῷ µᾶλλον µετὰ τοὺς ἄλλους, καὶ πρᾶγµα αἰτῶν οὐκ εἰς αὐτὸν ἀνῆκον, ἀλλ' ὑπὲρ ἑτέ. 40] ρου. Εἶτα ἵνα µὴ δόξῃ τούτου ἕνεκεν γράφειν µόνον, µηδὲ εἴπῃ τις, ὡς Εἰ µὴ Ὀνήσιµος ἦν, οὐκ ἂν ἔγραψας, ὅρα πῶς καὶ ἑτέρας αἰτίας τίθησι τῆς ἐπιστολῆς· πρῶτον µὲν τὴν ἀγάπην αὐτοῦ δηλῶν; ἔπειτα δὲ καὶ ξενίαν κελεύων ἑτοιµασθῆναι αὐτῷ. Ἀκούων σου, φησὶ, τὴν ἀγάπην. Θαυµαστὸν τοῦτο, καὶ τοῦ παρόντος ἰδεῖν τοῦτο πολλῷ µεῖζον.∆ ῆλον γὰρ ὅτι ἐκ τοῦ ὑπερβάλλουσαν ταύτην εἶναι, καὶ διάδηλος γέγονε, καὶ µέχρις αὐτοῦ ἔφθασε· καίτοι γε οὐκ ὀλίγον τὸ µέσον ἦν Ῥώµης καὶ Φρυγίας· ἐκεῖ γάρ µοι δοκεῖ εἶναι ἀπὸ Ἀρχίππου. Οἱ γὰρ Κολοσσαεῖς τῆς Φρυγίας εἰσὶ, πρὸς οὓς γράφων ἔλεγεν, Ὅταν ἀναγνωσθῇ παρ' ὑµῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ ΛαοδικέωνἘκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑµεῖς ἀναγνῶτε. Αὕτη δὲ τῆς Φρυγίας πόλις ἐστίν. Εὔχοµαι, φησὶν, ἵνα ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται. Ὁρᾷς πρότερον αὐτὸν διδόντα ἢ λαβεῖν, καὶ πρὶν ἢ τὴν χάριν αἰτῆ σαι, τὴν αὑτοῦ παρέχοντα πολλῷ µείζονα; Ὅπως, φησὶν, ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ὑµῖν εἰς Χριστὸν Ἰησοῦν. Τουτέστιν, ἵνα πᾶσαν ἀρετὴν ἐπέλθῃς, Ἵνα µηδὲν ἐλλειφθῇ. Οὕτω γὰρ ἡ πίστις γίνεται ἐνεργὴς, ὅταν ἔργα ἔχῃ. Χωρὶς γὰρ ἔργων ἡ πίστις νεκρά ἐστι. Καὶ οὐκ εἶπεν, Ἡ πίστις σου, ἀλλ', Ἡ κοινωνία τῆς πίστεώς σου, συνάπτων αὐτὸν ἑαυτῷ, καὶ ἓν σῶµα δεικνὺς, καὶ τούτῳ µάλιστα αὐτὸν δυσωπῶν. Εἰ κοινωνὸς εἶ, φησὶ, κατὰ τὴν πίστιν, καὶ κατὰ τὰ ἄλλα ὀφείλεις κοινωνεῖν. Χαρὰν γὰρ ἔχοµεν καὶ πολλὴν παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. Οὐδὲν οὕτω δυσωπεῖ, ὡς τὸ τὰς ἑτέρων εὐεργεσίας προφέρειν, καὶ µάλιστα ὅταν ἐκείνων αἰδεσιµώτερος ᾖ. Καὶ οὐκ εἶπεν, Εἰ τοῖς ἄλλοις ποιεῖς, πολλῷ µᾶλλον ἐµοί. Ἀλλὰ τὸ αὐτὸ µὲν ᾐνίξατο, ἑτέρως δὲ αὐτὸ µεθώδευσε προσηνέστερον. Χαρὰν ἔχοµεν· τουτέστι, Σύ µοι παῤῥησίαν ἔδωκας ἐκ τῶν εἰς ἑτέρους γενοµένων. Καὶ παράκλησιν. Τουτέστιν, οὐ µόνον ἡδόµεθα, ἀλλὰ καὶ παραµυθούµεθα· µέλος γὰρ ἡµῶν ἐκεῖνοι. Εἰ τοίνυν τὴν συµφωνίαν τοσαύτην δεῖ εἶναι, ὡς ἐπὶ ταῖς ἑτέρων ἀναπαύσεσι τοὺς ἄλλους ἐν θλίψεσιν ὄντας, κἂν µὴ τύχωσί τινος, εὐφραίνεσθαι δι' ἐκείνους, ὡς ἑνὸς σώµατος εὐεργετηθέντος, πολλῷ µᾶλλον εἰ καὶ ἡµᾶς ἀναπαύσεις. Καὶ οὐκ εἶπεν, Ὅτι εἴκεις, ὅτι πείθῃ, ἀλλὰ καὶ σφοδρότερον καὶ ἐµφαντικώτερον, Ὅτι τὰ σπλάγχνα τῶν ἁγίων, ὡσανεὶ περὶ παιδίου ποθεινοῦ τοῖςπατράσιν ὄντος καὶ ἐπεράστου. Οὕτως ἡ ἀγάπη, ἡ φιλοστοργία δείκνυσιν αὐτὸν καὶ σφόδρα ἀγαπώµενον παρ' αὐτῶν.∆ ιὸ πολλὴν παῤῥησίαν ἔχων ἐν Χριστῷ ἐπιτάσσειν σοι τὸ ἀνῆκον. Ὅρα πῶς ἀσφαλίζεται, µή τι καὶ τῶν ἀπὸ σφοδρᾶς ἀγάπης λεγοµένων πλήξῃ τὸν ἀκροατὴν, ὡς δυσανασχετεῖν.∆ ιὰ τοῦτο πρὶν ἢ εἰπεῖν, Ἐπιτάσσειν σοι, ἐπειδὴ βαρὺ ἦν, καίτοι γε ἀπὸ ἀγάπης λεγόµενον µᾶλλον ἱκανὸν θεραπεῦσαι, ἀλλ' ὅµως ἐκ περιουσίαςπολλὴν τίθεται τὴν διόρθωσιν, εἰπὼν, Παῤῥησίαν ἔχων, ὅπερ µέγαν δεικνύντος ἦν τὸν Φιλήµονα· τουτέστι, Παῤῥησίαν ἡµῖν ἔδωκας σύ· καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ τὸ, Ἐν Χριστῷ, ἐπαγαγὼν, ὅπερ δηλοῦντός ἐστιν, ὅτι οὐχ ὡς ἐν τῷ κόσµῳ λαµπρότερον, οὐδὲ ὡς δυνατώτερον, ἀλλὰ διὰτὴν πίστιν τὴν εἰς τὸν Χριστόν· καὶ τότε ἔθηκε τὸ, Ἐπιτάσσειν σοι, καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ, Τὸ ἀνῆκον, τουτέστιν, εὔλογον πρᾶγµα. Καὶ ὅρα ἐκ πόσων αὐτὸ κατασκευάζει. Τοὺς ἄλλους εὖ ποιεῖς. φησί· καὶ ἐµὲ, καὶ διὰ τὸν Χριστὸν, καὶ ὅτι τὸ πρᾶγµα εὔλογον, καὶ ὅτι ἡ ἀγάπη δίδωσι.∆ ιὸ καὶ ἐπάγει·∆ ιὰ τὴν ἀγάπην µᾶλλον παρακαλῶ. Ὡσανεὶ εἶπεν, Οἶδα µὲν, ὅτι καὶ ἐπιτάττων ἀνύω µετὰ πολλῆς τῆς ἐξουσίας, ἀπὸ τῶν προλαβόντων· πλὴν ἀλλ' ἐπειδὴ πολλὴν ὑπὲρ τοῦ πράγµατος ποιοῦµαι σπουδὴν, παρακαλῶ. Ἀµφότερα ἔδειξεν ὁµοῦ, ὅτι καὶ θαῤῥεῖ αὐτῷ( ἐπέταξε γὰρ), καὶ ὅτι σφόδρα τοῦ πράγµατος ἀντιποιεῖται· διὸ παρακαλεῖ. Τοιοῦτος ὢν, φησὶν, ὡς Παῦλος πρεσβύτης.
2.2
Βαβαὶ, πόσα δυσωπητικά! Παῦλος, ἀπὸ τῆς ποιότητος τοῦ προσώπου· ἀπὸ τῆς ἡλικίας, ὅτι πρεσβύτης· ἀπὸ τοῦ δικαιοτέρου πάντων, ὅτι καὶ∆ έσµιος Ἰησοῦ Χριστοῦ. Τίς γὰρ οὐκ ἂν τὸν ἀθλητὴν, καὶ στεφανίτην ἐδέξατο ὑπτίαις χερσί; τίς ὁρῶν διὰ Χριστὸν δεδεµένον, οὐκ ἂν µυρία ἐχαρίσατο, Τοσούτοις δὴ προλεάνας αὐτοῦ τὴν ψυχὴν, οὐδὲ εὐθέως ἐνέβαλε τὸ ὄνοµα, ἀλλὰτοσαύτην ποιησάµενος αἴτησιν ἀναβάλλεται. Ἴστε γὰρ τοὺς θυµοὺς τῶν δεσποτῶν κατὰ τῶν ἀποδεδρακότων οἰκετῶν, καὶ µάλιστα ὅταν µετὰ κλοπῆς τοῦτο ἐργάσωνται, κἂν χρηστοὺς ἔχωσιδεσπότας, πῶς αὔξεται ἡ ὀργή. Ταύτην οὖν πᾶσι τούτοις προελέανε· καὶ πρότερον πείσας πᾶν ὁτιοῦν ὑπουργῆσαι ἑτοίµως, καὶ παρασκευάσας αὐτοῦ τὴν ψυχὴν πρὸς πᾶσαν ὑπακοὴν, τότε ἐπάγει τὴν δέησιν, καί φησι· Παρακαλῶ σε· καὶ µετὰ ἐγκωµίων· Περὶ τοῦ ἐµοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσµοῖς µου. Πάλιν οἱ δεσµοὶ δυσωπητικοί. Καὶ τότε τὸ ὄνοµα· οὐ µόνον γὰρ τὸν θυµὸν ἔσβεσεν, ἀλλὰ καὶ ἡσθῆναι πεποίηκεν. Οὐ γὰρ ἂν αὐτὸν, φησὶ, τέκνον ἐκάλουν, εἰ µὴ σφόδρα ἦν εὔχρηστος. Ὅπερ Τιµόθεον ἐκάλεσα, τοῦτο καὶ τοῦτον. Καὶ πολλαχοῦ τὴν φιλοστοργίαν δεικνὺς, ἀπὸ τοῦ καιροῦ τῆς ὠδῖνος ἐντρέπει·∆ έσµιος αὐτὸν ἐγέννησα, φησίν. Ὥστε καὶ διὰ τοῦτο ἄξιος πολλῆς τυχεῖν τῆς τιµῆς, ὅτι ἐν αὐτοῖς τοῖς ἄθλοις ἀπετέχθη, ἐν τοῖς ὑπὲρ τοῦ Χριστοῦ πειρασµοῖς. Ὀνήσιµον, τὸν ποτέ σοι ἄχρηστον. Ὅρα πόση ἡ σύνεσις, πῶς ὁµολογεῖ αὐτοῦ τὸ ἁµάρτηµα, καὶ τούτῳ σβεννὺς αὐτοῦ τὸν θυµόν. Οἶδα, φησὶν, ὅτι ἄχρηστος ἦν. Νῦν δὲ σοὶ καὶ ἐµοὶ χρήσιµος ἔσται. Οὐκ εἶπε, Νῦν δέ σοι χρήσιµος ἔσται, ἵνα µὴ ἐκεῖνος ἀντείπῃ, ἀλλὰ καὶ τὸ αὑτοῦ πρόσωπον εἰσήγαγεν, ἵνα ἀξιόπιστοι ὦσιν αἱ ἐλπίδες. Νῦν δὲ σοὶ, φησὶ, καὶ ἐµοὶ εὔχρηστον. Εἰ γὰρ Παύλῳ χρήσιµος τῷ τοσαύτην ἀκρίβειαν ἀπαιτοῦντι, πολλῷ µᾶλλον τῷ δεσπότῃ. Ὃν ἔπεµψα πρὸς σέ. Καὶ τούτῳ τὸν θυµὸν ἔσβεσε, τῷ παραδοῦναι αὐτόν. Μάλιστα γὰρ οἱ δεσπόται τότε ὀργίζονται, ὅταν ὑπὲρ ἀπόντων παρακαλῶνται· ὥστε καὶ αὐτῷ τούτῳ µᾶλλον κατεπράϋνε. Σὺ δὲ αὐτὸν, τουτέστι, τὰ ἐµὰ σπλάγχνα, προσλαβοῦ. Καὶ πάλιν οὐ γυµνὸν τίθησι τὸ ὄνοµα, ἀλλὰ µετὰ ῥήµατος ἐντρεπτικοῦ, ὃ τοῦ τέκνου θερµότερόν ἐστιν. Εἶπε, Τέκνον· εἶπεν, Ἐγέννησα· ὥστε µάλιστα αὐτὸν φιλεῖν εἰκὸς, ὅτι ἐν πειρασµοῖς αὐτὸν ἔτεκεν. Ὅτι γὰρ περὶ ἐκεῖνα τὰ παιδία µάλιστα ἐκκαιόµεθα, δῆλον, ὅταν κινδύνους διαφύγωµεν, καὶ ἐν αὐτοῖς τέκωµεν· ὡς ὅταν λέγῃ ἡ Γραφὴ, Οὐαιβαροχαβήλ· καὶ πάλιν ὅταν καλῇ τὸν Βενιαµὶν ἡ Ῥαχὴλ, Υἱὸν, φησὶν, ὀδύνης µου. Σὺ δὲ αὐτὸν, φησὶ, τουτέστι, τὰ ἐµὰ σπλάγχνα, προσλαβοῦ.∆ είκνυσιν αὐτοῦ τὴν ἀγάπην τὴν πολλήν. Οὐκ εἶπεν, Ἀπόδεξαι, οὐκ εἶπε, Μὴ ὀργισθῇς, ἀλλὰ, Προσλαβοῦ· τουτέστιν, οὐχὶ συγγνώµης µόνον, ἀλλὰ καὶ τιµῆς ἐστιν ἄξιος.∆ ιὰ τί; Τέκνον Παύλου γέγονεν. Ὃν ἐγὼ ἐβουλόµην ὑπὲρ σοῦ κατέχειν, ἵνα διακονῇ µοι ἐν τοῖς δεσµοῖς τοῦ Εὐαγγελίου. Ὁρᾷς, πόσα πρότερον κατασκευάσας, τότε αὐτὸν ἤγαγεν εἰς τὴν τοῦ δεσπότου τιµήν; Καὶ ὅρα καὶ τοῦτο µεθ' ὅσης σοφίας· ὅρα κἀκεῖνον πόσου ὑπεύθυνον ποιεῖ, καὶ τοῦτον πῶς τιµᾷ. Εὗρες, φησὶν, ὅπως ἀποδῷς τὴν πρὸς ἐµὲ λειτουργίαν δι' αὐτοῦ. Ἐνταῦθα δείκνυσιν, ὅτι τὸ αὑτοῦ µᾶλλον ἐσκόπησεν, ἢ τὸ τοῦ παιδὸς, ὅτι σφόδρα αὐτὸν αἰδεῖται. Χωρὶς δὲ τῆς σῆς γνώµης, φησὶν, οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα µὴ ὡς κατ' ἀνάγκην τὸ ἀγαθὸν ᾖ σου, ἀλλὰ κατὰ ἑκούσιον. Τοῦτο µάλιστα χαυνοῖ τὸν ἀξιούµενον, ὅταν καὶ, πράγµατος ὄντος χρησίµου, µετὰ τῆς ἐκείνου γνώµης τίκτηται.∆ ύο γὰρ ἀγαθὰ ἐντεῦθεν γίνεται, κἀκεῖνος κερδαίνει, καὶ οὗτος ἀσφαλέστερος καθίσταται. Καὶ οὐκ εἶπεν, Ἵνα µὴ κατὰ ἀνάγκην, ἀλλ', Ὡς κατὰ ἀνάγκην. Ἤδειν µὲν γὰρ, φησὶν, ὅτι καὶ µὴ µαθὼν, ἀλλὰ ἀθρόον γνοὺς, οὐκ ἂν ἠγανάκτησας, ἀλλ' ὅµως ἐκ πλείονος περιουσίας, ἵνα µὴ ὡς κατὰ ἀνάγκην. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, µηκέτι ὡς δοῦλον. Καλῶς τὸ, Τάχα, ἵνα εἴξῃ ὁ δεσπότης. Ἐπειδὴ γὰρ ἀπὸ αὐθαδείας γέγονεν ἡ φυγὴ καὶ διεστραµµένης διανοίας, καὶ οὐκ ἀπὸ προαιρέσεως, λέγει, Τάχα. Καὶ οὐκ εἶπε,∆ ιὰ τοῦτο ἔφυγεν, ἀλλὰ,∆ ιὰ τοῦτο ἐχωρίσθη, εὐφηµοτέρῳ ὀνόµατι µᾶλλον πραΰνων. Καὶ οὐκ εἶπεν, Ἐχώρισεν ἑαυτὸν, ἀλλ', Ἐχωρίσθη· οὐ γὰρ αὐτοῦ τὸ κατασκεύασµα τὸ ἐπὶ τούτῳ ἀναχωρῆσαι, οὐδὲ ἐπ' ἐκείνῳ. Ὅπερ καὶ Ἰωσὴφ ἀπολογούµενος ὑπὲρ τῶν ἀδελφῶν φησὶν, ὅτι Ὁ Θεὸς ἀπέστειλέ µε ἐνταῦθα· τουτέστι, τῇ κακουργίᾳ αὐτῶν εἰς δέον ἐχρήσατο.∆ ιὰ τοῦτο ἐχωρίσθη, φησὶ, πρὸς ὥραν. Καὶ τὸν χρόνον συστέλλει, καὶ τὸ ἁµάρτηµα ὁµολογεῖ, καὶ τρέπει τὸ πᾶν εἰς οἰκονοµίαν. Ἵνα αἰώνιον αὐτὸν, φησὶν, ἀπέχῃς, οὐκ ἐν τῷ παρόντι µόνον καιρῷ, ἀλλὰ καὶ ἐν τῷ µέλλοντι, ἵνα διαπαντὸς ἔχῃς αὐτὸν, οὐκέτι δοῦλον, ἀλλὰτιµιώτερον δούλου· δοῦλον γὰρ µένοντα εὐνοϊκώτερον ἕξεις ἀδελφοῦ. Ὥστε καὶ τῷ χρόνῳ κεκέρδακας καὶ τῇ ποιότητι· λοιπὸν γὰρ οὐκ ἀποπηδήσει. Ἵνα αἰώνιον αὐτὸν, φησὶν, ἀπέχῃς, ἀντὶ τοῦ, Ἀπολάβῃς. Οὐκέτι ὡς δοῦλον, ἀλλ' ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητὸν, µάλιστα ἐµοί.∆ οῦλον ἀπόλεσας πρὸς ὀλίγον, καὶ ἀδελφὸν εὑρήσεις εἰς τὸ διηνεκὲς, ἀδελφὸν οὐ σὸν µόνον, ἀλλὰ καὶ ἐµόν. Ἐνταῦθα καὶ ἡ ἀρετὴ πολλή. Εἰ δὲ ἐµὸς ἀδελφὸς, οὐκ ἐπαισχυνθήσῃ καὶ σύ.∆ ιὰ µὲν οὖν τοῦ τέκνου τὴν στοργὴν ἔδειξε, διὰ δὲ τοῦ ἀδελφοῦ τὴν εὔνοιαν τὴν πολλὴν καὶ τὴν ἰσοτιµίαν.
2.3
Ταῦτα οὐχ ἁπλῶς ἀναγέγραπται, ἀλλ' ἵνα µὴ ἀπογινώσκωµεν τῶν οἰκετῶν οἱ δεσπόται, µηδὲ σφόδρα αὐτοῖς ἐπιτιθώµεθα, ἀλλὰ µάθωµεν συγχωρεῖντὰ ἁµαρτήµατα τοῖς οἰκέταις τοῖς τοιούτοις, ἵνα µὴ ἀεὶ τραχεῖς ὦµεν, ἵνα µὴ ἀπὸ τῆς δουλείας ἐπαισχυνώµεθα καὶ κοινωνοὺς αὐτοὺς ἐν πᾶσι λαµβάνειν, ὅτανὦσιν ἀγαθοί. Εἰ γὰρ Παῦλος οὐκ ἐπῃσχύνθη καὶ τέκνον καλέσαι, καὶ σπλάγχνον, καὶ ἀδελφὸν, καὶ ἀγαπητὸν, πῶς ἂν ἡµεῖς ἐπαισχυνθῶµεν; Καὶ τί λέγω, Παῦλος; ὁ Παύλου∆ εσπότης οὐκ ἐπαισχύνεται τοὺς ἡµετέρους δούλους ἀδελφοὺς αὑτοῦ καλεῖν, καὶ ἡµεῖς ἐπαισχυνούµεθα; Ὅρα, πῶς ἡµᾶς τιµᾷ· ἀδελφοὺς ἑαυτοῦ καλεῖ τοὺς ἡµετέρους δούλους, καὶ φίλους, καὶ συγκληρονόµους. Ἰδοὺ ποῦ κατέβη. Τί οὖν ποιήσαντες ἡµεῖς, τὸ πᾶν ἠνυκότες ἐσόµεθα; Οὐδὲν ὅλως δυνησόµεθα, ἀλλ' ὅπου δ' ἂν ταπεινοφροσύνης ἔλθωµεν, τὸ πλέον αὐτῆς ὑπολέλειπται. Σκόπει γάρ· Ὅπερ ἂν ποιήσῃς σὺ, περὶ τὸν ὁµόδουλον ποιεῖς, ὁ δὲ σὸς δεσπότης περὶ τοὺς σοὺς δούλους πεποίηκεν. Ἄκουσον, καὶ φρίξον· Μηδέποτε ἐπαρθῇς ἐπὶ ταπεινοφροσύνῃ. Τάχα γελᾶτε τὸ λεχθὲν, εἰ ταπεινοφροσύνη ἐπαίρει· ἀλλὰ µὴ θαυµάσητε· ἐπαίρει, ὅταν µὴ γνησία ᾖ. Πῶς καὶ τίνι τρόπῳ; Ὅταν διὰ τὸ ἀποδέξασθαι ἀνθρώπους γένηται, καὶ οὐχὶ Θεὸν, ὅταν πρὸς τὸ ἐπαινεῖσθαι καὶ µεγαλοφρονεῖν· καὶ γὰρ τοῦτο διαβολικόν. Ὥσπερ γὰρ πολλοὶ διὰ τὸ µὴ κενοδοξεῖν κενοδοξοῦσιν· οὕτω καὶ διὰ τὸ ταπεινοῦ σθαι ἐπαίρονται διὰ τὸ µέγα φρονεῖν. Οἷον, ἦλθέ τις ἀδελφὸς ἢ καὶ οἰκέτης, προσελάβου αὐτὸν, τοὺς πόδας ἔνιψας, εὐθέως µέγα ἐφρόνησας· Ἐποίησα, λέγεις, ὃ οὐδεὶς ἐποίησε, κατώρθωσα τὴν ταπεινοφροσύνην. Πῶς οὖν ἄν τις ἐν τῇ ταπεινοφροσύνῃ µένοι; Εἰ µνηµονεύει τῆς παραγγελίας τοῦ Χριστοῦ τῆς λεγούσης· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσµεν· καὶ πάλιν τοῦ∆ ιδασκάλου τῆς οἰκουµένης λέγοντος· Ἐγὼ ἐµαυτὸν οὐ λογίζοµαι κατειληφέναι. Ὁ πείσας ἑαυτὸν, ὅτι οὐδὲν µέγα κατώρθωσεν, ὅσα ἂν ποιήσῃ, οὗτος µόνος ταπεινοφρονεῖν δύναται, ὁ µὴ πρὸς τὸ τέλος ἥκειν νοµίζων. Πολλοὶ ἀπὸ ταπεινοφροσύνης ἐπήρθησαν. Ἀλλὰ µὴ ἡµεῖς τοῦτο πάθωµεν. Ἐποίησάς τι ταπεινόν; µὴ φρονήσῃς µέγα, ἐπεὶ τὸ πᾶν ἀπώλεσας. Τοιοῦτος ἦν ὁ Φαρισαῖος· ἐπήρθη, ἐπειδὴ ἐδίδου τοῖς πένησι τὰς δεκάτας, καὶ τὸ πᾶν ἀπώλεσεν. Ἀλλ' οὐχ ὁ τελώνης οὕτως. Ἄκουε Παύλου πάλιν λέγοντος· Οὐδὲν ἐµαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωµαι. Ὁρᾷς, ὅτι οὐκ ἐπῆρεν αὐτὸν, ἀλλὰ παντοίως συνέστελλε καὶ ἐταπείνου, καὶ ταῦτα εἰς τὴν ἄκραν κορυφὴν ἀνεληλυθώς; Καὶ οἱ τρεῖς παῖδες ἐν πυρὶ ἦσαν, καὶ ἐν µέσῃ τῇ καµίνῳ, καὶ τί ἔλεγον; Ἡµάρτοµεν, ἠνοµήσαµεν µετὰ τῶν πατέρων ἡµῶν. Τοῦτό ἐστι καρδίαν συντετριµµένην ἔχειν.∆ ιὰ τοῦτο ἠδύναντο λέγειν· Ἀλλ' ἐν καρδίᾳ συντετριµµένῃ, καὶ πνεύµατι ταπεινώσεως προσδεχθείηµεν. Οὕτω καὶ µετὰ τὸ ἐµπεσεῖν εἰς τὴν κάµινον, σφόδρα ἦσαν τεταπεινωµένοι, καὶ µᾶλλον ἢ πρὸ τοῦ ἐµπεσεῖν. Ἐπειδὴ γὰρ εἶδον τὸ θαῦµα τὸ γενόµενον, ἀναξίους νοµίσαντες ἑαυτοὺς τῆς σωτηρίας, εἰς ταπεινοφροσύνην κατηνέχθησαν. Ὅταν γὰρ πεισθῶµεν, ὅτι παρ' ἀξίαν µεγάλα εὐηργετήµεθα, τότε µάλιστα ἀνιώµεθα. Καίτοι τί παρ' ἀξίαν εὐηργετήθησαν ἐκεῖνοι; Ἐξέδωκαν ἑαυτοὺς εἰς κάµινον, ἐξῃχµαλωτίσθησαν, ἑτέρων ἁµαρτόντων( ἔτι γὰρ νέοι ἦσαν) καὶ οὐκ ἐγόγγυσαν, οὐδὲ ὠργίσθησαν, οὐδὲ εἶπον· Ναὶ, τί γὰρ ἡµῖν ἀγαθὸν, ὅτι δουλεύοµεν τῷ Θεῷ; τί ὠφελήσαµεν προσκυνοῦντες αὐτόν; Οὗτος ἀσεβής ἐστι, καὶ γέγονεν ἡµῶν δεσπότης· µετὰ τῶν εἰδωλολατρῶν ὑπὸ τοῦ εἰδωλολάτρου κολαζόµεθα, εἰς αἰχµαλωσίαν ἤχθηµεν, πατρίδος ἐξεπέσοµεν, ἐλευθερίας, τῶν πατρῴωνἁπάντων, αἰχµάλωτοι καὶ δοῦλοι γεγόναµεν, βασιλεῖ βαρβάρῳ δουλεύοµεν. Οὐδὲν τούτων εἶπον· ἀλλὰ τί; Ἡµάρτοµεν, ἠνοµήσαµεν· καὶ οὐδὲ ὑπὲρ ἑαυτῶν, ἀλλ' ὑπὲρ τῶν ἄλλων ποιοῦνται τὴν δέησιν· Ὅτι βασιλεῖ, φασὶν, ἐχθίστῳ καὶ πονηροτάτῳ παρέδωκας ἡµᾶς. Πάλιν ὁ∆ ανιὴλ δεύτερον εἰς λάκκον ἐµβεβληµένος, ἔλεγεν· Ἐµνήσθη µου γὰρ ὁ Θεός.∆ ιὰ τί οὐκ ἂν ἐµνήσθη, ὦ∆ ανιὴλ, ὅτε αὐτὸν ἐδόξασας ἐπὶ τοῦ βασιλέως, λέγων· Καὶ ἐγὼ οὐκ ἐν τῇ σοφίᾳ τῇ οὔσῃ ἐν ἐµοί· ἀλλ' ὅτε ἐνεβλήθης εἰς λάκκον λεόντων διὰ τὸ µὴ ὑπακοῦσαι τῷ πονηροτάτῳ δόγµατι ἐκείνῳ, διὰ τί οὐκ ἂν ἐµνήσθη;∆ ι' αὐτὸ δὴ τοῦτο. Οὐχὶ δι' αὐτὸν ἐµβέβλησαι νῦν; Ναὶ, φησὶν, ἀλλὰ πολλῶν ὀφειλέτης εἰµί. Εἰ δὲ ἐκεῖνος τοιαῦτα µετὰ τοσαύτην ἀρετὴν, τί ἂν εἴποιµεν λοιπὸν ἡµεῖς; Ἀλλ' ὁ∆ αβὶδ ἄκουε τί φησι· Καὶ ἐὰν εἴπῃ µοι· Οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ, ποιείτω µοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ· καίτοι µυρία ἔχων εἰπεῖν ἑαυτοῦ κατορθώµατα. Καὶ ὁ Ἠλεὶ δέ φησι· Κύριος αὐτὸς, τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει.
2.4
Τοῦτο δούλων εὐγνωµόνων, µὴ µόνον ἐν ταῖς εὐεργεσίαις, ἀλλὰ καὶ ἐν ταῖς κολάσεσι, καὶ ἐν ταῖς τιµωρίαις τὸ πᾶν αὐτῷ παραχωρεῖν. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ ἡµεῖς µὲν δεσπότας ἐῶµεν τύπτοντας τοὺς οἰκέτας, εἰδότες ὅτι φείδονται αὐτῶν, ἅτε αὐτῶν ὄντων ἐκείνων, ὁδὲ Θεὸς κολάζων οὐ φείσεται; Τοῦτο καὶ ὁ Παῦλος ᾐνίξατο εἰπών· Ἐάν τε ζῶµεν, ἐάν τε ἀποθνήσκωµεν, τοῦ Κυρίου ἐσµέν. Οὐ βούλεται αὐτῷ, φησὶ, τὸν πλοῦτον ἐλαττωθῆναι, οἶδε πῶς κολάζει, οἰκείους κολάζει παῖδας. Οὐδεὶς ἡµῶν µᾶλλον αὐτοῦ φείδεται τοῦ ἐκ τοῦ µὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντος ἡµᾶς, τοῦ τὸν ἥλιον ἀνατέλλοντος, τοῦβρέχοντος, τοῦ ψυχὴν ἐµπνέοντος, τοῦ τὸν Υἱὸν αὐτοῦ δεδωκότος ὑπὲρ ἡµῶν. Ἀλλ' ὅπερ ἔφην, καὶ δι' ὃ πάντα µοι ταῦτα εἴρηται, ταπεινοφρονῶµεν, ὡς χρὴ, µετριάζωµεν, ὡς χρή· µὴ ἀφορµὴ ἡµῖν τοῦτο γενέσθω ἐπάρσεως. Ταπεινὸς εἶ, καὶ πάντων ἀνθρώπων ταπεινότερος; µὴ διὰ τοῦτο µέγα φρόνει, µηδὲ ἑτέροις ὀνείδιζε, µὴ ἀπολέσῃς τὸ καύχηµα.∆ ιὰ τοῦτο ταπεινοφρονεῖς, ἵνα ἀπονοίας ἀπαλλαγῇς. Ἂν τοίνυν δι' αὐτῆς εἰς ἀπόνοιαν πέσῃς, κρεῖττον µὴ ταπεινοφρονεῖν. Ἄκουε γὰρ Παύλου λέγοντος·∆ ιὰ τοῦ ἀγαθοῦ µοι κατεργάζεται θάνατον, ἵνα γένηται καθ' ὑπερβολὴν ἁµαρτωλὸς ἡ ἁµαρτία διὰ τῆς ἐντολῆς. Ὅταν εἰς ἔννοιαν ἔλθῃς θαυµάσαι ἑαυτὸν ἐπὶ ταπεινοφροσύνῃ, νόησον τὸν∆ εσπότην σου, ποῦ κατῆλθε, καὶ οὐκέτι θαυµάσεις σαυτὸν οὐδὲ ἐπαινέσεις, ἀλλὰ καὶ καταγελάσεις σαυτοῦ ὡς οὐδὲν πεποιηκότος. Πάντως ἑαυτὸν ὀφειλέτην εἶναι νόµιζε. Ἅπερ ἂν ποιήσῃς, ἐκείνην ἀναµιµνήσκου τὴν παραβολὴν, Τίς ἐξ ὑµῶν, φησὶν, ὃς ἔχει δοῦλον, µὴ εἰσελθόντι αὐτῷ, Ἀνάπεσον, λέγει; Οὐχὶ λέγω ὑµῖν, ἀλλὰ, Στῆθι, καὶ διακόνει µοι. Μὴ χάριν ἴσµεν τοῖς οἰκέταις ἡµῶν διακονουµένοις ἡµῖν; Οὐδαµῶς. Ἀλλ' ὁ Θεὸς ἡµῖν οἶδε χάριν οὐκ αὐτῷ διακονουµένοις, ἀλλὰ τὸ ἡµῖν συµφέρον ποιοῦσι. Πλὴν ἀλλὰ µὴ οὕτω διακεώµεθα, ὡς χάριν εἰδότος αὐτοῦ, ἵνα µᾶλλον εἰδῇ, ἀλλ' ὡς ὀφειλὴν ἐκπληροῦντες· καὶ γὰρ ὄντως ὀφειλὴ τὸ πρᾶγµα, καὶ ὀφειλῆς ἐστι πάντα, ἅπερ ἂν πράττωµεν. Εἰ γὰρ ἀργυρίου παῖδας ὠνούµενοι, πάντα ἡµῖν αὐτοὺς ζῇν βουλόµεθα, καὶ ὅσα ἂν ἔχωσιν ἡµῖν ἔχειν, πόσῳ µᾶλλον ὁ ἐκ τοῦ µὴ ὄντος εἰς τὸεἶναι παραγαγὼν, ὁ µετὰ ταῦτα τιµίῳ αἵµατι ἡµᾶς πριάµενος; Τιµὴν κατέβαλεν ὑπὲρ ἡµῶν, ὅσην οὐδεὶς οὐδὲ ὑπὲρ τέκνου καταβαλεῖν ἂν ἀνάσχοιτο, τὸ αἷµα ἐξέχεε τὸ ἑαυτοῦ. Ἂν οὖν µυρίας ἔχοντες ψυχὰς, ταύτας πάσας κατα θώµεθα, ἆρα τὴν ἴσην ἀποδώσοµεν; Οὐδαµῶς.∆ ιὰ τί; Ὅτι αὐτὸς οὐκ ὀφείλων ἡµῖν τοῦτο πεποίηκεν, ἀλλὰ τὸ πᾶν χάριτος γέγονεν, ἡµεῖς δὲ λοιπὸν ὀφείλοµεν. Καὶ αὐτὸς Θεὸς ὢν, δοῦλος γέγονε, καὶ οὐκ ὢν ὑπὸ θάνατον, ὑπὸ τὸν θάνατον γέγονεν ἐν σαρκί· ἡµεῖς δὲ, κἂν µὴ ὑπὲρ αὐτοῦ καταθώµεθα τὰς ψυχὰς, τῷ νόµῳ τῆς φύσεως πάντως καταθησόµεθα, καὶ ἄκοντες µικρὸν ὕστερον αὐτῆς ἀποστησόµεθα. Οὕτω καὶ ἐπὶ τῶν χρηµάτων, κἂν µὴ δι' αὐτὸν αὐτὰ δῶµεν, διὰ τὴν τῆς τελευτῆς ἀνάγκην ἀποδωσόµεθα. Οὕτω καὶ ἐπὶ τῆς ταπεινοφροσύνης, κἂν µὴ δι' αὐτὸν ταπεινοφρονήσωµεν, διὰ τὰς θλίψεις, διὰ τὰς συµφορὰς, διὰ τὰς δυναστείας ταπεινωθησόµεθα. Ὁρᾷς οὖν, ὅση ἡ χάρις; Οὐκ εἶπε· Τί γὰρ µέγα ποιοῦσιν οἱ µάρτυρες; κἂν µὴ δι' ἐµὲ ἀποθάνωσι, τεθνήξονται πάντως· ἀλλὰ πολλὴν αὐτοῖς οἶδε χάριν, ὅτι ἑκόντες ἀποτίθενται ὅπερ ὕστερον ἀπὸ τῆς φύσεως ἄκοντες ἔµελλον. Οὐκ εἶπε· Τί γὰρ µέγα ποιοῦσιν οἱ τὰ χρήµατα κενοῦντες; πάντως αὐτὰ ἀποθήσονται καὶ ἄκοντες, ἀλλὰ πολλὴν καὶ τούτοις οἶδε χάριν, καὶ οὐκ αἰσχύνεται ἐπὶ πάντων ὁµολογῶν, ὅτι ἐτράφη παρὰ τῶν δούλωνὁ δεσπότης. Καὶ γὰρ καὶ τοῦτο δόξα δεσπότου, τὸ οἰκέτας ἔχειν εὐγνώµονας· καὶ τοῦτο δόξα δεσπότου, τὸ οὕτω φιλεῖν αὐτὸν τοὺς δούλους· καὶ τοῦτο δόξα δεσπότου, τὸ οἰκειοῦσθαι τὰ ἐκείνων· καὶ τοῦτο δόξα δεσπότου, τὸ µὴ ἐπαισχύνεσθαι ἐπὶ πάντων ὁµολογεῖν. Αἰδεσθῶµεν τοίνυν τὴν τοσαύτην ἀγάπην τοῦ Χριστοῦ, διαθερµανθῶµεν τῷ φίλτρῳ. Κἂν ταπεινὸς ᾖ τις, κἂν εὐτελὴς, ἀκούωµεν δὲ ὅτι φιλεῖ ἡµᾶς, µάλιστα πάντων διαθερµαινόµεθα πρὸς αὐτὸν, καὶ εἰς τιµὴν αὐτὸν ἄγοµεν σφοδράν· καὶ ἡµεῖς φιλοῦµεν, ὁ δὲ∆ εσπότης ἡµῶν ἡµᾶς φιλεῖ τοσοῦτον, καὶ οὐ διανιστάµεθα; Μὴ, παρακαλῶ, µὴ οὕτω ῥᾴθυµοι γινώµεθα περὶ τὴν σωτηρίαν τῶν ἡµετέρων ψυχῶν, ἀλλὰ καὶ ἀγαπῶµεν κατὰ δύναµιν τὴν ἡµετέραν, καὶ πάντακενώσωµεν εἰς τὴν ἀγάπην αὐτοῦ, καὶ ψυχὴν, καὶ χρήµατα, καὶ δόξαν, καὶ πᾶν ὁτιοῦν, µετὰ χαρᾶς, µετὰ εὐφροσύνης, µετὰ προθυµίας, µὴ ὡς ἐκείνῳ τιπαρέχοντες, ἀλλ' ὡς ἡµῖν αὐτοῖς. Τοιοῦτος γὰρ τῶν φιλούντων ὁ νόµος. Εὖ πάσχειν ἡγοῦνται, ὅταν κακῶς πάσχωσι διὰ τοὺς φιλουµένους. Οὕτω τοίνυν καὶ ἡµεῖς διακεώµεθα περὶ τὸν∆ εσπότην τὸν ἡµέτερον, ἵνα καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.