Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Philippians
John ChrysostomHom. Phil. 0 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
0.1
Οἱ Φιλιππήσιοι ἀπὸ πόλεώς εἰσι τῆς Μακεδονίας Φιλίππων, οὕτω καλουµένης ἀπὸ τοῦ οἰκιστοῦ πόλεως κολωνίας, καθὼς ὁ Λουκᾶς φησιν· Ἐνταῦθα ἡ πορφυρόπωλις ἐπέστρεψεν, εὐλαβὴς γυνὴ σφόδρα, καὶ προσεκτική· ἐνταῦθα ὁ ἀρχισυνάγωγος ἐπίστευσεν· ἐνταῦθα ἐµαστίχθη ὁ Παῦλος µετὰ τοῦ Σίλα· ἐνταῦθα οἱ στρατηγοὶ ἠξίωσαν αὐτοὺς ἐξελθεῖν, καὶ ἐφοβήθησαν αὐτούς· καὶ λαµπρὰν ἔσχε τὸ κήρυγµα τὴν ἀρχήν. Μαρτυρεῖ δὲ αὐτοῖς καὶ αὐτὸς πολλὰ καὶ µεγάλα, στέφανον αὐτοῦ καλῶν αὐτοὺς, καὶ πολλὰ πεπονθέναι λέγων· Ὑµῖν γὰρ ἐχαρίσθη, φησὶν, ἀπὸ Θεοῦ οὐ µόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ὅτε δὲ ἔγραφε πρὸςαὐτοὺς, συνέβη αὐτὸν δεδέσθαι.∆ ιὰ τοῦτό φησιν, Ὥστε τοὺς δεσµούς µου φανεροὺς, ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ· πραιτώριον τὰ βασίλεια τοῦ Νέρωνος καλῶν. Ἀλλ' ἐδέθη καὶ ἀφείθη, καὶ τοῦτο πρὸς Τιµόθεον ἐδήλωσε, λέγων· Ἐν τῇ πρώτῃ µου ἀπολογίᾳ οὐδείς µοι συµπαρεγένετο, ἀλλὰ πάντες µε ἐγκατέλιπον· µὴ αὐτοῖς λογισθείη· ἀλλ' ὁ Κύριός µοι παρέστη, καὶ ἐνεδυνάµωσέ µε. Τὰ οὖν δεσµὰ, ἐν οἷς ἦν πρὸ τῆς ἀπολογίας ἐκείνης δείκνυσιν ὄντα. Ὅτι γὰρ οὐ παρῆν Τιµόθεος τότε, δῆλον· Ἐν γὰρ τῇ πρώτῃ µου, φησὶν, ἀπολογίᾳ οὐδείς µοι συµπαρεγένετο. Καὶ τοῦτο, οὕτω γράφων, ἐδήλου. Οὐκ ἂν οὖν, εἰ ᾔδει τοῦτο, ἔγραψεν αὐτῷ. Ὅτε δὲ τὴν Ἐπιστολὴν ἔγραφε ταύτην µετ' αὐ τοῦ Τιµόθεος ἦν· καὶ δηλοῖ ἐξ ὧν φησιν· Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιµόθεον ταχέως πέµψαι ὑµῖν· καὶ πάλιν, Τοῦτον µὲν ἐλπίζω εὐθέως πέµψαι ὑµῖν, ὅταν ἀπίδω τὰ περὶ ἐµὲ, ἐξ αὐτῆς. Ἀφείθη γὰρ ἀπὸ τῶν δεσµῶν, καὶ πάλιν ἐδέθη µετὰ τὸ πρὸς αὐτοὺς ἐλθεῖν. Ὃ δὲ λέγει, Ὅτι καὶ σπένδοµαι ἐπὶ τῇ θυσίᾳ, καὶ λειτουργίᾳ τῆς πίστεως ὑµῶν· οὐχ ὡς ἤδη τούτου γενοµένου· ἀλλ', ὅτι Καὶ ὅταν τοῦτο συµβῇ, χαίρω, φησὶ, διανιστῶν αὐτοὺς ἀπὸ τῆς ἀθυµίας τῆς ἐπὶ τοῖς δεσµοῖς· ὅτι γὰρ οὐκ ἔµελλε τότε ἀποθανεῖσθαι, δῆλον ἐξ ὧν φησιν, ὅτι Ἐλπίζω δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσοµαι πρὸς ὑµᾶς· καὶ πάλιν, Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι µένω, καὶ συµπαραµενῶ πᾶσιν ὑµῖν. Ἦσαν δὲ πέµψαντες πρὸς αὐτὸν οἱ Φιλιππήσιοι τὸν Ἐπαφρόδιτον, χρήµατα ἀποίσοντα αὐτῷ, καὶ εἰσόµενον τὰ κατ' αὐτόν· διέκειντο γὰρ σφόδρα περὶ αὐτὸν ἀγαπητικῶς. Ὅτι γὰρ ἔπεµψαν, ἄκουε αὐτοῦ λέγοντος· Ἀπέχω πάντα, καὶ περισσεύω, πεπλήρωµαι, δεξάµενος παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑµῶν. Ἐν ταυτῷ γοῦν ἔπεµψαν καὶ παρακαλέσοντες, καὶ εἰσόµενοι. Ὅτι γὰρ καὶ ἔπεµψαν εἰσόµενοι τὰ κατ' αὐτὸν, δηλοῖ εὐθέως ἐν τῇ ἀρχῇ τῆς Ἐπιστολῆς κατ' αὐτὸν γράφων, καὶ λέγων· Γινώσκειν δὲ ὑµᾶς βούλοµαι, ὅτι τὰ κατ' ἐµὲ µᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθε· καὶ πάλιν, Ἐλπίζω Τιµόθεον ταχέως πέµψαι ὑµῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑµῶν. Τὸ, Ἵνα κἀγὼ, δηλοῦντός ἐστιν, ὅτι Ὥσπερ ὑµεῖς ὑπὲρ πολλῆς πληροφορίας ἐπέµψατε εἰσόµενοι τὰ κατ' ἐµὲ, οὕτω καὶ ἐγὼ, Ἵνα εὐψυχῶ γνοὺς τὰ περὶ ὑµῶν. Ἐπεὶ οὖν καὶ πολὺν χρόνον ἦσαν µὴ πέµψαντες, ἀλλὰ τότε( τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν· Ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐµοῦ φρονεῖν)· καὶ τότε ἤκουον αὐτὸν ἐν δεσµοῖς εἶναι( εἰ γὰρ περὶ Ἐπαφροδίτου ἤκουσαν, ὅτι ἠσθένησεν, οὐκ ὄντος σφόδρα ἐπισήµου, ὡς Παῦλος, πολλῷ µᾶλλονπερὶ Παύλου)· καὶ εἰκὸς ἦν αὐτοὺς θορυβεῖσθαι· διὰ τοῦτο ἐν τοῖς προοιµίοις τῆς Ἐπιστολῆς πολλὴν προσάγει παράκλησιν ὑπὲρ τῶν δεσµῶν, δεικνὺς ὅτι οὐ µόνον οὐ χρὴ θορυβεῖσθαι, ἀλλὰ καὶ χαίρειν. Εἶτα καὶ περὶ ὁµονοίας συµβουλεύει καὶ ταπεινοφροσύνης, ταύτην εἶναι ἀσφάλειαν αὐτοῖς διδάσκων µεγίστην, καὶ οὕτω τῶν ἐχθρῶν αὐτοὺςεὐκόλως δύνασθαι περιγενέσθαι. Οὐ γὰρ τὸ δεσµεῖσθαι λυπηρὸν τοῖς διδασκάλοις ὑµῶν, ἀλλὰ τὸ µὴ ὁµονοεῖν τοὺς µαθητάς. Τοῦτο µὲν γὰρ καὶ ἐπίδοσιν τῷ Εὐαγγελίῳ δίδωσιν, ἐκεῖνο δὲ διασπᾷ.
0.2
Παραινέσας τοίνυν αὐτοῖς ὁµονοεῖν, καὶ δείξας ὅτι ἀπὸ ταπεινοφροσύνης ἡ ὁµόνοια γίνεται, καὶ διατεινάµενος πρὸς τοὺς πανταχοῦ τῷδόγµατι λυµαινοµένους Ἰουδαίους προσχήµατι Χριστιανισµοῦ, κύνας τε αὐτοὺς καλέσας καὶ κακοὺς ἐργάτας, καὶ παραινέσας ἐπέχεσθαι αὐτῶν, καὶ πείσας τίσιδεῖ προσέχειν, καὶ περὶ ἠθικῶν πολλὰ διαλεχθεὶς, καὶ ῥυθµίσας αὐτοὺς, καὶ ἀνακτησάµενος διὰ τοῦ εἰπεῖν, Ὁ Κύριος ἐγγὺς, µέµνηται µετὰ τῆςπροσηκούσης αὐτῷ συνέσεως καὶ τῶν πεµφθέντων, καὶ οὕτω πολλὴν τὴν παράκλησιν προσάγει. Φαίνεται δὲ µετὰ πολλῆς αὐτοῖς µάλιστα γράφων τιµῆς, καὶ οὐδὲν προτίθησιν ἐπιπληκτικὸν οὐδαµοῦ, ὅπερ ἦν τεκµήριον τῆς ἀρετῆς αὐτῶν, τὸµηδεµίαν δοῦναι τῷ διδασκάλῳ λαβὴν, µηδὲ ἐν τάξει ἐπιτιµήσεως, ἀλλ' ἐν τάξει παραινέσεως πάντα πρὸς αὐτοὺς ἐπεσταλκέναι. Ὅπερ δὲ ἔφην καὶ ἐξ ἀρχῆς, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι ἡ πόλις αὕτη πολλὴν ἐπεδείξατο εἰς τὴν πίστιν ἐπιτηδειότητα, εἴ γε ὁ δεσµοφύλαξ( ἴστε δὲ, ὅτι πάσηςτὸ πρᾶγµα κακίας µεστὸν) εὐθέως ὑπὸ ἑνὸς σηµείου καὶ προσέδραµε, καὶ ἐβαπτίσθη µετὰ τοῦ οἴκου αὐτοῦ παντός. Τὸ µὲν γὰρ γεγονὸς σηµεῖον εἶδε µόνος αὐτός· τὸ δὲ κέρδος οὐ µόνος ἐκαρπώσατο, ἀλλὰ καὶ µετὰ τῆς γυναικὸς καὶ τοῦ οἴκου παντός. Ἀλλὰ καὶ αὐτοὶ οἱ στρατηγοὶ οἱ µαστίξαντες αὐτὸν εὑρίσκονται ἀπὸ συναρπαγῆς µᾶλλον, καὶ οὐ πονηρίαν τοῦτο πεποιηκότες, τῷ τε εὐθέως πέµψαικαὶ ἀφεῖναι αὐτὸν, καὶ τῷ φοβηθῆναι ὕστερον. Μαρτυρεῖ δὲ αὐτοῖς οὐκ ἐν πίστει µόνον, οὐδὲ ἐν κινδύνοις, ἀλλὰ καὶ ἐν εὐποιίᾳ, δι' ὧν φησιν. ὅτι Καὶ ἐν ἀρχῇ τοῦ εὐαγγελίου καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν µου ἐπέµψατε, οὐδενὸς ἑτέρου τοῦτο πεποιηκότος. Οὐδεµία γάρ µοι, φησὶν, Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως· τὴν ἔλλειψιν δὲ ἀκαιρίας εἶναι µᾶλλον, ἢ προαιρέσεως δείκνυσι λέγων· Οὐχ ὅτι οὐκ ἐφρονεῖτε, φησὶν, ὑπὲρ ἐµοῦ, ἠκαιρεῖσθε δέ. Τοῦτο δὲ πολὺ πρὸς αὐτοὺς φίλτρον ἔχειν ἐµφαίνει. Ὅτι γὰρ ἐφίλει σφόδρα αὐτοὺς, δῆλον· Οὐδένα γὰρ ἔχω, φησὶν, ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑµῶν µεριµνήσει· καὶ πάλιν,∆ ιὰ τὸ ἔχειν µε ἐν τῇ καρδίᾳ ὑµᾶς, ἔν τε τοῖς δεσµοῖς µου.
0.3
Ταῦτα οὖν εἰδότες καὶ ἡµεῖς, καὶ τοσούτους ἔχοντες τύπους ἀγάπης, ἑαυτοὺς παρέχωµεν ἀξίους τῶν τοιούτων ὑποδειγµάτων, περὶ τὸ πάσχειν ὑπὲρΧριστοῦ ἕτοιµοι γινόµενοι. Ἀλλὰ νῦν οὐκ ἔστιν ὁ διωγµός. Οὐκοῦν κἂν µηδὲν ἕτερον, µιµώµεθα αὐτῶν τὴν εὐποιίαν τὴν µετὰ σφοδρότητος, µηδὲ, ἐὰν ἅπαξ δῶµεν καὶ δεύτερον, τὸ πᾶν ἡγώµεθα πεπληρωκέναι· διὰ παντὸς γὰρ τοῦ βίου τοῦτο χρὴ ποιεῖν· οὐ γὰρ ἅπαξ εὐαρεστεῖν δεῖ, ἀλλὰ διηνεκῶς. Καὶ γὰρ ὁ τρέχων, ἐὰν δέκα διαύλους δραµὼν, τὸν ὕστερον ἀφῇ, τὸ πᾶν ἀπώλεσε· καὶ ἡµεῖς, ἐὰν ἀρξάµενοι τῶν ἀγαθῶν ἔργων, ὕστερον ἐκλυθῶµεν, τὸ πᾶν ἀπωλέσαµεν, τὸ πᾶν διεφθείραµεν. Ἄκουε τῆς ἐπωφελοῦς παραινέσεως λεγούσης· Ἐλεηµοσύναι, φησὶ, καὶ πίστεις µὴ ἐκλειπέτωσάν σε. Οὐκ εἶπεν, Ἅπαξ ποίησον, οὐδὲ δεύτερον, οὐδὲ τρίτον, οὐδὲ δέκατον, οὐδὲ ἑκατοστὸν, ἀλλὰ διαπαντὸς, Μὴ ἐκλειπέτωσάν σε, φησί. Καὶ οὐκ εἶπε, Μὴ αὐτὸς ἐγκαταλείπῃς, ἀλλὰ, Αὗταί σε µὴ ἐγκαταλείπωσι· δεικνὺς ὅτι ἡµεῖς αὐτῶν δεόµεθα, οὐχ αὗται ἡµῶν, καὶ διδάσκων ὅτι πάντα πράττειν ὀφείλοµεν, ὥστε αὐτὰς κατέχειν παρ' ἑαυτοῖς. Ἔφαψαι δὲ αὐτὰς, φησὶν, ἐπὶ σῷ τραχήλῳ. Ὥσπερ γὰρ τὰ τῶν εὐπόρων παιδία κόσµον ἔχει χρυσοῦν περὶ τὸν τράχηλον, καὶ οὐδέποτε αὐτὸν ἀποτίθεται, ὡς τῆς εὐγενείας δεῖγµα φέροντα· οὕτω καὶ τὴν ἐλεηµοσύνην ἀεὶ δεῖ ἑαυτοῖς περιτιθέναι, δεικνύντας ὅτι τοῦ οἰκτίρµονός ἐσµεν παῖδες, τοῦ τὸν ἥλιον ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Ἀλλ' οὐ πιστεύουσιν οἱ ἄπιστοι; Οὐκοῦν διὰ τούτων πιστεύσουσιν, ἐὰν ἡµεῖς ἐργαζώµεθα ταῦτα. Ἐὰν γὰρ ἴδωσιν, ὅτι πάντας ἐλεοῦµεν, καὶ ἐκεῖνον ἐπιγραφόµεθα διδάσκαλον, εἴσονται ὅτι αὐτὸν µιµούµενοι τοῦτο πράττοµεν. Καὶ τοῦτο οὐχ ἁπλῶς ποιεῖν δεῖ, ἀλλὰ µετὰ προσοχῆς καὶ ἀσφαλείας. Ἐλεηµοσύνη γὰρ, φησὶ, καὶ πίστις ἔστω σοι ἀληθής. Καλῶς εἶπεν, ἀληθής· οὐ γὰρ ἐξ ἁρπαγῆς βούλεται, οὐδὲ ἀπὸ κλοπῆς· τοῦτο γὰρ οὐκ ἔστι πίστις, οὐκ ἔστιν ἀληθὴς ἐλεηµοσύνη. Καὶ γὰρ τὸν κλέπτοντα ψεύδεσθαι ἀνάγκη, καὶ ἐπιορκεῖν δεῖ· σὺ δὲ µὴ οὕτως, ἀλλὰ µετὰ τῆς ἐλεηµοσύνης πίστιν ἔχε, φησί. Περιθώµεθα τοῦτον τὸν κόσµον· µανιάκην ἐργασώµεθα τῇ ψυχῇ χρυσοῦν, τὴν ἐλεηµοσύνην λέγω, ἕως ἂν ἐνθάδε ὦµεν. Ἐὰν γὰρ παρέλθῃ ἡ ἡλικία αὕτη, οὐκέτι αὐτῇ χρησόµεθα. Πῶς; Οὐκ εἰσὶν ἐκεῖ πένητες, οὐκ ἔστιν ἐκεῖ χρήµατα, οὐκ ἔστιν ἐκεῖ πτωχεία· ἕως ἐσµὲν παῖδες, µὴ ἀποστερήσωµεν ἑαυτοὺς τοῦ κόσµου τούτου. Καθάπερ γὰρ ἐπὶ τῶν παίδων, ἐὰν ἄνδρες γένωνται, περιαιρεῖται ταῦτα, καὶ ἐφ' ἕτερον ἄγονται κόσµον· οὕτω καὶ ἐφ' ἡµῶν· οὐκέτι ἡ διὰ χρηµάτων ἐλεηµοσύνη ἐκεῖ ἔσται, ἀλλ' ἑτέρα τις πολὺ µείζων. Ὥστε ταύτης ἑαυτοὺς µὴ ἀποστερήσωµεν, ποιήσωµεν καλὴν φαίνεσθαι τὴν ψυχήν. Μέγα ἐλεηµοσύνη καλὸν καὶ τίµιον, δῶρόν ἐστι µέγα, µᾶλλον δὲ µέγα ἀγαθότης· ἐὰν µάθωµεν χρηµάτων καταφρονεῖν, καὶ ἕτερα µαθησόµεθα. Ὅρα γὰρ ἐντεῦθεν πόσα τίκτεται ἀγαθά· ὁ διδοὺς ἐλεηµοσύνην, ὡς χρὴ διδόναι, µανθάνει τῶν χρηµάτων καταφρονεῖν· ὁ µαθὼν χρηµάτων καταφρονεῖν, τὴν ῥίζαν ἐξέκοψε τῶν κακῶν. Ὥστε οὐκ εὖ ποιεῖ µᾶλλον, ἢ εὖ πάσχει, οὐ τῷ ὀφειλὴν καὶ ἀµοιβὴν κεῖσθαι µόνον τῇ ἐλεηµοσύνῃ, ἀλλὰ καὶ τῷ τὴν ψυχὴν φιλόσοφον γίνεσθαι, καὶὑψηλὴν καὶ πλουσίαν. Ὁ διδοὺς ἐλεηµοσύνην παιδεύεται µὴ θαυµάζειν χρήµατα, µηδὲ χρυσόν· τοῦτο δὲ παιδευθεὶς τὴν διάνοιαν, ἀρχὴν ἔλαβε µεγίστην ἀνιέναι πρὸς τὸν οὐρανὸν, καὶ µάχης καὶ ἔριδος καὶ φθόνου καὶ ἀθυµίας µυρίαςἐξέκοψε προφάσεις. Ἴστε γὰρ, ἴστε καὶ ὑµεῖς, ὅτι πάντα τὰ κακὰ διὰ τὰ χρήµατα, καὶ µυρίοι πόλεµοι διὰ τὰ χρήµατα. Ὁ δὲ τούτων µαθὼν καταφρονεῖν, ἐν γαλήνῃ κατέστησεν ἑαυτὸν, οὐκέτι ζηµίαν δέδοικε. Τοῦτο γὰρ ἐπαίδευσεν αὐτὸν ἡ ἐλεηµοσύνη· οὐκέτι ἐπιθυµεῖ τῶν τοῦ πλησίον· πῶς γὰρ, ὁ τὰ αὑτοῦ ἀποκτώµενος, καὶ διδούς; οὐκέτι βασκαίνει τῷ πλουτοῦντι· πῶς γὰρ, ὁ βουλόµενος γενέσθαι πένης; διακαθαίρει αὑτοῦ τὸ ὄµµα τῆς ψυχῆς. Καὶ ταῦτα µὲν ἐνταῦθα· τὰ δὲ ἐκεῖ οὐδὲ ἔστιν εἰπεῖν, ὅσων ἐπιτεύξεται ἀγαθῶν. Οὐ µενεῖ ἔξω µετὰ τῶν µωρῶν παρθένων, ἀλλὰ µετὰ τῶν φρονίµων εἰσελεύσεται, µετὰ τοῦ νυµφίου, τὰς λαµπάδας ἔχων λαµπράς· καὶ τῶν ἐν παρθενίᾳ ταλαιπωρηθεισῶν, ὁ µηδὲ γευσάµενος τῶν πόνων ἐκείνων, ἀπὸ ταύτης ἔσται βελτίων. Τοσαύτη ἡ τῆς ἐλεηµοσύνης ἰσχύς· µετὰ πολλῆς εἰσάγει τῆς παῤῥησίας τοὺς αὑτῆς τροφίµους. Γνωρίµη γάρ ἐστι τοῖς ἐν τῷ οὐρανῷ πυλωροῖς, τοῖς τὰς θύρας κατέχουσι τοῦ νυµφῶνος· οὐ µόνον δὲ γνωρίµη, ἀλλὰ καὶ αἰδέσιµος· καὶ οὓς ἂν ἐπιγνῷ τετιµηκότας αὐτὴν, µετὰ πολλῆς εἰσάξει τῆς παῤῥησίας, καὶ οὐδεὶς ἀντερεῖ, ἀλλὰ πάντες ὑποχωροῦσιν. Εἰ γὰρ τὸν Θεὸν εἰς τὴν γῆν κατήγαγε καὶ ἔπεισεν ἄνθρωπον γενέσθαι, πολλῷ µᾶλλον ἄνθρωπον εἰς τὸν οὐρανὸν ἀναγαγεῖν δυνήσεται. Μεγάλη γὰρ αὐτῆς ἡ ἰσχύς. Εἰ οὖν ἀπὸ ἐλέους καὶ φιλανθρωπίας ὁ Θεὸς ἄνθρωπος ἐγένετο, καὶ ἔπεισεν αὐτὸν δοῦλον γενέσθαι, πολλῷ µᾶλλον τοὺς δούλους εἰς τὴν οἰκίαν εἰσάξειτὴν αὑτοῦ. Ταύτην ἀγαπήσωµεν, ταύτην στέρξωµεν, µὴ µίαν ἡµέραν µηδὲ δευτέραν, ἀλλὰ διὰ παντὸς τοῦ χρόνου, ἵνα ἡµᾶς ἐπιγνῷ· ἂν αὐτὴ ἡµᾶς ἐπιγνῷ, καὶ ὁ Κύριος ἐπιγνώσεται· ἂν αὐτὴ ἀγνοήσῃ, καὶ ὁ Κύριος ἀγνοήσει, καὶ ἐρεῖ· Οὐκ οἶδα ὑµᾶς. Ἀλλὰ µὴ γένοιτο ταύτης ἀκοῦσαι ἡµᾶς τῆς φωνῆς, ἀλλὰ τῆς µακαρίας ἐκείνης·∆ εῦτε, οἱ εὐλογηµένοι τοῦ Πατρός µου, κληρονοµήσατε τὴν ἡτοιµασµένην ὑµῖν βασιλείαν ἀπὸ καταβολῆς κόσµου· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note