Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Philippians
John ChrysostomHom. Phil. 10 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
10.0
Τὸ λοιπὸν, ἀδελφοί µου, χαίρετε ἐν Κυρίῳ· τὰ αὐτὰ γράφειν ὑµῖν, ἐµοὶ µὲν οὐκ ὀκνηρὸν, ὑµῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατοµήν. Ἡµεῖς γάρ ἐσµεν ἡ περιτοµὴ, οἱ πνεύµατι Θεῷ λατρεύοντες, καὶ καυχώµενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.
10.1
Αἱ ἀθυµίαι καὶ αἱ φροντίδες, ὅταν πέρα τοῦ µέτρου τὴν ψυχὴν κατατείνωσι, τῆς οἰκείας αὐτὴν ἀποστεροῦσιν ἰσχύος.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλος τοὺς Φιλιππησίους ἐν πολλῇ ὄντας ἀθυµίᾳ ἀνίστησιν. Ἦσαν δὲ ἐν ἀθυµίᾳ διὰ τὸ µὴ γινώσκειν πῶς τὰ κατὰ Παῦλον· ἦσαν ἐν ἀθυµίᾳ διὰ τὸ νοµίζειν αὐτὸν ἤδη τετελευτηκέναι, διὰ τὸ κήρυγµα, διὰ Ἐπαφρόδιτον. Ὑπὲρ δὴ τούτων ἁπάντων πληροφορῶν αὐτοὺς ἐπάγει· Τὸ λοιπὸν, ἀδελφοί µου, χαίρετε. Οὐκ ἔχετε, φησὶ, λοιπὸν ἀθυµίας ὑπόθεσιν· ἔχετε Ἐπαφρόδιτον, δι' ὃν ἠλγεῖτε· ἔχετε Τιµόθεον, ἔρχοµαι κἀγὼ, τὸ Εὐαγγέλιον ἐπιδίδωσι. Τί ὑµῖν λείπει λοιπόν; Χαίρετε. Γαλάτας µὲν οὖν τέκνα καλεῖ, τούτους δὲ ἀδελφούς. Ὅταν µὲν γὰρ ἢ διορθοῦσθαί τι βούληται, ἢ φιλοστοργίαν ἐνδείξασθαι, τέκνα καλεῖ· ὅταν δὲ µετὰ πλείονος τιµῆς διαλέγηται, ἀδελφούς. Τὸ λοιπὸν, ἀδελφοί µου, φησὶ, χαίρετε ἐν Κυρίῳ. Καλῶς εἶπεν, Ἐν Κυρίῳ, οὐ κατὰ τὸν κόσµον· οὐκ ἔστι γὰρ χαρῆναι τοῦτο. Αἱ θλίψεις αὗται, φησὶν, αἱ κατὰ Χριστὸν, ἔχουσι χαράν. Τὰ αὐτὰ γράφειν ὑµῖν, ἐµοὶ µὲν οὐκ ὀκνηρὸν, ὑµῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας. Ὁρᾷς πῶς οὐκ ἐν ἀρχῇ τὴν παραίνεσιν εἰσάγει, ἀλλ' ὅτε αὐτοὺς πολλὰ ἐπῄνεσεν, ὅτε ἐθαύµασε, τότε τοῦτο ποιεῖ, καὶ πάλιν ἐπαινεῖ.∆ οκεῖ γὰρ οὗτος φορτικώτερος εἶναι ὁ λόγος· ὅθεν αὐτὸν πάντοθεν συσκιάζει. Τίνας δέ φησι κύνας; Ἐνταῦθα ἦσάν τινες, οὓς ἐν πάσαις ταῖς ἐπιστολαῖς αἰνίττεται, Ἰουδαῖοι µιαροὶ καὶ κατάπτυστοι, αἰσχροκερδεῖς καὶ φίλαρχοι, οἳ βουλόµενοι τῶνπιστῶν πολλοὺς παρασπάσαι, ἐκήρυττον καὶ τὸν Χριστιανισµὸν, καὶ τὸν Ἰουδαϊσµὸν, παραφθείροντες τὸ Εὐαγγέλιον. Ἐπεὶ οὖν ἦσαν δυσδιάγνωστοι, διὰ τοῦτό φησι· Βλέπετε τοὺς κύνας. Οὐκέτι τέκνα Ἰουδαῖοι. Ποτὲ οἱ ἐθνικοὶ τοῦτο ἐκαλοῦντο, νῦν δὲ ἐκεῖνοι.∆ ιὰ τί; Ὅτι ὥσπερ οἱ ἐθνικοὶ καὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ ἀλλότριοι ἦσαν, οὕτω καὶ οὗτοι γεγόνασι νῦν, καὶ τὸ ἀναιδὲς αὐτῶν καὶ τὸ ἰταµὸν ἐντεῦθεν παρίστησι, καὶ τὴν πολλὴν πρὸς τέκνα διάστασιν. Ὅτι γὰρ οἱ ἐθνικοί ποτε κύνες ἐκαλοῦντο, ἄκουσον τῆς Χαναναίας, τί φησι· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὑτῶν. Ἵνα δὲ µηδὲ τοῦτο ἔχωσιν, ἐπειδὴ καὶ κύνες εἰσὶν ἐπιτραπέζιοι, ἐπάγει, ὅθεν αὐτοὺς καὶ ἀλλοτριοῖ, λέγων, Βλέπετε τοὺς κακοὺς ἐργάτας. Καὶ θαυµαστῶς εἶπε, Βλέπετε τοὺς κακοὺς ἐργάτας· ἐργάζονται µὲν γὰρ, φησὶν, ἀλλ' ἐπὶ κακῷ, καὶ ἀργίας πολλῷ χεῖρον ἔργον, ἀνασπῶντες τὰ καλῶς κείµενα. Βλέπετε, φησὶ, τὴν κατατοµήν. Σεµνὸν ἦν παρὰ Ἰουδαίοις τὸ τῆς περιτοµῆς, ὅπου γε καὶ ὁ νόµος αὐτῇ ὑπεξίστατο, καὶ τὸ σάββατον ἦν εὐτελέστερον αὐτῆς. Ἵνα µὲν γὰρ περιτοµὴ γένηται, ἐλύετο σάββατον· ἵνα δὲ σάββατον φυλαχθῇ, οὐδέποτε ἐλύετο ἡ περιτοµή. Καὶ θέα µοι τὴν τοῦ Θεοῦ οἰκονοµίαν· αὕτη ἡ τοῦ σαββάτου αἰδεσιµωτέρα, εὑρίσκεται ἔν τισι χρόνοις[ µὴ] παραλειφθεῖσα. Ὅταν οὖν αὐτὴ λύηται, πολλῷ µᾶλλον τὸ σάββατον.∆ ιὰ τοῦτο τὸ ὄνοµα αὐτῆς ὁ Παῦλος κατατέµνει, καί φησι· Βλέπετε τὴν κατατοµήν. Καὶ οὐκ εἶπεν, ὅτι κακὸν ἡ περιτοµὴ, περιττὸν ἡ περιτοµὴ, ἵνα µὴ πλήξῃ τοὺς ἄνδρας, ἀλλὰ σοφώτερον αὐτὸ οἰκονοµεῖ, τοῦ µὲν πράγµατος ἀπάγων, τῷ δὲ ῥήµατι χαριζόµενος, µᾶλλον δὲ καὶ τῷ πράγµατι σπουδαιότερον. Ἀλλ' οὐκ ἐπὶ Γαλατῶν οὕτως. Ἐπειδὴ γὰρ πολλὴ νόσος ἦν ἐκεῖ, γυµνῇ τῇ κεφαλῇ λοιπὸν µετὰ πολλῆς τῆς αὐθεντίας ἐπάγει τὴν τοµήν· ἐνταῦθα δὲ, ἐπειδὴ οὐδὲν τοιοῦτον εἰργάσαντο, αὐτοῖς χαρίζεται τὴν ἀπὸ τῆς προσηγορίας ἡδονήν· κἀκείνους ἐκβάλλει, καὶ τούτους, καί φησι· Βλέπετε τὴν κατατοµήν. Ἡµεῖς γάρ ἐσµεν ἡ περιτοµή. Πῶς; Οἱ πνεύµατι Θεῷ λατρεύοντες, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες. Οὐκ εἶπεν, ὅτι δοκιµάζοµεν ἐκείνην τὴν περιτοµὴν, καὶ ταύτην, τίς ἐστιν ἀµείνων, ἀλλ' οὐδὲ τοῦ ὀνόµατος αὐτῇ µετέδωκεν· ἀλλὰ τί φησιν; Ἡ περιτοµὴ ἐκείνη κατατοµή ἐστι.∆ ιὰ τί; Οὐδὲν γὰρ ἄλλο ποιοῦσιν, ἢ τὴν σάρκα κατατέµνουσιν. Ὅταν γὰρ µὴ ᾖ νόµιµον τὸ γινόµενον, οὐδὲν ἄλλο ἢ σαρκὸς τοµή ἐστι καὶ κατατοµή. Ἢ οὖν διὰ τοῦτο οὕτως αὐτὴν εἶπεν, ἢ ὅτι τὴν Ἐκκλησίαν ἐπειρῶντο κατατέµνειν. Καὶ ἡµεῖς δὲ κατατοµὴν λέγοµεν ἐπὶ τῶν εἰκῆ καὶ ἁπλῶς καὶ ἄνευ τέχνης τοῦτο ποιούντων. Εἰ γὰρ δεῖ περιτοµὴν ζητῆσαι, φησὶ, παρ' ἡµῖν ταύτην ἂν εὑρήσετε. Οἱ πνεύµατι Θεῷ λατρεύοντες· τουτέστιν, οἱ πνευµατικῶς λατρεύοντες.
10.2
Εἰπὲ γάρ µοι, τί βέλτιον, ψυχὴ ἢ σῶµα;∆ ῆλον ὅτι ψυχή. Οὐκοῦν καὶ ἡ περιτοµὴ ἐκείνη οὐ βελτίων, ἀλλ' αὕτη µόνη ἐστὶ περιτοµή. Ἕως µὲν γὰρ ὁ τύπος εἱστήκει, εἰκότως κατὰ σύγκρισιν προῆγε, Τὸ περιτετµῆσθαι, γράφων, τὴν ἀκροβυστίαν τῆς καρδίας ὑµῶν. Οὕτω καὶ ἐν τῇ πρὸς Ῥωµαίους Ἐπιστολῇ ἀναιρεῖ αὐτὴν, λέγων· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτοµὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτοµὴ καρδίας ἐν πνεύµατι, οὐ γράµµατι. Λοιπὸν δὲ καὶ τοῦ ὀνόµατος αὐτὴν ἀποστερεῖ, Οὐδὲ ἔστι περιτοµὴ, φησί. Καὶ γὰρ ὁ τύπος, ἕως ἂν µέλλῃ ἔρχεσθαι ἡ ἀλήθεια, καλεῖται τοῦτο· ἐπειδὰν δὲ ἔλθῃ ἡ ἀλήθεια, οὐκέτι καλεῖται. Οἷον ἐπὶ σκιαγραφίας· ὑπέγραφέ τις βασιλέα σκιαγραφῶν· ἕως ἂν οὐκ ἐπάγηται τὰ ἄνθη, οὐ λέγεται βασιλεύς· ἐπειδὰν δὲ ἐπιτεθῇ, κρύπτεται µὲν τῇ ἀληθείᾳ ὁ τύπος, καὶ οὐ φαίνεται· τότε δὲ καὶ λέγοµεν, Ἰδοὺ ὁ βασιλεύς. Καὶ οὐκ εἶπεν, Ἐν ἡµῖν γάρ ἐστιν ἡ περιτοµὴ, ἀλλ', Ἡµεῖς ἐσµεν· εἰκότως. Τοῦτο γάρ ἐστιν ἄνθρωπος, ἡ περιτοµὴ ἡ ἐνάρετος, τοῦτό ἐστιν ἀληθῶς ἄνθρωπος. Ἐν ἐκείνοις δὲ οὐκ εἶπεν οὕτως, ἀλλὰ, Βλέπετε τὴν κατατοµήν· αὐτοὶ γὰρ λοιπὸν ἐν ἀπωλείᾳ ἦσαν καὶ κακίᾳ. Εἶτα δηλῶν ὅτι οὐκέτι ἐν σώµατι γίνεται ἡ περιτοµὴ, ἀλλ' ἐν καρδίᾳ, φησί· Καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, καίπερ ἐγὼ ἔχων πεποίθησιν, καὶ ἐν σαρκί. Τί λέγει ἐνταῦθα Πεποίθησιν, καὶ Ἐν σαρκί; Καύχησιν, παῤῥησίαν, σεµνολόγηµα· καὶ καλῶς τοῦτο προσέθηκεν. Εἰ µὲν γὰρ ἐξ ἐθνῶν ὢν κατηγόρει τῆς περιτοµῆς, οὐ τῆς περιτοµῆς δὲ µόνον, ἀλλὰ καὶ τῶν ἀκαίρως αὐτὴν µεταχειριζόντων, ἔδοξεν ἂν, ὡςἀπεστερηµένος τῆς τοῦ Ἰουδαϊσµοῦ εὐγενείας, κατατρέχειν αὐτῆς, ὡς οὐκ εἰδὼς τὰ σεµνὰ, οὐδὲ µετεσχηκὼς αὐτῶν· νῦν δὲ ὁ µετασχὼν καὶ κατηγορῶν, οὐ διὰ τοῦτο κατηγορεῖ, ὡς οὐ µετασχὼν, ἀλλ' ὡς κατεγνωκὼς, οὐ δι' ἄγνοιαν, ἀλλὰ δι' ἐπίγνωσιν µάλιστα. Ὅρα οὖν τί φησι καὶ ἐν τῇ πρὸς Γαλάτας, ἐµπεσὼν εἰς ἀνάγκην τοῦ µεγάλα περὶ ἑαυτοῦ εἰπεῖν, πῶς καὶ οὕτω καὶ ταπεινοφροσύνην ἐνδείκνυται· Ἠκούσατε γὰρ, φησὶ, τὴν ἐµὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσµῷ· καὶ πάλιν ἐνταῦθα, Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ µᾶλλον· καὶ εὐθέως ἐπήγαγεν· Ἑβραῖος ἐξ Ἑβραίων. Οὐκ εἶπε τοῦτο προηγουµένως, ἀλλὰ µετὰ τὸ εἰπεῖν, Εἴ τις ἄλλος, δεικνὺς τὴν ἀνάγκην, δεικνὺς ὅτι δι' ἐκείνους ἔλεγεν. Εἰ πεποίθατε, φησὶ, κἀγὼ µᾶλλον. Τοῦτο νῦν λέγω, ἐπεὶ ἐσιώπων. Καὶ ὅρα τὸ ἀνεπαχθὲς τῶν ἐλέγχων· τὸ γὰρ µὴ ὀνοµαστὶ τοῦτο ποιεῖν, κἀκείνοις ἐδίδου χώραν ἀναδραµεῖν. Εἴ τις δοκεῖ πεποιθέναι. Καὶ καλῶς εἶπε,∆ οκεῖ, ἢ ὡς οὐκ ἐχόντων τοσαύτην πεποίθησιν, ἢ ὡς τῆς πεποιθήσεως ἐκείνης οὐκ ὄντως πεποιθήσεως οὔσης· πάντα γὰρ ἀνάγκης ἦν, οὐ προαιρέσεως. Περιτοµὴ ὀκταήµερος. Καὶ πρῶτον τίθησιν ὃ µάλιστα ηὔχουν, τὸ τῆς περιτοµῆς· εἶτα, Ἐκ γένους Ἰσραήλ. Τὰ ἀµφότερα ἔδειξεν, ὅτι οὐ προσήλυτος, οὔτε ἐκ προσηλύτων. Ἀπὸ µὲν γὰρ τοῦ ὀκταήµερος περιτµηθῆναι, οὐχὶ προσήλυτος· ἀπὸ δὲ τοῦ, Ἐκ γένους Ἰσραὴλ, οὐδὲ προσηλύτων γονέων. Ἀλλ' ἵνα µὴ νοµίσῃς, ὅτι, Ἐκ γένους Ἰσραὴλ, ἐκ τῶν δέκα φυλῶν, φησὶ, Φυλῆς Βενιαµίν· ὥστε τοῦ δοκιµωτέρου µέρους· τὰ γὰρ τῶν ἱερέων ἐν τῷ κλήρῳ ταύτης ἦν τῆς φυλῆς. Ἑβραῖος ἐξ Ἑβραίων. Ἐντεῦθεν δείκνυσιν, ὅτι οὐχὶ προσήλυτος, ἀλλ' ἄνωθεν τῶν εὐδοκίµων Ἰουδαίων. Ἐνῆν µὲν γὰρ εἶναι τοῦ Ἰσραὴλ, ἀλλ' οὐκ Ἑβραῖον ἐξ Ἑβραίων. Πολλοὶ γὰρ καὶ διέφθειρον ἤδη τὸ πρᾶγµα, καὶ τῆς γλώσσης ἦσαν ἀµύητοι, ἑτέροις µιγνύµενοι ἔθνεσιν. Ἢ τοῦτο οὖν, ἢ τὴν πολλὴν εὐγένειαν δείκνυσιν ἐντεῦθεν. Κατὰ νόµον Φαρισαῖος. Ἔρχεται λοιπὸν εἰς τὰ τῆς αὑτοῦ προαιρέσεως· ἐκεῖνα γὰρ πάντα ἀπροαίρετα. Καὶ γὰρ τὸ περιτµηθῆναι οὐκ αὐτοῦ, καὶ τὸ, Ἐκ γένους Ἰσραὴλ, καὶ τὸ, Ἐκ φυλῆς Βενιαµίν· ὥστε καὶ ἐκ τούτων µᾶλλον πλεονεκτεῖ, εἰ καὶ τὰ µάλιστα ἐκοινώνουν αὐτῷ πολλοί. Ποῦ οὖν τὸ, Μᾶλλον; Μάλιστα µὲν καὶ ἐν τούτῳ τῷ µὴ προσήλυτον εἶναι, καὶ τῷ ἐκ τῆς δοκιµωτάτης φυλῆς, καὶ τῷ ἄνωθεν ἐκ προγόνων, ἅπερ οὐ πολλοὶ εἶχον· ἀλλ', ἐπειδὴ πάντα ἀπροαίρετα, ἔρχεται εἰς τὰ τῆς προαιρέσεως, ὅπου τὸ, Μᾶλλον, ἐστί. Κατὰ νόµον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν. Τοῦτό φησι, διότι οὐκ ἀρκεῖ δεῖξαι τὸ, Μᾶλλον, µόνον ἐκεῖνο· ἔστι γὰρ καὶ Φαρισαῖον εἶναι, καὶ µὴ σφόδρα ζηλωτήν. Κατὰ δικαιοσύνην. Ἐπειδὴ ἔνι ῥιψοκίνδυνον εἶναι, ἢ φιλαρχίας ἕνεκεν τοῦτο ποιεῖν, ἀλλ' οὐ τῷ νόµῳ ζηλοῦντα, ὅπερ ἐποίουν οἱ ἀρχιερεῖς. Ἀλλ' αὐτὸς οὐ τοιοῦτος· ἀλλὰ, Κατὰ δικαιοσύνην τὴν ἐν νόµῳ γενόµενος ἄµεµπτος. Εἰ τοίνυν καὶ εὐγενείας ἕνεκεν, καὶ προθυµίας, καὶ τρόπου, καὶ βίου πάντων ἐκράτουν, τίνος ἕνεκεν τὰ σεµνὰ ἐκεῖνα εἴασα, φησὶν, ἀλλ' ἢ διὰ τὸµείζονα εὑρεῖν τὰ τοῦ Χριστοῦ, καὶ πολλῷ µείζονα;∆ ιὸ ἐπήγαγεν Ἀλλ' ἅτινα ἦν µοι κέρδη, ταῦτα ἥγηµαι διὰ τὸν Χριστὸν ζηµίαν.
10.3
Παῦλος µὲν πολιτείαν οὕτως ἠκριβωµένην, ἐκ πρώτης ἡλικίας ἀρξαµένην, τοσαύτην εὐγένειαν, τοσούτους κινδύνους, τοσαύτας ἐπιβουλὰς, πόνους, σπουδὴν ἔῤῥιψε, καὶ ζηµίαν ἡγήσατο, πρότερον ὄντα κέρδη, ἵνα Χριστὸν κερδήσῃ· ἡµεῖς δὲ οὐδὲ χρηµάτων καταφρονοῦµεν, ἵνα Χριστὸν κερδήσωµεν, ἀλλ' αἱρούµεθα µᾶλλον ἐκπεσεῖν τῆς µελλούσης ζωῆς, ἢ τῶν παρόντων πραγµάτων· καίτοι γε οὐδὲν ἄλλο τοῦτό ἐστιν, ἢ ζηµία. Εἰπὲ γάρ µοι, καθ' ἕκαστον ἐξετάσωµεν τῶν τοῦ πλούτου πραγµάτων, εἰ µὴ ζηµία τίς ἐστι, πόνον µὲν ἄφατον ἔχουσα, κέρδος δὲ οὐδέν. Τί γὰρ, εἰπέ µοι, τὸ ὄφελος ἀπὸ τῶν πολλῶν τῶν ἱµατίων καὶ πολυτελῶν; τί καρπούµεθα κέρδος, ὅταν αὐτὰ ὦµεν περικείµενοι; Οὐδὲν, ἀλλ' ἢ ζηµιούµεθα µόνον. Πῶς; Ὅτι καὶ ὁ πένης εὐτελὲς καὶ ἐκτετριµµένον φορῶν, ἐν τῷ θάλπει οὐδὲν σοῦ χεῖρον φέρει τὸ καῦµα µᾶλλον δὲ ἐκεῖνος εὐκολώτερον· τὰ γὰρ ἐκτετριµµένα τῶν ἱµατίων καὶ µόνα περικείµενα, µᾶλλον ἀνίησι τὸ σῶµα· τὰ δὲ νεοκατασκεύαστα, κἂν ἀράχνης ᾖ λεπτότερα, οὐχ ὁµοίως. Καὶ σὺ µὲν διὰ τὸν τῦφον τὸν περιττὸν καὶ χιτωνίσκους δύο, καὶ τρεῖς, πολλάκις καὶ χλανίδα καὶ ζώνην, καὶ ἀναξυρίδας ἔχεις· ἐκείνῳ δὲ οὐδεὶς ἐγκαλεῖ ἕνα περικειµένῳ χιτωνίσκον µόνον· ὥστε εὐκολώτερον φέρει τὸ καῦµα. Ἀπὸ τούτου τοὺς µὲν πλουτοῦντας ὁρῶµεν ἱδροῦντας, τοὺς δὲ πένητας οὐδὲν τούτων πάσχοντας. Ὅταν οὖν αὐτῷ τὴν αὐτὴν, ἢ καὶ κρείττονα παρέχηται χρείαν τὰ εὐτελῆ ἱµάτια καὶ τοῦ µηδενὸς πωλούµενα, ἐκεῖνα δὲ τὰ πολὺ καταβάλλεινἀναγκάζοντα χρυσίον τὸ αὐτὸ ποιῇ, οὐχὶ ζηµία τὸ πολὺ περιττόν; Οὐδὲν γὰρ πλέον εἰσήνεγκε κατὰ τὸν τῆς χρείας λόγον καὶ τῆς διακονίας, ἀλλὰ πλέον µὲν χρυσίον κεκένωταί σοι, τὴν αὐτὴν δὲ χρείαν καὶ ὑπηρεσίαν ἔχει· σὺ µὲν ὁ πλουτῶν ἠγόρασας χρυσίων ἑκατὸν τυχὸν, ἢ καὶ πλειόνων, ὁ δὲ πένης ἀργυρίου ὀλίγου. Εἶδες τὴν ζηµίαν; Ἀλλ' ὁ τῦφος οὐκ ἀφίησιν ἰδεῖν. Βούλει καὶ ἐπὶ τῶν χρυσίων, ὧν καὶ τοῖς ἵπποις καὶ ταῖς γυναιξὶ περιτιθέασι, τοῦτον ἐξετάσωµεν τὸν λόγον; Μετὰ γὰρ τῶν ἄλλων καὶ ἀνοήτους ποιεῖ τὸ πλουτεῖν. Τῆς γὰρ αὐτῆς τιµῆς τάς τε γυναῖκας ἀξιοῦσι καὶ τοὺς ἵππους, καὶ εἷς ὁ καλλωπισµὸς ἀµφοτέρων· καὶ ἀπὸ τῶν αὐτῶν βούλονται φαίνεσθαι λαµπρότεραι, ἀφ' ὧν καὶ τὰ ζεύγη, ἀφ' ὧν καὶ τὰ δέρµατα τῶν παραπετασµάτων, ἔνθα φέρονται. Εἰπὲ, τί τὸ κέρδος, ἡµίονον ἢ ἵππον τῷ χρυσῷ κατακοσµεῖσθαι; ἡ δὲ γυνὴ τοσοῦτον ὄγκον χρυσίου περικειµένη καὶ λίθων, τί τὸ πλέον ἔχει; Ἀλλ' οὐκ ἐκτρίβεται τὰ χρυσία, φησί. Μάλιστα µὲν καὶ τοῦτο πάσχειν φασὶν οἱ περὶ ταῦτα δεινοὶ, ὅτι ἐν βαλανείοις καὶ πολλαχοῦ καὶ λίθοι καὶ χρυσία πολὺ τῆς τιµῆς ἀποτίθεται πλὴν ἀλλ' ἔστω τοῦτο, καὶ µηδὲν βλαπτέσθω· τί τὸ κέρδος, εἰπέ µοι; τί δέ; ὅταν ἐκπέσῃ καὶ ἀπόληται, οὐχὶ ζηµία; τί δέ; ὅταν φθόνον ἐπισπάσηται καὶ ἐπιβουλὴν, οὐχὶ ζηµία; Ὅταν γὰρ ὠφελῇ µὲν µηδὲν τὴν περικειµένην, ἐκκαίῃ δὲ τοὺς τῶν φθονερῶν ὀφθαλµοὺς, καὶ τοὺς λῃστὰς διεγείρῃ µᾶλλον, οὐχὶ ζηµία γίνεται; Τί δὲ, εἰπέ µοι; ὅταν ἐξὸν τῷ ἀνδρὶ χρήσασθαι τούτοις εἰς πρᾶγµα κέρδος φέρον, µὴ δύνηται δὲ διὰ τὴν τῆς γυναικὸς πολυτέλειαν, ἀλλ' ἀναγκάζηται λιµώττεινκαὶ στενοχωρεῖσθαι, κἀκείνην ὁρᾷν χρυσοφοροῦσαν, οὐχὶ ζηµία τὸ πρᾶγµα; Χρήµατα γὰρ διὰ τοῦτο εἴρηται, οὐχ ἵνα οὕτω χρώµεθα αὐτοῖς, καθάπερ αἱ προθῆκαι τῶν χρυσοχόων, ἀλλ' ἵνα ἐργαζώµεθά τι καλὸν ἐν αὐτοῖς. Ὅταν οὖν ὁ τοῦ χρυσοῦ πόθος µὴ ἀφῇ, οὐχὶ ζηµία ἐστὶ τὸ πᾶν; Ὁ γὰρ µὴ τολµῶν αὐτοῖς χρήσασθαι ὥσπερ ἀλλοτρίοις, οὐ κέχρηται, καὶ οὐκ ἔστι χρῆσις οὐδαµοῦ. Τί δὲ, ὅταν οἰκίας οἰκοδοµῶµεν λαµπρὰς καὶ µεγάλας, καὶ κίοσι καὶ µαρµάροις καὶ στοαῖς καὶ περιπάτοις ταύτας κατακοσµῶµεν, εἴδωλα πανταχοῦ καὶξόανα ἱστῶντες; Πολλοὶ µὲν οὖν ἀπὸ τούτων καὶ δαίµονας καλοῦσι· πλὴν ἀλλὰ µὴ ταῦτα ἐξετάσωµεν. Τί βούλεται καὶ ὁ χρυσοῦς ὄροφος; οὐχὶ τὴν αὐτὴν τῷ µετὰ συµµετρίας οἰκίαν ἔχοντι παρέχεται τὴν χρῆσιν; Ἀλλ' ἔχει, φησὶ, τέρψιν πολλήν. Ἀλλὰ µέχρις ἡµέρας µιᾶς καὶ δευτέρας, λοιπὸν δὲ οὐκέτι. Εἰ γὰρ ὁ ἥλιος ἡµᾶς οὐκ ἐκπλήττει διὰ τὸ ἐν συνηθείᾳ εἶναι, πολλῷ µᾶλλον τὰ ἔργα τῆς τέχνης· ἀλλ' ὁµοίως τοῖς πηλίνοις, αὐτοῖς προσέχοµεν. Τί γὰρ, εἰπέ µοι, εἰς ἀρίστην οἴκησιν κιόνων πλῆθος καὶ ξοάνων κάλλη καὶ χρυσὸς τοῖς τοίχοις διεσπαρµένος συµβάλλεται; Οὐδὲν, ἀλλὰ βλακείας καὶ ὕβρεως καὶ τύφου περιττοῦ καὶ ἀνοίας ἐστί. Πανταχοῦ δὲ ἡµᾶς τῶν ἀναγκαίων εἶναι χρὴ καὶ τῶν ἐν χρείᾳ, οὐ τῶν περιττῶν.
10.4
Ὁρᾷς ὅτι ζηµία τὸ πρᾶγµα; ὁρᾷς ὅτι περιττὸν καὶ ἀνόνητόν ἐστιν; Εἰ γὰρ µήτε χρείαν παρέχει πλείονα, µήτε τέρψιν( προσκορὴς γὰρ τῷ χρόνῳ γίνεται), οὐδὲν ἕτερόν ἐστιν ἢ ζηµία. Ἀλλ' οὐκ ἀφίησι τοῦτο ὁρᾷν ἡ κενοδοξία κωλύουσα. Εἶτα ὁ µὲν Παῦλος ἅπερ ἐνόµιζεν εἶναι κέρδη, ταῦτα εἴασεν· ἡµεῖς δὲ οὐδὲ τὴν ζηµίαν ἀφῶµεν διὰ τὸν Χριστόν; Μέχρι πότε τῇ γῇ προσηλώµεθα; µέχρι τίνος οὐκ ἀναβλέποµεν εἰς τὸν οὐρανόν; Οὐχ ὁρᾶτε τοὺς γεγηρακότας, πῶς οὐδεµίαν τῶν παρελθόντων ἔχουσιν αἴσθησιν; οὐχ ὁρᾶτε τοὺς τελευτῶντας, τοὺς ἐν γήρᾳ, τοὺς ἐν νεότητι; οὐχ ὁρᾶτε τοὺς ἐν τῷ ζῇν ἀπεστερηµένους αὐτῶν; Τί τοῖς ἀστάτοις προστετήκαµεν; τί προσδεδέµεθα τοῖς ἀβεβαίοις; µέχρι τίνος οὐκ ἀντιλαµβανόµεθα τῶν µενόντων; Τί οὐκ ἂν ἔδωκαν οἱ γέροντες, εἴ γε ἐνῆν ἀποξέσαι τὸ γῆρας; Εἶτα πόσης οὐκ ἔστιν ἀλογίας, βούλεσθαι µὲν ἐπὶ τὴν νεότητα τὴν προτέραν ἐπανελθεῖν, καὶ πάντα εὐκόλως ἂν ὑπὲρ τούτου δοῦναι, ὥστεγενέσθαι νεώτερον, παρὸν δὲ νεότητα λαβεῖν οὐδέποτε γῆρας ἔχουσαν καὶ νεότητα µετὰ πλούτου πολλοῦ πολὺ πνευµατικωτέραν, µηδὲ µικρὸν βούλεσθαιπροέσθαι, ἀλλὰ κατέχειν τὰ µηδὲν εἰς τὸ παρὸν ὠφελοῦντα; Θανάτου σε ἐξελέσθαι οὐ δύναται, νόσον ἀπελάσαι οὐκ ἰσχύει, γῆρας κωλῦσαι, οὐδὲν τούτων τῶν ἀναγκαίων καὶ κατὰ τὸν τῆς φύσεωςνόµον παραγινοµένων· καὶ ἔτι αὐτῶν ἔχῃ; Τί τὸ κέρδος, εἰπέ µοι; Ἐντεῦθεν µέθη, γαστριµαργία, ἡδοναὶ ἄτοποι καὶ παντοδαπαὶ, πικρῶν δεσποτῶν µᾶλλον ἡµᾶς κατατείνουσαι. Ταῦτα ἀπὸ τοῦ πλούτου κερδαίνειν ἔστι µόνον, ἕτερον δὲ οὐδὲν, ἐπειδὴ οὐ βουλόµεθα· ἐπεὶ εἴ γε ἠθέλοµεν, τὸν οὐρανὸν ἂν αὐτὸν ἐκληρονοµήσαµεν ἀπὸ πλούτου. Οὐκοῦν καλὸν ὁ πλοῦτος, φησίν. Οὐχ ὁ πλοῦτος τοῦτο ποιεῖ, ἀλλ' ἡ τοῦ κεκτηµένου προαίρεσις· ὅτι γὰρ προαίρεσις τοῦτο ποιεῖ, σκόπει ἐντεῦθεν· ἔνεστι καὶ τὸν πένητα κατακληρονοµῆσαι τὸν οὐρανόν. Ὅπερ γὰρ πολλάκις εἶπον οὐ τῷ µέτρῳ τῶν διδοµένων ὁ Θεὸς προσέχει, ἀλλὰ τῇ προαιρέσει τῶν παρεχόντων. Ἔνεστι καὶ ἐν πενίᾳ ὄντα, καὶ ὀλίγα δόντα, τὸ πᾶν ἀπενέγκασθαι. Τὰ γὰρ κατὰ δύναµιν ὁ Θεὸς ἀπαιτεῖ· οὔτε πλοῦτος προξενεῖ τὸν οὐρανὸν, οὔτε πενία τὴν γέενναν, ἀλλ' ἑκάτερα προαίρεσις ἀγαθὴ καὶ µοχθηρά. Ταύτην οὖν διορθώσωµεν, ταύτην ἀνακτησώµεθα, ταύτην ῥυθµίσωµεν, καὶ πάντα ἡµῖν ἔσται εὔκολα. Καθάπερ γὰρ ὁ τεχνίτης, ἄν τε σιδηροῦν, ἄν τε χρυσοῦν σκέπαρνον ἔχῃ, ὁµοίως ἐργάζεται τὰ ξύλα, µᾶλλον δὲ ἐν τῷ σιδηρῷ πλέον· οὕτω καὶ ἐνταῦθα, εὐκολώτερον µᾶλλον διὰ τῆς πενίας ἡ ἀρετὴ κατορθοῦται. Περὶ µὲν γὰρ τοῦ πλούτου φησὶν ὁ Χριστὸς, Εὐκολώτερον κάµηλον διὰ τρυµαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Περὶ δὲ τῆς πενίας οὐδὲν τοιοῦτον ἀπεφήνατο, ἀλλὰ καὶ τοὐναντίον· Πώλησον τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει µοι, ὡς ἐκ τῆς προαιρέσεως τῆς ἀκολουθήσεως οὔσης.
10.5
Μὴ τοίνυν φεύγωµεν τὴν πενίαν, ὡς πονηρόν· βασιλείας γάρ ἐστι πρόξενος· καὶ πάλιν µὴ διώκωµεν τὸν πλοῦτον, ὡς ἀγαθόν· τοὺς γὰρ µὴ προσέχοντας ἀπόλλυσιν· ἀλλὰ πανταχοῦ τὸ ὄµµα πρὸς τὸν Θεὸν ἀνατείνοντες, χρώµεθα εἰς δέον τοῖς ὑπηργµένοις ἡµῖν παρ' αὐτοῦ, καὶ δυνάµει σώµατος, καὶ περιουσίᾳχρηµάτων, καὶ τοῖς ἄλλοις ἅπασιν. Ἄτοπον γὰρ ὑπ' αὐτοῦ γενοµένους, ἑτέροις ταῦτα παρέχειν χρήσιµα, ἀλλὰ µὴ τῷ πεποιηκότι ἡµᾶς. Ἐποίησέ σοι ὀφθαλµούς· τούτους αὐτῷ πάρεχε χρησίµους, µὴ τῷ διαβόλῳ. Πῶς δὲ αὐτῷ παρέξεις; Τὰ κτίσµατα αὐτοῦ θεωρῶν, καὶ δοξάζων αὐτὸν, καὶ ἀπάγων τῆς τῶν γυναικῶν ὄψεως. Ἀλλ' ἐποίησέ σοι χεῖρας; Ταύτας αὐτῷ κέκτησο, µὴ τῷ διαβόλῳ, µὴ εἰς ἁρπαγὰς καὶ πλεονεξίας, ἀλλ' εἰς ἐντολὰς καὶ εὐποιίας, καὶ εἰς εὐχὰς ἐκτενεῖς ἀνατείνων αὐτὰς, εἰς τὸτοῖς πεπτωκόσιν ὀρέγειν χεῖρα. Ἐποίησέ σοι ὦτα; Ταῦτα αὐτῷ πάρεχε, ἀλλὰ µὴ τοῖς διακεκλασµένοις µέλεσι, µηδὲ ταῖς αἰσχραῖς ἀκοαῖς· Πᾶσα γὰρ διήγησίς σου, φησὶν, ἐν νόµῳ Ὑψίστου ἔστω· καὶ πάλιν, Ἐν πλήθει, φησὶ, πρεσβυτέρων στῆθι, καὶ εἴ τις σοφὸς, αὐτῷ προσκολλήθητι. Ἐποίησέ σοι στόµα; Τοῦτο µηδὲν πραττέτω τῶν µὴ δοκούντων αὐτῷ, ἀλλὰ ψαλµῳδίας, ὕµνους, ᾠδὰς πνευµατικὰς ᾀδέτω· Ἵνα δῷ χάριν, φησὶ, τοῖς ἀκούουσιν, εἰς οἰκοδοµὴν, καὶ µὴ εἰς καταστροφὴν, εἰς εὐφηµίαν, καὶ µὴ εἰς κατηγορίαν, µὴ εἰς ἐπιβουλὰς, ἀλλὰ πᾶν τοὐναντίον. Ἐποίησέ σοι πόδας, οὐχ ἵνα τρέχῃς ἐπὶ κακίαν, ἀλλ' ἐπὶ ἀγαθά· ἐποίησέ σοι γαστέρα, οὐχ ἵνα διαῤῥηγνύῃς αὑτὴν, ἀλλ' ἵνα φιλοσοφῇς· ἔθηκεν ἐπιθυµίαν πρὸς παιδοποιίαν, ἀλλ' οὐ πρὸς πορνείαν, καὶ µοιχείαν· ἔδωκέ σοι νοῦν, οὐχ ἵνα αὐτὸν βλασφηµῇς, οὐχ ἵνα λοίδορος ᾖς, ἀλλ' ἵνα εὐφηµῇς· ἔδωκε καὶ χρήµατα, ἵνα εἰς δέον αὐτοῖς χρώµεθα· καὶ ἰσχὺν, ἵνα καὶ ταύτῃ εἰς δέον ὦµεν κεχρηµένοι. Ἐποίησε τέχνας, ἵνα βίος συνεστήκῃ, οὐχ ἵνα τῶν πνευµατικῶν ἀποχωρίσωµεν ἑαυτοὺς, οὐχ ἵνα ταῖς βαναύσοις προσέχωµεν τέχναις, ἀλλὰ ταῖς ἀναγκαίαις· ἵνα ἀλλήλοις ὑπηρετῶµεν, οὐχ ἵνα ἀλλήλοις ἐπιβουλεύωµεν. Ἔδωκεν ὄροφον, ἵνα στέγῃ τὸν ὑετὸν τοσοῦτον µόνον, οὐχ ἵνα καλλωπίζηται οὗτος µὲν τῷ χρυσῷ, ὁ δὲ πένης διαφθείρηται τῷ λιµῷ· ἔδωκεν ἱµάτια, ἵνα σκεπώµεθα, οὐχ ἵνα ἐπιδεικνυώµεθα, οὐχ ἵνα ταῦτα µὲν ᾖ πολὺ ἔχοντα χρυσίον, ὁ δὲ Χριστὸς γυµνὸς ἀπολλύηται· ἔδωκε στέγην, οὐχ ἵνα µόνος ἔχῃς, ἀλλ' ἵνα καὶ ἄλλοις παρέχῃς· ἔδωκε γῆν, οὐχ ἵνα σὺ τὸ πλέον αὐτῆς ὑποτεµνόµενος εἰς πόρνας καὶ ὀρχηστὰς καὶ µίµους καὶ αὐλητὰς καὶ κιθαρωδοὺς ἀναλίσκῃς τὰ τοῦ Θεοῦ ἀγαθὰ, ἀλλ' εἰς πεινῶντας καὶ δεοµένους. Ἔδωκέ σοι θάλατταν, ἵνα πλέῃς, ἵνα µὴ κάµνῃς ὁδοιπορῶν, οὐχ ἵνα περιεργάζῃ αὐτῆς τὰ βάθη, καὶ λίθους καὶ ὅσα τοιαῦτα ἐκεῖθεν ἀναφέρῃς, οὐδ' ἵναἔργον τοῦτο ποιῇ. Τίνος οὖν ἕνεκεν, φησὶν, οἱ λίθοι; Εἰπὲ δή µοι µᾶλλον σὺ, τίνος ἕνεκεν οἱ λίθοι, καὶ πῶς οὕτως εἰσὶν ἐκεῖνοι βαρύτιµοι; ἆρα τῇ δυνάµει; ἆρα τῇ χρήσει; Μᾶλλον µὲν οὖν οἱ µὴ τοιοῦτοι χρήσιµοι. Οἱ µὲν γὰρ κἂν πρὸς οἰκοδοµὴν συµβάλλονται, ἐκεῖνοι δὲ πρὸς οὐδέν. Καὶ οὗτοι ἐκείνων ἰσχυρότεροι. Ἀλλ' ἐκεῖνοι, φησὶ, κάλλος ἐργάζονται. Πῶς; ὑπολήψεώς ἐστι τὸ ἔργον. Λευκότεροί εἰσιν; Ἀλλ' οὐκ εἰσὶ µαρµάρου τοῦ σφόδρα λευκοῦ λευκότεροι, ἀλλ' οὐδὲ ἴσοι. Ἀλλ' ἰσχυρότεροι; Ἀλλ' οὐδὲ τοῦτο ἔχοι τις ἂν εἰπεῖν. Ἀλλὰ χρησιµώτεροι; ἀλλὰ µείζους; Ἀλλ' οὐδὲ τοῦτο. Πόθεν οὖν ἐθαυµάσθησαν; Ἀλλ' οὐκ ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ ὑπολήψεως. Εἰ γὰρ µήτε καλλίους εἰσὶν( εὑρήσοµεν γὰρ αὐτῶν περιφανεστέρους καὶ λευκοτέρους), µήτε χρήσιµοι, µήτε ἰσχυρότεροι, πόθεν οὕτως ἐθαυµάσθησαν; οὐχὶ ἀπὸ ὑπολήψεως µόνης; Τίνος οὖν ἕνεκεν ἔδωκεν αὐτούς; Οὐκ αὐτὸς ἔδωκεν, ἀλλὰ σὺ ἐνόµισας µέγα τι εἶναι. Τί οὖν, φησὶν, ὅτι καὶ ἡ Γραφὴ τούτους θαυµάζει; Πρὸς τὴν ὑπόληψιν λοιπὸν διαλέγεται τὴν σήν. Ἐπεὶ καὶ διδάσκαλος παιδίῳ διαλεγόµενος, τὰ αὐτὰ ἐκείνῳ πολλαχοῦ θαυµάζει, ὅταν αὐτὸ βούληται ἐπισπάσασθαι καὶ ὑπαγαγέσθαι. Τί κάλλος ἐπιζητεῖς ἱµατίων; Ἱµατίῳ σε περίβαλε καὶ ὑποδήµασιν· τούτοις κοσµοῦ, ἐν τούτοις ἀρκοῦ. Ἐπιθυµητὰ ὁ∆ αυῒδ ὑπὲρ χρυσίον φησὶ, καὶ λίθον τίµιον πολὺν τὰ κρίµατα τοῦ Θεοῦ. Ταῦτα δὲ ποῦ λόγον ἂν ἔχοι; Οὐκ ἔστι ταῦτα, ἀγαπητοὶ, χρήσιµα· εἰ χρήσιµα ἦν, οὐκ ἂν ἐκέλευσεν αὐτῶν καταφρονεῖν· ἀλλὰ πρὸς τὴν ὑπόληψιν τὴν ἡµετέραν φθέγγεται ἡ θεία Γραφή. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Τίνος οὖν ἕνεκεν ἔδωκε, φησὶ, πορφύραν, καὶ ὅσα τοιαῦτα; Τῆς τοῦ Θεοῦ µεγαλειότητός ἐστιν ἔργον ταῦτα. Καὶ γὰρ καὶ ἀπὸ ἑτέρων τὸν πλοῦτον ἠθέλησεν δεῖξαι τὸν αὑτοῦ· ἐπεὶ καὶ σῖτον ἔδωκε µόνον· σὺ δὲ πολλὰ ἀπὸ τούτου κατασκευάζεις, πλακοῦντας, πέµµατα διάφορα καὶ παντοδαπὰ, πολλὴν ἔχοντα τὴν ἡδονήν. Ἄλλως δὲ καὶ ἡ κενοδοξία πάντα ταῦτα ἐφεῦρεν· ἔδοξε γάρ σοι πάντων αὐτὰ προθεῖναι. Ἐπεὶ εἴ τίς σε ἔροιτο ξένος ἀνὴρ ἢ γεωργὸς καὶ ἄπειρος ὢν αὐτῶν, καὶ ἰδών σε θαυµάζοντα εἴποι,∆ ιὰ τί ταῦτα θαυµάζεις; τί ἔχεις εἰπεῖν; Ὅτι καλὸν ἰδεῖν; Ἀλλ' οὐκ ἔστι. Παυσώµεθα τοίνυν τῆς τοιαύτης ὑπολήψεως, καὶ τῶν ὄντως ἀληθινῶν ἀντεχώµεθα. Ταῦτα γὰρ οὐκ ἔστιν, ἀλλ' ἁπλῶς παρέρχεται µόνον ποταµοῦ δίκην παραῤῥέοντα.∆ ιὸ, παρακαλῶ, ἐπὶ τῆς πέτρας ἑαυτοὺς στήσωµεν, ἵνα καὶ τὸ εὐκόλως περιτρέπεσθαι φύγωµεν, καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, χάριτικαὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note