Homilies on Philippians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
11.0
Ἀλλ' ἅτινα ἦν µοι κέρδη, ταῦτα ἥγηµαι διὰ τὸν Χριστὸν ζηµίαν. Ἀλλὰ µὲν οὖν καὶ ἡγοῦµαι πάντα ζηµίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώ σεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου µου, δι' ὃν τὰ πάντα ἐζηµιώθην, καὶἡγοῦµαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ µὴ ἔχων ἐµὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόµου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὴν ἐκΘεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναµιν τῆς ἀναστάσεως αὐτοῦ.
11.1
Τοῖς πρὸς τοὺς αἱρετικοὺς ἀγῶσιν ἀκµαζούσαις χρὴ προσβάλλειν ταῖς διανοίαις καὶ συνεχῶς. Οὕτω γὰρ ἔστι συγχέειν αὐτῶν τὴν παράταξιν, καὶ ἐκ περιουσίας κρατεῖν, µηδεµίαν αὐτοῖς διδόντας σχολὴν ἀναπνεῖν.∆ ιὰ τοῦτο βουλόµενος ὑµᾶς ἀπὸ τῶν Γραφῶν πρὸς τοὺς τοιούτους ἀγῶνας παρεσκευάσθαι, ἵνα καὶ ἐντεῦθεν ἐπιστοµίζειν τοὺς ἀντιλέγοντας δύνησθε, ἀπὸ τοῦ τέλους τῆς παρελθούσης διαλέξεως τὴν ἀρχὴν ταύτης τῆς µετὰ χεῖρας ποιοῦµαι. Καὶ τί ἦν ἐκείνης τὸ τέλος, φησί; Καταλέξας πάντα τὰ καυχήµατα τὰ Ἰουδαϊκὰ, τὰ ἀπὸ φύσεως, τὰ ἀπὸ προαιρέσεως, ἐπήγαγεν· Ἀλλ' ἅτινα ἦν µοι κέρδη, ταῦτα ἥγηµαι ζηµίαν πάντα εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου µου, δι' ὃν τὰ πάντα ἐζηµιώθην, καὶ ἡγοῦµαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω. Ἐπιπηδῶσιν ἐνταῦθα οἱ αἱρετικοί. Καὶ γὰρ καὶ τοῦτο τῆς σοφίας ἐστὶ τοῦ Πνεύµατος, ἐλπίδας αὐτοῖς ὑποθέσθαι νίκης, ἵνα καταδέξωνται τὴν µάχην. Εἰ γὰρ φανερῶς εἴρητο, ὅπερ ἐπὶ τῶν ἄλλων ἐποίησαν, ἐποίησαν ἂν καὶ ἐπὶ τούτων· ἐξήλειψαν ἂν τὰ γράµµατα, παρῃτήσαντο τὴν Γραφὴν, οὐ δυνάµενοι ὅλως ταύτῃ ἀντιβλέπειν. Ἀλλ' ὅπερ ἐπὶ τῶν ἰχθύων γίνεται, τὸ δυνάµενον αὐτοὺς ἑλεῖν κρύπτεται, ὥστε αὐτοὺς ἐπιδραµεῖν, καὶ οὐ πρόδηλον κεῖται· τοῦτο δὴ καὶ ἐνταῦθα συνέβη, τῷ ζηµίαν τὸν νόµον παρὰ Παύλου εἰρῆσθαι. Σκύβαλα εἴρηται ὁ νόµος, φησὶ, ζηµία εἴρηται· οὐκ ἐνῆν Χριστὸν κερδᾶναι, εἰ µὴ τοῦτον ἐζηµιώθην. Ταῦτα πάντα ἐπεσπάσατο τοὺς αἱρετικοὺς δέξασθαι τὸ χωρίον, νοµίζοντας ὑπὲρ αὐτῶν εἶναι· ἐπειδὴ δὲ ἐδέξαντο, τότε αὐτοὺς περιέβαλε τοῖς δικτύοις πάντοθεν. Τί γάρ φασιν ἐπιπηδῶντες ἐκεῖνοι; Ἰδοὺ ζηµία ὁ νό µος, ἰδοὺ σκύβαλα εἴρηται. Πῶς οὖν αὐτὸν Θεοῦ λέγετε εἶναι; Αὐτὰ µὲν οὖν ταῦτα ὑπὲρ τοῦ νόµου ἐστί· καὶ πόθεν, ἐκεῖθεν δῆλον. Πρόσχωµεν ἀκριβῶς τοῖς λεγοµένοις· οὐκ εἶπε, Ζηµία ἐστὶν ὁ νόµος, ἀλλ', Ἥγηµαι αὐτὸν ζηµίαν· καὶ ὅτε µὲν περὶ κέρδους ἔλεγεν, οὐκ εἶπεν, Ἥγηµαι, ἀλλ', Ἦν κέρδος· ὅτε δὲ περὶ ζηµίας, εἶπεν, Ἥγηµαι, εἰκότως· ἐκεῖνο µὲν γὰρ ἐν φύσει, τοῦτο δὲ λοιπὸν γέγονεν ἀπὸ τῆς ἡµετέρας ὑπολήψεως. Τί οὖν; οὐκ ἔστι, φησὶ, ζηµία ὁ νόµος; Ἔστιν· ἀλλὰ διὰ τὸν Χριστόν· ἀλλὰ νῦν κέρδος γέγονεν. Οὐκ ἐνοµίζετο κέρδος, εἶπεν, ἀλλὰ ἦν· µονονουχὶ λέγων· Ἐννόησον ὅσον ἦν ἀνθρώπους ἐκτεθηριωµένους τὴν φύσιν, εἰς τὸ τῶν ἀνθρώπων σχῆµα καταστῆσαι. Εἰ µὴ ὁ νόµος ἦν, οὐδ' ἂν ἡ χάρις ἐδόθη.∆ ιὰ τί; Ὅτι καθάπερ τις γέφυρα γέγονεν. Ἐπειδὴ γὰρ οὐκ ἐνῆν ἀπὸ τῆς πολλῆς ταπεινώσεως εἰς τὸ ὕψος ἀνελθεῖν, γέγονε κλῖµαξ. Ἀλλὰ εἰ καὶ τῆς κλίµακος οὐκέτι δέεται ὁ ἀνελθὼν, ἀλλ' οὐ µὴν διὰ τοῦτο αὐτὴν ὑπερορᾷ, ἀλλὰ καὶ χάριν αὐτῇ οἶδεν. Αὕτη γὰρ αὐτὸν εἰς τὸ µηκέτι δεῖσθαι αὐτῆς κατέστησε· καὶ ὅµως ὑπὲρ τούτου αὐτοῦ, ὅτι οὐ δεῖται αὐτῆς, αὐτῇ χάριν ὁµολογεῖν, φησὶ, δίκαιον· οὐ γὰρ ἂν ἀνέβη. Οὕτω καὶ ἐπὶ τοῦ νόµου· ἀνήγαγεν ἡµᾶς εἰς ὕψος· οὐκοῦν κέρδος ἦν· ἀλλὰ λοιπὸν ζηµίαν αὐτὸν νοµίζοµεν. Πῶς; Οὐκ ἐπειδὴ ζηµία ἐστὶν, ἀλλ' ἐπειδὴ πολὺ µείζων ἡ χάρις. Ὥσπερ γὰρ ὁ ἐν λιµῷ ὢν πένης, ἕως µὲν ἂν ἔχῃ ἀργύριον, διαφεύγει τὸν λιµόν· ἐπειδὰν δὲ χρυσὸν εὕρῃ, καὶ µὴ ἐξῇ ἀµφότερα κατασχεῖν, ζηµίαν ἡγεῖται τὸ ἐκεῖνο κατέχειν, καὶ ἀφεὶς αὐτὸ, λαµβάνει τὸ χρυσίον· ἀφίησι δὲ, οὐκ ἐπειδὴ ζηµία τὸ ἀργύριον( οὐ γάρ ἐστι), ἀλλ' ἐπειδὴ οὐκ ἔνι ὁµοῦ τὰ δύο λαβεῖν, ἀλλ' ἀνάγκη τὸ ἓν καταλιπεῖν· οὕτω καὶ ἐνταῦθα. Ζηµία οὖν οὐχ ὁ νόµος ἐστὶν, ἀλλὰ τὸ τῷ νόµῳ προσκαθήµενον ἀφίστασθαι τοῦ Χριστοῦ. Ὥστε, ὅταν ἀπάγῃ ἡµᾶς Χριστοῦ, τότε ζηµία· ἂν δὲ παραπέµπῃ, οὐκέτι.∆ ιὰ τοῦτό φησι, Ζηµία, τουτέστι, διὰ τὸν Χριστόν. Εἰ διὰ τὸν Χριστὸν, οὐ φύσει ζηµία.∆ ιὰ τί δὲ οὐκ ἀφίησι τῷ Χριστῷ προσελθεῖν ὁ νόµος; Καὶ µὴν εἰς τοῦτο, φησὶν, ἐδόθη, καὶ πλήρωµα νόµου Χριστὸς, καὶ τέλος νόµου Χριστός. Ἀφίησιν, ἐὰν θέλωµεν πείθεσθαι. Ὁ τῷ νόµῳ τοίνυν πειθόµενος, αὐτὸν ἀφίησι τὸν νόµον; Ἀφίησιν, ἐὰν προσέχωµεν· ἂν µέντοι µὴ προσέχωµεν, οὐκ ἀφίησιν. Ἀλλὰ µὲν οὖν καὶ ἥγηµαι πάντα ζηµίαν εἶναι. Τί λέγω, φησὶ, τοῦτο περὶ τοῦ νόµου; οὐχὶ καλὸν ὁ κόσµος; οὐχὶ καλὸν ἡ παροῦσα ζωή; Ἀλλ' ἐάν µε ἀπαγάγῃ τοῦ Χριστοῦ, ζηµίαν ταῦτα τίθεµαι.∆ ιὰ τί;∆ ιὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου µου. Τοῦ γὰρ ἡλίου φανέντος, προσκαθῆσθαι τῷ λύχνῳ ζηµία. Ὥστε ἀπὸ τῆς παραβολῆς ἡ ζηµία γίνεται, ἀπὸ τοῦ ὑπερέχοντος. Ὁρᾷς ὅτι σύγκρισιν ποιεῖται;∆ ιὰ τὸ ὑπερέχον, φησὶν, οὐ διὰ τὸ ἀλλότριον· τὸ γὰρ ὑπερέχον, τοῦ ὁµογενοῦς ὑπερέχει. Ὥστε ἀφ' ὧν ποιεῖται τὴν κατὰ σύγκρισιν ὑπεροχὴν, ἀπὸ τούτων δείκνυσι τὴν οἰκείωσιν τῆς γνώσεως.∆ ι' ὃν τὰ πάντα ἐζηµιώθην, καὶ ἡγοῦµαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω. Σκύβαλα οὔπω µὲν δῆλον, εἰ περὶ τοῦ νόµου φησὶ τὰ σκύβαλα· εἰκὸς γὰρ αὐτὸν περὶ κοσµικῶν πραγµάτων τοῦτο λέγειν. Εἰπὼν γὰρ, Ἅτινα ἦν µοι κέρδη, ταῦτα ἥγηµαι διὰ τὸν Χριστὸν ζηµίαν, Ἀλλὰ µὲν οὖν καὶ ἡγοῦµαι, φησὶ, πάντα ζηµίαν. Πάντα εἶπε, καὶ τὰ πάλαι, καὶ τὰ παρόντα. Εἰ δὲ βούλει καὶ τὸν νόµον, οὐδὲ οὕτως ὕβρισται. Τὸ γὰρ σκύβαλον ἀπὸ τοῦ σίτου ἐστὶ, καὶ τὸ ἰσχυρὸν τοῦ σίτου τὸ σκύβαλόν ἐστι, τὸ ἄχυρον λέγω. Ὥστε πρὸ τούτου χρήσιµον τὸ σκύβαλον ἦν· µετὰ γὰρ τοῦ σίτου αὐτὸ ἐκλέγοµεν, καὶ εἰ µή τι σκύβαλον ἦν, οὐκ ἂν ὁ σῖτος ἐγένετο. Οὕτω καὶ ἐπὶ τοῦ νόµου.
11.2
Ὁρᾷς πῶς πανταχοῦ οὐκ αὐτὸ τοῦτο ζηµίαν τὸ πρᾶγµα καλεῖ, ἀλλὰ διὰ τὸν Χριστόν; Ἀλλὰ µὲν οὖν καὶ πάντα ἡγοῦµαι ζηµίαν.∆ ιὰ τί; Πάλιν,∆ ιὰ τὸ ὑπερέχον τῆς γνώσεως, δι' ὃν τὰ πάντα ἐζηµιώθην. Εἶτα ἐπάγει,∆ ιὸ καὶ ἡγοῦµαι πάντα ζηµίαν εἶναι, ἵνα Χριστὸν κερδήσω. Ὁρᾷς πῶς ἐπιλαµβάνεται πάντοθεν τοῦ ἐρείσµατος τοῦ Χριστοῦ, καὶ οὐκ ἀφίησιν οὐδαµοῦ γυµνωθῆναι τὸν νόµον, οὐδὲ πληγὴν λαβεῖν, ἀλλὰπεριβάλλει πάντοθεν αὐτόν; Καὶ εὑρεθῶ ἐν αὐτῷ µὴ ἔχων ἐµὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόµου. Εἰ ὁ δικαιοσύνην ἔχων, διὰ τὸ µηδὲν αὐτὴν εἶναι, πρὸς ταύτην τὴν δικαιοσύνην ἔδραµεν, οἱ µὴ ἔχοντες πῶς οὐ πολλῷ µᾶλλον ὀφείλουσι προστρέχειν αὐτῷ; Καὶ καλῶς εἶπε, Μὴ ἔχων ἐµὴν δικαιοσύνην, οὐχ ἣν διὰ πόνων καὶ ἱδρώτων ἐκτησάµην, ἀλλὰ ἣν εὗρον ἀπὸ τῆς χάριτος, φησίν. Εἰ τοίνυν ὁ κατορθώσας, ἀπὸ χάριτος σώζεται, πολλῷ µᾶλλον ὑµεῖς. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι µείζων αὕτη ἡ δικαιοσύνη ἡ διὰ πόνων, δείκνυσιν ὅτι σκύβαλον αὕτη ἐστὶ πρὸς ἐκείνην. Οὐ γὰρ ἄν ποτε ἐγὼ κατορθώσας, αὐτὴν ῥίψας ταύτῃ προσέτρεχον. Ποία δέ ἐστιν αὕτη; Ἡ ἀπὸ πίστεως τοῦ Θεοῦ· τουτέστι, καὶ αὕτη παρὰ Θεοῦ δέδοται· Θεοῦ ἐστιν αὕτη ἡ δικαιοσύνη· δῶρόν ἐστιν αὕτη ὁλόκληρον. Τὰ δὲ τοῦ Θεοῦ δῶρα πολλῷ τῷ µέτρῳ ὑπερβαίνει τὴν εὐτέλειαν τῶν κατορθωµάτων τῶν διὰ τῆς ἡµετέρας σπουδῆς γινοµένων. Τί δέ ἐστιν ἡ πίστις; Ἐπὶ τῇ πίστει, φησὶ, τοῦ γνῶναι αὐτόν. Ἄρα διὰ πίστεως ἡ γνῶσις, καὶ πίστεως ἄνευ γνῶναι αὐτὸν οὐκ ἔστι. Πῶς δέ;∆ ι' αὐτῆς δεῖ γνῶναι τὴν δύναµιν τῆς ἀναστάσεως αὐτοῦ· ποῖος γὰρ λογισµὸς τὴν ἀνάστασιν ἡµῖν παραστήσει; Οὐδὲ εἷς, ἀλλὰ πίστις. Εἰ δὲ ἡ ἀνάστασις τοῦ κατὰ σάρκα Χριστοῦ, πίστει γινώσκεται, πῶς ἡ γέννησις τοῦ Θεοῦ Λόγου λογισµοῖς καταλαµβάνεται; τῆς γὰρ γεννήσεως ἐλάττων ἡ ἀνάστασις.∆ ιὰ τί; Ὅτι ἐκείνης µὲν πολλὰ τὰ ὑποδείγµατα γέγονε, ταύτης δὲ οὐδὲ ἕν. Νεκροὶ µὲν γὰρ ἀνέστησαν πολλοὶ πρὸ τοῦ Χριστοῦ, εἰ καὶ ἐτελεύτησαν ἀναστάντες· ἀπὸ δὲ παρθένου οὐδεὶς ἐτέχθη ποτέ. Εἰ τοίνυν ὃ καὶ τῆς κατὰ σάρκα γεννήσεως εὐτελέστερον, τοῦτο πίστει δεῖ παραλαµβάνειν, τὸ πολλῷ µεῖζον, καὶ ἀπείρως µεῖζον καὶ ἀσυγκρίτως, πῶς λογισµῷ καταλαµβάνεται; Ταῦτα ποιεῖ τὴν δικαιοσύνην. Τοῦτο γὰρ δεῖ πιστεῦσαι, ὅτι ἐδυνήθη· τὸ δὲ πῶς ἐδυνήθη, οὐκέτι ἔστι παραστῆσαι· ἀπὸ γὰρ πίστεως ἡ κοινωνία τῶν παθηµάτων. Πῶς; Εἰ γὰρ µὴ ἐπιστεύοµεν, οὐδ' ἂν ἐπάθοµεν· εἰ µὴ ἐπιστεύοµεν, ὅτι συνυποµένοντες συµβασιλεύσοµεν, οὐδ' ἂν ἐπάθοµεν τὰ παθήµατα. Ἄρα πίστει καὶ ἡ γέννησις καὶ ἡ ἀνάστασις καταλαµβάνεται. Ὁρᾷς ὅτι οὐχ ἁπλῶς δεῖ τὴν πίστιν εἶναι, ἀλλὰ δι' ἔργων; Οὗτος γὰρ µάλιστα πιστεύει, ὅτι ἀνέστη Χριστὸς, ὁ παραβόλως ἑαυτὸν τοῖς κινδύνοις ἐκδιδοὺς, ὁ κοινωνῶν αὐτῷ ἐν τοῖς παθήµασι· τῷ γὰρ ἀναστάντι κοινωνεῖ, τῷ ζῶντι.∆ ιὰ τοῦτο ἔλεγε· Καὶ εὑρεθῶ ἐν αὐτῷ µὴ ἔχων ἐµὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόµου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸνκαὶ τὴν δύναµιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθηµάτων αὐτοῦ, συµµορφούµενος τῷ θανάτῳ αὐτοῦ, εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιντῶν νεκρῶν. Συµµορφούµενος, φησὶ, τῷ θανάτῳ αὐτοῦ· τουτέστι, κοινωνῶν. Καθάπερ γὰρ ἐκεῖνος ὑπὸ τῶν ἀνθρώπων ἔπαθεν, οὕτω κἀγώ· διὰ τοῦτο εἶπε, Συµµορφούµενος· καὶ ἀλλαχοῦ πάλιν· Ἀνταναπληρῶ τὰ ὑστερήµατα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί µου. Τουτέστιν, οἱ διωγµοὶ καὶ τὰ παθήµατα ταῦτα, τὴν εἰκόνα δηµιουργοῦσιν ἐκείνην τοῦ θανάτου. Οὐ γὰρ τὸ ἑαυτοῦ ἐζήτει, ἀλλὰ τὸ τῶν πολλῶν. Ὥστε καὶ οἱ διωγµοὶ καὶ αἱ θλίψεις καὶ αἱ στενοχωρίαι οὐ µόνον ὑµᾶς οὐκ ὀφείλουσι θορυβεῖν, ἀλλὰ καὶ εὐφραίνειν, ὅτι διὰ τούτων συµµορφούµεθατῷ θανάτῳ αὐτοῦ· ὡς ἂν εἰ ἔλεγεν, Ἐξεικονιζόµεθα· ὃ καὶ ἀλλαχοῦ λέγει γράφων, Τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώµατι περιφέροντες. Καὶ τοῦτο δὲ ἀπὸ πίστεως πολλῆς γίνεται. Οὐ γὰρ, ὅτι ἀνέστη µόνον, πιστεύοµεν, ἀλλ' ὅτι καὶ µετὰ ἀνάστασιν πολλὴν ἔχει τὴν ἰσχύν.∆ ιὰ τοῦτο τὴν αὐτὴν ὁδὸν ὁδεύοµεν, ἥνπερ ὥδευσε, τουτέστιν, ἀδελφοὶ γινόµεθα αὐτῷ καὶ κατὰ τοῦτο· ὡς ἂν εἰ ἔλεγε· Χριστοὶ γινόµεθα κατὰ τοῦτο. Βαβαὶ, πόσον τῶν παθῶν τὸ ἀξίωµα! πιστεύοµεν ὅτι συµµορφούµεθα τῷ θανάτῳ αὐτοῦ διὰ τῶν παθηµάτων. Ὥσπερ γὰρ ἐν τῷ βαπτίσµατι Συνετάφηµεν τῷ ὁµοιώµατι τοῦ θανάτου αὐτοῦ, οὕτως ἐνταῦθα τῷ θανάτῳ συµµορφούµεθα αὐτοῦ. Ἐκεῖ εἰκότως εἶπε, Τῷ ὁµοιώµατι τοῦ θανάτου αὐτοῦ· οὐ γὰρ ὅλον τὸν θάνατον ἀπεθάνοµεν· οὐ γὰρ σώµατι ἐν σαρκὶ ἀπεθάνοµεν, ἀλλ' ἁµαρτίᾳ. Ἐπεὶ οὖν θάνατος καὶ θάνατος λέγεται, ἀλλ' ἐκεῖνος µὲν ἀπέθανε σώµατι, ἡµεῖς δὲ ἁµαρτίᾳ, καὶ ἐκεῖ ὁ ἄνθρωπος ἀπέθανεν, ὃν ἀνέλαβεν αὐτὸς, ὁἐν σώµατι ἡµῶν, ὧδε ὁ ἄνθρωπος τῆς ἁµαρτίας· διὰ τοῦτο ἐκεῖ µέν φησι, Τῷ ὁµοιώµατι τοῦ θανάτου αὐτοῦ, ἐνταῦθα δὲ οὐκέτι ὁµοιώµατι θανάτου, ἀλλ', αὐτῷ τῷ θανάτῳ.
11.3
Παῦλος γὰρ οὐκέτι ἁµαρτίᾳ ἀπέθανεν ἐν τοῖς διωγµοῖς, ἀλλ' αὐτῷ τῷ σώµατι· ὥστε τὸν αὐτὸν ὑπέµεινε θάνατον. Εἴ πως καταντήσω, φησὶν, εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν. Τί λέγεις; καὶ µὴν πάντες αὐτῆς τυγχάνουσι· Πάντες µὲν γὰρ οὐ κοιµηθησόµεθα, φησὶ, πάντες δὲ ἀλλαγησόµεθα· καὶ οὐκ ἀναστάσεως µόνης, ἀλλὰ καὶ ἀφθαρσίας πάντες, οἱ µὲν εἰς τιµὴν, οἱ δὲ εἰς ἐφόδιον κολάσεως. Εἰ τοίνυν πάντες τῆς ἀναστάσεως τυγχάνουσι, καὶ οὐ τῆς ἀναστάσεως µόνης, ἀλλὰ καὶ ἀφθαρσίας, πῶς ὡς µέλλων ἐξαιρέτου τινὸς τυγχάνειν ἔλεγες, Εἴπως καταντήσω;∆ ιὰ τοῦτο ταῦτα πάσχω, φησὶν, Εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν· εἰ γὰρ µὴ ἀπέθανες, οὐκ ἀνίστασο. Τί οὖν ἐστι;∆ οκεῖ µέγα τι ἐνταῦθα αἰνίττεσθαι· οὕτω γὰρ µέγα ἦν, ὅτι οὐδὲ ἐθάῤῥησεν ἀποφήνασθαι, ἀλλά φησιν ἁπλῶς, Εἴ πως. Ἐπίστευσα εἰς αὐτὸν καὶ τὴν αὐτοῦ ἀνάστασιν, ἀλλὰ καὶ πάσχω δι' αὐτὸν, ἀλλ' οὔπω δύναµαι θαῤῥῆσαι περὶ τῆς ἀναστάσεως. Ποίαν ἐνταῦθα ἀνάστασίν φησι; Τὴν πρὸς αὐτὸν ἄγουσαν τὸν Χριστόν. Εἶπον ὅτι ἐπίστευσα αὐτῷ καὶ τῇ τῆς ἀναστάσεως αὐτοῦ δυνάµει, καὶ ὅτι κοινωνός εἰµι τῶν παθηµάτων αὐτοῦ, καὶ ὅτι συµµορφοῦµαι τῷ θανάτῳ αὐτοῦ· ἀλλ' ὅµως µετὰ ταῦτα πάντα οὔπω θαῤῥῶ· ὅπερ ἀλλαχοῦ λέγει, Ὁ δοκῶν ἑστάναι, βλεπέτω µὴ πέσῃ· καὶ πάλιν, Φοβοῦµαι µή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιµος γένωµαι. Οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωµαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ Ἰησοῦ. Οὐχ ὅτι ἤδη ἔλαβον. Τί ἐστιν, Ἤδη ἔλαβον; Τὸ βραβεῖόν φησιν. Εἰ δὲ ὁ τοσαῦτα παθὼν, εἰ δὲ ὁ διωκόµενος, εἰ δὲ ὁ τὴν νέκρωσιν ἔχων, οὔπω ἐθάῤῥει περὶ τῆς ἀναστάσεως ἐκείνης, τί ἂν εἴποιµεν ἡµεῖς; Τί ἐστιν, Εἰ καταλάβω; Ὅπερ πρότερον ἔλεγον, Εἰ καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν. Τὴν αὐτοῦ, φησὶν, ἀνάστασιν εἰ καταλάβω. Τουτέστιν, Ἐὰν δυνηθῶ τοσαῦτα παθεῖν, ἐὰν δυνηθῶ µιµήσασθαι αὐτὸν, ἂν δυνηθῶ σύµµορφος αὐτῷ γενέσθαι. Οἷον, πολλὰ ἔπαθεν ὁ Χριστὸς, ἐνεπτύσθη, ἐῤῥαπίσθη, ἐµαστιγώθη, ὕστερον ἀπέθανε. Τοῦτο στάδιόν ἐστι· διὰ πάντων τούτων δεῖ πρὸς τὴν ἀνάστασιν αὐτοῦ φθάσαι, πάντας τοὺς ἄθλους ἐνεγκόντας. Ἢ τοίνυν τοῦτό φησιν, ἢ ὅτι Ἐὰν καταξιωθῶ τῆς ἀναστάσεως τυχεῖν εὐδοκίµου, παῤῥησίαν ἐχούσης, εἰς τὴν ἐξανάστασιν φθάνω τὴν αὐτοῦ. Ἂν γὰρ δυνηθῶ τοὺς ἀγῶνας πάντας ἐνεγκεῖν, καὶ τὴν ἀνάστασιν αὐτοῦ δυνήσοµαι σχεῖν, καὶ µετὰ δόξης ἀναστῆναι. Οὐδέπω γὰρ, φησὶν, ἄξιός εἰµι·∆ ιώκω δὲ, εἰ καὶ καταλάβω. Ἔτι ἐναγώνιός µοι ὁ βίος, ἔτι τοῦ τέλους εἰµὶ πόῤῥω, ἔτι τῶν βραβείων ἀφέστηκα, ἔτι τρέχω, ἔτι διώκω. Καὶ οὐκ εἶπε, Τρέχω, ἀλλὰ,∆ ιώκω· εἰκότως. Ὁ γὰρ διώκων, ἴστε µεθ' ὅσου τόνου διώκει· οὐδένα ὁρᾷ, πάντας µετὰ πολλῆς τῆς ῥύµης τοὺς διακόπτοντας ἀπωθεῖται, καὶ διάνοιαν καὶ ὄµµα καὶ ἰσχὺν καὶ ψυχὴν καὶ σῶµα συστρέφει, πρὸς ἕτερον µὲν οὐδὲν ὁρῶν, πρὸς δὲ τὸ βραβεῖον µόνον. Εἰ δὲ ὁ διώκων Παῦλος, ὁ τοσαῦτα παθὼν, ἔτι φησὶν, Εἰ καὶ καταλάβω· τί ἂν εἴποιµεν ἡµεῖς οἱ ἀναπεπτωκότες; Εἶτα δεικνὺς, ὅτι ὀφειλῆς τὸ πρᾶγµά ἐστι, φησὶν, Ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ Ἰησοῦ Χριστοῦ. Τῶν ἀπολλυµένων ἤµην, φησὶν, ἐπνιγόµην, ἔµελλον ἀπόλλυσθαι· κατέλαβέ µε ὁ Θεός· καὶ γὰρ αὐτὸς ἡµᾶς ἐδίωκε φεύγοντας αὐτὸν µετὰ πολλῆς τῆς σπουδῆς.∆ ιὰ τούτου ταῦτα πάντα παρίστησι· τῷ γὰρ εἰπεῖν, ὅτι Κατελήφθην, ἔδειξε καὶ τοῦ βουλοµένου καταλαβεῖν τὴν σπουδὴν, καὶ ἡµῶν τὴν ἀποστροφὴν τὴν πολλὴν καὶ τὴν πλάνην, καὶ ὅτιαὐτὸν ἐφεύγοµεν.
11.4
∆ ιὸ καὶ δακρύειν ἄξιον, ὅτι πάντων εἰς τὴν προτέραν κατάστασιν πάλιν ἐλθόντων, καὶ ὅτι πολλῆς ὀφειλῆς ὄντων ἡµῶν ὑπευθύνων, οὐδεὶς πενθεῖ, οὐδεὶς δακρύει, οὐδεὶς στενάζει. Καὶ µὴ καταγνῷς εἰρωνείαν τοῦ λόγου· ὥσπερ γὰρ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ τὸν Θεὸν ἐφεύγοµεν, οὕτω φεύγοµεν αὐτὸν καὶ νῦν· φεύγειν γὰρ ἔστι τὸν Θεὸν, οὐ τόπῳ( πανταχοῦ γάρ ἐστι), ἀλλὰ τοῖς ἔργοις. Καὶ ὅτι οὐκ ἔστι φεύγειν, ἄκουε τοῦ προφήτου λέγοντος, Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύµατός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Πῶς οὖν ἔστι φυγεῖν τὸν Θεόν; Ὡς ἔστι πόῤῥω γενέσθαι τοῦ Θεοῦ, ὡς ἔστι µακρυνθῆναι· Οἱ γὰρ µακρύνοντες ἑαυτοὺς, φησὶν, ἀπὸ σοῦ, ἀπολοῦνται· καὶ πάλιν, Οὐχὶ τὰ ἁµαρτήµατα ὑµῶν διιστῶσιν ἀνὰ µέσον ἐµοῦ καὶ ὑµῶν; Πῶς οὖν γίνεται τὸ µακρυνθῆναι; πῶς γίνεται διάστασις; Προαιρέσει καὶ ψυχῇ· τόπῳ γὰρ οὐκ ἔνι· πῶς γὰρ ἄν τις τὸν πανταχοῦ παρόντα φεύγοι; Ὁ τοίνυν ἁµαρτωλὸς φεύγει. Τοῦτό ἐστιν ὅ φησιν ἡ Γραφὴ, Φεύγει ὁ ἀσεβὴς, µηδενὸς διώκοντος. Σφόδρα φεύγοµεν τὸν Θεὸν, καίτοι ἀεὶ διώκοντα ἡµᾶς αὐτόν. Ὁ Ἀπόστολος ἐδίωκεν, ἵνα ἐγγὺς αὐτοῦ γένηται· ἡµεῖς διώκοµεν, ἵνα πόῤῥω γενώµεθα· ἆρα οὐκ ἄξια ταῦτα θρήνων; ἆρα οὐκ ἄξια δακρύων; Ποῦ φεύγεις, ἄθλιε καὶ ταλαίπωρε; ποῦ φεύγεις τὴν ζωὴν καὶ τὴν σωτηρίαν τὴν σήν; Ἂν τὸν Θεὸν φύγῃς, πρὸς τίνα καταφεύξῃ; ἂν τὸ φῶς φύγῃς, ποῦ διαβλέψεις; ἂν τὴν ζωὴν φύγῃς, πόθεν ζήσῃ λοιπόν; Φύγωµεν τὸν ἐχθρὸν τῆς σωτηρίας τῆς ἡµετέρας. Ὅταν ἁµαρτάνωµεν, φεύγοµεν ἀπὸ τοῦ Θεοῦ, δραπετεύοµεν, εἰς ἀλλοτρίαν ἀπερχόµεθα γῆν, καθάπερ ἐκεῖνος ὁ καταφαγὼν τὰ ὑπάρχοντα τὰ πατρῷα, καὶ ἀπελθὼν εἰς ἀλλοτρίαν γῆν, ὁ καταναλώσας πᾶσαν τὴν πατρικὴν οὐσίαν, καὶ ἐν λιµῷ ζῶν. Ἔχοµεν οὖν πατρικὴν οὐσίαν καὶ ἡµεῖς. Ποίαν δὴ ταύτην; Ἀπήλλαξεν ἡµᾶς τῶν ἁµαρτηµάτων, ἐχαρίσατο ἡµῖν δύναµιν, ἰσχὺν πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν, ἐχαρίσατο ἡµῖν προθυµίαν, ὑποµονὴν, ἐν τῷβαπτίσµατι ἐχαρίσατο ἡµῖν Πνεῦµα ἅγιον· ἂν ταῦτα καταναλώσωµεν, ἐν λιµῷ λοιπὸν ἐσόµεθα. Καθάπερ γὰρ οἱ νοσοῦντες, ἕως µὲν ἂν πυρετοῖς ἐνοχλῶνται καὶ χυµῶν κακίᾳ, οὐδὲ διαναστῆναι, οὐδὲ ἐργάσασθαι, οὐδὲ πρᾶξαί τι δύνανται· ἂν δέ τις αὐτοὺς ἀπαλλάξῃ καὶ εἰς ὑγείαν ἀγάγῃ, εἶτα µὴ ἐργάζωνται, παρὰ τὴν οἰκείαν αὐτῶν τοῦτο γίνεται ῥᾳθυµίαν· οὕτω δὴ καὶ ἐφ' ἡµῶν. Ἐπέκειτο ἡµῖν νόσος χαλεπὴ καὶ πυρετὸς σφοδρός· καὶ ἐκείµεθα οὐκ ἐπὶ κλίνης, ἀλλ' ἐπὶ τῆς κακίας αὐτῆς, καθάπερ ἐν κοπρίᾳ, τῇ πονηρίᾳ ἐῤῥιµµένοι, ἡλκωµένοι, δυσωδίας ἀνάπλεῳ, αὐχµῶντες, κατατρυχόµενοι, εἴδωλα µᾶλλον ὄντες, ἢ ἄνθρωποι. Περιειστήκεσαν ἡµᾶς δαίµονες πονηροὶ, ὁ ἄρχων τοῦ κόσµου τούτου γελῶν, ἐπεµβαίνων. Ἦλθεν ὁ τοῦ Θεοῦ Μονογενὴς, ἀφῆκε τὰς ἀκτῖνας τῆς παρουσίας αὐτοῦ, καὶ τὸν ζόφον εὐθέως ἀπήλασεν· ἦλθε πρὸς ἡµᾶς ὁ βασιλεὺς ὁ ὢν ἐν τῷ θρόνῳ πατρικῷ, τὸν θρόνον ἀφεὶς τὸν πατρικὸν( ὅταν δὲ, ἀφεὶς, εἴπω, µὴ πάλιν µετάστασιν νοµίσῃς· τὸν γὰρ οὐρανὸν καὶ τὴν γῆν αὐτὸς πληροῖ· ἀλλὰ διὰ τὴν οἰκονοµίαν τοῦτό φηµι)· ἦλθε πρὸς ἐχθρὸν τὸν µισοῦντα αὐτὸν, τὸν ἀποστρεφόµενον, τὸν οὐδὲ ἰδεῖν αὐτὸν ἀνεχόµενον, τὸν καθ' ἑκάστην αὐτὸν βλασφηµοῦντα τὴν ἡµέραν. Εἶδεν ἐν κοπρίᾳ κείµενον, σκώληξιν ἡλκωµένον, πυρετοῖς, λιµῷ κατεχόµενον, πᾶν εἶδος ἔχοντα νόσου. Καὶ γὰρ καὶ πυρετὸς ἠνώχλει, τοῦτο γὰρ ἐπιθυµία πονηρὰ, καὶ φλεγµοναὶ ἐπέκειντο, τοῦτο γὰρ ἡ ἀπόνοια, καὶ ἡ βουλιµία τις ἡ λεγοµένη κατεῖχε, τοῦτο γὰρἡ πλεονεξία, καὶ σηπεδόνες πάντοθεν, τοῦτο γὰρ ἡ πορνεία, καὶ πήρωσις ὀφθαλµῶν, τοῦτο γὰρ εἰδωλολατρεία, καὶ κώφωσις καὶ παραπληξία, τοῦτο γὰρτὸ προσκυνεῖν λίθοις καὶ ξύλοις καὶ ἐκείνοις προσφθέγγεσθαι, καὶ δυσείδεια πολλὴ, τοῦτο γὰρ κακία· ἀηδές τι, καὶ νόσος χαλεπωτάτη. Εἶδε χεῖρον πάλιν τῶν µαινοµένων φθεγγοµένους ἡµᾶς, καὶ τὸ ξύλον θεὸν καλοῦντας, καὶ τὸν λίθον ὁµοίως· εἶδεν ἐν τοσαύτῃ κακίᾳ, καὶ οὐκ ἐβδελύξατο, οὐκ ἐδυσχέρανεν, οὐκ ἀπεστράφη, οὐκ ἐµίσησε·∆ εσπότης γὰρ ἦν, καὶ τὸ ἴδιον πλάσµα οὐκ ἂν ἐµίσησεν. Ἀλλὰ τί ποιεῖ; Καθάπερ ἄριστος ἰατρὸς κατασκευάζει φάρµακα πολλοῦ ἄξια, καὶ πρῶτος αὐτῶν ἀπογεύεται· τὴν γὰρ ἀρετὴν αὐτὸς πρῶτος µετῆλθε, καὶ οὕτως ἡµῖν ἔδωκε. Καὶ πρῶτον καθάπερ ἀντίδοτόν τι φάρµακον ἔδωκε τὸ λουτρὸν, καὶ οὕτω πᾶσαν ἠµέσαµεν κακίαν, καὶ πάντα ἐφυγαδεύθη ἀθρόον, καὶ ἡφλεγµονὴ ἐπαύσατο, καὶ ὁ πυρετὸς ἐσβέσθη, καὶ αἱ σηπεδόνες ἐκαύθησαν. Πάντα γὰρ καὶ τὰ ἀπὸ πλεονεξίας, καὶ τὰ ἀπὸ θυµοῦ, καὶ τὰ ἄλλα κακὰ ἐκενώθη διὰ τοῦ πνεύµατος· ἀνεῴχθησαν οἱ ὀφθαλµοὶ, ἀνεῴγη τὰ ὦτα, ἐλάλησεν εὔφηµον φωνὴν ἡ γλῶσσα, ἔλαβεν ἰσχὺν ἡ ψυχὴ, ἔλαβε κάλλος καὶ ἄνθος τὸ σῶµα τοιοῦτον, οἷον εἰκὸς Υἱὸν Θεοῦ τεχθέντα κάλλος ἔχειν ἀπὸ τῆς τοῦ Πνεύµατος χάριτος, οἵαν εἰκὸς δόξαν ἔχειν υἱὸν ἄρτι τεχθέντα βασιλεῖ, καὶ ἐν ἁλουργίδι τρεφόµενον. Οἴµοι, πόσην εὐγένειαν ἡµῖν ἐχαρίσατο! ἡµεῖς δὲ περὶ τὸν οὕτως ἡµᾶς φιλήσαντα ἀχάριστοι µένοµεν. Ἐτέχθηµεν, ἐτράφηµεν, εὐεργετήθηµεν· τί πάλιν φεύγοµεν τὸν εὐεργέτην; Ὁ τοίνυν ταῦτα πάντα ποιήσας, καὶ ἰσχὺν δίδωσιν· οὐ γὰρ ἐνῆν κατεχοµένους τῷ νοσήµατι ἐνεγκεῖν, εἰ µὴ αὐτὸς ἡµῖν ἔδωκε τὴν ἰσχύν. Ἔδωκε τῶν ἁµαρτηµάτων τὴν ἄφεσιν, ἠθετήσαµεν τὴν δωρεάν· ἔδωκεν ἡµῖν πλοῦτον, ἐσκορπίσαµεν αὐτὸν, κατεφάγοµεν ἅπαντα· ἔδωκεν ἡµῖν ἰσχὺν, ἀνηλώσαµεν αὐτήν· ἔδωκεν ἡµῖν χάρισµα, ἐσβέσαµεν αὐτό. Πῶς; Ἀνηλώσαµεν εἰς οὐδὲν δέον, ἐχρησάµεθα ἐν οὐδενὶ χρησίµῳ. Ταῦτα ἡµᾶς ἀπώλεσε, καὶ τὸ πάντων δεινότερον, ὅτι ἐν ἀλλοτρίᾳ ὄντες, καὶ κεράτια ἐσθίοντες, οὐ λέγοµεν· Ἐπιστρέψωµεν πρὸς τὸν Πατέρα καὶ εἴπωµεν· Ἡµάρτοµεν εἰς τὸν οὐρανὸν καὶ εἰς σὲ, καὶ Πατέρα οὕτως ἔχοντες φιλόστοργον, σφόδρα ποθοῦντα ἡµῶν τὴν ἐπάνοδον· ὡς ἂν µόνον ἀποστῶµεν τῆς κακίας, ἂν πρὸς αὐτὸν ἐπανέλθωµεν µόνον, οὐδὲ ἐγκαλέσαι λοιπὸν ὑπὲρ τῶν προτέρων ἀνέχεται· µόνον ἀποστῶµεν· ἱκανὴ γὰρ ἀπολογία τὸ ἐπανελθεῖν. Τί λέγω, ἐγκαλέσαι οὐκ ἀνέχεται; οὐ µόνον αὐτὸς οὐκ ἐγκαλεῖ, ἀλλὰ, κἂν ἕτερος ἐγκαλῇ, ἐπιστοµίζεται, κἂν εὐδοκιµηκὼς ᾖ ὁ ἐγκαλῶν. Οὐκοῦν ἐπανέλθωµεν· µέχρι τίνος ἀφιστάµεθα; λάβωµεν αἴσθησιν τῆς ἀτιµίας, λάβωµεν αἴσθησιν τῆς εὐτελείας· ἡ κακία χοίρους εἶναι ποιεῖ, ἡ κακία λιµὸν φέρει τῇ ψυχῇ. Ἀνακτησώµεθα ἑαυτοὺς καὶ ἀναλήψωµεν, καὶ ἐπανέλθωµεν ἐπὶ τὴν προτέραν εὐγένειαν, ἵνα τύχωµεν τῶν µελλόντων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳτοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.