Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Philippians
John ChrysostomHom. Phil. 12 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
12.0
Ἀδελφοὶ, ἐγὼ ἐµαυτὸν οὐ λογίζοµαι κατειληφέναι· ἓν δὲ, τὰ µὲν ὀπίσω ἐπιλανθανόµενος, τοῖς δὲ ἔµπροσθεν ἐπεκτεινόµενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
12.1
Οὐδὲν οὕτω κενοῖ κατορθώµατα καὶ ἀποφυσᾷ, ὡς µνήµη τῶν εἰργασµένων ἡµῖν ἀγαθῶν.∆ ύο γὰρ τίκτει κακὰ, ῥᾳθυµοτέρους τε ἐργάζεται, καὶ εἰς ἀπόνοιαν αἴρει.∆ ιόπερ ὁ Παῦλος, ἐπειδὴ οἶδεν ὀξύῤῥοπον οὖσαν τὴν ἡµετέραν φύσιν πρὸς ῥᾳθυµίαν, καὶ πολλὰ δὲ τοὺς Φιλιππησίους ἐπῄνεσεν, ὅρα πῶς αὐτῶνκαταστέλλει τὸ φρόνηµα, διὰ πολλῶν µὲν καὶ ἑτέρων ἀνωτέρω, µάλιστα δὲ διὰ τοῦ παρόντος. Τί λέγων; Ἀδελφοὶ, ἐγὼ ἐµαυτὸν οὐ λογίζοµαι κατει ληφέναι. Εἰ δὲ Παῦλος οὐδέπω κατέλαβεν, οὐδὲ θαῤῥεῖ περὶ τῆς ἀναστάσεως, οὐδὲ περὶ τῶν µελλόντων· σχολῇ γοῦν ἐκεῖνοι µηδὲ τὸ πολλοστὸν αὐτοῦ µέρος κατωρθωκότες τοῦτο ἂν ἔπραξαν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐδέπω κατειληφέναι τὴν ἀρετὴν ἅπασαν ἡγοῦµαι· οὕτως εἰπὼν, ὡς ἂν εἰ περὶ δροµέως εἴποι τις, Οὔπω κατέλαβεν. Οὐδέπω τὸ πᾶν ἤνυσα, φησίν. Εἰ δὲ λέγει ἀλλαχοῦ, Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισµαι, καὶ ἐνταῦθα, Οὐδέπω λογίζοµαι κατειληφέναι, ἀναγνούς τις ἀµφότερα, εἴσεται καλῶς τὴν αἰτίανκαὶ ἐκείνων καὶ τούτων τῶν ῥηµάτων. Οὐ γὰρ δεῖ συνεχῶς τὰ αὐτὰ στρέφειν, καὶ ἡµᾶς πάντα διδάσκειν, καὶ ὅτι ταῦτα πολὺ πρότερον ἔλεγεν, ἐκεῖνα δὲ πρὸς τῷ τέλει. Οὔπω λογίζοµαι κατειληφέναι, φησὶν, ἀλλ' ἑνός εἰµι µόνου, τοῦ τοῖς ἔµπροσθεν ἐπεκτείνεσθαι. Τοῦτο γάρ ἐστιν ὅ φησιν, Ἓν, τὰ µὲν ὀπίσω ἐπιλανθανόµενος, τοῖς δὲ ἔµπροσθεν ἐπεκτεινόµενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεωςτοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. Ὅρα πῶς εἰπὼν τοῦτο, ἐδήλωσε τί ἦν ὃ ἐποίει αὐτὸν τοῖς ἔµπροσθεν ἐπεκτείνεσθαι. Ὁ µὲν οὖν ἤδη τετελειῶσθαι νοµίζων, καὶ µηδὲν αὐτῷ λείπειν πρὸς ἀρετῆς κατόρθωσιν, κἂν ἐπαύσατο τρέχων, ὡς τὸ πᾶν κατειληφώς· ὁ δὲ ἀφεστάναι τοῦ τέρµατος ἔτι νοµίζων, οὐδέποτε παύσεται τρέχων. Τοῦτο οὖν ἡµᾶς ἀεὶ δεῖ λογίζεσθαι, κἂν µυρία κατορθώσωµεν ἀγαθά. Εἰ γὰρ Παῦλος µετὰ µυρίους θανάτους, µετὰ τοσούτους κινδύνους τοῦτο ἐλογίζετο, πολλῷ µᾶλλον ἡµεῖς. Οὐ µὴν ἀνέπεσον, φησὶν, ἐπειδὴ τοσοῦτον δραµὼν οὐκ ἴσχυσα, οὐδὲ ἀπέγνων, ἀλλ' ἔτι τρέχω, ἔτι ἀγωνίζοµαι· τοῦτο µόνον σκοπῶ, ὅπως δὴ προκόπτοιµι. Οὕτω καὶ ἡµᾶς χρὴ ποιεῖν, ἐπιλανθάνεσθαι τῶν κατορθωµάτων, καὶ ἀφιέναι αὐτὰ ὀπίσω. Καὶ γὰρ ὁ δροµεὺς οὐχ ὅσους ἤνυσεν ἀναλογίζεται διαύλους, ἀλλ' ὅσους λείπεται. Καὶ ἡµεῖς µὴ ὅσον ἠνύσαµεν τῆς ἀρετῆς ἀναλογιζώµεθα, ἀλλ' ὅσον ἡµῖν λείπει. Τί γὰρ ἡµᾶς ὠφελεῖ τὸ ἀνυσθὲν, ὅταν τὸ λειπόµενον µὴ προστεθῇ; Καὶ οὐκ εἶπεν, ὅτι Οὐκ ἀναλογίζοµαι, οὐδὲ µέµνηµαι, ἀλλ', Ἐκλανθανόµενος, ἡµᾶς προσεκτικωτέρους ποιῶν. Οὕτω γὰρ σφοδροὶ γινόµεθα, ὅταν πᾶσαν προθυµίαν εἰς τὸ λεῖπον ἀναλάβωµεν, ὅταν ἐκεῖνα λήθῃ παραδῶµεν. Ἐπεκτεινόµενοι, φησὶ, πρὶν ἢ παραγενέσθαι, λαβεῖν σπουδάζοµεν. Ὁ γὰρ ἐπεκτεινόµενος οὗτός ἐστιν, ὁ τοὺς πόδας καίτοι τρέχοντας τῷ λοιπῷ σώµατι προλαβεῖν σπουδάζων, ἐπεκτείνων ἑαυτὸν εἰς τὸ ἔµπροσθεν, καὶτὰς χεῖρας ἐκτείνων, ἵνα καὶ τοῦ δρόµου πλέον τι ἐργάσηται. Τοῦτο δὲ ἀπὸ πολλῆς προθυµίας γίνεται, ἀπὸ πολλῆς θερµότητος. Οὕτω δεῖ τρέχειν τὸν τρέχοντα, µετὰ τοσαύτης σπουδῆς, µετὰ τοσαύτης προθυµίας, οὐκ ἀναπεπτωκότα. Ὅσον δὲ τοῦ οὕτω τρέχοντος καὶ τοῦ ὑπτίου κειµένου τὸ µέσον, τοσοῦτον τοῦ Παύλου καὶ ἡµῶν. Καθ' ἡµέραν ἀπέθνησκεν ἐκεῖνος, καθ' ἡµέραν εὐδοκίµει· οὐκ ἦν καιρὸς, οὐκ ἦν χρόνος, ἐν ᾧ οὐκ ηὔξετο αὐτῷ ὁ δρόµος· οὐ λαβεῖν ἠθέλησεν, ἀλλ' ἁρπάσαι τὸ βραβεῖον· οὕτω γὰρ ἔστι λαβεῖν. Ἄνω ὁ τὸ βραβεῖον διδοὺς ἕστηκεν, ἄνω κεῖται τὸ βραβεῖον.
12.2
Ὅρα πόσον τὸ διάστηµα τοῦτο διαδραµεῖν, ὅρα πόσον τὸ ὕψος· ἐκεῖ δεῖ πετασθῆναι τοῖς τοῦ πνεύµατος πτεροῖς· ἑτέρως γὰρ οὐκ ἔνι τὸ ὕψος τοῦτο τεµεῖν. Μετὰ τοῦ σώµατος ἐκεῖ δεῖ βαδίσαι· ἔξεστι γάρ· Ἡµῶν γὰρ τὸ πολίτευµα, φησὶν, ἐν οὐρανῷ· ἐκεῖ τὸ βραβεῖόν ἐστιν. Ὁρᾷς τοὺς τρέχοντας πῶς νόµῳ ζῶσι; πῶς οὐδὲν τῶν ἐκλυόντων τὴν ἰσχὺν προσίενται; πῶς ἀγωνίζονται καθ' ἑκάστην ἡµέραν ἐν παλαίστρᾳ ὑπὸ παιδοτρίβῃ καὶ νόµῳ; Μίµησαι τούτους καὶ σὺ, µᾶλλον δὲ καὶ πλείονα ἐπίδειξαι προθυµίαν· οὐ γὰρ ἴσον τὸ βραβεῖον· πολλοὶ οἱ κωλύοντες· νόµῳ ζῆθι· πολλά ἐστι τὰ ἐκλύοντα τὴν ἰσχύν· εὐσκελῆ ποίησον αὐτὴν τῷ ποδί· ἔνεστι γάρ· οὐ γὰρ φύσεώς ἐστιν, ἀλλὰ προαιρέσεως. Κούφην αὐτὴν ἐργασώ µεθα, ἵνα µὴ τῇ ταχύτητι τῶν ποδῶν τὸ λοιπὸν ἄχθος ἐµποδίζῃ· δίδαξον εἶναι τοὺς πόδας ἀσφαλεῖς· πολλοὶ γὰρ οἱ ὄλισθοι· κἂν καταπέσῃς, πολλὰ ἀπώλεσας. Πλὴν κἂν καταπέσῃς, διανάστηθι· ἔνι καὶ οὕτω νικῆσαι. Μηδέποτε τοῖς ὀλισθηροῖς ἐπιχείρει πράγµασι, καὶ οὐ καταπεσῇ· ἐπὶ τὰ βεβηκότα τρέχε· ἄνω τὴν κεφαλὴν, ἄνω τὸ ὄµµα. Τοῦτο καὶ τοῖς τρέχουσιν οἱ παιδοτρίβαι παρακελεύονται· οὕτω διαβαστάζεται ἰσχύς. Ἂν δὲ κάτω νεύσῃς, κατέπεσες, ἐξελύθης. Ἄνω βλέπε, ὅπου τὸ βραβεῖόν ἐστιν· αὐτὴ τοῦ βραβείου ἡ ὄψις µείζονα ποιεῖ τὴν προαίρεσιν· οὐκ ἀφίησιν αἰσθέσθαι τῶν πόνων ἡ τῆς θλίψεως ἐλπὶς, τὸ µῆκος µικρὸν ποιεῖ φαίνεσθαι. Τί ἐστι τὸ βραβεῖον; Οὐ κλάδος φοίνικος, ἀλλὰ τί; Βασιλεία οὐρανῶν, ἀνάπαυσις αἰώνιος, δόξα µετὰ Χριστοῦ, κληρονοµία, ἀδελφότης, µυρία ἀγαθὰ, ἃ οὐκ ἔνι εἰπεῖν. Οὐκ ἔνι ἐκείνου τοῦ βραβείου τὸ κάλλος διηγήσασθαι· ὁ κρατῶν αὐτὸ οἶδε µόνος, καὶ ὁ µέλλων αὐτὸ λαµβάνειν. Οὐκ ἔστι χρυσοῦν, οὐκ ἔστι διάλιθον· πολλῷ τούτων τιµιώτερον. Ὁ χρυσὸς βόρβορος πρὸς ἐκεῖνο τὸ βραβεῖόν ἐστι· λίθοι τίµιοι πλίνθος πρὸς τὸ κάλλος ἐκείνου τοῦ βραβείου. Ἂν ἐκεῖνο ἔχων ἀπέλθῃς εἰς τὸν οὐρανὸν, µετὰ πολλῆς τῆς τιµῆς ἐκεῖ βαδίζειν δυνήσῃ, καὶ ἄγγελοί σε αἰδεσθήσονται τοῦτο φέροντα τὸ βραβεῖον· πᾶσι µετὰ παῤῥησίας προσελεύσῃ πολλῆς. Ἐν Χριστῷ Ἰησοῦ. Ὅρα τὸν εὐγνώµονα. Ἐν Χριστῷ Ἰησοῦ τοῦτο ποιῶ, φησίν. Οὐ γὰρ ἔνι χωρὶς τῆς ἐκείνου ῥοπῆς τοσοῦτον διελθεῖν διάστηµα· πολλῆς δεῖ τῆς βοηθείας, πολλῆς τῆς συµµαχίας. Κάτω µέν σε ἀγωνίζεσθαι ἐβουλήθη, ἄνω δὲ στεφανοῖ· οὐχ ὡς ἐνταῦθα, ἔνθα ὁ ἀγὼν, ἐκεῖ καὶ ὁ στέφανος, ἀλλ' ἐν τῷ λαµπρῷ χωρίῳ ὁ στέφανος οὗτος. Οὐχ ὁρᾶτε καὶ ἐνταῦθα, ὅτι τοὺς µάλιστα τιµωµένους καὶ τῶν ἀθλητῶν καὶ ἡνιόχων, οὐ στεφανοῦσιν ἐν τῷ σταδίῳ κάτω, ἀλλ' ἄνω καλέσας ὁ βασιλεὺςἐκεῖ στεφανοῖ; Οὕτω καὶ ἐνταῦθα, εἰς τὸν οὐρανὸν λαµβάνεις τὸ βραβεῖον. Ὅσοι οὖν τέλειοι, φησὶ, τοῦτο φρονῶµεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑµῖν ἀποκαλύψει. Ποῖον τοῦτο; Τὸ, ὅτι δεῖ τῶν ὄπισθεν ἐπιλανθάνεσθαι· ὥστε τελείου τὸ µὴ νοµίζειν ἑαυτὸν τέλειον εἶναι. Πῶς τοίνυν λέγεις, Ὅσοι τέλειοι; εἰπὲ γάρ µοι, τοῦτο φρονοῦµεν ὃ σὺ φρονεῖς; Εἰ γὰρ µὴ ἔλαβες, µηδὲ τετελείωσαι, πῶς τοὺς τελείους τοῦτο κελεύεις φρονεῖν, ὃ καὶ αὐτὸς φρονεῖς οὐδέπω τέλειος ὤν; Τοῦτο γάρ ἐστι, φησὶ, τελειότης; Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑµῖν ἀποκαλύψει. Τουτέστιν, Εἰ δέ τις νοµίζει τὸ πᾶν κατωρθωκέναι. Ἀσφαλίζεται αὐτούς· ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ τί· Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑµῖν ἀποκαλύψει. Ὅρα πῶς συνεσταλµένως τοῦτό φησιν· Ὁ Θεὸς ὑµᾶς διδάξει· τουτέστιν, Ὁ Θεὸς ὑµᾶς πείσει, οὐχὶ διδάξει ἁπλῶς· ἐδίδασκε µὲν γὰρ ὁ Παῦλος, ἀλλ' ὁ Θεὸς ἐνῆγε. Καὶ οὐκ εἶπεν, Ἐνάξει, ἀλλ', Ἀποκαλύψει, ἵνα δόξῃ µᾶλλον ἀγνοίας εἶναι τὸ πρᾶγµα. Οὐ περὶ δογµάτων ταῦτα εἴρηται, ἀλλὰ περὶ βίου τελειότητος, καὶ τοῦ µὴ νοµίζειν ἑαυτοὺς τελείους εἶναι. Ὡς ὅ γε νοµίζων τὸ πᾶν κατειληφέναι, οὐδὲν ἔχει. Πλὴν εἰς ὃ ἐφθάσαµεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. Πλὴν εἰς ὃ ἐφθάσαµεν, τί ἐστι; Τέως φησὶν, ὃ κατωρθώσαµεν, κατέχωµεν, τὸ τῆς ἀγάπης, τὸ τῆς ὁµονοίας, τὸ τῆς εἰρήνης· τοῦτο ἡµῖν κατώρθωται. Εἰς ὃ ἐφθάσαµεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. Εἰς ὃ ἐφθάσαµεν· τουτέστι, Τοῦτο ἡµῖν ἤδη κατώρθωται. Ὁρᾷς ὅτι κανόνα βούλεται εἶναι τὰ παραγγέλµατα; Ὁ κανὼν οὔτε πρόσθεσιν, οὔτε ἀφαίρεσιν δέχεται, ἐπεὶ τὸ κανὼν εἶναι ἀπόλλυσι. Τῷ αὐτῷ κανόνι· τουτέστι τῇ αὐτῇ πίστει, τῷ αὐτῷ ὅρῳ. Μιµηταί µου γίνεσθε, ἀδελφοὶ, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡµᾶς. Εἶπεν ἀνωτέρω, Βλέπετε τοὺς κύνας, ἀπήγαγεν αὐτοὺς ἐκείνων· προσάγει τούτοις, οὓς δεῖ µιµεῖσθαι, λοιπόν. Εἴ τις ἡµᾶς µιµεῖσθαι βούλεται, φησὶν, εἴ τις τὴν αὐτὴν βαδίζειν ὁδὸν, ἐκείνοις προσέχετε· εἰ καὶ ἐγὼ µὴ πάρειµι, ἀλλ' ἴστε τῆς ἐµῆς βαδίσεως τὸν τρόπον, τουτέστι, τῆς ἀναστροφῆς τοῦ βίου. Οὐ γὰρ διὰ ῥηµάτων µόνον ἐδίδασκεν, ἀλλὰ καὶ διὰ πραγµάτων· καθάπερ ἐν χορῷ καὶ στρατοπέδῳ τὸν χορηγὸν καὶ στρατηγὸν δεῖ µιµεῖσθαι τοὺς λοιποὺς, καὶ οὕτω βαδίζειν εὐτάκτως· ἔνι γὰρ καὶ ἀπὸ στάσεως διαλυθῆναι τάξιν.
12.3
Ἄρα τύπος ἦσαν οἱ ἀπόστολοι, ἀρχέτυπόν τινα εἰκόνα διασώζοντες. Ἐννοήσατε πῶς αὐτοῖς ὁ βίος ἀπηκριβωµένος ἦν, ὡς ἀρχέτυπον αὐτοὺς καὶ παράδειγµα κεῖσθαι καὶ νόµους ἐµψύχους. Ἅπερ γὰρ τὰ γράµµατα ἔλεγε, ταῦτα διὰ τῶν πραγµάτων πᾶσιν ἐδήλουν οὗτοι. Τοῦτό ἐστι διδασκαλία ἀρίστη· οὕτω τὸν µαθητὴν ἐνάγειν ὁ διδάσκων δυνήσεται. Ἂν δὲ αὐτὸς µὲν λέγῃ καὶ φιλοσοφῇ, τοῖς δὲ ἔργοις τἀναντία ποιῇ, οὔπω διδάσκαλος. Τοῦτο γὰρ καὶ τῷ µαθητῇ κοῦφον, ἐν λόγοις φιλοσοφεῖν· ἀλλὰ δεῖ τῆς διὰ τῶν ἔργων νουθεσίας καὶ τῆς ἀγωγῆς· αὕτη γὰρ καὶ διδάσκαλον αἰδέσιµον ποιεῖ, καὶ µαθητὴν εἴκειν παρασκευάζει. Πῶς; Ὅταν µὲν γὰρ ἴδῃ ἐν λόγοις φιλοσοφοῦντα, ἐρεῖ, ὅτι ἀδύνατα ἐπέταξεν· ὅτι δὲ ἀδύνατα, πρῶτος αὐτὸς δείκνυσιν ὁ διδάσκαλος µὴ πράττων. Ἂν δὲ ἴδῃ διὰ τῶν ἔργων τὴν ἀρετὴν τετελειωµένην, οὐκ ἂν ἔχοι ταῦτα λέγειν. Πλὴν ἀλλὰ κἂν ἠµεληµένος ὁ τοῦ διδασκάλου βίος ᾖ, ἡµεῖς ἑαυτοῖς προσέχωµεν, καὶ ἀκούωµεν τοῦ προφήτου λέγοντος, ὅτι Ἔσονται πάντες διδακτοὶ Θεοῦ· καὶ, Οὐ µὴ διδάξωσιν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγοντες, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί µε ἀπὸ µικροῦ ἕως µεγάλου αὐτῶν. Οὐκ ἔχεις ἐνάρετον διδάσκαλον; ἀλλ' ἔχεις τὸν ὄντως διδάσκαλον, ὃν καὶ µόνον διδάσκαλον χρὴ καλεῖν· ἀπ' ἐκείνου µάθετε· ἐκεῖνος ἔφησε, Μάθετε ἀπ' ἐµοῦ, ὅτι πρᾶός εἰµι. Μὴ δὴ πρόσεχε τῷ διδασκάλῳ, ἀλλ' ἐκείνῳ καὶ τοῖς ἐκείνου µαθήµασιν· ἐκεῖθεν λάβε τὸν τύπον· ἔχεις εἰκόνα ἀρίστην· πρὸς ἐκείνην ῥύθµισον σαυτόν. Μυρίαι εἰσὶν αἱ εἰκόνες ἐν ταῖς Γραφαῖς κείµεναι βίων ἐναρέτων· οἷον, ἐὰν θέλῃς, ἐλθὲ καὶ µετὰ τὸν διδάσκαλον ἐν τοῖς µαθηταῖς· ὁ µὲν δι' ἀκτηµοσύνης ἔλαµψε, ὁ δὲ διὰ χρηµάτων· οἷον ὁ Ἠλίας δι' ἀκτηµοσύνης, ὁ Ἀβραὰµ διὰ χρηµάτων· οἵαν νοµίζεις κουφοτέραν καὶ εὐεπιτηδειοτέραν, ταύτην ἐλθέ. Πάλιν ὁ µὲν διὰ γάµου, ὁ δὲ διὰ παρθενίας· ὁ Ἀβραὰµ διὰ γάµου, ἐκεῖνος διὰ παρθενίας· ἣν θέλεις, βάδισον· ἑκατέρα γὰρ φέρει πρὸς τὸν οὐρανόν. Ὁ µὲν διὰ νηστείας, ὁ Ἰωάννης, ὁ δὲ χωρὶς νηστειῶν, ὁ Ἰώβ. Πάλιν αὐτὸς οὗτος καὶ γυναικὸς φροντίζων καὶ παίδων καὶ θυγατέρων καὶ οἰκίας, καὶ πολὺν ἔχων πλοῦτον· ὁ ἄλλος οὐδὲν ἐκέκτητο, πλὴν τοῦ ἱµατίου τοῦ τριχίνου. Καὶ τί λέγω οἰκίαν καὶ πλοῦτον καὶ χρήµατα, ὅπου γε καὶ ἐν βασιλείᾳ ὄντα δυνατὸν τῆς ἀρετῆς ἐπιλαβέσθαι; Πάσης γὰρ οἰκίας ἰδιωτικῆς ἂν εὑρεθείη πολυπραγµονέστερος ὁ οἶκος ὁ βασιλικός. Ὁ τοίνυν∆ αυῒδ ἔλαµψεν ἐν βασιλείᾳ, καὶ οὐδὲν αὐτὸν ἐξέλυσεν ἡ ἁλουργὶς καὶ τὸ διάδηµα· ἄλλος ὁλοκλήρου δήµου προστασίαν ἐµπεπιστευµένος, ὁ Μωϋσῆς λέγω, ὅπερ καὶ δυσκολώτερον τυγχάνει. Ἐνταῦθα γὰρ µείζων ἡ ἐξουσία ἦν, ὅθεν καὶ πλείων ἡ δυσκολία ἐγίνετο. Εἶδες ἐν πλούτῳ εὐδοκιµηκότας, εἶδες καὶ ἐν πενίᾳ, εἶδες ἐν γάµῳ, εἶδες καὶ ἐν παρθενίᾳ· θέα τοὐναντίον πάλιν καὶ ἐν γάµῳ καὶ ἐν παρθενίᾳ ἀπολωλότας, καὶ ἐν πλούτῳ καὶ ἐν πενίᾳ· οἷον ἐν γάµῳ µὲν πολλοὶ τῶν ἀνθρώπων ἀπώλοντο, οἷον Σαµψὼν, ἀλλ' οὐκ ἀπὸ τοῦ γάµου, ἀλλ' ἀπὸ τῆς ἰδίας προαιρέσεως· ἐν παρθενίᾳ δὲ, οἷον αἱ πέντε παρθένοι· ἐν πλούτῳ, ὁ πλούσιος ὁ τὸν Λάζαρον περιορῶν ἐν πενίᾳ µυρίοι ἔτι καὶ νῦν πένητες ἀπόλλυνται. Ἐν βασιλείᾳ δείκνυµι πολλοὺς ἀπολωλότας, ἐν δηµαγωγίᾳ. Θέλεις δὲ καὶ ἐν στρατιωτικῇ τάξει ἰδεῖν σωζοµένους; ὅρα τὸν Κορνήλιον· καὶ ἐν προστασίᾳ οἰκίας; βλέπε τὸν εὐνοῦχον τῆς Αἰθιοπίσσης. Οὕτω πάντοθεν ἐὰν εἰς δέον τῷ πλούτῳ χρώµεθα, οὐδὲν ἡµᾶς ἀπολεῖ· ἐὰν δὲ µὴ, ἅπαντα ἀπολεῖ, καὶ βασιλεία, καὶ πενία, καὶ πλοῦτος. Τὸν µέντοι νήφοντα οὐδὲν βλάψαι δυνήσεται. Εἰπὲ γάρ µοι, αἰχµαλωσία τί ἔβλαψεν; Οὐδέν· ἐννόει γάρ µοι τὸν Ἰωσὴφ δοῦλον γενόµενον, καὶ τὴν ἀρετὴν διασώζοντα· ἐννόει µοι τὸν∆ ανιὴλ, καὶ τοὺς τρεῖς παῖδας αἰχµαλώτους γενοµένους, καὶ πῶς πολλῷ µᾶλλον ἔλαµψαν. Πανταχοῦ γὰρ ἡ ἀρετὴ λάµπει, καὶ ἀκαταγώνιστός ἐστι, καὶ οὐδὲν ταύτην ἐµποδίσαι δύναται. Τί λέγω πενίαν καὶ αἰχµαλωσίαν καὶ δουλείαν; οὐδὲ λιµὸς, οὐδὲ ἕλκωσις, οὐδὲ νόσος δύναται βλάψαι· δουλείας γὰρ νόσος χαλεπώτερον. Τοιοῦτος ἦν ὁ Λάζαρος, τοιοῦτος ἦν ὁ Ἰὼβ, τοιοῦτος ἦν καὶ ὁ Τιµόθεος πυκναῖς ἀσθενείαις συνεχόµενος. Ὁρᾷς ὅτι τῆς ἀρετῆς οὐδὲν δύναται περιγενέσθαι; οὐ πλοῦτος, οὐ πενία, οὐκ ἀρχὴ, οὐ τὸ ἄρχεσθαι, οὐ τὸ τῶν πραγµάτων προΐστασθαι, οὐ νόσος, οὐκ ἀδοξία, οὐ τὸ ἀπεῤῥῖφθαι· ἀλλὰ ταῦτα πάντα κάτω καὶ ἐπὶ γῆς ἀφεῖσα, φθάνει πρὸς τὸν οὐρανόν· µόνον ἔστω γενναία ψυχὴ, καὶ τὸ κωλύον οὐδὲν εἶναι ἐνάρετον. Ὅταν γὰρ ὁ ἐργάτης ἔῤῥωται, οὐδὲν τῶν ἔξωθεν ἐµποδίζει. Καὶ γὰρ καὶ ἐπὶ τῶν τεχνῶν, ὅταν ὁ τεχνίτης ἔµπειρος ᾖ καὶ καρτερικὸς καὶ πᾶσαν τὴν τέχνην ἐπιστάµενος, κἂν νόσος ἐπέλθῃ, ἔχει αὐτὴν, κἂν πένηται, ἔχει αὐτὴν, κἂν ἔχῃ τὸ ὄργανον µετὰ χεῖρας, κἂν µὴ ἔχῃ, κἂν ἐργάζηται, κἂν µὴ ἐργάζηται, οὐδὲν ἠλάττωται· ἡ γὰρ ἐπιστήµη ἔνεστιν ἐν αὐτῷ. Οὕτω καὶ ὁ ἐνάρετος καὶ Θεῷ ἀνακείµενος, κἂν εἰς πλοῦτον αὐτὸν ἐµβάλῃς, ἐπιδείκνυται τὴν ἀρετὴν, κἂν εἰς πενίαν ὁµοίως, κἂν εἰς νόσον, κἂν εἰςὑγείαν, κἂν εἰς δόξαν, κἂν εἰς ἀδοξίαν.
12.4
Οὐχὶ διὰ πάντων ἦλθον οἱ ἀπόστολοι;∆ ιὰ δόξης, φησὶ, καὶ ἀτιµίας, διὰ δυσφηµίας καὶ εὐφηµίας. Τοῦτό ἐστι τὸ ποιοῦν ἀθλητὴν, τὸ πρὸς πάντα εἶναι ἐπιτήδειον· τοιαύτη καὶ ἡ τῆς ἀρετῆς φύσις. Ἂν δὲ εἴπῃς, ὅτι Οὐ δύναµαι προεστάναι πολλῶν, µονάζειν ὀφείλω, ὕβρισας τὴν ἀρετήν· αὕτη γὰρ πᾶσι κεχρῆσθαι δύναται, καὶ διαφαίνειν, µόνον ἔστω ἐν τῇ ψυχῇ. Λιµός ἐστι; πλησµονή ἐστιν; Αὕτη γὰρ ἰσχὺν ἐπιδείκνυται τὴν αὑτῆς, καθὼς Παῦλός φησιν, Οἶδα καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Ἔδει ἐργάζεσθαι; οὐκ ἐπῃσχύνθη, ἀλλὰ δύο ἔτη εἰργάζετο. Ἔδει λιµῶξαι; οὐκ ἐτάκη, οὐδὲ ἐδίστασεν. Ἔδει ἀποθανεῖν; οὐκ ἐγένετο ταπεινός· διὰ πάντων τὸ φρόνηµα τὸ γενναῖον καὶ τὴν τέχνην ἐπεδείξατο. Τοῦτον οὖν ζηλώσωµεν, καὶ οὐκ ἔσται λύπης ἡµῖν ὑπόθεσις. Τί γὰρ, εἰπέ µοι, λυπῆσαι δυνήσεται τὸν τοιοῦτον; Οὐδέν. Ἕως ἂν µὴ ταύτην ἡµᾶς ἀφέληταί τις, πάντων ἀνθρώπων µακαριώτεροι ἐσόµεθα, καὶ ἐνταῦθα, οὐχὶ ἐκεῖ µόνον. Ἔστω γὰρ ὁ ἐνάρετος καὶ γυναῖκα ἔχων καὶ παιδία καὶ χρήµατα καὶ δόξαν πολλήν· περὶ ταῦτα πάντα ὁµοίως ἐνάρετος µένει· ἄφελε αὐτὰ, καὶ πάλιν ὁµοίως ἐνάρετος ἔσται, οὔτε ὑπὸ τῶν θλίψεων καταβαπτιζόµενος, οὔτε ὑπὸ τῆς εὐπραγίας ὀγκούµενος· ἀλλ' ὥσπερ πέτρα, καὶ κυµαινούσης τῆς θαλάσσης, καὶ γαλήνης οὔσης, ὁµοίως ἕστηκεν ἀπαθὴς, οὔτε ὑπὸ τῶν κυµάτων θρυπτοµένη, οὔτε ὑπὸ τῆςγαλήνης ἄλλο τι πάσχουσα· οὕτω καὶ ἡ ψυχὴ ἡ στεῤῥὰ ἕστηκε βεβαία καὶ ἐν γαλήνῃ καὶ ἐν κύµασι. Καὶ καθάπερ τὰ µὲν παιδία ἐν πλοίῳ πλέοντα θορυβεῖται, ὁ δὲ κυβερνήτης κάθηται γελῶν καὶ ἀκλινὴς ὢν, τὸν θόρυβον ἐκείνων ὁρῶν, καὶ τερπόµενος· οὕτω καὶ ψυχὴ φιλόσοφος, πάντων τῶν ἄλλων θορυβουµένων, καὶ γελώντων πάλιν ἀκαίρως, ἐν ταῖς τῶν πραγµάτων µεταβολαῖς, αὐτὸς ὥσπερ ἐπίτινος αὐχένος καὶ οἴακος τῆς εὐλαβείας κάθηται ἀκλινής. Τί γὰρ, εἰπέ µοι, ταράξαι δύναται ψυχὴν εὐλαβῆ; Θάνατος; ἀλλὰ τοῦτο ζωῆς βελτίονος ἀρχὴν οἶδεν. Ἀλλὰ πενία; ἀλλὰ τοῦτο συµπράττει αὐτῇ πρὸς ἀρετήν. Ἀλλὰ νόσος; ἀλλ' οὐδὲν ἡγεῖται αὐτὴν παροῦσαν. Τί λέγω νόσον; οὐδὲ τὴν ἄνεσιν, οὐδὲ τὴν θλῖψιν· προλαβοῦσα γὰρ ἑαυτὴν ἔθλιψεν. Ἀλλ' ἀδοξία; ἀλλὰ ὅλος ὁ κόσµος αὐτῇ ἐσταύρωται. Ἀλλὰ παίδων ἀποβολή; ἀλλ' οὐ δέδοικεν· ὅταν γὰρ περὶ ἀναστάσεως ᾖ πεπληροφορηµένη, τί αὐτὴν ἑλεῖν δύναται; Οὐδὲν τῶν πάντων. Ἀλλὰ πλοῦτος ἐπαίρει; οὐδαµῶς· οἶδε γὰρ ὅτι οὐδὲν τὰ χρήµατα. Ἀλλὰ δόξα; ἀλλὰ πεπαίδευται, ὅτι πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Ἀλλὰ τρυφή; ἀλλ' ἤκουσε Παύλου λέγοντος, ὅτι Ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν. Ὅταν οὖν µήτε φλεγµαίνῃ, µήτε συστέλληται, τί τῆς ὑγείας ταύτης ἴσον ἂν εἴη; ἀλλ' οὐχ αἱ ἄλλαι ψυχαὶ τοιαῦται, ἀλλὰ τῆς θαλάττης καὶ τοῦ χαµαιλέοντος πυκνότερον τρέπονται. Ὥστε πολὺν εἶναι γέλωτα, ὅταν ἴδῃς τὸν αὐτὸν νῦν µὲν γελῶντα, νῦν δὲ κλαίοντα, νῦν δὲ φροντίζοντα, νῦν δὲ ὑπὲρ τὸ µέτρον ἐκκεχυµένον. Καίτοι ὁ Παῦλος οὐ δι' ἄλλο τί φησι, Μὴ συσχηµατίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλ' ἢ ὅτι ἐν τῷ οὐρανῷ πολιτευόµεθα, ἔνθα οὐκ ἔστι τροπή. Ἐπήγγελται ἡµῖν ἔπαθλα οὐ τρεπόµενα· οὐκοῦν τοιαύτην πολιτείαν ἐπιδειξώµεθα, ἐντεῦθεν ἤδη λάβωµεν τὰ ἀγαθά. Τί εἰς εὔριπον ἑαυτοὺς ῥιπτοῦµεν, καὶ εἰς κλυδώνιον, καὶ εἰς χειµῶνα, καὶ εἰς ζάλην; Γενώµεθα ἐν γαλήνῃ. Οὐ παρὰ τὸν πλοῦτόν ἐστιν, οὐ παρὰ τὴν πενίαν, οὐ παρὰ τὴν δόξαν, οὐ παρὰ τὴν ἀδοξίαν, οὐ παρὰ τὴν νόσον, οὐ παρὰ τὴν ὑγείαν, οὐ παρὰ τὴνἀσθένειαν, ἀλλὰ παρὰ τὴν ἡµετέραν ταῦτα πάντα ψυχήν. Ἂν αὐτὴ στεῤῥὰ ᾖ καὶ καλῶς πεπαιδευµένη τὴν τῆς ἀρετῆς ἐπιστήµην, πάντα εὔκολα αὐτῇ ἔσται. Καὶ ἐντεῦθεν ἤδη τὴν ἀνάπαυσιν ὄψεται, καὶ τὸν λιµένα τὸν εὔδιον, καὶ µυρίων ἀπελθοῦσα ἐκεῖ ἀγαθῶν ἐπιτεύξεται· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note