Homilies on Philippians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
13.0
Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑµῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ· ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. Ἡµῶν γὰρ τὸ πολίτευµα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόµεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς µετασχηµατίσει τὸ σῶµα τῆς ταπεινώσεωςἡµῶν εἰς τὸ γενέσθαι αὐτὸ σύµµορφον τῷ σώµατι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.
13.1
Οὐδὲν οὕτως ἀνάρµοστον καὶ ἀλλότριον Χριστιανοῦ, ὡς ἄνεσιν καὶ ἀνάπαυσιν ζητεῖν· οὐδὲν οὕτω τῆς ἐπαγγελίας καὶ στρατολογίας ἀλλότριον, ὡς τὸ τῷ παρόντι προστετηκέναι βίῳ. Ὁ∆ εσπότης σου ἐσταυρώθη, καὶ σὺ ἄνεσιν ζητεῖς; ὁ∆ εσπότης σου προσηλώθη, καὶ σὺ τρυφᾷς; καὶ ποῦ ταῦτα στρατιώτου γενναίου;∆ ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι, Πολλοὶ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑµῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ἐπειδή τινες ἦσαν ὑποκρινόµενοι µὲν τὸν Χριστιανισµὸν, ἐν ἀνέσει δὲ ζῶντες καὶ τρυφῇ, τοῦτο δὲ ἐναντίον τῷ σταυρῷ· διὰ τοῦτο ταῦτα οὕτως ἔλεγεν. Ὁ γὰρ σταυρὸς ψυχῆς ἐστι παρατεταγµένης, θανατιώσης, οὐδὲν ἀνετὸν ἐπιζητούσης· ἐκεῖνοι δὲ ἀπεναντίας πολιτεύονται. Ὥστε κἂν λέγωσιν εἶναι τοῦ Χριστοῦ, ἀλλ' ὡς ἐχθροί εἰσι τοῦ σταυροῦ· ἦ γὰρ ἂν, εἰ τὸν σταυρὸν ἐφίλουν, ἐσπούδαζον τὸν ἐσταυρωµένον βίον ζῇν. Οὐκ ἀνεσκολοπί σθη σου ὁ∆ εσπότης; Μίµησαι σὺ ἄλλως αὐτὸν, εἰ µὴ τὸν ἐκείνου δύνασαι τρόπον· σταύρωσον ἑαυτὸν, κἂν µηδείς σε σταυρώσῃ· σταύρωσον σεαυτὸν λέγω, οὐχ ἵνα σεαυτὸν ἀνέλῃς( µὴ γένοιτο, τοῦτο γὰρ ἀσεβὲς), ἀλλ' ὡς Παῦλος ἔλεγεν· Ἐµοὶ γὰρ, φησὶ, κόσµος ἐσταύρωται, κἀγὼ τῷ κόσµῳ. Εἰ φιλεῖς τὸν∆ εσπότην σου, τὸν θάνατον ἀπόθανε τὸν ἐκείνου· µάθε πόση τοῦ σταυροῦ ἡ ἰσχὺς, πόσα κατώρθωσε, πόσα κατορθοῖ, πῶς ἐστιν ἀσφάλεια τοῦ βίου.∆ ιὰ τούτου πάντα τελεῖται· βάπτισµα διὰ τοῦ σταυροῦ( δεῖ γὰρ ἀναλαβεῖν τὴν σφραγῖδα)· χειροτονία διὰ τοῦ σταυροῦ· κἂν ἐν ὁδοῖς ὦµεν, κἂν ἐν οἰκίᾳ, κἂν ὅπου ἄν ποτε, µέγα ἀγαθὸν ὁ σταυρὸς, σωτήριον ὅπλον, ἀσπὶς ἄµαχος, τῷ διαβόλῳ ἀντίπαλος. Τούτῳ οὖν ἐχθραίνων βαστάζεις τὸν σταυρὸν, µὴ ἁπλῶς σφραγιζόµενος, ἀλλὰ τὰ τοῦ σταυροῦ πάσχων. Οἶδε σταυρὸν ὁ Χριστὸς τὰ πάθη λέγειν, ὡς ὅταν λέγῃ· Ἐὰν µή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήσῃ µοι· τουτέστιν, ἐὰν µή τις ᾖ παρεσκευασµένος πρὸς θάνατον. Οὗτοι δὲ ἀγενεῖς ὄντες καὶ φιλόζωοι καὶ φιλοσώµατοι, ἐχθροὶ τοῦ σταυροῦ τυγχάνουσι· καὶ πᾶς, ὃς ἂν ᾖ τῆς τρυφῆς φίλος καὶ τῆς ἐνταῦθα ἀσφαλείας, ἐχθρός ἐστι τοῦ σταυροῦ, ἐν ᾧ Παῦλος καυχᾶται καὶ περιπλέκεται, ᾧσπουδάζει συνουσιωθῆναι, ὡς ὅταν λέγῃ· Ἐγὼ ἐσταύρωµαι τῷ κόσµῳ, καὶ ὁ κόσµος ἐµοί. Νῦν δέ φησι, Καὶ κλαίων λέγω.∆ ιὰ τί; Ὅτι ἐπέτεινε τὸ κακὸν, ὅτι δακρύων ἄξιοι οἱ τοιοῦτοι. Ὄντως δακρύων ἄξιοι οἱ τρυφῶντες, τὸ µὲν περιβόλαιον, τουτέστι, τὸ σῶµα λιπαίνοντες, τῆς δὲ µελλούσης εὐθύνας διδόναι οὐδένα ποιούµενοι λόγον. Ἰδοὺ τρυφᾷς, ἰδοὺ µεθύεις, σήµερον καὶ αὔριον, καὶ δέκα ἔτη καὶ εἴκοσι καὶ τριάκοντα καὶ πεντήκοντα καὶ ἑκατὸν, ὅπερ ἀδύνατον· πλὴν ἀλλ', εἰ βούλει, θῶµεν· τί τὸ πέρας; τί τὸ κέρδος; Οὐδέν. Τὸ οὖν τοιοῦτον βίον ζῇν οὐ δακρύων ἄξιον καὶ θρήνων; Ἤγαγεν ἡµᾶς εἰς τὸ στάδιον τοῦτο ὁ Θεὸς, ἵνα στεφανώσῃ, καὶ ἡµεῖς ἄπιµεν µηδὲν ἐργασάµενοι γενναῖον. Κλαίει τοίνυν ὁ Παῦλος ἐφ' οἷς ἕτεροι γελῶσι καὶ σπαταλῶσιν· οὕτως ἐστὶ συµπαθητικὸς, οὕτω φροντίζει πάντων ἀνθρώπων. Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία.∆ ιὰ τοῦτό ἐστι θεὸς αὐτοῖς· τοῦτό ἐστι, Φάγωµεν καὶ πίωµεν. Ὁρᾷς ὅσον ἡ τρυφὴ κακόν; τοῖς µὲν τὰ χρήµατα, τοῖς δὲ ἡ κοιλία ὁ θεός. Οὐχὶ εἰδωλολάτραι καὶ οὗτοι, καὶ ἐκείνων χείρους; Καὶ ἡ δόξα, φησὶν, ἐν τῇ αἰσχύνῃ αὐτῶν. Τινὲς τὴν περιτοµήν φασι δηλοῦν διὰ τούτου· ἐγὼ δὲ οὐ τοῦτό φηµι, ἀλλὰ τοῦτό ἐστιν· Ἐφ' οἷς ἔδει ἐγκαλύπτεσθαι, ἐπὶ τούτοις σεµνύνονται. Τοῦτό ἐστιν ὅ φησιν ἀλλαχοῦ· Τίνα οὖν µισθὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε;∆ εινὸν µὲν γὰρ τὸ αἰσχρὰ πράττειν, τὸ δὲ πράττοντα αἰσχύνεσθαι, ἐξ ἡµισείας ἐστὶ δεινόν· ὅταν µέντοι τις καὶ ἐγκαλλωπίζηται, ὑπερβολὴ ἀναισθησίας. Ἆρα περὶ ἐκείνων µόνον ταῦτα εἴρηται, οἱ δὲ παρόντες ἡµῖν ἐνταῦθα ἐξέφυγον τὸ ἔγκληµα; καὶ οὐδείς ἐστιν ὑπεύθυνος τούτῳ; οὐδὲ Θεὸν ἔχει τὴν κοιλίαν; οὐδὲ τὴν δόξαν ἐν τῇ αἰσχύνῃ; Βούλοµαι, καὶ σφόδρα βούλοµαι µηδὲν τούτων εἶναι πρὸς ἡµᾶς, µηδὲ εἰδέναι τινὰ ἔνοχον τοῖς λεγοµένοις· δέδοικα δὲ µὴ πρὸς ἡµᾶς µᾶλλον, ἢ τοὺς τότε λέγηται. Ὅταν γὰρ πάντα τὸν βίον ἐν πότοις καὶ κώµοις ἀναλίσκῃ τις, καὶ εἰς µὲν πένητας ὀλίγα τινὰ δαπανᾷ, τὸ δὲ πλέον ἀναλίσκῃ εἰς τὴν κοιλίαν, οὐκ εἰκότωςκαὶ περὶ αὐτοῦ λεχθήσεται;
13.2
Οὐδὲν ἐντρεπτικώτερον τῆς λέξεως, οὐδὲν πληκτικώτερον, Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Τίνες οὗτοί εἰσιν; Οἱ ἐπίγεια φρονοῦντες, οἱ λέγοντες· Οἰκοδοµήσωµεν οἰκίας. Ποῦ; Ἐν τῇ γῇ, φησί· κτησώµεθα ἀγροὺς, ἐν τῇ γῇ πάλιν· ἐπιτύχωµεν ἀρχῆς, πάλιν ἐν τῇ γῇ· τύχωµεν δόξης, πάλιν ἐν τῇ γῇ· πλουτήσωµεν, πάντα ἐν τῇ γῇ. Οὗτοί εἰσιν ὧν ὁ θεὸς ἡ κοιλία. Οἱ γὰρ µηδὲν πνευµατικὸν φρονοῦντες, ἀλλ' ἐνταῦθα πάντα κεκτηµένοι, καὶ ταῦτα φρονοῦντες, εἰκότως τὴν κοιλίαν θεὸν ἔχουσι, λέγοντες, Φάγωµενκαὶ πίωµεν· αὔριον γὰρ ἀποθνήσκοµεν. Εἶτα σὺ µὲν περὶ τοῦ σώµατος ἀλγεῖς, ὅτι γήϊνόν ἐστι, καίτοι τοῦτό σε οὐδὲν παραβλάπτει εἰς ἀρετῆς λόγον· τὴν δὲ ψυχὴν εἰς γῆν κατασπῶν τῇ τρυφῇ, καὶ µηδένα λόγον τούτου ποιῶν, γελᾷς, εἰπέ µοι, καὶ διακέχυσαι; καὶ ποίας τεύξῃ συγγνώµης διακείµενος ἀναλγήτως, δέον καὶ τὸ σῶµα ποιῆσαι πνευµατικόν; ἔξεστι γὰρ, ἂν θέλῃς. Κοιλίαν ἔλαβες, ἵνα τρέφῃς, οὐχ ἵνα διασπᾷς· ἵνα κρατῇς αὐτῆς, οὐχ ἵνα δέσποιναν ἔχῃς· ἵνα σοι ὑπηρετῇ πρὸς τὴν τῶν λοιπῶν µορίων διατροφὴν, οὐχ ἵνα σὺ αὐτῇ ὑπηρετῇς, οὐχ ἵνα τοὺς ὅρους ἐκβαίνῃς. Οὐ τοσαῦτα κακὰ ἐργάζεται ἡ θάλασσα τοὺς ὅρους ὑπερβαίνουσα, ὅσα ἡ γαστὴρ τὸ σῶµα τὸ ἡµέτερον µετὰ τῆς ψυχῆς· πᾶσαν ἐπικλύζει τὴν οἰκουµένην ἐκείνη, καὶ αὕτη ἅπαν τὸ σῶµα. Θὲς αὐτῇ ὅρον τὴν αὐτάρκειαν, καθὼς Θεὸς ἔθετο τῇ θαλάσσῃ τὴν ἄµµον· κἂν κυµαίνῃ, κἂν ἀγριαίνῃ, ἐπιτίµα αὐτῇ τῇ δυνάµει τῇ οὔσῃ ἐν σοί. Ὅρα πῶς λόγῳ σε ἐτίµησεν ὁ Θεὸς, ἵνα αὐτὸν µιµῇ· σὺ δὲ οὐ θέλεις, ἀλλ' ὁρῶν αὐτὴν ὑπερβλύζουσαν, καὶ πᾶσαν διαφθείρουσαν τὴν φύσιν, καὶ λιµνάζουσαν, οὐ τολµᾷς κατασχεῖν οὐδὲ σωφρονίσαι. Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία. Ἴδωµεν πῶς Παῦλος ἐδούλευσε τῷ Θεῷ· ἴδωµεν πῶς καὶ οἱ γαστρίµαργοι τῇ κοιλίᾳ. Οὐχὶ µυρίους ὑποµένουσιν οὗτοι θανάτους; οὐχ, ἅπερ ἂν προστάττῃ, δεδοίκασι παρακοῦσαι; οὐχὶ τὰ ἀδύνατα διακονοῦνται αὐτῇ; Οὐχὶ ἀνδραπόδων χείρους εἰσίν; Ἀλλ' οὐχ ὁ Παῦλος τοιοῦτος· διὸ καὶ ἔλεγεν, Ἡµῶν δὲ τὸ πολίτευµα ἐν οὐρανῷ ὑπάρχει. Μὴ τοίνυν µηδὲ ἡµεῖς ἐνταῦθα ζητῶµεν ἄνεσιν· ἐκεῖ θελήσωµεν γενέσθαι λαµπροὶ, ἔνθα καὶ πολιτευόµεθα. Ἐξ οὗ καὶ Σωτῆρα, φησὶν, ἀπεκδεχόµεθα Κύριον Ἰησοῦν, ὃς µετασχηµατίσει τὸ σῶµα τῆς ταπεινώσεως ἡµῶν εἰς τὸ γενέσθαι αὐτὸ σύµµορφον τῷ σώµατιτῆς δόξης αὐτοῦ. Κατὰ µικρὸν ἀνήγαγεν ἡµᾶς· ἀπ' οὐρανοῦ, φησὶν, ὁ ἡµέτερος Σωτήρ· ἀπὸ τοῦ τόπου, ἀπὸ τοῦ προσώπου τὸ σεµνὸν δεικνύς. Ὃς µετασχηµατίσει τὸ σῶµα, φησὶ, τῆς ταπεινώσεως ἡµῶν. Πολλὰ πάσχει νῦν τὸ ἡµέτερον σῶµα, δεσµεῖται, µαστίζεται, µυρία πάσχει δεινά· ἀλλὰ καὶ τὸ τοῦ Χριστοῦ τοσαῦτα ἔπαθε. Τοῦτο γοῦν ᾐνίξατο εἰπὼν, Εἰς τὸ γενέσθαι αὐτὸ σύµµορφον τῷ σώµατι τῆς δόξης αὐτοῦ. Ἄρα τὸαὐτὸ µέν ἐστιν, ἐνδύεται δὲ ἀφθαρσίαν. Μετασχηµατίσει, φησίν. Ἄρα καὶ τὸ σχῆµα ἕτερον, ἢ τὴν µεταβολὴν οὕτω καταχρηστικῶς ἐκάλεσε. Σῶµα δὲ ταπεινώσεως ἡµῶν εἶπεν, ὅτι τεταπείνωται νῦν, ὅτι τῇ φθορᾷ ἐστιν ὑπεύθυνον, τῇ ἀλγηδόνι, ὅτι δοκεῖ εὐτελὲς εἶναι, καὶ οὐδὲν τῶν λοιπῶν ἔχειντι πλέον. Εἰς τὸ γενέσθαι αὐτὸ, φησὶ, σύµµορφον τῷ σώµατι τῆς δόξης αὐτοῦ. Βαβαί! ἐκείνῳ, τῷ καθηµένῳ ἐν δεξιᾷ τοῦ Πατρὸς, σύµµορφον τοῦτο τὸ σῶµα γίνεται· ἐκείνῳ, τῷ προσκυνουµένῳ ὑπὸ ἀγγέλων, ἐκείνῳ, ᾧ παρεστήκεσαν αἱ ἀσώµατοι δυνάµεις, ἐκείνῳ τῷ ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάµεως, ἐκείνῳ σύµµορφον γίνεται. Ἆρα ἂν ἡ οἰκουµένη πᾶσα λαβοῦσα δάκρυα, τοὺς ταύτης τῆς ἐλπίδος ἐκπεπτωκότας δακρύῃ, ἀξίως δακρύσει, ὅτι ἐπαγγελίας ἡµῖν κειµένης ἐκείνῳγενέσθαι σύµµορφον, µετὰ τῶν δαιµόνων ἀπέρχεται; Οὐ µέλει µοι γεέννης λοιπόν· ὅσα ἂν εἴπῃς, οὐδὲν νοµίζω πρὸς τὴν ἔκπτωσιν ταύτην. Τί λέγεις, ὦ Παῦλε; ἐκείνῳ σύµµορφον γίνεται; Ναὶ, φησίν. Εἶτα, ἵνα µὴ ἀπιστήσῃς, καὶ λογισµὸν ἐπήγαγε· Κατὰ τὴν ἐνέργειαν, φησὶ, τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.∆ ύναµιν ἔχει, φησὶν, ὥστε τὰ πάντα ὑποτάξαι, ὥστε καὶ τὴν φθορὰν καὶ τὸν θάνατον· µᾶλλον δὲ ἀπὸ τῆς αὐτῆς δυνάµεως καὶ τοῦτο ποιεῖ. Ποῖον γὰρ δυνάµεώς ἐστι µείζονος, εἰπέ µοι, ἀγγέλους καὶ ἀρχαγγέλους καὶ Χερουβὶµ καὶ Σεραφὶµ ὑποτάξαι καὶ δαίµονας, ἢ σῶµα ποιῆσαι ἄφθαρτονκαὶ ἀθάνατον; Πολλῷ δὴ µᾶλλον τοῦτο, ἣ ἐκεῖνο. Ἔδειξε µείζονα ἔργα τῆς δυνάµεως αὐτοῦ, ἵνα καὶ τούτοις πιστεύσῃς. Ὥστε κἂν ὁρᾶτε τούτους χαίροντας, κἂν ὁρᾶτε δεδοξασµένους, στήκετε, µηδὲν παραβλάπτεσθε παρ' αὐτῶν, µηδὲν πτύρεσθε· ἱκαναὶ αὗται αἱ ἐλπίδες καὶ τὸν σφόδρα νωθρὸν καὶ ὑπνηλὸν ἀνορθῶσαι. Ὥστε, ἀδελφοί µου, φησὶν, ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρά µου καὶ στέφανός µου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί. Οὕτω, πῶς; Ὡς ἑστήκατε ἀκλινεῖς. Ὅρα πῶς µετὰ τὴν παραίνεσιν τὰ ἐγκώµια· Χαρὰ καὶ στέφανός µου. Οὐχ ἁπλῶς χαρὰ, ἀλλὰ καὶ δόξα· οὐχ ἁπλῶς δόξα, ἀλλὰ καὶ στέφανος· ἧς δόξης οὐκ ἔστιν ἴσον, ὅταν Παύλου στέφανος ὦσιν. Οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί· τουτέστιν, ἐν τῇ ἐλπίδι τοῦ Θεοῦ. Εὐοδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. Καὶ ἐρωτῶ καὶ σὲ, σύζυγε γνήσιε, συναντιλαµβάνου αὐταῖς.
13.3
Τινὲς τὴν γυναῖκα αὐτοῦ παρακαλεῖν ἐνταῦθά φασιν, Σύζυγε γνήσιε· ἀλλ' οὐκ ἔστιν, ἀλλά τινα γυναῖκα, ἢ καὶ ἄνδρα µιᾶς αὐτῶν. Συναντιλαµβάνου αὐταῖς, φησὶν, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν µοι, µετὰ καὶ Κλήµεντος καὶ τῶν λοιπῶν συνεργῶν µου, ὧν τὰ ὀνόµατα ἐνβίβλῳ ζωῆς. Ὁρᾷς ὅσην αὐτοῖς ἀρετὴν µαρτυρεῖ; Ὅπερ τοῖς ἀποστόλοις εἶπεν ὁ Χριστὸς, Μὴ χαίρετε, ὅτι τὰ δαιµόνια ὑµῖν ὑπακούει, ἀλλ' ὅτι τὰ ὀνόµατα ὑµῶν ἐγγεγραµµένα ἐν βίβλῳ ζωῆς, τοῦτοαὐτοῖς µαρτυρεῖ καὶ οὗτος λέγων, Ὧν τὰ ὀνόµατα ἐν βίβλῳ ζωῆς.∆ οκοῦσι δέ µοι αὗται αἱ γυναῖκες τὸ κεφάλαιον εἶναι τῆς Ἐκκλησίας τῆς ἐκεῖ, καὶ παρατί θεται αὐτὰς ἀνδρὶ ἴσως θαυµαστῷ, ὃν καὶ σύζυγον καλεῖ· ᾧ ἴσως εἰώθει παρατίθεσθαι, ὡς συνεργῷ καὶ στρατιώτῃ καὶ κοινωνῷ καὶ ἀδελφῷ· ὅπερ καὶ ἐν τῇ πρὸς Ῥωµαίους ποιεῖ, λέγων· Συνίστηµι ὑµῖν Φοίβην τὴν ἀδελφὴν ἡµῶν, διάκονον οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς. Σύζυγε. Ἢ ἀδελφόν τινα αὐτῶν, ἢ καὶ ἄνδρα µιᾶς αὐτῶν οὕτω καλεῖ· ὡς ἂν εἰ ἔλεγε· Νῦν ἀδελφὸς εἶ γνήσιος, νῦν ἀνὴρ γνήσιος, ὅτι µέλος γέγονας. Αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν µοι. Οἴκοθεν ἡ προστασία σου, οὐκ ἀπὸ φιλίας, ἀλλ' ἀπὸ κατορθωµάτων. Συνήθλησάν µοι. Τί λέγεις; γυναῖκες συνήθλησαν; Ναὶ, φησίν. Οὐ µικρὸν καὶ αὗται συνεβάλοντο µέρος· καίτοι δὲ πολλῶν ὄντων τῶν συνεργούντων αὐτῷ, ὅµως ἐν πολλοῖς καὶ αὗται συνέπραττον. Οὐ µικρῶς οὖν τότε συνεκροτοῦντο αἱ Ἐκκλησίαι· τῷ γὰρ τοὺς εὐδοκίµους, εἴτε ἄνδρας, εἴτε γυναῖκας, τοσαύτης παρὰ τῶν λοιπῶν ἀπολαύειν τιµῆς, πολλὰ ἐγίνετο τὰ καλά. Πρῶτον µὲν γὰρ οἱ λοιποὶ πρὸς τὸν ἴσον ἤγοντο ζῆλον· δεύτερον δὲ καὶ ἐκέρδαινον διὰ τῆς τιµῆς· τρίτον καὶ αὐτοὺς ἐκείνους προθυµοτέρους ἐποίουν καὶ σφοδροτέρους.∆ ιὰ τοῦτο πανταχοῦ ὁρᾷς ἐπιµελούµενον τούτου τὸν Παῦλον, καὶ παρατιθέµενον τοὺς τοιούτους· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶν, Οἵτινές εἰσιν ἀπαρχὴ τῆς Ἀχαΐας. Τινὲς δέ φασιν ὄνοµα ἐκεῖνο κύριον εἶναι τὸ, Σύζυγε· πλὴν εἴτε τοῦτο, εἴτε ἐκεῖνο, οὐ σφόδρα ἀκριβολογεῖσθαι δεῖ, ἀλλ' ὅτι πολλῆς κελεύει αὐτὰς προστασίας ἀπολαῦσαι, θαυµάζειν.
13.4
Πάντα ἡµῖν ἐν οὐρανοῖς ἐστι, καὶ Σωτὴρ καὶ πόλις, καὶ ὅ τι ἂν εἴποι τις· Ἐξ οὗ, φησὶ, καὶ Σωτῆρα ἀπεκδεχόµεθα Κύριον Ἰησοῦν Χριστόν. Καὶ τοῦτο τῆς φιλανθρωπίας αὐτοῦ. Αὐτὸς πάλιν ἔρχεται πρὸς ἡµᾶς, οὐχ ἡµᾶς ἕλκει ἐκεῖ, καὶ οὕτω λαβὼν ἡµᾶς ἄπεισι· καὶ τοῦτο πολλῆς τῆς τιµῆς. Εἰ γὰρ πρὸς ἐχθροὺς ὄντας ἦλθε, πολλῷ µᾶλλον πρὸς φίλους γενοµένους. Οὐκ ἐπιτρέπει τοῦτο ἀγγέλοις, οὐδὲ δούλοις, ἀλλ' αὐτὸς ἐπὶ τῶν νεφελῶν ἔρχεται καλέσων ἡµᾶς εἰς τὰ βασίλεια αὐτοῦ. Τάχα δὲ καὶ οἱ αὐτοῦ, τιµώµενοι ὑπ' αὐτοῦ, ἀρθήσονται διὰ νεφελῶν. Καὶ ἡµεῖς γὰρ, φησὶν, ἐν νεφέλαις ἁρπαγησόµεθα οἱ τιµῶντες αὐτὸν, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόµεθα. Τίς ἄρα εὑρεθῇ ὁ πιστὸς δοῦλος καὶ φρόνιµος; τίνες ἄρα οἱ καταξιούµενοι τῶν τοσούτων ἀγαθῶν; πῶς ἐλεεινοὶ οἱ ἀποπίπτοντες; Εἰ γὰρ τὸν πάντα χρόνον ἐκλαίοµεν τῆς βασιλείας ἀποτυχόντες, ἆρά τι ἄξιον ἐποιοῦµεν; Εἰ γὰρ µυρίας γεέννας εἴπῃς, οὐδὲν ἴσον ἐρεῖς τῆς ὀδύνης ἐκείνης, ἣν ὑφίσταται τότε ἡ ψυχὴ, τῆς οἰκουµένης κλονουµένης ἁπάσης, τῶν σαλπίγγωνἠχουσῶν, τῶν ἀγγέλων προτρεχόντων, τῶν πρώτων, εἶτα δευτέρων, εἶτα τρίτων, εἶτα µυρίων ταγµάτων ἐκχεοµένων εἰς τὴν γῆν, εἶτα τῶν Χερουβὶµ( πολλὰ δὲταῦτά ἐστι καὶ ἄπειρα)· εἶτα τῶν Σεραφὶµ, αὐτοῦ ἐρχοµένου ἐπὶ τῆς δόξης ἐκείνης τῆς ἀφράστου, ἀπαντώντων, τῶν ἀφικοµένων τοὺς ἐκλεκτοὺς ἄγειν εἰς µέσον· εἶτα τῶν περὶ Παῦλον, καὶ πάντων ὅσοι εὐδοκίµησαν κατ' αὐτὸν, στεφανουµένων, ἀνακηρυττοµένων, τιµωµένων παρὰ τοῦ Βασιλέως ἐπὶ πάσης τῆς στρατιᾶς τῆς οὐρανίου. Εἰ γὰρ µὴ γέεννα ἦν, τὸ τοὺς µὲν τιµᾶσθαι, ἐκείνους δὲ ἀτιµάζεσθαι, πόσον ἐστίν; Ἀφόρητος ἡ γέεννα, ὁµολογῶ. καὶ σφόδρα ἀφόρητος· πλὴν ἀφορητοτέρα αὐτῆς, τῆς βασιλείας ἡ ἔκπτωσις. Εἰπὲ γάρ µοι· εἴ τις βασιλεὺς, ἢ υἱὸς βασιλέως ἀπελθὼν, καὶ πολέµους κατορθώσας µυρίους, καὶ θαυµασθεὶς, καὶ ἔχων στρατόπεδον ὁλόκληρον, ἐπιβαίνοι πόλεώςτινος µετὰ τοῦ ζεύγους, µετὰ τροπαίων, µετὰ µυρίων ταγµάτων πάντων χρυσοφορούντων, µετὰ τῶν δορυφόρων τῶν περὶ αὐτὸν ἁπάντων ἀσπίδας ἐχόντωνχρυσᾶς, καὶ πᾶσα ἡ πόλις ἐστεφανωµένη εἴη, καὶ πάντες οἱ τῆς οἰκουµένης ἄρχοντες µετ' αὐτοῦ, ἕποιτο δὲ αὐτῷ καὶ πᾶσα ἡλικία, ὀπίσω ἀλλογενῶν ἐθνῶνδεσµωτῶν, ὑπάρχων, σατραπῶν, ὑπάτων, τυράννων, ἀρχόντων· εἶτα ἐπὶ ἁπάσης τῆς λαµπρότητος ἐκείνης, τοὺς ἀπαντῶντας τῶν πολιτῶν δέχοιτο καὶ καταφιλοίη, καὶ χεῖρα ὀρέγοι, καὶ πάσης µεταδιδοῖ παῤῥησίας, ἢκαὶ πάντων ἑστώτων διαλέγοιτο, ὡς πρὸς φίλους, καὶ λέγοι πᾶσαν τὴν ὁδὸν ἐκείνην δι' αὐτοὺς πεποιῆσθαι, καὶ τοὺς µὲν εἰς τὰ βασίλεια ἄγοι τὰ ἑαυτοῦ, τοὺςδὲ καταλιµπάνοι, πόσης κολάσεως τοῦτο οὐκ ἄξιον, εἰ καὶ µὴ κολάζονται; Εἰ δὲ ἐπ' ἀνθρώπου οὕτω πικρὸν τὸ τῆς δόξης ταύτης ἀποπεσεῖν, πολλῷ µᾶλλον ἐπὶ Θεοῦ, ὅταν αἱ ἄνω δυνάµεις πᾶσαι παρῶσι µετὰ τοῦ Βασιλέως, ὅτανοἱ δαίµονες δεδεµένοι καὶ κάτω νεύοντες, καὶ ὁ διάβολος αὐτὸς δέσµιος ἄγηται, καὶ πᾶσα ἰσχὺς ἡ ἀντικειµένη, ὅταν αἱ δυνάµεις τῶν οὐρανῶν, ὅταν αὐτὸς ἔρχηταιἐπὶ τῶν νεφελῶν. Πιστεύσατέ µοι, ὑπὸ τῆς ὀδύνης τῆς κατεχούσης µου τὴν ψυχὴν τῷ διηγήµατι τούτῳ οὐδὲ ἐξανύσαι τὸν λόγον δύναµαι. Ἐννοήσωµεν πόσης ἀποστερούµεθα δόξης, ἐξὸν µὴ ἀποστερηθῆναι. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι κύριοι ὄντες τοῦ µὴ ταῦτα παθεῖν, πάσχοµεν. Ὅταν γὰρ τοὺς µὲν δέχηται καὶ ἀπάγῃ πρὸς τὸν Πατέρα εἰς τοὺς οὐρανοὺς, τοὺς δὲ ἀφιῇ, καὶ λαβόντες ἄγγελοί τινες ἕλκωσιν ἄκοντας καὶ δεδακρυµένουςκαὶ κάτω νεύοντας ἐπὶ τὸ τῆς γεέννης πῦρ, πρῶτον παραδειγµατισθέντας ἐπὶ τῆς οἰκουµένης ἁπάσης, πόσην οἴει τὴν ὀδύνην εἶναι; Σπεύδωµεν οὖν ἕως ἐστὶ καιρὸς, καὶ πολλὴν τῆς ἑαυτῶν σωτηρίας τὴν φροντίδα ποιώµεθα. Πόσα τοιαῦτα ἔχοµεν εἰπεῖν οἷα ὁ πλούσιος Εἴ τις ἡµᾶς νῦν συνεχώρει, ἐβουλευσάµεθα ἄν τι τῶν συµφερόντων· ἀλλ' οὐδεὶς ἀφίησι! Καὶ ὅτι ἐροῦµεν, οὐχὶ ἀπ' ἐκείνου µόνου δῆλον, ἀλλὰ καὶ ἀπὸ ἄλλων πολλῶν. Καὶ ἵνα µάθῃς, πόσοι ἐν πυρετῷ ἐγένοντο, καὶ εἶπον, Ἐὰν ἀνακτησώµεθα ἑαυτοὺς, οὐκέτι τοῖς αὐτοῖς περιπεσούµεθα! Πολλὰ τοιαῦτα ἐροῦµεντότε, ἀλλὰ ἀκουσόµεθα ἅπερ ὁ πλούσιος, ὅτι χάσµα ἐστὶν, ὅτι ἀπελάβοµεν τὰ ἀγαθὰ ἐνταῦθα. Στένωµεν οὖν, παρακαλῶ, πικρόν· µᾶλλον δὲ µὴ µόνον στένωµεν, ἀλλὰ καὶ µετέλθωµεν τὴν ἀρετήν. Πενθήσωµεν νῦν ἐπὶ σωτηρίᾳ, ἵνα µὴ τότε πενθήσωµεν εἰκῆ· κλαύσωµεν νῦν, καὶ µὴ τότε κλαύσοµεν ἐπὶ κακίᾳ· οὗτος ὁ κλαυθµὸς ἀρετῆς, ἐκεῖνος ἀνωφελοῦς µετανοίας· θλίψωµεν ἑαυτοὺς νῦν, ἵνα µὴ τότε θλιβῶµεν. Οὐκ ἔστιν ἴσον ἐνταῦθα θλιβῆναι, κἀκεῖ. Ἐνταῦθα µὲν γὰρ πρὸς βραχὺν θλίβῃ χρόνον, µᾶλλον δὲ οὐδὲ αἴσθησιν λαµβάνεις τῆς θλίψεως, εἰδὼς ὅτι ἐπ' ἀγαθῷ θλίβῃ· ἐκεῖ δὲ χαλεπωτέρα ἡ θλῖψις, ὅτι οὐκ ἐπ' ἐλπίδι, οὐδὲ ἐπί τινι διεξόδῳ, ἀλλὰ ἀπείρως καὶ διαπαντός ἐστι. Γένοιτο δὲ πάντας ἡµᾶς ἀπαλλαγέντας τυχεῖν τῆς ἀνέσεως. Ἀλλ' ἐπεὶ πρὸς τὸ µὴ ταύτης διαµαρτεῖν χρεία συντόνου σπουδῆς καὶ ἀδιαλείπτων εὐχῶν, σπουδάζωµεν, παρακαλῶ· ἂν γὰρ σπουδάζωµεν, καὶ εὐχόµενοι ἀνύοµεν· ἐὰν εὐχώµεθα ἐκτενῶς, δίδωσιν ὁ Θεός. Ἂν δὲ µήτε αἰτῶµεν αὐτὸν, µήτε ἐνεργῶµέν τι τοιοῦτον, µηδὲ ἐργαζώµεθα, πῶς ἔνι κατορθῶσαί ποτε καθεύδοντας; Οὐδαµῶς. Ἀγαπητὸν γὰρ τρέχοντας καὶ ἐπεκτεινοµένους καὶ συµµορφουµένους τῷ θανάτῳ αὐτοῦ, ὡς Παῦλος εἶπε, δυνηθῆναι ἐπιτυχεῖν, µήτι γε δὴ καθεύδοντας. Εἴ πως καταντήσω, φησίν. Εἰ δὲ Παῦλος ἔλεγεν, Εἴ πως καταντήσω, τί ἡµεῖς ἐροῦµεν; Καθεύδοντας γὰρ οὐδὲ κοσµικὰ πράγµατα ἔστιν ἀνύσαι ποτὲ, µήτι γε πνευµατικά· καθεύδοντας οὐδὲ παρὰ τῶν φίλων ἔστι τι λαβεῖν ποτε, µήτι γε παρὰ Θεοῦ· καθεύδοντας οὐδὲ πατέρες τιµῶσι, µήτι γε ὁ Θεός. Μικρὸν πονήσωµεν, ἵνα διαπαντὸς ἀναπαυσώµεθα. Πάντως θλιβῆναι δεῖ· κἂν µὴ θλιβῶµεν ἐνταῦθα, ἐκεῖ τοῦτο µένει.∆ ιὰ τί µὴ αἱρούµεθα ἐνταῦθα θλιβῆναι, ἵνα ἐκεῖ ἀναπαυσώµεθα; Γένοιτο δὲ πάντας ἡµᾶς ἀξίως πολιτευσαµένους Χριστοῦ, καὶ τῷ θανάτῳ αὐτοῦ συµµορφωθέντας, τῶν ἀποῤῥήτων τυχεῖν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.