Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Philippians
John ChrysostomHom. Phil. 14 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
14.0
Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, Χαίρετε. Τὸ ἐπιεικὲς ὑµῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς· µηδὲν µεριµνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει µετὰ εὐχαριστίας τὰ αἰτήµατα ὑµῶν γνωριζέσθω πρὸς τὸν Θεὸν, καὶ ἡ εἰρήνη τοῦ Θεοῦἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑµῶν καὶ τὰ νοήµατα ὑµῶν ἐν Χριστῷ Ἰησοῦ.
14.1
Μακάριοι οἱ πενθοῦντες, καὶ, Οὐαὶ τοῖς γελῶ σι, φησὶν ὁ Χριστός. Τί οὖν ὁ Παῦλός φησι, Χαίρετε ἐν Κυρίῳ πάντοτε; οὐκ ἐναντιούµενος τῷ Χριστῷ· µὴ γένοιτο. Οὐαὶ γὰρ τοῖς γελῶσιν, εἶπεν ὁ Χριστὸς, τὸν γέλωτα τοῦ κόσµου τούτου αἰνιττόµενος, τὸν ἐπὶ τοῖς παροῦσι γινόµενον πράγµασι· καὶ τοὺς πενθοῦντας ἐµακάρισεν, οὐ τοὺς ἁπλῶς πενθοῦντας ἐπὶ ταῖς τῶν οἰκείων ἀποβολαῖς, ἀλλὰ τοὺς κατανενυγµένους, καὶ τὰ οἰκεῖα πενθοῦνταςκακὰ, τοὺς τὰ ἑαυτῶν ἁµαρτήµατα ἀναλογιζοµένους, ἢ καὶ τὰ ἀλλότρια. Οὐκ ἔστι δὲ αὕτη ἡ χαρὰ ἐναντία τῷ πένθει ἐκείνῳ· ἀλλὰ γὰρ ἀπ' ἐκείνου τοῦ πένθους καὶ αὕτη τίκτεται· ὁ γὰρ πενθῶν τὰ ἑαυτοῦ κακὰ, καὶ ἐξοµολογούµενος, χαίρει. Ἄλλως δὲ, ἔνεστι πενθεῖν µὲν ὑπὲρ τῶν οἰκείων ἁµαρτηµάτων, χαίρειν δὲ ἐπὶ τῷ Χριστῷ. Ἐπειδὴ οὖν συνεθλίβοντο δι' ὧν ἔπασχον( Ἐχαρίσθη γὰρ ὑµῖν, φησὶν, οὐ µόνον, τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), διὰ τοῦτο λέγει, Ἐν Κυρίῳ χαίρετε. Ταῦτα γὰρ οὐδέν ἐστιν, ἢ ὅτι Τοιοῦτον ἐπιδείκνυσθε βίον, ὥστε χαίρειν. Ὅταν τοίνυν τὰ κατὰ Θεὸν ὑµῖν µὴ ᾖ ἐµπεποδισµένα, χαίρετε. Ἢ τοίνυν τοῦτό φησιν, ἢ τὸ, ἐν, ἀντὶ τοῦ, σὺν, ἐστὶν, ὡσεὶ ἔλεγε· Χαίρετε σὺν Κυρίῳ πάντοτε. Πάλιν ἐρῶ, Χαίρετε. Τοῦτο θαρσύνοντός ἐστι καὶ δεικνύντος, ὅτιὁ ἐν Θεῷ ὢν, ἀεὶ χαίρει· κἄν τε θλίβηται, κἂν ὁτιοῦν πάσχῃ, ἀεὶ χαίρει ὁ τοιοῦτος. Ἄκουσον γὰρ περὶ τῶν ἀποστόλων τοῦ Λουκᾶ λέγοντος, ὅτι Ὑπέστρεφον ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦὀνόµατος αὐτοῦ µαστιγωθῆναι. Εἰ µάστιγες καὶ δεσµὰ, ἃ πάντων εἶναι δοκεῖ λυπηρότερα, χαρὰν τίκτει, τί τῶν ἄλλων δυνήσεται ἐµποιῆσαι λύπην ἡµῖν; Πάλιν ἐρῶ, Χαίρετε. Καλῶς τὸν λόγον ἐδιπλασίασεν. Ἐπειδὴ γὰρ τῶν πραγµάτων ἡ φύσις λύπην ἔτικτε, διὰ τοῦ διπλασιασµοῦ δείκνυσιν, ὅτι πάντως δεῖ χαίρειν. Τὸ ἐπιεικὲς ὑµῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Εἶπεν ἀνωτέρω, Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, καὶ ὅτι τὰ ἐπίγεια φρονοῦσιν. Ἐπεὶ οὖν εἰκὸς αὐτοὺς πρὸς τοὺς πονηροὺς ἀπεχθῶς διακεῖσθαι, παραινεῖ τοίνυν αὐτοῖς µηδὲν ἔχειν πρὸς ἐκείνους κοινὸν, ἀλλὰ µετὰ πολλῆςαὐτοῖς κεχρῆσθαι ἐπιεικείας, οὐ µὴν τοῖς ἀδελφοῖς µόνον, ἀλλὰ καὶ τοῖς ἐχθροῖς καὶ τοῖς ἐναντίοις. Ὁ Κύριος ἐγγὺς, µηδὲν µεριµνᾶτε. Τίνος γὰρ ἕνεκεν, εἰπέ µοι, ἀλύετε; ὅτι ἀνθίστανται; ὅτι ὁρᾶτε τρυφῶντας αὐτούς; Μηδὲν µεριµνᾶτε. Ἤδη ἡ κρίσις ἐφέστηκεν· οὐκ εἰς µακρὰν δώσουσι λόγον τῶν πεπραγµένων αὐτοῖς. Ἀλλ' ὑµεῖς ἐν θλίψει, ἐκεῖνοι δὲ ἐν τρυφαῖς; Ἀλλ' ἤδη ταῦτα λήψεται τέλος. Ἀλλ' ἐπιβουλεύουσι, καὶ ἀπειλοῦσιν; Ἀλλ' οὐκ εἰς τέλος αὐτοῖς ταῦτα προχωρήσει· ἤδη ἐφέστηκεν ἡ κρίσις, ὅτε τἀναντία ἔσται. Μηδὲν µεριµνᾶτε· ἤδη τὰ τῆς ἀνταποδόσεως ἐφέστηκε. Κἂν ἐπιεικῶς προσενεχθῆτε τοῖς τὰ δεινὰ ὑµᾶς διατεθεῖσι, κἂν πενία, κἂν θάνατος, κἂν ὁτιοῦν ἄλλο δεινὸν ᾖ, πάντα οἰχήσεται. Μηδὲν µεριµνᾶτε· ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει µετὰ εὐχαριστίας τὰ αἰτήµατα ὑµῶν γνωριζέσθω πρὸς τὸν Θεόν. Μία µὲν οὖν ἐκείνη παραµυθία, τὸ, Ὁ Κύριος ἐγγὺς, καὶ ἐκεῖνο, τὸ, Ἔσοµαι µεθ' ὑµῶν πάσας τὰς ἡµέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἰδοὺ καὶ ἄλλη παραµυθία, καὶ λύπης καὶ περιστάσεως καὶ πάντων τῶν ἀνιαρῶν λυτήριον φάρµακον. Ποῖον δὴ τοῦτο; Τὸ εὔχεσθαι, τὸ ἐν παντὶ εὐχαριστεῖν. Ὥστε τὰς εὐχὰς οὐ µόνον αἴτησιν εἶναι βούλεται, ἀλλὰ καὶ εὐχαριστίαν ὑπὲρ ὧν ἔχοµεν. Πῶς γὰρ αἰτήσει τις τὰ µέλλοντα, ὁ τῶν προτέρων χάριν οὐκ εἰδώς; Ἀλλ' ἐν παντὶ, φησὶ, τουτέστι, πράγµατι, τῇ προσευχῇ καὶ τῇ δεήσει. Ὥστε ὑπὲρ ἁπάντων εὐχαριστεῖν δεῖ, καὶ τῶν δοκούντων εἶναι λυπηρῶν· τοῦτο γὰρ ὄντως εὐχαρίστου. Ἐκεῖνο µὲν γὰρ ἡ φύσις τῶν πραγµάτων ἀπαιτεῖ· τοῦτο δὲ ἀπὸ ψυχῆς γίνεται εὐγνώµονος, καὶ σφόδρα διακειµένης πρὸς τὸν Θεόν. Ταύτας ἐπιγινώσκει τὰς εὐχὰς ὁ Θεὸς, τὰς δὲ ἄλλας οὐκ οἶδεν. Οὐκοῦν τοιαῦτα εὔχεσθε, ὥστε ἐπιγινώσκεσθαι. Πάντα γὰρ ὑπὲρ τοῦ συµφέροντος οἰκονοµεῖ, κἂν ἡµεῖς µὴ εἰδῶµεν. Καὶ τοῦτο τοῦ σφόδρα συµφέρειν ἡµῖν ἐστι τεκµήριον, τὸ ἡµᾶς µὴ εἰδέναι. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑµῶν καὶ τὰ νοήµατα ὑµῶν ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; Ἡ εἰρήνη τοῦ Θεοῦ, φησὶν, ἣν πρὸς τοὺς ἀνθρώπους εἰργάσατο, πάντα νοῦν ὑπερέχει. Τίς γὰρ ἂν προσεδόκησε, τίς δὲ ἂν ἤλπισε τοσαῦτα ἔσεσθαι ἀγαθά; Ἅπασαν ἀνθρωπίνην ὑπερβαίνει διάνοιαν, οὐχὶ λόγον µόνον· ὑπὲρ τῶν ἐχθρῶν, ὑπὲρ τῶν µισούντων αὐτὸν, ὑπὲρ τῶν ἀποστρεφοµένων, ὑπὲρ τούτων τὸν Υἱὸν ἐκδοῦναι τὸν µονογενῆ οὐ παρῃτήσατο, ὥστεεἰρήνην ποιῆσαι πρὸς ἡµᾶς. Αὕτη δὴ οὖν ἡ εἰρήνη, τουτέστιν, ἡ καταλλαγὴ, ἡ ἀγάπη τοῦ Θεοῦ, φρουρήσει τὰς καρδίας ὑµῶν καὶ τὰ νοήµατα ὑµῶν.
14.2
Τοῦτο διδασκάλου, µὴ µόνον παραινεῖν, ἀλλὰ καὶ εὔχεσθαι, καὶ διὰ δεήσεως βοηθεῖν, ὥστε µήτε ὑπὸ πειρασµῶν καταβαπτίζεσθαι, µήτε ὑπὸἀπάτης περιφέρεσθαι· ὡς ἂν εἰ ἔλεγεν· Ὁ ῥυσάµενος ὑµᾶς οὕτως, ὡς οὐδὲ νοῦς καταλαβεῖν δύναται, αὐτὸς ὑµᾶς διαφυλάξειε, καὶ ἀσφαλίσαιτο, ὥστε µηδὲν παθεῖν. Ἢ οὖν τοῦτο δηλοῖ, ἢ ὅτι ἡ εἰρήνη, ἥν φησιν ὁ Χριστὸς, Εἰρήνην ἀφίηµι ὑµῖν, εἰρήνην τὴν ἐµὴν δίδωµι ὑµῖν, αὕτη φρουρήσει ὑµᾶς. Ἡ γὰρ εἰρήνη ὑπερέχει πάντα νοῦν ἀνθρώπινον. Εἰ δὲ λέγεις, πῶς; ἄκουε· Ὅταν λέγῃ πρὸς τοὺς ἐχθροὺς εἰρηνεύειν, πρὸς τοὺς ἀδικοῦντας, πρὸς τοὺς ἐκπεπολεµωµένους καὶ ἀπεχθῶς πρὸς ἡµᾶς ἔχοντας, πῶς οὐχ ὑπὲρ νοῦνἐστιν ἀνθρώπινον τοῦτο; Μᾶλλον δὲ τὸ πρότερον ἴδωµεν Ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν. Εἰ ἡ εἰρήνη, πολλῷ µᾶλλον αὐτὸς ὁ Θεὸς, ὁ τὴν εἰρήνην δοὺς, πάντα νοῦν, οὐ τὸν ἡµέτερον µόνον, ἀλλὰ καὶ τὸν τῶν ἀγγέλων καὶ τῶν ἄνω δυνάµεων. Τί δέ ἐστιν, Ἐν Χριστῷ Ἰησοῦ; Ἐν αὐτῷ φυλάξει, φησὶν, ὥστε µένειν, καὶ µὴ ἐκπεσεῖν αὐτοῦ τῆς πίστεως Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶ σεµνὰ, ὅσα ἀληθῆ, ὅσα δίκαια. Τί ἐστι, Τὸ λοιπόν; Ἀντὶ τοῦ, Πάντα ἡµῖν εἴρηται. Ἐπειγοµένου τὸ ῥῆµά ἐστι, καὶ οὐδὲν κοινὸν ἔχοντος πρὸς τὰ παρόντα. Λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεµνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφηµα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ἃ καὶ ἐµάθετε, καὶ παρελάβετε, καὶ ἠκούσατε, καὶ εἴδετε ἐν ἐµοί. Τί ἐστιν, Ὅσα προσφιλῆ; Προσφιλῆ τοῖς πιστοῖς, προσφιλῆ τῷ Θεῷ. Ὅσα ἐστὶν ἀληθῆ. Ταῦτα γὰρ ὄντως ἀληθῆ, ἡ ἀρετή· ψεῦδος δὲ ἡ κακία· καὶ γὰρ ἡ ἡδονὴ αὐτῆς ψεῦδος, καὶ ἡ δόξα αὐτῆς ψεῦδος, καὶ πάντα τὰ τοῦ κόσµου ψεῦδος. Ὅσα ἁγνὰ, πρὸς τὸ, Τὰ ἐπίγεια φρονοῦντας. Ὅσα σεµνὰ, πρὸς τὸ, Ὧν ὁ θεὸς ἡ κοιλία. Ὅσα δίκαια, ὅσα εὔφηµα, ταῦτά ἐστι, φησίν. Εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος. Ἐνταῦθα βούλεται αὐτοὺς καὶ τῶν πρὸς ἀνθρώπους προνοεῖν. Ταῦτα λογίζεσθε, φησίν. Ὁρᾷς ὅτι πᾶσαν ἔννοιαν βούλεται ἐξορίσαι πονηρὰν ἐκ τῶν ἡµετέρων ψυχῶν; ἀπὸ γὰρ ἐννοιῶν αἱ πράξεις αἱ πονηραὶ γίνονται. Ἃ καὶ ἐµάθετε καὶ παρελάβετε. Τοῦτο διδασκαλίας ἀρίστης, τὸ ἐν πάσαις ταῖς παραινέσεσιν ἑαυτὸν παρέχειν τύπον, καθὼς καὶ ἀλλαχοῦ φησι, Καθὼς ἔχετε τύπον ἡµᾶς· καὶ πάλιν ἐνταῦθα, Ἃ καὶ ἐµάθετε, καὶ παρελάβετε· τουτέστιν, Ἐδιδάχθητε· καὶ ἠκούσατε, καὶ εἴδετε ἐν ἐµοὶ, καὶ ῥηµάτων ἕνεκεν, καὶ πράξεων, καὶ ἀναστροφῆς. Ὁρᾷς ὅτι µέχρι παντὸς πράγµατος ταῦτα διατάττεται; Ἐπειδὴ γὰρ οὐκ ἐνῆν ἀκριβολογεῖσθαι περὶ πάντων, καὶ εἰσόδων καὶ ἐξόδων, καὶ ῥήµατος καὶ σχήµατος καὶ συνουσίας( πάντων γὰρ τούτων χρὴ προνοεῖντὸν Χριστιανόν)· συντόµως εἶπε καὶ ὡς ἐν κεφαλαίῳ, Ἐν ἐµοὶ ἠκούσατε καὶ εἴδετε· τουτέστι, Παρ' ἐµοί· ὡσεὶ ἔλεγε· Καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῶν ῥηµάτων ὑµᾶς ἀνήγαγον. Ταῦτα πράσσετε· µὴ λέγετε µόνον, ἀλλὰ καὶ πράττετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται µεθ' ὑµῶν. Τουτέστιν, Ἐὰν οὕτω φυλάττητε ταῦτα, καὶ πρὸς ἀλλήλους εἰρηνεύητε, ἐν γαλήνῃ ἔσεσθε, ἐν ἀσφαλείᾳ πολλῇ· οὐδὲν πείσεσθε λυπηρὸν, οὐδὲ τῶν ἀβουλήτων. Ὅταν γὰρ ἡµεῖς εἰρηνεύωµεν πρὸς αὐτὸν, εἰρηνεύοµεν δὲ διὰ τῆς ἀρετῆς, πολλῷ µᾶλλον αὐτὸς µεθ' ἡµῶν ἔσται. Ὁ γὰρ οὕτως ἡµᾶς ἀγαπήσας, ὡς καὶ µὴ βουλοµένους προσίεσθαι, ἂν ἴδῃ προστρέχοντας, οὐ πολλῷ πλέον αὐτὸς ἐπιδείξεται τὴν φιλίαν; Οὐδὲν οὕτως ἐχθρὸν τῆς ἡµετέρας φύσεως, ὡς κακία. Πῶς δὲ ἐχθρὸν ἡµῶν ἡ κακία, καὶ φίλον ἡ ἀρετὴ, πολλαχόθεν δῆλον· καὶ, εἰ βούλεσθε, σκοπήσωµεν τοῦτο πρῶτον ἀπὸ τῶν ἐναντίων ἑνὸς, τῆς πορνείας· Ἡ πορνεία ἐπονειδίστους καθίστησι, πένητας, καταγελάστους, εὐκαταφρονήτους πρὸς πάντας, ταῦτα διατιθεῖσα, ἅπερ ἐχθρῶν ἐστι διατιθέναι· πολλάκις δὲ καὶ νόσοις καὶ κινδύνοις περιέβαλεν αὕτη· πολλοὶ δὲ καὶ ὑπὲρ τῶν πορνῶν ἀπώλοντο, καὶ τραύµατα ἔλαβον. Εἰ δὲ τὸ πορνεύειν ταῦτα προξενεῖ, τὸ µοιχεύειν πολλῷ µᾶλλον. Ἆρα οὖν καὶ ἐλεηµοσύνη οὕτως; Οὐδαµῶς· ἀλλ' ὡς µήτηρ φιλόστοργος ἐν κοσµιότητι πολλῇ τὸ παιδίον καθίστησιν, ἐν εὐταξίᾳ, ἐν χρηστῇ δόξῃ, περὶ τὴν τῶν ἀναγκαίων ποιεῖ σχολάζειν διατριβὴν, οὐκ ἀφίησιν ἡµᾶς, οὐδὲ ἀπάγει τῶν ἀναγκαίων, ἀλλὰ καὶ τὴν ψυχὴν συνετωτέραν ἐργάζεται. Οὐδὲν γὰρ πορνῶν ἀσυνετώτερον. Ἀλλὰ τί; βούλει τὴν πλεονεξίαν ἰδεῖν; Καὶ αὕτη, ἅπερ ἂν ἐχθρὸς ἡµᾶς διέθηκε, διατίθησι. Πῶς; Μισεῖσθαι καὶ αὕτη ποιεῖ παρὰ πάντων· πάντας ἡµῶν κατεύχεσθαι παρασκευάζει, καὶ τοὺς ἠδικηµένους, καὶ τοὺς οὐκ ἠδικηµένους, ἐκείνοις µὲν συναλγοῦντας, ὑπὲρ δὲ ἑαυτῶν δεδοικότας· ὡς ἐχθροὺς κοινοὺς πάντες ὁρῶσιν, ὡς θηρία, ὡς δαίµονας· µυρίαι πανταχοῦ κατηγορίαι, ἐπιβουλαὶ, φθόνοι, ἅπερ ἐστὶν ἐχθρῶν. Ἡ δὲ δικαιοσύνη τοὐναντίον, πάντας φίλους, πάντας συνήθεις, πάντας εὐνοϊκῶς διατίθησι πρὸς ἡµᾶς· παρὰ πάντων ὑπὲρ ἡµῶν εὐχαὶ γίνονται. Ἐν ἀσφαλείᾳ πολλῇ ἐντεῦθεν τὰ καθ' ἡµᾶς, οὐδεὶς κίνδυνος, οὐδεµία ὑποψία, ἀλλὰ καὶ ὁ ὕπνος ἀδεῶς ἔπεισι µετὰ ἀσφαλείας, οὐδεµία φροντὶς, οὐδεὶς κοπετός.
14.3
Ὁρᾷς ὅτι µᾶλλον αὕτη βελτίων; Τί δὲ, εἰπέ µοι; τὸ φθονεῖν, ἢ τὸ συνήδεσθαι βέλτιον; Ταῦτα πάντα ἐξετάσωµεν, καὶ εὑρήσοµεν, ὅτι ἡ µὲν ἀρετὴ, καθάπερ µήτηρ ὄντως φιλόστοργος, ἐν ἀσφαλείᾳ καθίστησιν· ἡ δὲ κακία ἐν κινδύνοις, πρᾶγµα ἐπισφαλὲς ὑπάρχον καὶ ἐπικίνδυνον. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Κραταίωµα Κύριος τῶν φοβουµένων αὐτὸν, καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. Οὐδένα δέδοικεν ὁ µηδὲν ἑαυτῷ συνειδὼς πονηρόν· οὐδενὶ πάλιν θαῤῥεῖ ὁ ἐν κακίᾳ ζῶν, ἀλλὰ καὶ τοὺς οἰκέτας τρέµει, καὶ µετὰ ὑποψίας ὁρᾷ. Τί δὲ λέγω τοὺς οἰκέτας; τοῦ συνειδότος οὐ φέρει τὸ δικαστήριον· οὐχ οἱ ἔξω µόνον, ἀλλὰ καὶ οἱ ἔνδον αὐτὸν κόπτουσι λογισµοὶ, οὐκ ἀφιέντες αὐτὸν ἠρεµεῖν. Τί οὖν, φησί; πρὸς ἐπαίνους προσέχοντα δεῖ ζῇν; Οὐκ εἶπε, Πρὸς ἔπαινον ὅρα, ἀλλὰ, Καὶ τὰ ἐπαινετὰ ποίει, µὴ πρὸς ἔπαινον µέντοι. Ὅσα ἀληθῆ· ψεῦδος γὰρ ταῦτα· Ὅσα σεµνά. Τὸ σεµνὸν τῆς ἔξω ἐστὶ δυνάµεως, τὸ δὲ ἁγνὸν, τῆς ψυχῆς. Μὴ δίδοτε, φησὶ, πρόσκοµµα, µηδὲ λαβήν. Ἐπειδὴ εἶπεν, Ὅσα εὔφηµα, ἵνα µὴ νοµίσῃς, ὅτι τὰ παρὰ ἀνθρώποις ἁπλῶς φησιν, ἐπήγαγεν, Εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ταῦτα πράττετε.∆ ιαπαντὸς βούλεται ἡµᾶς ἐν τούτοις εἶναι, ταῦτα µεριµνᾷν, ταῦτα ἐννοεῖν. Εἰ γὰρ µέλλοιµεν πρὸς ἑαυτοὺς εἰρηνεύειν, καὶ ὁ Θεὸς ἔσται µεθ' ἡµῶν. Ἂν δὲ πόλεµον ἐγείρωµεν, ὁ τῆς εἰρήνης Θεὸς οὐκ ἔσται µεθ' ἡµῶν. Οὐδὲν γὰρ οὕτω πολέµιον τῇ ψυχῇ, ὡς κακία· καὶ οὐδὲν αὐτὴν ἐν ἀσφαλείᾳ καθίστησι πάλιν, ὡς ἡ εἰρήνη καὶ ἡ ἀρετή· ὥστε τὰ παρ' ἡµῶν ἄρχεσθαι δεῖ, καὶ τότε τὸν Θεὸν ἐπισπασόµεθα. Οὐκ ἔστιν ὁ Θεὸς, πολέµου καὶ µάχης θεός. Οὐκοῦν κατάλυσον καὶ τὸν πόλεµον καὶ τὴν µάχην, καὶ τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον· εἰρηνικὸς ἔσο πρὸς πάντας· ἐννόησον τίνας ὁ Θεὸς σώζει· Μακάριοι οἱ εἰρηνοποιοὶ, φησὶν, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.∆ ιαπαντὸς τὸν Υἱὸν τοῦ Θεοῦ µιµοῦνται οἱ τοιοῦτοι, καὶ µίµησαι καὶ σὺ αὐτόν· εἰρήνευσον· ὅσῳ ἄν σε πολεµῇ ὁ ἀδελφὸς, τοσούτῳ µείζων ὁ µισθός. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Μετὰ τῶν µισούντων τὴν εἰρήνην, ἤµην εἰρηνικός. Τοῦτο ἀρετὴ, τοῦτο µεῖζον ἀνθρωπίνου λογισµοῦ, τοῦτο Θεοῦ ἐγγὺς εἶναι ποιεῖ. Οὐδὲν οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς τὸ µὴ εἶναι µνησίκακον· τοῦτο ἀφίησί σε τῶν ἁµαρτηµάτων, τοῦτό σοι λύει τὰ ἐγκλήµατα. Ἂν δὲ µαχώµεθα καὶ πυκτεύωµεν, µακρὰν γινόµεθα τοῦ Θεοῦ. Ἀπὸ µὲν γὰρ τῆς µάχης ἔχθραι τίκτονται, ἀπὸ δὲ τῆς ἔχθρας µνησικακίαι. Ἔκκοψον τὴν ῥίζαν, καὶ οὐκ ἔσται ὁ καρπός· οὕτω µαθησόµεθα τῶν βιωτικῶν καταφρονεῖν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν τοῖς πνευµατικοῖς µάχη, ἀλλ' ὅπερ ἂν ἴδῃς γενόµενον, ἢ µάχας, ἢ φθόνον, ἢ ὅπερ ἂν εἴποι τις, βιωτικῶν ἕνεκεν γίνεται· ἢ γὰρ πλεονεξίας, ἢ φθόνου, ἢ κενοδοξίας ἔχει ἀρχὴν πᾶσα µάχη. Ἂν τοίνυν εἰρηνεύσωµεν, µαθησόµεθα καὶ τῶν ἐν τῇ γῇ καταφρονεῖν. Ἥρπασέ τις τὰ χρήµατα; Ἀλλ' οὐδὲν ἠδίκησε, µόνον µὴ τὸν ἄνω πλοῦτον ἁρπάσῃ, φησίν. Ἐνεπόδισέ σου τῇ δόξῃ; Ἀλλ' οὐ τῇ πρὸς Θεὸν, ἀλλὰ τῇ οὐδαµινῇ· οὐδὲ γὰρ δόξα αὕτη ἐστὶν, ἀλλ' ὄνοµα δόξης, µᾶλλον δὲ καὶ ἀδοξία. Ἥρπασέ σου τὴν τιµήν; Ἀλλ' οὐχὶ τὴν σὴν, ἀλλὰ τὴν ἑαυτοῦ. Ὥσπερ γὰρ ὁ ἀδικῶν οὐκ ἀδικεῖ, ἀλλ' ἀδικεῖται· οὕτω καὶ ὁ τῷ πλησίον ἐπιβουλεύων, ἑαυτὸν ἀναιρεῖ πρῶτον· ὁ γὰρ ὀρύσσων βόθρον τῷ πλησίον αὐτοῦ, εἰς αὐτὸν ἐµπίπτει. Μὴ τοίνυν ἐπιβουλεύωµεν ἑτέροις, ἵνα µὴ ἑαυτοὺς βλάπτωµεν. Ὅταν τὴν ἑτέρων δόξαν ὑποσκελίσωµεν, ἐννοήσωµεν ὅτι ἑαυτοὺς βλάπτοµεν, ὅτι µᾶλλον ἑαυτοῖς ἐπιβουλεύοµεν. Ἐκεῖνον µὲν γὰρ ἴσως, κἂν ἰσχύσωµεν, παρὰ τοῖς ἀνθρώποις βλάπτοµεν· ἑαυτοὺς δὲ παρὰ τῷ Θεῷ ἀδικοῦµεν, παροξύνοντες αὐτόν. Μὴ δὴ βλάπτωµεν ἑαυτούς. Ὥσπερ γὰρ εἰ ἀδικοῦµεν τοὺς πλησίον, ἑαυτοὺς ἀδικοῦ µεν· οὕτως αὐτοὺς εὖ ποιοῦντες, ἑαυτοὺς εὖ ποιοῦµεν. Ὅταν οὖν σε βλάψῃ ὁ ἐχθρὸς, ἐννοήσας, ὅτι εὐηργέτησέ σε, ἐὰν νήφῃς, µὴ µόνον τοῖς ἴσοις αὐτὸν ἀµύνῃ, ἀλλὰ καὶ εὐεργέτησον. Ἀλλ' ἡ πληγὴ µένει σφοδρὰ, φησί. Τοῦτο τοίνυν ἐννόησον, ὅτι οὐκ ἐκεῖνον εὖ ποιεῖς, ἀλλ' ἐκεῖνον µὲν κολάζεις, σαυτὸν δὲ εὖ ποιεῖς, καὶ ταχέως ἥξεις πρὸς τὸ εὖ ποιῆσαι. Τί οὖν; καὶ σκοπῷ, φησὶ, τοιούτῳ ποιεῖν δεῖ; Οὐ δεῖ µὲν τούτῳ ποιεῖν τῷ σκοπῷ· ὅταν δὲ µὴ φέρῃ ἡ καρδία, κἂν τούτῳ, φησὶν, αὐτὴν ἐνάγαγε, καὶ ταχέως αὐτὴν πείσεις ἀφεῖναι τὴν ἔχθραν, καὶ ὡς φίλον εὐεργετήσεις λοιπὸν τὸνἐχθρὸν, καὶ οὕτω τῶν µελλόντων ἀγαθῶν ἐπιτεύξῃ· ὧν γένοιτο πάντας ἡµᾶς τυχεῖν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note