Homilies on Philippians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
15.0
Ἐχάρην δὲ ἐν Κυρίῳ µεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐµοῦ φρονεῖν· ἐφ' ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ. Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔµαθον, ἐν οἷς εἰµι, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι µεµύηµαι, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι· πάντα ἰσχύω ἐν τῷ ἐνδυναµοῦντί µε Χριστῷ. Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές µου τῇ θλίψει.
15.1
Πολλάκις εἶπον, ὅτι ἡ ἐλεηµοσύνη οὐ τῶν λαµβανόντων ἕνεκεν, ἀλλὰ τῶν διδόντων ἐπεισήχθη· καὶ γὰρ ἐκεῖνοί εἰσιν οἱ τὰ µέγιστα κερδαίνοντες. Τοῦτο καὶ ἐνταῦθα δείκνυσιν ὁ Παῦλος. Πῶς; Ἀπέστειλαν αὐτῷ τινα διὰ µακροῦ χρόνου Φιλιππήσιοι, αὐτὰ δὴ ταῦτα Ἐπαφροδίτῳ ἐγχειρίσαντες. Μέλλων τοίνυν αὐτὸν πέµπειν τὴν ἐπιστολὴν ἀποκοµίζοντα, ὅρα πῶς καὶ ἐπαινεῖ αὐτοὺς, καὶ δείκνυσιν ὅτι οὐ τῆς τῶν λαµβανόντων χρείας, ἀλλὰ τῆςτῶν διδόντων ἕνεκεν τοῦτο γεγένηται. Τοῦτο δὲ ποιεῖ, ἵνα µήτε εἰς ἀπόνοιαν αἴρωνται οἱ εὖ ποιοῦντες, καὶ προθυµότεροι γίνωνται περὶ τὸ εὖ ποιεῖν, ἅτε ἑαυτοὺς µᾶλλον ὠφελοῦντες, οἵτε λαµβάνοντες µὴ ἐπιτρέχωσιν ἀδεῶς τῷ λαµβάνειν, ἵνα µὴ κρῖµα ἔχωσι· Μακάριον γάρ ἐστι, φησὶ, διδόναι µᾶλλον, ἢ λαµβάνειν. Τί οὖν δηλοῖ λέγων, Ἐχάρην δὲ ἐν Κυρίῳ µεγάλως; Οὐ κοσµικῶς ἐχάρην, φησὶν, οὐδὲ βιωτικῶς, ἀλλ' ἐν Κυρίῳ· οὐχ ὅτι ἀνάπαυσιν ἔσχον ἐγὼ, ἀλλ' ὅτι ὑµεῖς προεκόψατε· ἡ γὰρ ἐµὴ ἀνάπαυσις, αὕτη ἐστί.∆ ιὰ τοῦτο καί φησι, Μεγάλως· ἐπειδὴ οὐ σωµατικὴ ἦν ἡ χαρὰ, οὐδὲ ὑπὲρ τῆς αὐτοῦ ἀναπαύσεως ἔχαιρεν, ἀλλ' ὑπὲρ τῆς ἐκείνων προκοπῆς. Καὶ ὅρα πῶς ἠρέµα ἐπιτιµήσας ὑπὲρ τοῦ παρελθόντος χρόνου, ταχέως αὐτὸ συνεσκίασε, παιδεύων συνεχῶς καὶ διαπαντὸς ἐν εὐποιίᾳ εἶναι. Ὅτι ἤδη ποτὲ, φησί. Τὸ, Ἤδη ποτὲ, χρόνον δηλοῦντός ἐστι µακρόν. Ἀνεθάλετε· ὡς ἐπὶ δένδρων βλαστησάντων, εἶτα ξηρανθέντων, καὶ πάλιν βλαστησάντων. Τοῦτο δὲ δεικνύντος ἐστὶν, ὅτι πρότερον ὄντες ἀνθηροὶ ἐµαράνθησαν· εἶτα µαρανθέντες, πάλιν ἐβλάστησαν· ὥστε καὶ ἐπιτίµησίς ἐστι καὶ ἔπαινος τὸ, Ἀνεθάλετε· οὐ γάρ ἐστι µικρὸν, τὸ µαρανθέντα ἀναθῆλαι. Καὶ τὸ πᾶν ἀπὸ ῥᾳθυµίας αὐτοὺς πεπονθότας δείκνυσιν. Εἰς τὸ ὑπὲρ ἐµοῦ φρονεῖν, ἐφ' ᾧ καὶ ἐφρονεῖτε. Ἐνταῦθα δὲ δηλοῖ, ὅτι ἔθος εἶχον καὶ πρὸ τούτου ἐν τοῖς τοιούτοις φιλοτιµεῖσθαι.∆ ιὰ τοῦτο ἐπήγαγεν, Εἰς τὸ ὑπὲρ ἐµοῦ φρονεῖν, ἐφ' ᾧ καὶ ἐφρονεῖτε. Καὶ ἵνα µὴ νοµίσῃς καὶ ἐν τοῖς λοιποῖς προθυµοτέρους αὐτοὺς γεγενῆσθαι, καὶ µεµαράνθαι, ἀλλ' ἐν τούτῳ µόνῳ, ὅρα πῶς αὐτὸ ἀσφαλίζεται λέγων· Ἤδη ποτὲ ἀνεθάλετε εἰς τὸ ὑπὲρ ἐµοῦ φρονεῖν· ὡσεὶ ἔλεγεν· Εἰς τοῦτό φηµι µόνον τὸ, Ἤδη ποτέ· ἐν γὰρ τοῖς ἄλλοις οὐχ οὕτω. Ζητήσειε δ' ἄν τις ἐνταῦθα, πῶς λέγων, Μακάριόν ἐστι µᾶλλον διδόναι, ἢ λαµβάνειν· καὶ, Ὅτι αἱ χεῖρές µου ὑπηρέτησαν ταῖς χρείαις µου καὶ τοῖς οὖσι µετ' ἐµοῦ· καὶ πάλιν πρὸς Κορινθίους γράφων ἔλεγε, Καλὸν γάρ µοι ἀποθανεῖν µᾶλλον, ἢ τὸ καύχηµά µου ἵνα τις κενώσῃ· νῦν περιορᾷ κενούµενον ἑαυτοῦ τὸ καύχηµα. Πῶς; Λαβών. Εἰ γὰρ τὸ καύχηµα τοῦτο ἦν, τὸ µηδὲν λαβεῖν, πῶς νῦν ἀνέχεται; τί οὖν ἔστιν εἰπεῖν; Ἐκεῖ εἰκότως οὐκ ἐλάµβανε διὰ τοὺς ψευδαποστόλους, Ἵνα ἐν ᾧ καυχῶνται, φησὶν, εὑρεθῶσι καθὼς καὶ ἡµεῖς. Καὶ οὐκ εἶπεν, Εἰσὶν, ἀλλὰ, Καυχῶνται, δηλῶν ἐκ τούτου ὅτι ἐλάµβανον µὲν, λανθανόντως δέ.∆ ιὰ τοῦτο εἶπεν, Ἐν ᾧ καυχῶνται. Ἐλάµβανε δὲ καὶ αὐτὸς, εἰ καὶ µὴ ἐκεῖ· διὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν· Οὐ φραγήσεται τὸ καύχηµά µου. Καὶ οὐχ ἁπλῶς εἶπεν, Οὐ φραγήσεται, ἀλλὰ τί; Ἐν τοῖς κλίµασι τῆς Ἀχαΐας· καὶ τὸ, ἌλλαςἘκκλησίας ἐσύλησα, λαβὼν ὀψώνια πρὸς τὴν ὑµῶν διακονίαν· δηλοῦντός ἐστιν, ὅτι ἐλάµβανεν. Ἀλλὰ Παῦλος µὲν εἰκότως ἐλάµβανεν, ἔργον ἔχων τηλικοῦτον, εἴ που καὶ ἐλάµβανεν· οἱ δὲ µηδὲν ἐργαζόµενοι, πῶς ἂν δύναιντο λαµβάνειν; Ἀλλ' εὔχοµαι, φησίν. Ἀλλ' οὐκ ἔστι τοῦτο ἔργον· τοῦτο γὰρ ἔστι καὶ µετὰ ἔργου ποιεῖν. Ἀλλὰ νηστεύω. Ἀλλ' οὐδὲ τοῦτο ἔργον. Ἀλλ' ὅρα τὸν µακάριον τοῦτονπολλαχοῦ κηρύττοντα, καὶ ἐργαζόµενον. Ἠκαιρεῖσθε δὲ, φησί. Τί ἐστιν, Ἠκαιρεῖσθε; Οὐ τῆς ῥᾳθυµίας ὑµῶν, φησὶν, ἀλλὰ τῆς ἀνάγκης· οὐκ εἴχετε ἐν χερσὶν, οὐδὲ ἐν ἀφθονίᾳ ἦτε· τοῦτο γάρ ἐστιν, Ἠκαιρεῖσθε δέ. Ἀπὸ τῆς κοινῆς αὐτὸ συνηθείας ἔλαβεν. Οὕτω γὰρ οἱ πλείους λέγουσιν, ὅταν αὐτοῖς µὴ µετὰ ἀφθονίας ἐπιῤῥέῃ τὰ βιωτικὰ, ἀλλ' ἐν στενοχωρίᾳ ᾖ. Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω. Εἶπον, φησὶν, Ἤδη ποτὲ, καὶ ἐπετίµησα, οὐχὶ τὸ ἐµαυτοῦ ζητήσας, οὐδὲ διὰ τοῦτο µεµφόµενος, ὡς ἐν ἐνδείᾳ ὤν· οὐδὲ γὰρ διὰ τοῦτο ἐζήτουν. Πόθεν δῆλον, ὅτι οὐ κοµπάζεις, ὦ Παῦλε; Κορινθίοις µὲν οὖν φησιν· Οὐ γὰρ ἄλλα γράφοµεν ὑµῖν, ἀλλ' ἢ ἃ ἀναγινώσκετε, ἢ καὶ ἐπιγινώσκετε. Καὶ ἐπὶ τούτων δὲ οὐκ ἂν, ὥστε ἁλῶναι, ἔλεγεν. Οὐκ ἂν, εἴ γε ἐκόµπαζε, ταῦτα εἶπε· παρὰ γὰρ εἰδόσιν ἔλεγε, καὶ πλείων ἦν ἡ αἰσχύνη ἁλῶναι. Ἐγὼ γὰρ ἔµαθον ἐν οἷς εἰµι, φησὶν, αὐτάρκης εἶναι. Ἄρα διδασκαλίας ἐστὶ τὸ πρᾶγµα, καὶ γυµνασίας καὶ µελέτης. Οὐ γὰρ εὐκατόρθωτόν ἐστιν, ἀλλὰ καὶ σφόδρα δύσκολον καὶ πόνον ἔχον πολύν. Ἐν οἷς εἰµι, φησὶν, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι µεµύηµαι. Τουτέστι, Καὶ ὀλίγοις κεχρῆσθαι οἶδα, καὶ λιµὸν φέρειν καὶ ἔνδειαν. Καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Ναὶ, φησίν· ἀλλὰ τοῦτο οὐκ ἔστιν ἐπιστήµης, ὥσπερ οὐδὲ ἀρετῆς, τὸ περισσεύειν. Καὶ σφόδρα ἀρετῆς, οὐχ ἧττον ἢ ἐκεῖνο. Πῶς; Ὅτι ὥσπερ ἡ στενοχωρία πολλὰ παρασκευάζει κακὰ ποιεῖν, οὕτω καὶ ἡ πλησµονή.
15.2
Πολλοὶ γὰρ πολλάκις ἐν ἀφθονίᾳ γενόµενοι, ῥᾳθυµότεροι ἐγένοντο, καὶ οὐκ ἔγνωσαν ἐνεγκεῖν τὴν εὐπραγίαν· πολλοὶ πολλάκις ἀφορµὴν ἔλαβον τοῦ µηκέτι ἐργάζεσθαι. Ἀλλ' οὐχ ὁ Παῦλος· καὶ γὰρ λαµβάνων εἰς ἄλλους ἀνήλισκε, καὶ εἰς ἄλλους ἐκένου. Τοῦτο δέ ἐστιν εἰδέναι καλῶς κεχρῆσθαι τῷ ἔχειν. Οὐχὶ διεχεῖτο, οὐδὲ ἔχαιρεν ἐπὶ τῇ περισσείᾳ αὐτοῦ, ἀλλ' ἴσος ἦν ἔν τε ἐνδείᾳ, ἔν τε πλησµονῇ, οὔτε ἐκεῖθεν πιεζόµενος, οὔτε ἐντεῦθεν χαυνούµενος. Καὶ χορτάζεσθαι, φησὶν, οἶδα καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. Πολλοὶ οὐκ ἴσασι χορτάζεσθαι, οἷον οἱ Ἰσραηλῖται· ἐκεῖνοι γὰρ ἔφαγον, καὶ ἀπελάκτισαν. Ἀλλ' ἐπὶ τῆς αὐτῆς εὐταξίας ἐγὼ µένω.∆ είκνυσιν ὅτι οὔτε νῦν ἥσθη, οὔτε πρότερον ἐλυπεῖτο· εἰ δὲ καὶ ἐλυπεῖτο, οὐκ αὐτοῦ ἕνεκεν, ἀλλ' αὐτῶν· αὐτὸς γὰρ ὁµοίως διέκειτο. Ἐν παντὶ, φησὶ, καὶ ἐν πᾶσι µεµύηµαι. Τουτέστι, Πεῖραν ἔλαβον ἐν τῷ µακρῷ τούτῳ χρόνῳ πάντων, καὶ ταῦτά µοι πάντα κατώρθωται. Ἀλλ' ἐπειδὴ µεγαληγορία τὸ πρᾶγµα ἦν, ὅρα πῶς ἐπιλαµβάνεται ταχέως, καί φησι· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναµοῦντί µε Χριστῷ, φησίν. Οὐκ ἐµὸν τὸ κατόρθωµα, ἀλλὰ τοῦ τὴν ἰσχὺν δεδωκότος ἐστίν. Ἀλλ' ἐπειδὴ πάλιν οἱ εὖ ποιοῦντες, ὅταν ἴδωσιν οὐ διατιθέµενον εὖ τὸν λαµβάνοντα, ἀλλὰ καταφρονοῦντα τῶν διδοµένων, ῥᾳθυµότεροι γίνονται· αὐτοὶ γὰρ ὡς χαριζόµενοι διέκειντο καὶ ἀναπαύοντες· ἵνα οὖν µὴ τοῦτο γένηται, µηδέ τις εἴπῃ, ὅτι Ἐπεὶ καταφρονεῖ τῆς ἀναπαύσεως Παῦλος, ἀνάγκη τούτους ῥᾳθυµοτέρους γενέσθαι· ὅρα πῶς πάλιν καὶ τοῦτο ἰᾶται.∆ ιὰ µὲν γὰρ τῶν εἰρηµένων τὸ φρόνηµα αὐτῶν κατέσπασε· διὰ δὲ τῶν ἑξῆς τὴν προθυµίαν αὐτῶν ἀναζῇν ποιεῖ, λέγων· Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές µου τῇ θλίψει. Ὁρᾷς καὶ πῶς ἀπέστησεν ἑαυτὸν, καὶ πῶς πάλιν ἥνωσε; Τοῦτο γνησίας φιλίας ἐστὶ καὶ πνευµατικῆς. Μὴ γὰρ ἐπειδὴ, φησὶν, ἐν χρείᾳ οὐ καθέστηκα, νοµίσητε µὴ δεῖσθαί µε τοῦ πράγµατος· δέοµαι δι' ὑµᾶς. Πῶς οὖν ἐκοινώνησαν αὐτῷ τῶν θλίψεων;∆ ιὰ τούτου· ὅπερ καὶ δεσµούµενος ἔλεγε, Συγκοινωνούς µου τῆς χάριτος πάντας ὑµᾶς. Χάρις γάρ ἐστι τὸ παθεῖν ὑπὲρ τοῦ Χριστοῦ, ὥς που καὶ αὐτός φησιν· Ὅτι ὑµῖν ἐχαρίσθη ἀπὸ Θεοῦ, οὐ µόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ἐπειδὴ γὰρ ἐκεῖνα καταµόνας λεγόµενα ἀλγῆσαι αὐτοὺς ἱκανὰ ἦν, διὰ τοῦτο θεραπεύει καὶ ἀποδέχεται καὶ ἐπαινεῖ πάλιν, καὶ τοῦτο µεµετρηµένως. Οὐ γὰρ εἶπε,∆ όντες, ἀλλὰ, Συγκοινωνήσαντες, δεικνὺς αὐτοὺς καὶ κερδάναντας, εἴ γε τῶν ἄθλων ἐγένοντο κοινωνοί. Οὐκ εἶπεν, Ἐπικουφίσαντές µου τὰς θλίψεις, ἀλλὰ, Συγκοινωνήσαντές µου τῇ θλίψει, ὅπερ ἦν σεµνότερον. Ὁρᾷς τὸ ταπεινὸν Παύλου; ὁρᾷς τὸ εὐγενές; Ὅτε ἔδειξεν οὐδὲν δεόµενον τῶν παρ' ἐκείνων αὐτοῦ ἕνεκεν, τότε λοιπὸν ἀδεῶς καὶ ταπεινὰ φθέγγεται ῥήµατα, καὶ ἅπερ οἱ προσαιτοῦντες λέγουσιν, Ὡςἔθος ἔχεις διδόναι. Οὐδὲν γὰρ παραιτεῖται οὔτε ποιεῖν, οὔτε λέγειν, πρὸς τὸ µόνον, ὃ βούλεται, κατορθῶσαι. Τί δὲ τοῦτό ἐστι; Μὴ νοµίσητε, φησὶν, ἀναισχυντίας εἶναι τὰ ῥήµατα, τὸ ἐγκαλεῖν, καὶ λέγειν, Ἤδη ποτὲ ἀνεθάλετε, καὶ τοῦ ἐν χρείᾳ εἶναι· οὐ γὰρ δεόµενος ταῦτα λέγω, ἀλλὰ τί; Ἐκ τοῦ σφόδρα θαῤῥεῖν ὑµῖν· καὶ τούτου δὲ ὑµεῖς αἴτιοι. Ὁρᾷς πῶς αὐτοὺς θεραπεύει, καὶ πῶς φησιν, Ὑµεῖς αἴτιοι, πρὸ τῶν ἄλλων ἐπιπηδήσαντες τῷ πράγµατι, καὶ παῤῥησίαν ἡµῖν δόντες ὑπὲρ τῶντοιούτων ὑποµιµνήσκειν ὑµᾶς; Καὶ θέα τὸ σεµνόν· µὴ πέµπουσι µὲν οὐκ ἐγκαλεῖ, ἵνα µὴ δόξῃ τὸ ἑαυτοῦ θεραπεύειν· ἐπειδὴ δὲ ἔπεµψαν, τότε ἐπετίµησεν ὑπὲρ τοῦ παρελθόντος χρόνου, καὶ ἤνεγκαν· λοιπὸν γὰρ οὐκ ἂν ἔδοξε τὸ αὑτοῦ θεραπεύειν. Οἴδατε, φησὶ, καὶ ὑµεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεµία µοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεωςκαὶ λήψεως, εἰ µὴ ὑµεῖς µόνοι. Βαβαὶ, ἡλίκον τὸ ἐγκώµιον! εἴ γε Κορίνθιοι µὲν ἐκ τοῦ ἀκούειν ἐκεῖνα παρ' αὐτοῦ καὶ Ῥωµαῖοι προτρέπονται, οὗτοι δὲ οὐδεµιᾶς Ἐκκλησίας ἀρξαµένης( καὶ γὰρ, Ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, φησὶ), τοσαύτην περὶ τὸν ἅγιον ἐπεδείξαντο σπουδὴν, ὡς µηδὲ παράδειγµα ἔχοντες, αὐτοὶ πρῶτοι τῆς καρποφορίαςἄρξασθαι ταύτης. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι παραµένοντι αὐτῷ οὐδὲ τῶν πρὸς αὐτοὺς ἕνεκεν ταῦτα ἐποίουν· Ὅτε ἐξῆλθον γὰρ, φησὶν, ἀπὸ Μακεδονίας, οὐδεµία µοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ µὴ ὑµεῖς µόνοι. Τί ἐστι, Λήψεως; τί δέ ἐστιν, Ἐκοινώνησε; διὰ τί µὴ εἶπεν, ὅτι Οὐδεµία µοι Ἐκκλησία ἔδωκεν, ἀλλ', Ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως; Κοινωνία γὰρ τὸ πρᾶγµά ἐστιν. Εἰ γὰρ ἡµεῖς τὰ πνευµατικὰ ὑµῖν, φησὶν, ἐσπείραµεν, τί µέγα, εἰ ἡµεῖς τὰ σαρκικὰ ὑµῶν θερίσο µεν; καὶ πάλιν, Τὸ ὑµῶν περίσσευµα ἵνα γίνηται εἰς τὸ ἐκείνων ὑστέρηµα. Ὁρᾷς πῶς ἐκοινώνησαν, εἰς λόγον δόσεως τῶν σαρκικῶν, καὶ λήψεως τῶν πνευµατικῶν; Ὥσπερ γὰρ οἱ πωλοῦντες καὶ ἀγοράζοντες κοινωνοῦσιν ἀλλήλοις, τὰ παρ' ἀλλήλων ἀντιδιδόντες( τοῦτο γάρ ἐστι κοινωνία), οὕτω δὴ καὶ ἐνταῦθα. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ταύτης τῆς ἀγορασίας καὶ ἐµπορίας τι κερδαλεώτερον· γίνεται µὲν γὰρ ἐν τῇ γῇ, τελεῖται δὲ ἐν τῷ οὐρανῷ· οἱ µὲν ἀγοράζοντες ἐν τῇ γῇ ἑστήκασιν· ἀγοράζουσι δὲ καὶ συµφωνοῦσι τὰ ἐν τοῖς οὐρανοῖς, γηΐνην κατατιθέντες τὴν τιµήν.
15.3
Ἀλλὰ µὴ καταγνῷς· οὐ χρηµάτων ἐστὶν ὠνητὰ τὰ οὐράνια, οὐ τὰ χρήµατα αὐτὰ ἀγοράζει, ἀλλ' ἡ προαίρεσις τοῦ τὰ χρήµατα καταβάλλοντος, ἡ φιλοσοφία, τὸ τῶνβιωτικῶν ἀνωτέρω εἶναι, ἡ φιλανθρωπία, ἡ ἐλεηµοσύνη. Ἐπεὶ εἰ τὸ ἀργύριον ἠγόραζεν, ἡ τὰ δύο λεπτὰ καταβαλοῦσα οὐδὲν ἂν ἔλαβε µέγα· ἐπειδὴ δὲ οὐ τὸ ἀργύριον, ἀλλ' ἡ προαίρεσις ἴσχυσεν, ἐκείνη πᾶσαν προαίρεσιν ἐπιδειξαµένη, πάντα ἔλαβε. Μὴ τοίνυν λέγωµεν, ὅτι ὠνητὴ χρηµάτων ἐστὶν ἡ βασιλεία· οὐ χρηµάτων, ἀλλὰ προαιρέσεως τῆς διὰ χρηµάτων ἐπιδεικνυµένης. Οὐκοῦν δεῖ χρηµάτων, φησίν; Οὐ δεῖ χρηµάτων, ἀλλὰ προαιρέσεως· ἂν ταύτην ἔχῃς, δυνήσῃ καὶ διὰ δύο λεπτῶν ἀγοράσαι τὸν οὐρανόν· µὴ οὔσης δὲ ταύτης, οὐδὲ µυρία τάλαντα χρυσοῦ τοῦτο δυνήσεται, ὅπερ τὰ δύο λεπτά.∆ ιὰ τί; Ὅταν γὰρ πολλὰ ἔχων, ἐλάττονα καταβάλῃς, ἐποίησας µὲν ἐλεηµοσύνην, οὐ τοσαύτην δὲ ὅσην ἡ χήρα· οὐ γὰρ µετὰ τοσαύτης προθυµίας κατέβαλες, µεθ' ὅσης ἐκείνη· πάντων γὰρ ἑαυτὴν ἀπεστέρησε, µᾶλλον δὲ οὐκ ἀπεστέρησεν, ἀλλὰ πάντα ἑαυτῇ ἐχαρίσατο. Οὐ ταλάντων χρυσοῦ, ἀλλὰ ποτηρίου ψυχροῦ τὴν βασιλείαν ὑπέσχετο ὁ Θεὸς, ἀλλὰ προθυµίας· οὐ θανάτου, ἀλλὰ προαιρέσεως· ἐπεὶ οὐδὲ µέγα τί ἐστι. Τί γάρ ἐστι µίαν ψυχὴν δοῦναι; Ἔδωκεν ἕνα ἄνθρωπον· εἷς δὲ ἄνθρωπος οὐκ ἔστιν ἀντάξιος. Ὅτι καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἅπαξ καὶ δὶς εἰς τὰς χρείας µοι ἐπέµψατε. Πάλιν µέγα τὸ ἐγκώµιον, εἴ γε ἐν τῇ µητροπόλει καθήµενος, παρὰ τῆς µικρᾶς ἐτρέφετο πόλεως. Καὶ ὅρα· ἵνα µὴ διαπαντὸς ἐξέλκων ἑαυτὸν τῆς χρείας, ὅπερ εἶπον προλαβὼν, ῥᾳθυµοτέρους ποιήσῃ, διὰ τοσούτων δείξας, ὅτι οὐ δεῖται, ἑνὶ µόνῳ τοῦτοδῆλον ἐποίησεν, εἰπὼν, Εἰς τὰς χρείας· καὶ οὐκ εἶπε, Τὰς ἐµὰς, ἀλλ' ἁπλῶς, τοῦ σεµνοῦ ἐπιµελόµενος· οὐ τοῦτο δὲ µόνον, ἀλλὰ καὶ τὸ ἑξῆς. Ἐπειδὴ γὰρ συνεῖδε σφόδρα ταπεινὸν ὂν, πάλιν αὐτὸ τῇ ἐπιδιορθώσει ἀσφαλίζεται, λέγων· Οὐχ ὅτι ἐπιζητῶ, λέγων, τὸ δόµα. Ὅπερ εἶπεν ἄνω, Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω, τὸ αὐτὸ δηλῶν, εἰ καὶ ἐκεῖνο τούτου µεῖζόν ἐστιν. Ἕτερον γάρ ἐστιν ὑστεροῦντα µὴ ζητῆσαι, καὶ ἕτερον ἐν ὑστερήσει ὄντα µηδὲ νοµίζειν ὑστερεῖσθαι. Οὐχ ὅτι ἐπιζητῶ τὸ δόµα, φησὶν, ἀλλ' ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑµῶν, οὐκ ἐµοῦ. Ὁρᾷς ὅτι ὁ καρπὸς ἐκείνοις τίκτεται;∆ ι' ὑµᾶς ταῦτα λέγω, φησὶ, οὐ δι' ἐµαυτὸν, εἰς τὴν ὑµετέραν σωτηρίαν· ἐγὼ γὰρ οὐδὲν κερδαίνω λαµβάνων· τῶν διδόντων ἐστὶν ἡ χάρις. Τοῖς µὲν γὰρ διδοῦσιν ἐκεῖ φυλάττεται ἡ ἀµοιβή· τοῖς δὲ λαµβάνουσιν ἐνταῦθα ἀναλίσκεται τὰ διδόµενα. Πάλιν µετ' ἐγκωµίου καὶ συµπαθείας, καὶ τὸ χρῄζειν. Ἐπειδὴ γὰρ εἶπεν, Οὐ ζητῶ, ἵνα µὴ πάλιν ῥᾳθυµοτέρους ποιήσῃ, φησίν· Ἀπέχω δὲ πάντα, καὶ περισσεύω. Τουτέστι, διὰ ταύτης τῆς δόσεως καὶ τὰ παραλειφθέντα ἐπληρώσατε, ὅπερ µάλιστα προθυµοτέρους ἦν ποιῆσαι. Ὅσῳ γὰρ ἂν ὦσι φιλοσοφώτεροι, ζητοῦσι καὶ τὰς παρὰ τῶν εὖ παθόντων χάριτας οἱ εὖ ποιοῦντες. Ἀπέχω πάντα, καὶ περισσεύω. Τουτέστιν, οὐ µόνον ἀνεπληρώσατε τὰ ἐλλειφθέντα ἐν τῷ παρελθόντι χρόνῳ, ἀλλὰ καὶ ὑπερεβάλετε. Εἶτα ἵνα µὴ δόξῃ διὰ τοῦτο ἐγκαλεῖν, ὅρα πῶς ἐπισφραγίζεται. Ἐπειδὴ γὰρ εἶπεν, Οὐχ ὅτι ἐπιζητῶ τὸ δόµα, καὶ ὅτι, Ἤδη ποτὲ, καὶ ἔδειξεν ὅτι ὀφειλή ἐστι τὸ πρᾶγµα( τοῦτο γάρ ἐστιν, Ἀπέχω)· πάλιν δείκνυσιν ὅτι ὑπὲρ ὀφειλὴν ἔπραξαν, καί φησιν· Ἀπέχω πάντα, καὶ περισσεύω, πεπλήρωµαι. Οὐχ ἁπλῶς, οὐδὲ ἀπὸ διαθέσεως ταῦτα λέγω, ἀλλὰ τί;∆ εξάµενος παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑµῶν, ὀσµὴν εὐωδίας, θυσίαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ. Βαβαὶ, ποῦ τὸ δῶρον αὐτῶν ἀνήγαγεν! Οὐκ ἐγὼ, φησὶν, ἔλαβον, οὐκ ἔλαβον, ἀλλ' ὁ Θεὸς δι' ἐµοῦ. Ὥστε, κἂν ἐγὼ µὴ χρῄζω, µὴ µελέτω ὑµῖν· ἐπεὶ οὐδὲ ὁ Θεὸς ἔχρῃζε, καὶ ὅµως ἀπεδέχετο, οὕτως ὡς µηδὲ παραιτεῖσθαι εἰπεῖν τὴν θείαν Γραφὴν, ὅτι Ὠσφράνθη ὁ Θεὸς ὀσµὴν εὐωδίας, ὅπερἦν εὐφραινοµένου. Ἴστε γὰρ, ἴστε πῶς διατίθεται ἡµῶν ἡ ψυχὴ ἐπὶ ταῖς εὐωδίαις, πῶς εὐφραίνεται, πῶς γάννυται. Οὐ παρῃτήσατο τοίνυν εἰπεῖν περὶ Θεοῦ ἀνθρώπινον οὕτω ῥῆµα καὶ ταπεινὸν ἡ Γραφὴ, ἵνα τοῖς ἀνθρώποις δείξῃ, ὅτι δεκτὰ τὰ παρ' αὐτῶν δῶρα γέγονεν. Οὐ γὰρ ἡ κνίσσα, οὐδὲ ὁ καπνὸς δεκτὰ ἐποίει, ἀλλ' ἡ προαίρεσις ἡ προσφέρουσα· ἐπεὶ, εἰ τοῦτο ἦν, καὶ τὰ παρὰ τοῦ Κάϊν ἂν ἐδέχθη. Εἶπεν οὖν, ὅτι καὶ εὐφραίνεται, καὶ πῶς εὐφραίνεται· οὐ γὰρ ἂν ἄλλως ἔµαθον οἱ ἄνθρωποι. Ὁ τοίνυν µὴ ἐν χρείᾳ καθεστὼς λέγει οὕτως εὐφραίνεσθαι, ἵνα µὴ διὰ τὸ ἀνενδεὲς ῥᾴθυµοι γένωνται. Καὶ ὅτε λοιπὸν τῆς ἄλλης ἀρετῆς ἀµελήσαντες, ταύταις ἐθάῤῥουν, ὅρα πῶς πάλιν διορθοῦται αὐτοὺς, λέγων· Μὴ φάγωµαι κρέα ταύρων, ἢ αἷµα τράγων πίωµαι; Τοῦτο καὶ Παῦλός φησιν, Οὐκ ἐπιζητῶ τὸ δόµα. Ὁ δὲ Θεός µου πληρώσει πᾶσαν χρείαν ὑµῶν κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ, ἐν Χριστῷ Ἰησοῦ.
15.4
Ὅρα πῶς καὶ ἐπεύχεται, καθάπερ οἱ πένητες. Εἰ δὲ Παῦλος ἐπεύχεται τοῖς διδοῦσι, πολλῷ µᾶλλον ἡµεῖς µὴ αἰσχυνώµεθα λαµβάνοντες τοῦτο ποιεῖν. Μὴ δὴ λαµβάνωµεν, ὡς αὐτοὶ χρῄζοντες, µηδὲ χαίρωµεν ἡµῶν ἕνεκεν, ἀλλὰ τῶν διδόντων αὐτῶν. Οὕτως ἡµῖν ἔσται µισθὸς καὶ λαµβάνουσιν, ἂν δι' ἐκείνους χαίρωµεν· οὕτως οὐκ ἀγανακτήσοµεν, µὴ διδόντων, µᾶλλον δὲ ἀλγήσοµεν δι' αὐτούς· οὕτω καὶ προθυµοτέρους ἐργασόµεθα, ἂν διδάσκωµεν, ὅτι οὐχ ἡµῶν ἕνεκεν ταῦτα πράττοµεν. Ὁ δὲ Θεός µου, φησὶ, πληρώσει πᾶσαν χρείαν ὑµῶν, ἢ πᾶσαν χάριν, ἢ πᾶσαν χαράν. Ἀλλ' ἂν µὲν ᾖ, Πᾶσαν χάριν, µὴ ταύτην µόνον φησὶ, τὴν ἐπὶ γῆς ἐλεηµοσύνην, ἀλλὰ πᾶν κατόρθωµα· ἂν δὲ, Πᾶσαν χρείαν, ὅπερ οἶµαι καὶ µᾶλλον λέγεσθαι, τοῦτό ἐστιν ὃ δηλοῦν βούλεται· ἐπειδὴ ἔµπροσθεν εἶπεν, Ἠκαιρεῖσθε, ἐπάγει ἐνταῦθα, ὅπερ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ λέγων, Ὁ ἐπιχορηγῶν σπέρµα τῷ σπείροντι, καὶ ἄρτον εἰςβρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑµῶν, καὶ αὐξήσαι τὰ γεννήµατα τῆς δικαιοσύνης ὑµῶν. Ἐπεύχεται γὰρ αὐτοῖς, ὥστε εἶναι ἐν ἀφθονίᾳ, καὶ ἔχειν σπείρειν· καὶ ἐπεύχεται οὐχ ἁπλῶς ἐν ἀφθονίᾳ εἶναι, ἀλλὰ, Κατὰ τὸν πλοῦτον αὑτοῦ. Ὥστε καὶ τοῦτο συµµεµετρηµένως. Εἰ µὲν γὰρ κατ' αὐτὸν ἦσαν, καὶ οὕτω φιλόσοφοι, καὶ οὕτως ἐσταυρωµένοι, οὐκ ἂν τοῦτο ἐποίησεν· ἐπειδὴ δὲ ἄνδρες ἦσαν, χειροτέχναι, πένητες, γυναῖκας ἔχοντες, παῖδας τρέφοντες, οἰκίας προεστῶτες, καὶ ἀπὸ ὀλίγων καὶ ταῦτα ἔδοσαν, καί τιναεἶχον ἐπιθυµίαν καὶ τῶν παρόντων, ἐπεύχεται συγκαταβατικῶς. Τοῖς γὰρ οὕτω κεχρηµένοις οὐδὲν ἄτοπον ἐπεύχεσθαι τὴν αὐτάρκειαν καὶ τὴν ἀφθονίαν. Ὅρα γοῦν τί καὶ ἐπεύχεται· Οὐκ εἶπεν, ὅτι Ποιήσαι πλουσίους καὶ εὐπόρους σφόδρα, ἀλλὰ τί; Πληρώσαι πᾶσαν χρείαν ὑµῶν. Ὥστε µὴ εἶναι ἐν ἐνδείᾳ, ἀλλὰ τὰ πρὸς χρείαν ἔχειν· ἐπεὶ καὶ ὁ Χριστὸς ὅρον εὐχῆς ἡµῖν διδοὺς, τοῦτο τῇ εὐχῇ ἐνέθηκε, διδάσκων ἡµᾶς, Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον λέγειν, δὸς ἡµῖν σήµερον. Κατὰ τὸν πλοῦτον αὑτοῦ. Τί ἐστι τοῦτο; Κατὰ τὴν δωρεὰν αὑτοῦ· τουτέστιν, ὅ τι εὔκολον αὐτῷ καὶ δυνατὸν, καὶ ταχέως ποιεῖν. Καὶ ἐπειδὴ Χρείαν εἶπον, ἵνα µὴ νοµίσωσιν, ὅτι στενοχωρήσει αὐτοὺς, διὰ τοῦτο ἐπήγαγε, Κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. Οὕτω περισσεύσει ὑµῖν ἅπαντα, φησὶν, ὥστε ἐν δόξῃ αὐτοῦ ἔχειν. Ἢ οὖν τοῦτο λέγει, ὅτι Οὐδενὸς ὑστερεῖσθε· Καὶ χάρις γὰρ µεγάλη, φησὶν, ἦν ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς· ἢ προτρέπει εἰς δόξαν αὐτοῦ πάντα ποιεῖν· ὡσεὶ ἔλεγεν· Ἵνα εἰς δόξαν αὐτοῦ χρῆσθε τῇ περιουσίᾳ. Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡµῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Αὕτη δὲ ἡ δόξα οὐχὶ τοῦ Υἱοῦ µόνον, ἀλλὰ καὶ τοῦ Πατρὸς γίνεται. Ὅταν γὰρ ὁ Υἱὸς δοξάζηται, τότε ὁ Πατήρ. Ἐπειδὴ γὰρ εἶπεν εἰς δόξαν Χριστοῦ τοῦτο γενέσθαι, ἵνα µή τις νοµίσῃ αὐτοῦ µόνου, ἐπήγαγε· Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡµῶν ἡ δόξα, αὕτη ἡ γενοµένη δηλονότι τῷ Υἱῷ. Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Οὐ µικρὸν καὶ τοῦτο· πολλῆς γὰρ εὐµενείας, καὶ τὸ διὰ γραµµάτων αὐτοὺς ἀσπάζεσθαι. Ἀσπάζονται ὑµᾶς οἱ σὺν ἐµοὶ ἀδελφοί. Καὶ µὴν ἔλεγες, ὅτι Οὐδένα ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑµῶν µεριµνήσει· πῶς οὖν λέγεις νῦν, Οἱ σὺν ἐµοὶ ἀδελφοί, Ἢ τοὺς µετ' αὐτοῦ ἀδελφούς φησι, δηλῶν ὅτι Οὐδένα τῶν µεθ' ἑαυτοῦ ἔχει ἰσόψυχον, οὐ περὶ τῶν ἐν τῇ πόλει λέγων· ποίαν γὰρ ἀνάγκην εἶχον ἐκεῖνοι τὰ τῶν ἀποστόλων ἀναδέχεσθαι πράγµατα; ἢ ὅτι οὐ παραιτεῖται καὶ τούτους ἀδελφοὺς καλεῖν. Ἀσπάζονται ὑµᾶς πάντες οἱ ἅγιοι, µάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Ἡ χάρις τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ µετὰ πάντων ὑµῶν. Ἀνέστησεν αὐτοὺς καὶ ἀνέῤῥωσε, δεικνὺς ὅτι καὶ τῆς βασιλικῆς οἰκίας τὸ κήρυγµα ἥψατο. Εἰ γὰρ οἱ ἐν τοῖς βασιλείοις πάντων κατεφρόνησαν διὰ τὸν βασιλέα τῶν οὐρανῶν, πολλῷ µᾶλλον αὐτοὺς χρὴ τοῦτο ποιεῖν. Καὶ τοῦτο δὲ τεκµήριον ἦν τῆς Παύλου ἀγάπης, τὸ πολλὰ περὶ αὐτῶν διηγεῖσθαι, καὶ µεγάλα λέγειν, ὅθεν καὶ εἰς πόθον ἤγαγε τοὺς ἐν τοῖς βασιλείοις, ὥστε ἀσπάσασθαι αὐτοὺς τοὺς οὐχ ἑωρακότας. Μάλιστα µὲν γὰρ, ἐπειδὴ ἐν θλίψει ἦσαν οἱ πιστοὶ τότε, πολλὴ ἦν ἡ ἀγάπη. Πῶς; Οἵ τε γὰρ ἀλλήλων διεστηκότες, ἀλλήλοις ἦσαν συγκεκολληµένοι, καὶ οἱ πόῤῥωθεν, ὡς ἐγγὺς ὄντες, ἀλλήλους ἠσπάσαντο, καὶ ὡς περὶ µέλη οἰκεῖα, οὕτω πρὸς ἑαυτοὺς ἕκαστος διετίθετο. Καὶ ὁ πένης γὰρ πρὸς τὸν πλούσιον ὁµοίως διέκειτο, καὶ ὁ πλούσιος πρὸς τὸν πένητα· καὶ οὐδεµία ἦν ὑπεροχὴ, τῷ πάντας ὁµοίως µισεῖσθαι καὶ ἐλαύνεσθαι, καὶ ἐπὶ τοῖς αὐτοῖς. Ὥσπερ γὰρ οἱ ἐκ διαφόρων πόλεων αἰχµάλωτοί τινες ἀναστάντες, καὶ εἰς µίαν ἐλθόντες πόλιν, σφόδρα ἀλλήλοις συµπλέκονται, τοῦ κοινοῦ τῆςσυµφορᾶς συγκολλῶντος αὐτούς· οὕτω δὴ καὶ τότε, τῆς κοινωνίας τῶν παθηµάτων καὶ τῶν θλίψεων συναπτούσης αὐτοὺς, πολλὴν εἶχον πρὸς ἀλλήλους ἀγάπην.
15.5
∆ εσµὸς γάρ τίς ἐστιν ἡ θλῖψις ἀῤῥαγὴς, ἀγάπης αὔξησις, κατανύξεως καὶ εὐλαβείας ὑπόθεσις. Ἄκουε γὰρ τοῦ∆ αυῒδ λέγοντος· Ἀγαθόν µοι, Κύριε, ὅτι ἐταπείνωσάς µε, ὅπως ἂν µάθω τὰ δικαιώµατά σου· καὶ πάλιν ἑτέρου προφήτου λέγοντος, Ἀγαθὸν ἀνθρώπῳ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὑτοῦ· καὶ πάλιν, Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε· καὶ ἑτέρου τινὸς λέγοντος, Μὴ ὀλιγώρει παιδείας Κυρίου· καὶ ἀλλαχοῦ, Εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίµασον τὴν ψυχήν σου εἰς πειρασµόν. Καὶ ὁ Χριστὸς δὲ πρὸς τοὺς ἑαυτοῦ µαθητὰς ἔλεγεν, Ἐν τῷ κόσµῳ θλῖψιν ἕξετε, ἀλλὰ θαρσεῖτε· καὶ πάλιν, Κλαύσετε καὶ θρηνήσετε ὑµεῖς, ὁ δὲ κόσµος χαρήσεται· καὶ πάλιν, Στενὴ καὶ τεθλιµµένη ἡ ὁδός. Ὁρᾷς πανταχοῦ τὴν θλῖψιν ἐπαινουµένην; πανταχοῦ παραλαµβανοµένην, ὡς ἀναγκαίαν οὖσαν ἡµῖν; Εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐδεὶς ἂν ταύτης χωρὶς στέφανον λάβοι, εἰ µὴ καὶ πόνοις καὶ σιτίων παραιτήσει καὶ νόµῳ διαίτης καὶ ἀγρυπνίαις καὶµυρίοις ἑτέροις ἑαυτὸν ὀχυρώσειε, πολλῷ µᾶλλον ἐνταῦθα. Τίνα γὰρ βούλει; τὸν βασιλέα εἰπεῖν; Ἀλλ' οὐδὲ ἐκεῖνος ἀµέριµνον ζῇ βίον, ἀλλὰ καὶ πολλῶν θλίψεων καὶ φροντίδων γέµοντα. Μὴ γὰρ εἰς τὸ διάδηµα ἴδῃς, ἀλλ' εἰς τὸ κλυδώνιον φροντίδων, δι' οὗ αὐτῷ ὁ θόρυβος τίκτεται· µηδὲ εἰς τὴν ἁλουργίδα βλέπε, ἀλλ' εἰς τὴν ψυχὴν τὴν µᾶλλον ἐκείνης τῆς ἁλουργίδος µελαινοµένην· οὐχ οὕτως ὁ στέφανος δεσ µεῖ τὴν κεφαλὴν, ὡς τὴν ψυχὴν ἡ φροντίς· µηδὲ εἰς τὸ τῶν δορυφόρων πλῆθος ἴδῃς, ἀλλ' εἰς τὸ τῶν ἀθυµιῶν πλῆθος· οὐδὲ γὰρ ἔστιν ἰδιωτικὴν οἰκίαν εὑρεῖν τοσούτων γέµουσαν φροντίδων, ὅσων τὰ βασίλεια. Θάνατοι καθ' ἑκάστην ἡµέραν προσδοκώµενοι παρ' αὐτοῖς τούτοις, καὶ πρὸ τῆς τραπέζης τὸ αἷµα ὁρᾶται, καὶ πρὸ τοῦ ποτοῦ. Ἐν δὲ ταῖς νυξὶν οὐδὲ εἰπεῖν ἔστιν ὁσάκις ἅλλονται καὶ ἀναπηδῶσι φαντασιούµενοι. Καὶ ταῦτα δὴ ἐν εἰρήνῃ· εἰ δὲ πόλεµος καταλάβοι, ἔτι τὰ τῶν φροντίδων ἐπιτείνεται. Τί τοίνυν τοῦ βίου τούτου ἐλεεινότερον γένοιτ' ἄν; Τὰ δὲ παρὰ τῶν οἰκείων ὅσα; τῶν ἀρχοµένων λέγω. Ἀµέλει καὶ συγγενικῶν αἱµάτων ἀεὶ γέµει τὸ ἔδαφος τὸ βασιλικόν. Καὶ, εἰ βούλεσθε, τινὰ καὶ διηγήσοµαι, καὶ τάχα ἐπιγνώσεσθε ὅτι οὕτως ἔχει· µάλιστα µὲν καὶ τὰ παλαιὰ ἐρῶ, πλὴν ἀλλ' ὅµως ἔτι τῇ µνήµῃ φυλαττόµενα, ἅτε καὶ ἐπὶ τῶν χρόνων γενόµενα τῶν ἡµετέρων. Ὁ δεῖνα, φησὶ, τὴν γυναῖκα ὑποπτεύσας ἐπὶ µοιχείᾳ, γυµνὴν προσέδησεν ὄρεσι, καὶ θηρίοις ἐξέδωκεν, ἤδη µητέρα γενοµένην αὐτῷ βασιλέων πολλῶν. Οἵαν οἴεσθε ζωὴν ζῇν ἐκεῖνον; οὐ γὰρ ἂν, εἰ µὴ σφόδρα κατετάκη τῷ πάθει, εἰς τοσαύτην ἐξέβη τιµωρίαν. Ὁ αὐτὸς δὴ οὗτος τὸν υἱὸν ἀπέσφαξε τὸν αὑτοῦ· µᾶλλον δὲ ὁ τούτου ἀδελφὸς ἑαυτὸν µετὰ τῶν παίδων αὑτοῦ. Λέγεται δὲ καὶ τὸν ἀδελφὸν οὗτος ἀνῃρηκέναι τὸν αὑτοῦ. Καὶ ὁ µὲν ἑαυτὸν ἀνεῖλεν, ὑπὸ τυράννου καταληφθεὶς, ὁ δὲ τὸν ἀνεψιὸν τὸν αὑτοῦ κοινωνοῦντα τῆς βασιλείας αὐτῷ, ἣν αὐτὸς ἐνεχείρισεν. Ἄλλος τὴν γυναῖκα εἶδεν ὑπὸ πεσσῶν διαφθαρεῖσαν· ὡς γὰρ οὐκ ἔτικτε, γυνή τις ἀθλία καὶ ταλαίπωρος( ἀθλία γὰρ καὶ ταλαίπωρος, ἣ τὸ τοῦ Θεοῦ δῶρον ἤλπισε δι' οἰκείας παρέξειν σοφίας), πεσσοὺςδοῦσα, διέφθειρε τὴν βασιλίδα, καὶ συνδιεφθάρη καὶ αὐτή. Ἕτερος πάλιν µετὰ τοῦτο ὑπὸ δηλητηρίων ἀνῄρητο φαρµάκων, καὶ τὸ ποτήριον ἦν αὐτῷ λοιπὸν οὐκέτι πόµα, ἀλλὰ θάνατος· καὶ ὁ υἱὸς αὐτῷ τὸν ὀφθαλµὸν ἐξωρύττετο φόβῳ τῶν µελλόντων, οὐδὲν ἠδικηκώς. Ἄλλος, οὐδὲ εἰπεῖν καλὸν, ὅπως κατέλυσε τὸν βίον ἐλεεινῶς. Τῶν δὲ µετὰ τούτους ὁ µὲν κατεκάη, καθάπερ τις ἄθλιος καὶ ταλαίπωρος, µετὰ ἵππων καὶ δοκῶν καὶ τῶν ἄλλων ἁπάντων, καὶ τὸ γύναιον ἐν χηρείᾳ. Τὰς γὰρ ἐν τῷ ζῇν λύπας οὐδὲ εἰπεῖν ἔνι, ἃς, ὅτε οὗτος ἐπανέστη, ἠναγκάζετο ἔχειν. Οὗτος δὲ ὁ νῦν κρατῶν οὐχὶ ἐξ οὗ τὸ διάδηµα περιέθετο, ἐν πόνοις, ἐν κινδύνοις, ἐν λύπαις, ἐν ἀθυµίαις, ἐν συµφοραῖς, ἐν ἐπιβουλαῖς; Ἀλλ' οὐχ ἡ βασιλεία τοιαύτη τῶν οὐρανῶν· ἀλλὰ µετὰ τὸ λαβεῖν αὐτὴν, εἰρήνη, ζωὴ, χαρὰ, εὐφροσύνη. Ἀλλ', ὅπερ ἔλεγον, οὐκ ἔνι βίος ἀταλαιπώρητος. Εἰ δὲ ἐν τοῖς βιωτικοῖς καὶ ὁ µάλιστα µακαριώτερος, ὁ ἐν βασιλείᾳ, τοσούτων γέµει συµφορῶν, τί οἴει ἐν τοῖς ἰδιωτικοῖς· Καὶ πόσα ἕτερα κακὰ, οὐδὲ εἰπεῖν ἔστι. Πόσοι πολλάκις καὶ µῦθοι ἀπὸ τούτων ἐπλάσθησαν, πᾶσαι σχεδὸν αἱ ἐπὶ τῆς σκηνῆς τραγῳδίαι ἀπὸ τῶν βασιλέων ὑφαίνονται, καὶ οἱ µῦθοι. Τὰ γὰρ πλείονα τῶν ἐν τοῖς µύθοις ἀπὸ τῶν γενοµένων πέπλασται· οὕτω γὰρ ἔχει καὶ ἡδονήν· οἷον, τὰ Θυέστεια δεῖπνα, καὶ ὡς πᾶσα ἐκείνη ἡ οἰκία διὰ συµφορῶν κατέστρεψεν.
15.ὰς
Ἀλλὰ ταῦτα µὲν ἀπὸ τῶν παρὰ τῶν ἔξωθεν συντεθέντων ἴσµεν· εἰ δὲ βούλεσθε, καὶ ἀπὸ τῶν Γραφῶν ἐροῦµεν. Ὁ Σαοὺλ πρῶτος ἐβασίλευσεν, ἀλλ' ἴστε πῶς καὶ οὗτος ἀπώλετο µυρίων πειραθεὶς κακῶν. Μετ' ἐκεῖνον ὁ∆ αυῒδ, ὁ Σολοµὼν, ὁ Ἀβιὰ, ὁ Ἐζεκίας, ὁ Ἰωσίας ὁµοίως. Οὐ γὰρ ἔστι θλίψεως χωρὶς, οὐκ ἔστι πόνων χωρὶς, οὐκ ἔστιν ἀθυµίας ἐκτὸς τὸν παρόντα βίον διελθεῖν. Ἀλλ' ἡµεῖς ἀθυµῶµεν µὴ ὑπὲρ τῶν τοιούτων, ὑπὲρ ὧν οἱ βασιλεῖς, ἀλλ' ὑπὲρ τοιούτων, ὑπὲρ ὧν καὶ κέρδος ἔχοµεν µέγα· Ἡ γὰρ κατὰ Θεὸν λύπη µετάνοιαν εἰς σωτηρίαν ἀµεταµέλητον κατεργάζεται. Ὑπὲρ τούτων χρὴ λυπεῖσθαι, ὑπὲρ τούτων ἀλγεῖν, ὑπὲρ τούτων δάκνεσθαι· οὕτως ἐλυπεῖτο Παῦλος ὑπὲρ τῶν ἁµαρτανόντων, οὕτως ἐδάκρυεν· Ἐκ γὰρ πολλῆς θλίψεως, φησὶ, καὶ συνοχῆς καρδίας ἔγραψα ὑµῖν διὰ πολλῶν δακρύων. Ἐπειδὴ γὰρ ὑπὲρ οἰκείων οὐκ εἶχε πενθεῖν, ὑπὲρ τῶν ἀλλοτρίων τοῦτο ἐποίει· µᾶλλον δὲ κἀκεῖνα οἰκεῖα ἡγεῖτο κατὰ τὸν τοῦ πένθους λόγον. Ἕτεροι ἐσκανδαλίζοντο, καὶ αὐτὸς ἐπυροῦτο· ἕτεροι ἠσθένουν, καὶ αὐτὸς ἠσθένει. Ἀγαθὸν ἡ τοιαύτη λύπη, πάσης κρείττων αὕτη χαρᾶς κοσµικῆς. Τὸν οὕτω πενθοῦντα ἐγὼ πάντων τῶν ἀνθρώπων προκρίνω· µᾶλλον δὲ καὶ αὐτὸς τοὺς οὕτω πενθοῦντας µακαρίζει ὁ Κύριος, τοὺς συµπαθεῖς. Οὐχ οὕτως αὐτὸν ἐπὶ τοῖς κινδύνοις θαυµάζω· µᾶλλον δὲ οὐχ ἧττον αὐτὸν τῶν κινδύνων θαυµάζω, ὑφ' ὧν καθ' ἑκάστην ἡµέραν ἀπέθνησκεν· ἀλλὰ τοῦτό µε µᾶλλον αἱρεῖ. Ἀπὸ γὰρ ψυχῆς φιλοθέου καὶ φιλοστόργου ἐγίνετο, ἀπὸ ἀγάπης, ἣν αὐτὸς ὁ Χριστὸς ἐζήτει, ἀπὸ συµπαθείας ἀδελφικῆς καὶ πατρικῆς, µᾶλλον δὲ καὶτούτων ἀµφοτέρων µείζονος. Οὕτω διακεῖσθαι χρὴ, οὕτω δακρύειν· τὰ τοιαῦτα δάκρυα πολλῆς ἐστιν εὐφροσύνης µεστά· τὸ τοιοῦτον πένθος ὑπόθεσις χαρᾶς ἐστι. Καὶ µή µοι εἴπῃς, τί πλέον ἐκ τοῦ θρηνεῖν, ὑπὲρ ὧν τοῦτο ποιῶ; Κἂν µηδὲν ὀνήσωµεν τοὺς θρηνουµένους, ἀλλὰ πάντως ἡµᾶς αὐτοὺς ὠφελήσοµεν. Ὁ γὰρ ὑπὲρ τῶν ἀλλοτρίων οὕτως ἀλγῶν, πολλῷ µᾶλλον ὑπὲρ τῶν ἰδίων τοῦτο ποιήσεται· ὁ ἐπὶ τοῖς ἑτέρων οὕτω δακρύων, οὐκ ἀδακρυτὶ τὰ οἰκεῖα παρελεύσεται πληµµελήµατα· µᾶλλον δὲ οὐδὲ ἁµαρτήσει ταχέως. Τὸ δὲ δεινὸν, ὅτι κελευσθέντες οὕτως ἐπὶ τοῖς ἁµαρτάνουσι θρηνεῖν, οὐδὲ ἐπὶ τοῖς οἰκείοις τινὰ ἐπιδεικνύµεθα µετάνοιαν, ἀλλ' ἀναλγήτωςπταίοντες διακείµεθα, καὶ πάντων µᾶλλον φροντίζοµεν, καὶ πάντα λογιζόµεθα µᾶλλον ἢ τὰ οἰκεῖα ἁµαρτήµατα.∆ ιὰ τοῦτο χαίροµεν χαρὰν τὴν ἀνόνητον, τὴν τοῦ κόσµου, τὴν εὐθέως σβεννυµένην, τὴν µυρίας τίκτουσαν λύπας. Λυπηθῶµεν τοίνυν λύπην χαρᾶς µητέρα, καὶ µὴ ἡσθῶµεν χαρὰν λύπην τίκτουσαν· ἀφῶµεν δάκρυα σπείροντα πολλὴν ἡδονὴν, καὶ µὴ γελῶµεν γέλωτα βρυγµὸν ἡµῖν ὀδόντων τίκτοντα· θλιβῶµεν θλῖψιν, ἀφ' ἧς ἄνεσις βλαστάνει, καὶ µὴ ζητῶµεν τρυφὴν, ἀφ' ἧς πολλὴ θλῖψις καὶ ὀδύνη τίκτεται· ἐπὶ τῆς γῆς µικρὸν πονήσωµεν, ἵνα τρυφήσωµεν διηνεκῶς ἐν τοῖς οὐρανοῖς· ἐν τῷ ἐπικήρῳ βίῳ θλίψωµεν ἑαυτοὺς, ἵνα ἐν τῷ ἀπείρῳ τύχωµεν ἀνέσεως· µὴ διαχυθῶµεν ἐν τῷ βραχεῖ τούτῳ, ἵνα µὴ στενάξωµεν ἐν τῷ ἀπείρῳ. Οὐχ ὁρᾶτε πόσοι καὶ ἐνταῦθα θλίβονται βιωτικῶν ἕνεκεν πραγµάτων; Ἐννόησον ὅτι καὶ σὺ εἷς ἐξ ἐκείνων εἶ, καὶ φέρε τὴν θλῖψιν καὶ τὴν ὀδύνην, τῇ ἐλπίδι τῶν µελλόντων τρεφόµενος· οὐκ εἶ σὺ τοῦ Παύλου βελτίων οὐδὲ τοῦ Πέτρου, τῶν οὐδέποτε ἀνέσεως τυχόντων, τῶν ἐν λιµῷ καὶ δίψει καὶ γυµνότητι τὸν πάντα βίον διεξελθόντων. Εἰ βούλει τῶν αὐτῶν ἐκείνοις τυχεῖν, τί τὴν ἐναντίαν ὁδεύεις ὁδόν; εἰ βούλει πρὸς τὴν πό λιν ἀπαντῆσαι ἐκείνην, ἧς ἐκεῖνοι κατηξιώθησαν, ἐκείνην βάδιζε τὴν ὁδὸν τὴν ἐκεῖ φέρουσαν. Οὐ φέρει ἡ τῆς ἀνέσεως ὁδὸς ἐκεῖ, ἀλλ' ἡ τῆς θλίψεως· ἐκείνη εὐρύχωρος, αὕτη στενή. Ταύτην βαδίζωµεν, ἵνα τύχωµεν τῆς αἰωνίου ζωῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.